ΔΕΚΕΜΒΡΙΟΥ 12!!
ΣΠΥΡΙΔΩΝΟΣ ΤΡΙΜΟΥΘΟΥΝΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ’. Ὦ τοῦ παραδόξου
θαύματος.
Πάτερ,
Σπυρίδων μακάριε, θαυμάτων πέλαγος ὤν, καὶ πηγὴ ἀνεξάντλητος, νόσῳ κατεχόμενον,
καὶ θανάτῳ Κωνστάντιον, τὸν Βασιλέα τούτων ἀπήλλαξας, καὶ νουθεσίαις αὐτὸν
κατέπεισας, παρατηρεῖν ἀεί, ἱερεῦσιν ἅπασιν ὡς τῷ Θεῷ, πάντοτε λατρεύουσι,
καλῶς προσφέρεσθαι. (Δίς)
Πάτερ,
Σπυρίδων θαυμάσιε, ταῖς ἀρεταῖς γεγονώς, ὑψηλὸς καὶ περίβλεπτος, Ἱεράρχης
ἄκακος, ἐχρημάτισας Ὅσιε, καλῶς ποιμάνας Χριστοῦ τὸ ποίμνιον, καὶ πάντα λύκον
πόῤῥω ἀπήλασας, καὶ καθοδήγησας, πρὸς τὴν ἐπουράνιον μάνδραν πιστούς, τούτοις
προηγούμενος, ποιμὴν ὡς ἄριστος.
Πάτερ,
Σπυρίδων πάνολβιε, τὸν ἐν Τριάδι Θεόν, προσκυνῶν καὶ σεβόμενος, τὴν Ἀρείου
ἄθεον, σὺ καθεῖλες διαίρεσιν· καὶ τὸν ἀχρόνως Πατρὸς ἐκλάμψαντα, καὶ ἐκ μὴ
ὄντως τὸν κόσμον ἅπαντα, δημιουργήσαντα, Λόγον ἀνεκήρυξας ἴσον Πατρί, τούτου τε
τὴν δύναμιν, τὴν ἐνυπόστατον.
Δόξα.
Ἦχος α’.
Ὅσιε
Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν, ἐπηρώτας δι’ ἀγάπην Θεοῦ·
ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ,
συμπαθήσας λαῷ· βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν
ἤγειρας, ὡς Αὐτοῦ μαθητής· τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν·
πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ
Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν
τὴν Παρθένον, τοῖς ψυχικοῖς λογισμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων
Κύριον καὶ Θεὸν ἡμῶν, οὗ Ἰωσὴφ κατιδὼν τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον
θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν,
τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
Ἱεραρχῶν, τὸ κλέος θεοφόρε, Πατὴρ ἡμῶν Σπυρίδων, τῆς οἰκουμένης πρέσβυς, πρὸς
τὸν Θεὸν θερμότατος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ὕμνοις
σου τὴν σεπτήν, καὶ φωτοφόρον μνήμην, τελοῦντες ἐπαξίως, δοξάζομεν ἀπαύστως,
Χριστὸν τὸν σὲ δοξάσαντα.
Στ.: Στόμα δικαίου ἀπόσταζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας.
Σὺ
Πάτερ τὸ τριττόν, τῆς Θεαρχίας κράτος, ἐν μέσῳ τῆς Συνόδου, κηρύξας τὸν ληρώδη,
φιλόσοφον κατήσχυνας.
Δόξα.
Ἦχος πλ. δ’.
Ἔγνως
μὲν τῇ πολιτείᾳ σου, Θεὸν τὸν βλέποντα τὰ κρύφια, τὴν δὲ ψυχήν σου δεκτικὸν τῆς
Τριάδος ἀπεργασάμενος σκήνωμα, ἀγνῶς ἐδέξω ταύτην Πάτερ Ὅσιε, καὶ νῦν
ἀστράπτεις ἐμφορούμενος τοῦ θείου φωτός· διὸ καὶ τὸ τίμιον καὶ θεοφώρητον σῶμά
σου, ὡς ἱερὸν κειμήλιον ἔχοντες, καὶ πηγὴν ὄντως παντοίων θαυμάτων, πίστει
συνερχόμενοι, Ἱεράρχα σὲ δοξάζομεν, ῥῶσιν κομιζόμενοι ψυχῆς καὶ σώματος· ὡς γὰρ
μιμητὴς τοῦ Δεσπότου, τοῖς πιστοῖς νέμεις τὰ πρόσφορα.
Καὶ
νῦν. Προεόερτιον. Ὁ αὐτός.
Βηθλεὲμ
ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ
παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς,
καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς
εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τῆς
Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς λόγῳ μόνῳ ποταμοὺς
ἀνεχαίτισας, Σπυρίδων μακάριε σοφέ· ὅθεν νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖ, καὶ ὄφιν
εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἀγίας σου εὐχάς, Ἀγγέλους ἔσχες
συλλειτουργοῦντάς σοι, ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ
καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου καὶ ληρῶδες· ὅθεν
ἁπλῶς, δογματίσας Τριάδα σεπτήν, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν
Σύνοδον ἐκύρωσε.
Ταῖς οὐρανίαις ἀκτῖσι
περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, ψυχῶν τε καὶ
σωμάτων τοῖς πίστει θερμῇ, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ
θαυματουργέ, καὶ ὑμνοῦσι τὸν Σωτῆρα Χριστόν.
Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς
πράξεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε· διὸ τῆς Βασιλείας τῆς ἄνω
λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως Σπυρίδων ὑπὲρ ἡμῶν, Θεῷ εὔχου τῶν
τιμώντων σε.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, τῷ λαμπρῷ
φωστῆρι, συμψάλλουσιν Ἄγγελοι, ὡς ζῶσα δὲ νεκρὰ αὐτῷ προσφθέγγεται, ὃς ῥεύματα
ποταμοῦ, ἀναχαιτίσας τῷ ῥήματι ἔστησε· καὶ διακόνου ποτέ, τὴν ἀφωνίαν ὁ μέγας ἰάσατο·
τὸ καυσῶδες τοῦ Ἡλίου, ὡς ἡ Παίδων κάμινος, μετεβλήθη εἰς δρόσον, Τριφυλῖνος
διασώζεται.
Δεῦρο τῶν πιστῶν τὸ σύστημα, τὸν ἁπλοῦν
καὶ πρᾷον, ἀκέραιον ἄκακον, τὸν μέγαν ἐν Ἱεράρχαις προεξάρχοντα, Σπυρίδωνα τὸν
σοφόν, τὸν τῆς Νικαίας Συνόδου ὑπέρμαχον· τὸν καθελόντα νευραῖς, ὀρθῶν δογμάτων
τὸν ἄθεον Ἄρειον, ἐπαξίως συνελθόντες, λαμπρῶς εὐφημήσωμεν, ὡς φωτίσαντα πᾶσαν,
οἰκουμένην τοῖς διδάγμασι.
Χαίροις ἡ λαμπρὰ καὶ ἡ εὔσημος,
Κερκυραίων πόλις, ὁμήγυρις ἔνδοξος, ἡ ἔχουσα τὴν σορὸν τὴν τοῦ τρισμάκαρος,
Σπυρίδωνος τοῦ σοφοῦ, ἐξ ἧς πηγάζει πιστοῖς τὰ ἰάματα, τοῖς πόῤῥω καὶ τοῖς ἐγγύς,
πρὸς ἀρωγὴν ὀξυτάτη ὑπάρχουσα· καὶ σὲ Κέρκυρα φρουροῦσα, ἀπὸ πάσης θλίψεως, καὶ
λιμοῦ καὶ θανάτου, καὶ κινδύνων καὶ κακώσεων.
Δόξα.
Καὶ νῦν. Ὀκτώηχον.
Ἦχος α΄. Θεαρχίῳ νεύματι
πάντοθεν τὰ τῶν ἀνθρώπων συστήματα, ἀπὸ οἰκείων δωμάτων φερόμενα,
ἦχος πλ. α΄. καταλαβόντα
τὴν πανένδοξον τοῦ λειψάνου σου θήκην ἀξίως ἀσπάζονται.
ἦχος β΄. Αἱ δὲ ὑπέρτατοι
τῶν ἐπὶ γῆς ἀξίαι σὺν βασιλεῖ ἡγεμόνι παραγενόμεναι.
ἦχος πλ. β΄. Τὸ θεοφόρον
καὶ ἀξιέπαινον σκῆνος ἐξάδουσι, τῷ δέει κρατούμεναι, ὑπὲρ ἐπαίνου δὲ
ποιούμεναι· καὶ ὁρατῶς ἐκβοῶσι τὴν τῶν ᾀσμάτων σοι μελῳδίαν· ἰδοὺ ὁ θαυμάσιος
Σπυρίδων νῦν προτίθεται.
ἦχος γ΄. Ἄρωμεν τοίνυν τὸν
ὕμνον καὶ κατὰ δύναμιν ὑμνήσωμεν τῶν Ἀρχιερέων τὸ μέγα κλέος.
ἦχος βαρύς. Διὰ τοῦτο γὰρ ἡ
παγγενὴς Κωνσταντιανῶν σωτηρία γίνεται· ᾧ ἀτενίζειν οὐκ ἰσχύουσιν ἔθνη πάντα,
ἄξιόν τε ἀπονέμειν ἐφύμνιον.
ἦχος δ΄. Τούτου γὰρ τὸ τῶν
θαυμάτων ὑπερέχει πᾶσαν ἔννοιαν.
ἦχος πλ. δ΄. Διὸ πάνσοφε
Ἱεράρχα, ἀεὶ σὺν τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ μετὰ πότμον πρέσβευε διηνεκῶς,
περιφρουρῆσαι καὶ σῶσαι ἀπὸ πάσης προσβολῆς τὴν νεολαίαν σου· τὴν γὰρ ὑμῶν
προστασίαν κεκτήμεθα.
ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς
μακαρίζοντες.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον
οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον
δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν
ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι
πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ
γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα
δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός
μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι,
καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ
σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας
δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα
ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ
πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην
καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ
πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς
λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν
καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν
λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν
τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ
δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου
σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι
παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Πνευματικὴ
πανήγυρις σήμερον ἀδελφοί· σκιρτάτω ἡ φύσις· χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε
γὰρ ἡμᾶς ὁ θαυμάσιος Σπυρίδων, τὸ θειότατον κειμήλιον τῶν ἀρχιερέων, ὁ ποταμὸς
θαυμάτων ὁ πλημμυρέστατος· τὸ κατοικητήριον τοῦ Ἁγίου Πνεύματος· ἡ ἀκένωτος τῶν
ἰαμάτων καὶ ξένη θάλασσα· ὁ στεῤῥότατος τῆς Ἐκκλησίας καὶ ἀκράδαντος πύργος· ἡ
ὄντως κρηπὶς Ὁσίων καὶ φωστὴρ οἰκουμένης ὁ πολύφωτος· αὐτοῦ ταῖς ἱκεσίαις
Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Ὤ
θαύματος φρικτοῦ! ἡ νεκρὰ πειθομένη φωνὴ ζῶσάν σοι δέδωκεν· ὁ ῥοῦς δὲ τοῦ
ποταμοῦ ἀνεστάλη διὰ λόγου σου προστακτικοῦ· ἡ τοῦ ἄνακτος νόσος εὐχῇ σου
φυγαδεύεται· ὁ ὄφις εἰς εἶδος χρυσοῦν ἀντιμετηλλάττετο· νεκροὶ ἐξηγέρθησαν·
ἐνεργεῖ γὰρ ἐν σοὶ ὁ τῶν ἁπάντων Ἱεράρχης Χριστὸς ὁ Θεὸς ἡμῶν, Σπυρίδων Ἱεράρχα
σοφέ, ὁ τῆς Τριάδος τὸ δόγμα ἀνακηρύξας τρανῶς.
Ὁ
αὐτός.
Τίς
μὴ θαυμάσῃ τῶν σῶν θαυμάτων Ἱεράρχα Σπυρίδων τὸ ἀκένωτον πέλαγος; Ὄμβρον γὰρ ἐξ
οὐρανοῦ προσευχῇ σου κατήγαγες, καὶ τὰς αὐχμώσας αὔλακας ἐμέθυσας, καὶ λιμὸν
διέλυσας. Ὤ τοῦ θαύματος! νεκρὰν ἐπηρώτησας, καὶ αὖθις ὥσπερ ζῶσα, ὡς ἐξ ὕπνου
σοι λελάληκε. Νεκροὺς δὲ πάλιν ἐξανέστησας ζωοποιῷ προσφθέγματι. Ὄφιν εἰς
χρυσὸν μετέβαλες, καὶ ποταμοὺς ἀνεχαίτισας· νοσήματι ἀνιάτῳ τοῦ βασιλέως
Κωνσταντίου ἰάτρευσας, καὶ μαθητοῦ Τριφυλλίου τὰ ἐν νῷ τε ἔγνωκας, τά τε τοῦ
κόσμου τερπνὰ ἀναλύσασθαι ἐδίδαξας. Φιλόσοφον ᾔσχυνας, καὶ τὴν ἱερὰν καὶ ἁγίαν
Σύνοδον ἐκράτυνας. Πόρνην προσψαῦσαι τολμήσασαν, τὰ κατ’ αὐτὴν ἐξειπών,
ἐξαγορεύσαι ἔπεισας. Αἰγὸς ἅρπαγα πλήττοντα διήλεγξας καὶ τὴν ἀφωνίαν διακόνου
ἐθεράπευσας. Ἀγγέλους θείους συλλειτουργοῦντάς σοι ἔσχες. Τὴν τοῦ ἐλαίου ἀνάβλυσιν
ἐποίησας· μοιχευθῆσαν δὲ γυναῖκα μὴ πεισθεῖσαν τῷ θανάτῳ παρέδωκας, καὶ
δυσσεβῶν ἀγάλματα πεπτωκότα συνέτριψας. Ὄντως οὕτως οἶδε δοξάζειν Θεὸς τοὺς
Αὐτοῦ δοξάζοντας. Ἡμεῖς δὲ περικυκλοῦντες τὴν σορὸν τῶν λειψάνων σου,
περιπτυσσόμεθα ταύτην ἀναξίοις χείλεσιν, ὅπως λάβωμεν ἴασιν ψυχῶν τε καὶ
σωμάτων καὶ ἐν ἡμέρᾳ κρίσεως λυτρωθῶμεν τῆς κολάσεως.
Ὁ
αὐτός.
Ἀρετῶν
εἰς μέγιστον καὶ αἰθέριον ὕψος ἀναβὰς θεοφόρε, τὴν σύμπασαν φωτίζεις ταῖς τῶν
θαυμάτων ἀστραπαὶς ὡς συμπαθέστατος ποιμήν, λαμπρύνων Πάτερ μακάριε· ἀπαθείας
λάμπων χαρίσμασι καὶ ἁπλότητος αἴγλῃ, Σπυρίδων ἱερέ. Διὸ πνευματικῶς
συνελθόντες τὴν τῶν λειψάνων σου σεβασμίαν καὶ ἁγίαν λάρνακα ὑμνωδίαις μετὰ
δόξης προπέμπομεν δορυφοροῦντες εἰς τὸ θεῖον τῶν Κερκυραίων τέμενος, μετὰ χαρὰς
προσφωνοῦντες ταῦτά σοι· Χαῖρε στύλε ουράνιε, τῶν θλιβομένων πάντων παραμυθία·
χαῖρε ὁ οἶκος τῶν ἀρετῶν ὁ μέγιστος· χαῖρε πύργε ἀδιάσειστε δογμάτων τῆς
πίστεως, ἐν σοὶ γὰρ ἅπαν χάρισμα τοῦ Πνεύματος πεφανέρωται τοῖς ἐπὶ γῆς,
Ἱεράρχα, πιστῶν ὁ προστάτης, καὶ τῶν ἐν νόσοις ἑτοιμοτάτη λύτρωσις· χαῖρε ὁ τῆς
ἐπουρανίου ἱεραρχίας κανών.
Δόξα.
Ὁ αὐτός.
Τῷ
θείῳ φωτὶ καταυγασθεὶς τὴν καρδίαν, καὶ νοῦν ἐλλαμφθεὶς τοῖς ἐπὶ γῆς ὡς ἄγγελος
Σπυρίδων πᾶσιν ἀνεδείχθης, πρᾷός τε καὶ ἀκέραιος, ὅλος κατηγλαϊσμένος τῇ χάριτι
τοῦ Χριστοῦ· ὅθεν πιστοῖς ἀΰλως χορηγεῖς, σωμάτων ἱερὰν τρυφήν, καὶ σωτηρίαν
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἄκουε
οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός,
πρόεισι τεχθῆναι, ἐκ κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ
συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ
ὢν, γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων
τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἀρχιερέων κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν ὀρθοδόξων, ἡ
τῶν θαυμάτων πηγή, ἰαμάτων ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ
Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ
καλλυνόμενος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ
Χριστοῦ φίλος γνήσιος· Αὐτὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου
ἀγαλλιάσονται.
Πρᾷος,
καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων
δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων θείᾳ χάριτι, ἐχθρὸν τὸν
παμπόνηρον, καὶ παράφρονα Ἄρειον, κατεπάτησας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ
σωτήριον, ἀνυψώσας τῷ πνεύματι· πάντας τοὺς ὀρθοδόξους τε φωτίσας λαμπρότητι,
ἕνα δοξάζει τὸν λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Στ.: Στόμα δικαίου ἀπόσταζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας.
Πάθη,
ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω
καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας· νυκτὸς Βασιλεῖ τε,
ἐπιφανεὶς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ’ ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε,
παραδόξως δοξάζοντος. Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν
λειψάνων, Σπυρίδων, τὴν ἱερὰν σωρὸν σέβομεν, ἐξ ἧς ἀναβλύζει, ἰαμάτων θεῖα
ῥεῖθρα καὶ μέγα ἔλεος.
Δόξα.
Ἦχος β'. Γερμανοῦ
Ἱεραρχῶν
τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς
Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον,
συνοδικῶς εἰς γῆν κατηδάφισας· διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα
ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Ἰδοὺ
καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ
τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος
ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται
Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τῆς
Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς λόγῳ μόνῳ ποταμοὺς
ἀνεχαίτισας, Σπυρίδων μακάριε σοφέ· ὅθεν νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖ, καὶ ὄφιν
εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἀγίας σου εὐχάς, Ἀγγέλους ἔσχες
συλλειτουργοῦντάς σοι, ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα
Ὄφιν
μετέβαλες, εἰς χρυσὸν Ἅγιε, καὶ ταῖς τῶν λόγων σου, νευραῖς ἀπέπνιξας, τὸν
δυσσεβῆ καὶ πονηρόν, Ἄρειον θεοφόρε· Βασιλεῖ δὲ γέγονας, ἰατρὸς παναοίδιμε, καὶ
νεκροὺς ἐξήγειρας, Δαίμονάς τε ἀπήλασας· διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα
τὴν μνήμην τὴν πάντιμον.
Δόξα.
Καὶ νῦν. Προεόρτιον
Χαρᾶς
πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ
παντός, ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος,
Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ
κτίσις, ἡμέραν Προεόρτιον.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Τοῖς
λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὰ κατ' εἰκόνα
Θεοῦ, Σπυρίδων μακάριε, ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας
ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Προεόρτιον
Παρθένοι
προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται
γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι· Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.
Μετὰ
δὲ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν
Ἀνακτόροις
καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς
Τριάδος τὴν δύναμιν· καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ
σαφῶς ἐδογμάτισας· ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον,
τῇ δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Προεόρτιον
Χαῖρε
θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε,
χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον
Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε,
καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε ἔνδοξε
Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Εἶτα, οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου
λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου
ἀπόσταζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Τῷ καιρῷ
ἐκείνῳ ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοί...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πατέρων
ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς
οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς Ἀρείου λύσσης καθαιρέτης φανείς, τόν
Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. Ποίημα Θεοφάνους.
ᾨδὴ
α'. Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτέ
Τῶν
πραέων γῆν καταλαβών, Πάτερ ὡς πραότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος,
τὸν ἐπανιστάμενον, τῇ καρδίᾳ μου, καταπράϋνον κλύδωνα, ὅπως ἐν γαλήνῃ θείᾳ,
γεγονὼς ἀνευφημήσω σε.
Γεωργίαις
θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ
θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν· ὅθεν καταυγάζεις, τοὺς
εἰλικρινῶς σε μακαρίζοντας.
Ἐκ
ποιμνίων ὥσπερ τὸν Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο
ποιμένα πανάριστον, τῇ ἁπλότητι καὶ πραότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, Ὅσιε
ποιμὴν καλλωπιζόμενον.
Θεοτοκίον
Παναγία
ἄχραντε Ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη
σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως
κατὰ χρέος μακαρίζω σε.
ᾨδὴ
α΄. Ἦχος α΄. Χριστός, γεννᾶται.
Χριστός,
ποιμένα σε Ὅσιε, γαστρὸς ἐκ μητρικῆς ἐξελέξατο, πρᾷον ἱερὸν καὶ σώφρονα, κήρυκά
τε δογμάτων καὶ λειτουργόν, Πάτερ Ἐκκλησίας, καὶ δοχεῖον χαρισμάτων τῶν τοῦ
Πνεύματος.
Σαρκός,
νεκρώσας τὸ φρόνημα, ψυχῆς δὲ προκαθάρας τὰ ὅμματα, ὅλον σεαυτὸν τοῦ Πνεύματος
Ὅσιε, ἀπειργάσω θεῖον ναόν, λογικαῖς θυσίαις, καθαρῶς ἱερατεύων παμμακάριστε.
Διψῶσαν,
Κύπρου τὴν κατιδών, τὸν Θεσβίτην Ἠλίαν μιμούμενος, σοῦ τῇ προσευχῇ κατήγαγες
Ὅσιε, οὐρανόθεν ὄμβρων πληθύν· καὶ γὰρ ἐισακούει τῆς δεήσεως Χριστός, τῶν
θεραπόντων Αὐτοῦ.
Θεοτοκίον.
Χρυσῆν,
σὲ στάμνον καὶ τράπεζαν, λυχνίαν φωτεινὴν καὶ κατάσκιον, ὄρος καὶ πηγὴ
θεόβρυτον, κλίμακά τε καὶ πύλην θείας ζωῆς, Κεχαριτωμένη Θεοτόκε, ὑπερένδοξε
κηρύττομεν.
ᾨδὴ
γ', τοῦ Ἱεράρχου. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας
Τὸν
νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ
Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε
Ἱερώτατε.
Τὸν
ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων
τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι
Πάτερ Ὅσιε.
Ἀνῆλθες
πρὸς τὸ ὄρος τῆς θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς
καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ
Δεσπότου σου.
Θεοτοκίον
Θεράπευσον
τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε
καταύγασον, ἵνα ψάλλω, οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν
ἄχραντος, πλήν σου Δέσποινα
Ἕτερος.
Τῆς πίστεως ἐν πέτρᾳ με.
Τὸν
νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ
Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε
ἱερώτατε.
Τὸν
ὄφιν τὸν ἀρχαίκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων
τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι,
Πάτερ Ὅσιε.
Ἀνῆλθες
πρὸς τὸ ὄρος τῆς ἀπαθείας, εἰσέδυς εἰς τὸν γνόφον τῆς θεωρίας· πλαξὶ δὲ τῆς
καρδίας σου ὑπεδέξω, νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ
Δεσπότου σου.
Θεοτοκίον.
Θεράπευσον
τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε
καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ πανάμωμε, καὶ οὐκ ἔστιν
ἄχραντος πλήν σου Δέσποινα.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ
ποιμνίων προβάτων ἐπιστατεῖν, τῆς Χριστοῦ Ἐκκλησίας προχειρισθείς, ποιμὴν
θεοπρόβλητος, ὦ Σπυρίδων ἀνέλαμψας· κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου,
ἐν εὐσεβείας πόᾳ πιστοὺς ἐκτρεφόμενος. Ὅθεν ἀναμέσον, θεοφόρων πατέρων, τὴν
πίστιν ἐκράτυνας, τῇ σοφίᾳ τοῦ πνεύματος, Ἱεράρχα μακάριε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς
Τῶν
γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ
ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες
τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς,
γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.
ᾨδὴ
δ', τοῦ Ἱεράρχου. Ἐλήλυθας ἐκ Παρθένου
Τοῖς
ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας,
κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.
Πυθομένῳ,
ἡ νεκρὰ σοι φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν· ὤφθης
γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.
Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι· ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.
Θεοτοκίον
Προφῆταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον· μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον, σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.
Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης.
Ῥάβδον σὲ κατέχοντα χειρί, καὶ σχῆμα ἱερώτατον, ἐστολισμένος θεῖος Ἄγγελος κατ’ ὄναρ ἐπιφανείς, βασιλεῖ δεικνύει σὲ ἰατρὸν αὐτοῦ θεῖον τοῦ πάθους· ὁ δὲ ἐβόα πιστῶς· δόξα τῇ δυνάμει Σου Κύριε.
Δεσπότην μιμούμενος τὸν σόν, καὶ πάντων ἰατρὸν Χριστόν, τὸν βασιλέα ἐθεράπευσας, Σπυρίδων τερατουργέ· θεϊκοῖς τε δόγμασι, τοῦτον εὐσεβῶς εἰς θεῖον ζῆλον καὶ πίστιν θεοπρεπῆ, μάκαρ εὐθυβόλως διήγειρας.
Ῥήσεις ἐντολῶν τῶν θεϊκῶν, φυλάττων παμμακάριστε, τοῦ βασιλέως διεσκόρπισας μεγάλας σὺ δωρεάς, καὶ τοῖς πᾶσι δέδωκας χρυσόν, ἐπὶ γῆς Σπυρίδων μάκαρ· ἐκτήσω γὰρ οὐδαμῶς, ὄλβον θησαυρίζων τὸν ἄσυλον.
Θεοτοκίον.
Σὺ σκηνὴ τοῦ Λόγου καὶ λαμπρὰς Παρθένε, ἀληθῶς φωτὸς τοῦ ἀνεσπέρου ἀναδέδειξαι· διό σε πάντες πιστοί, θερμῶς ἱκετεύομεν, ῥῆξαι τοῦ ἐχθροῦ σὺ τὰς ἐνέδρας, ἅς καθ’ ἡῶν μελετᾷ, κόρη τὸν Υἱόν Σου δυσώπησον.
ᾨδὴ ε', τοῦ Ἱεράρχου. Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων
Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει Ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.
Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.
Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοῖς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.
Θεοτοκίον
Νέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου· ὃν ἐκδυσώπει, ὡς Υἱὸν καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῇ, καθαρᾷ καταγγέλλοντας.
Ἕτερος.
Θεὸς ὤν είρήνης.
Τὴν πίστιν ἐν μέσῳ πατέρων πολλῶν, ἱεράρχα Σπυρίδων ἐστήριξας, κηρύξας τὸ ὁμόθεον Τριάδος τῆς μιᾶς· διὸ καὶ ἐπαξίως, τιμᾷ ἡ Ἐκκλησία, τὴν πανίερον μνήμην τῆς παναγίας σου κοιμήσεως.
Χριστοῦ ὤν καθάπερ πιστὸς μαθητής, Ἱεράρχα Σπυρίδων ἀνέστησας νεκροὺς τῇ προσευχῇ σου, καὶ παρέστησας ζῶντας· καὶ γὰρ ἰσχύειν πάντα αὐτὸς δεδώρηταί σοι, ἐξ ἰδίας ἰσχύος, ὁ ταμιοῦχος τῆς ζωῆς ἡμῶν.
Ἐλπίδος ἀγάπης καὶ πίστεως, σὺ ἰδιώματα Πάτερ κτησάμενος, πενήτων ἀντιλήπτωρ τε νοσούντων ἰατρός, καὶ πάντων τῶν ἐν ζάλῃ λιμὴν γαληνοφόρος, ἀνεδείχθης θεόφρων, ἀξιοθαύμαστε πιστότατος.
Θεοτοκίον.
Ἁγίων Ἁγία Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντας Χριστὸν τὸν λυτρωτήν· διό σε βασιλίδα καὶ Δέσποινα ἁπάντων, ὡς μητέρα τοῦ Κτίστου τῶν ποιημάτων καταγγέλομεν.
ᾨδὴ ς', τοῦ Ἱεράρχου. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος
Ὁ χρυσὸς ὡς πηλὸς σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι Ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.
Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες Ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.
Ὁ περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.
Θεοτοκίον
Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.
Ἕτερος.
Σπλάγχνων Ἰωνᾶν.
Ἄλλον Σαμουήλ, ἡ χάρις σε ἔχρισε, Σπυρίδων σοφέ, ἱερατεύειν Θεῷ, καὶ προσήγαγες, ἀναιμάκτους θυσίας πανόλβιε· πιστεύων ἀληθῶς ὅτι ἐδείχθη σοι, ἄνω ἐν σκηναῖς Θεοῦ ἡμῶν, ἡ φρικτὴ λειτουργία καὶ ἄμωμος.
Ῥάβδον Μωϋσῆς, εἰς ὄφιν μετέβαλε, προστάξει Θεοῦ, πάλαι κινούμενος· σὺ δὲ Ὅσιε, εἰς χρυσὸν προσευχῇ σου μετέβαλες, τὸν ὄφιν Ἱεράρχα διὰ φίλον τὸν σόν· οὕτω θαυμαστὰ ειργάσατο, διὰ σοῦ ὁ Θεός, Πάτερ τέρατα.
Ὡς
ἱεραρχῶν κανὼν καὶ ἑδραίωμα, φωστὴρ οἰκουμένης διαυγέστατε· πύργε ἄσειστε,
ἐκκλησίας θεμέλιε ἄῤῥηκτε· τῶν θαυμάτων ποταμὸς ὁ ἀνεξάντλητος, ῥῦσαι σαῖς
πρεσβείαις πάντοτε, πειρασμῶν τοὺς τιμῶντας τὴν μνήμην σου.
Θεοτοκίον.
Κόλπων
οὐκ ἐκστάς, ἀνάρχου γεννήτορος, ἐν κόλποις ἁγνῆς Κόρης αὐλίζεται, καὶ
καθίσταται ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Χριστός·
τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόῤῥητος.
Κοντάκιον.
Ἦχος β'. Τὰ ἄνω ζητῶν
Τῷ πόθῳ Χριστοῦ τρωθεὶς Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος τῆς Κύπρου.
Ὁ
θαυματουργὸς κἄν τέθνηκε Σπυρίδων,
τοῦ
θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.
Ἀμφι
δωδεκάτην βίοτον λίπε τόνδε.
Οὗτος ἤκμασεν ἐπὶ τῆς
βασιλείας Κωνσταντίνου τοῦ μεγάλου, καὶ Κωνσταντίου τοῦ υἱοῦ αὐτοῦ. Ἧν δὲ τὸν
τρόπον ἁπλοῦς, καὶ τὴν καρδίαν ταπεινός. Ἐγένετο δὲ ἀπ’ ἀρχῆς ποιμὴν προβάτων,
ἔπειτα δὲ γυναικὶ προσομιλήσας, μετὰ τὴν αὐτῆς ἀποβίωσιν, ἐπίσκοπος κατέστη.
Ἐπὶ τοσοῦτον δὲ ἡ χάρις τῶν ἰαμάτων αὐτῷ ἐδόθη παρὰ Θεοῦ, ὡς ἐπωνυμίαν αὐτῷ
γενέσθαι τὰ θαύματα. Καὶ γὰρ ἐν αὐχμῷ κατήγαγεν ὑετόν, καὶ πάλιν αὐτοῦ τὴν
ἀμετρίαν ἐκώλυσε δι’ εὐχῆς. Καὶ μελετώμενον λιμὸν παρὰ τῶν σιτοκαπήλων ἔλυσε,
συμπεσουσῶν αὐτοῖς τῶν ἀποθηκῶν, αἷς τὸν σῖτον συνέσχον. Καὶ ὄφιν μετέβαλεν εἰς
χρυσόν, καὶ μετὰ τὸ λύσαι δι’ αὐτοῦ τὴν τοῦ πένητος συμφοράν, πάλιν τὸν χρυσόν,
εἰς ὄφιν ἀποκατέστησε. Καὶ ποταμῶν ῥεύματα ἔστησε. Καὶ πόρνην τολμήσασαν
προσψαῦσαι, τὰ κατ’ αὐτὴν ἐξειπών, ἔπεισεν ἐξαγορεῦσαι τὰ ἑαυτῆς.
Καὶ τοὺς ἐπὶ λόγοις
φρονοῦντας μέγα, ἐν τῇ κατὰ Νίκαιαν Συνόδῳ, δυνάμει τοῦ Ἁγίου Πνεύματος
ἐπεστόμισε. Καὶ γυναικὸς τινὸς παρακαταθήκην ζητούσης, ἤδη οὖσαν τὴν αὐτοῦ
θυγατέρα νεκράν, ἐπανερόμενος, ᾗ παρετέθη τὰ χρήματα, καὶ παρ’ αὐτῆς μαθὼν ἔνθα
κέκρυπται, τῇ τούτων κυρίᾳ ἀπέδωκε. Καὶ τὸν βασιλέα Κωνστάντιον τοῦ συνέχοντος
πάθους ἀπήλλαξε. Καὶ παῖδα τινὸς γυναικὸς ἀνεζώωσε. Καὶ τὸν κατὰ πλεονεξίαν τὴν
αἶγα λαβεῖν βουλόμενον διήλεγξε, τῆς μιᾶς ἐκείνης αἰγὸς πρὸς τὴν μάνδραν, ἀπὸ
τοῦ ταύτην ἕλκοντος βίᾳ, μεταχωρούσης, μετὰ δὲ τὸ τὴν τιμὴν αὐτῆς
ἐπαριθμήσασθαι τὸν ἐξωνούμενον, σὺν ταῖς λοιπαῖς μεινάσης. Ἰάσατο δὲ καὶ τοῦ Διακόνου
τὴν ἀφωνίαν, ὃς μικρὰν εὐχὴν ἐπιτραπεὶς ἔν τινι καύματι, διὰ κενοδοξίαν μεγάλην
ἐξέτεινε, καὶ εὐθὺς εἰς ἀφωνίαν κατέστη.
Τούτῳ συνυπακούοντες
ὤφθησαν Ἄγγελοι: Καὶ τῷ Πνεύματί σου ἀντιφθεγξάμενοι· ἐν τῷ τὴν εἰρήνην
συνήθως ἐν τῇ Ἐκκλησίᾳ διδόναι (ἐν τῷ ἐκφωνεῖν δηλονότι τό: Εἰρήνη πᾶσι).
Τῶν δὲ ἐν λαμπάσι φώτων παρὰ τῶν ὑπηρετῶν ἀναφθέντων ὀλίγων, καὶ τοῦ Ὁσίου
δυσχεραίνοντος ἐπὶ τούτῳ, οἱ μὲν μὴ παρεῖναι τινὰς ἔλεγον ἐν τῇ Ἐκκλησίᾳ καὶ μὴ
δεῖσθαι πλείονος δαδουχίας, ἐμαρτυρήθη δὲ τῷ Ἁγίῳ ἄνωθεν, ὅτι θεατὰς μᾶλλον
Ἀγγέλους ἔχει ἐν ταῖς εὐχαῖς συμψάλλοντας. Ἡ δὲ ἐν τῷ λύχνῳ, ἤδη μαραινομένου
τοῦ ἐν αὐτῷ φωτός, καὶ λήγοντος διὰ τροφῆς ἔνδειαν, ἐξαίφνης τοῦ ἐλαίου
ἀνάβλυσις, τίνας οὐκ ἐκπλήττει τῷ θαύματι;
Πολλοῖς δὲ ἐκ προγνώσεως
θείας, περὶ τῶν μελλόντων ἐθέσπισε. Καὶ τὸν ἐπίσκοπον Τριφύλλιον νουθετήσας,
τοῖς ἐν κόσμῳ τερπνοῖς προσκείμενον, ποθεῖν τὰ μέλλοντα μᾶλλον ἔπεισε. Καὶ τὴν
μοιχευθεῖσαν γυναῖκα, τὴν ἐξομολόγησιν μὴ δεχομένην, ἀλλ’ ἐν τῷ τίκτειν τὸν
ἴδιον ἄνδρα πείθουσαν, ὅτι ἐξ αὐτοῦ εἴη τὸ ἐγκυμονούμενον, καίτοι μῆνας εἴκοσι
ἀποπλεύσαντα, καὶ μὴ συγγενόμενον αὐτῇ, ἐπιτιμήσας θανάτῳ παρέδωκε.
Τούτῳ θέρους ὥρᾳ, ἐν ἡλίῳ
φλέγοντι, δρόσου πλήρης ἡ κεφαλὴ ἐφαίνετο, δηλοῦντος τοῦ Θεοῦ τὴν ἐπ’ αὐτῷ
γενησομένην τιμήν. Ὅπως δὲ ἦν συμπαθής, ἐδήλωσε τὸ συμβὰν εἰς τοὺς τὴν ποίμην
αὐτοῦ συλῆσαι ἐπιχειρήσαντας. Οὐ μόνον γὰρ αὐτοὺς ἀορασίᾳ κρατηθέντας τοῦ
πάθους ἀπήλλαξεν, ἀλλὰ καὶ κριὸν ἕνα ἐπιδοὺς ἀπέλυσεν, ἐπειπών, ὡς ἂν μὴ ὧσι
μάτην ἠγρυπνηκότες. Οὗτος τὸ καταπιστευθὲν ποίμνιον ἰθύνας καλῶς, πρὸς τὴν τῶν
Ἀγγέλων πολιτείαν καὶ διαγωγὴν μετετάξατο. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ
ἀποστολείῳ τοῦ Ἁγίου καὶ κορυφαίου Πέτρου, τῷ συγκειμένῳ τῇ ἁγιωτάτῃ μεγάλῃ
Ἐκκλησίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Συνετοῦ.
Τὸν Συνετὸν
κτείνουσιν ἄφρονες ξίφει,
τὸν εὐσεβῆ τιμῶντα
πίστιν ἐμφρόνως.
Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ
βασιλέως. Ἐνδημοῦντι δὲ αὐτῷ ἐν τῇ τῶν Ῥωμαίων πόλει, καὶ τὰς θυσίας τοῖς
εἰδώλοις προσάγοντι, διαλεχθεὶς οὗτος, ἀναγνώστης τῆς Ῥωμαίων Ἐκκλησίας ὑπὸ τοῦ
Ἁγίου Ξύστου προβεβλημένος, καὶ ὑποσχόμενος θῦσαι κατ’ ἐμπαιγμόν, καὶ φωραθεὶς
τὴν ὑπόκρισιν, τύπτεται βουνεύροις, ὥς τε πᾶσαν τὴν γῆν ἐκείνην τῷ αἵματι
φοινιχθῆναι. Εἶτα τῇ εἱρκτῇ ἐπαποῤῥίπτεται. Τη δὲ ἑξῆς πάλιν ἁπλοῦται ἐν ἐσχάρᾳ
ἐνισχυούσης, καὶ προτρεπούσης αὐτὸν εἰς τὸν ἀγῶνα. Καὶ σὺν τῇ φωνῇ, λάβρος ὑετὸς
κατεῤῥάγη, ἀλώβητον ἐκ τοῦ πυρὸς διαφυλάττων τὸν Μάρτυρα. Μετὰ ταῦτα, ὀρύγματος
γενομένου πήχεων δέκα, καὶ ξύλων ὀξυτάτων ἐντεθέντων τῷ βάθει, ἀπεῤῥίφη ὁ
Μάρτυς ἐκεῖσε, τῶν μελῶν αὐτοῦ σχεδὸν ἁπάντων κατακοπέντων, ὃς καὶ αὖθις Θείᾳ
προνοίᾳ ὑγιὴς γέγονε. Πάλιν οὖν ἐγκλείεται εἰς τὸ λεγόμενον Πάνθεον, καὶ
ἐξαχθείς, τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου,
Ἀρχιεπισκόπου Ἰεροσολύμων τοῦ θαυματουργοῦ.
Πῶς οὐκ
ἔμελλεν εἶναι καὶ τὰ θηρία,
Ἀλεξάνδρῳ
τιθασσὰ τῷ Χριστοῦ θύτη;
Βασιλεύοντος Δεκίου ἐν τῇ
πρεσβυτέρᾳ Ῥώμῃ, διωγμὸς μέγας ἐκινήθη κατὰ τῶν Χριστιανῶν. Ἐξαποστείλας γὰρ
κατὰ πᾶσαν χώραν, προσέταξεν, ὥς τε τοὺς εὑρισκομένους Χριστιανούς, ἀναγκάζειν
θύειν τοῖς εἰδώλοις, καὶ τὸν Χριστὸν ἀρνεῖσθαι. Τοὺς δὲ μὴ πειθομένους τοῦτο
ποιεῖν, τιμωρίαις δειναῖς ὑποβάλλεσθαι, καὶ εἶθ’ οὕτω τοῦ ζῆν ὀδυνηρῶς
ἀπαλλάτεσθαι. Τότε, ὁ ἁγιώτατος Ἀλέξανδρος οὗτος, ἀρχιεπίσκοπος ὢν ἐν
Ἱεροσολύμοις, διαβάλλεται τῷ τῆς ἐκεῖσε Καισαρείας ἄρχοντι, ὁ δὲ ἀποστείλας,
σιδηροδέσμιον παρέστησεν αὐτόν, καὶ πολλὰ διαλεχθεὶς μετ’ αὐτοῦ, καὶ τὸν
Χριστὸν ἀνακηρύξας μεγαλοφώνως μέσον πάντων, Θεὸν καὶ Βασιλέα, καὶ πάντων εἶναι
Δημιουργόν, τὰ δὲ εἴδωλα καὶ τοὺς τιμῶντας αὐτὰ ἀναθεματίσας πεπαῤῥησιασμένῃ τῇ
φωνῇ, μεγάλως ἐτάραξε τὸν θυμὸν αὐτοῦ. Διὸ καὶ ἐν ὀλίγῳ χρόνῳ τιμωρησάμενος
αὐτὸν ποικίλως, ὑπὸ θηρῶν βρωθῆναι ζῶντα καταδικάζει ὁ δείλαιος.
Τοῦτον δὲ γυμνόν, εὐθὺς
ἀποδύσαντες, καὶ μέσον τοῦ θεάτρου ὡς κριὸν ἐπίσημον προθέντες, διάφορα θηρία
πρὸς βρῶσιν αὐτοῦ ἐξαπέστειλαν. Ὁ δὲ προσευξάμενος, καὶ τούτο προσέθετο: Κύριε,
εἰ θέλημα σόν ἐστι τελειωθῆναί με νῦν, γενέσθω ὡς ηὐδόκησας. Καὶ διαφόρων
θηρίων κατ’ αὐτοῦ ἀπολυθέντων, τὰ μὲν προσκυνοῦντα, ὡς διὰ τῆς τῶν κεφαλῶν
αὐτῶν κατακλίσεως ἐφαίνοντο, εἰς τὰς ἑαυτῶν ἀνεχώρουν γαλεάγρας. Τὰ δὲ
κυλινδρούμενα ἐπὶ τὴν γῆν, κατεφίλουν τοὺς πόδας αὐτοῦ, τὰ δὲ τὰς
τραυματισθείσας αὐτοῦ σάρκας ταῖς γλώσσας ἀπέλειχον. Ὁ δὲ μέγας ἀρχιερεύς, τῷ
Θεῷ εὐχαριστήσας, ἀπέπτη πρὸς Κύριον, τὸ σῶμα ἀβλαβὲς καταλιπὼν ἐν τῇ γῇ. Ὅπερ
εὐλαβεῖς τινὲς μετ’ αἰδοῦς μυρίσαντες, καὶ ὀθονίοις εἰλήσαντες, ἐν ἐπισήμῳ
κατέθεντο τόπῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωναθᾶς, ἐν εἰρήνῃ τελειοῦται.
Μισῶ τὰ τῆς
γῆς, Ἄγγελοι δέξασθέ με,
Ἀμωναθᾶς ὁ
θεῖος ἐκλείπων λέγει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄνθος, ἐν εἰρήνῃ τελειοῦται.
Τὸ τοῦ
Προφήτου προσφόρως Δαβὶδ λέγων,
ὡς ἄνθος
ἀγροῦ θεῖος Ἄνθος ἐῤῥύη.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου μητροπολίτου
Ζιχνῶν, καὶ κτίτορος τῆς ἱερὰς καὶ σεβασμίας μονῆς τοῦ Τιμίου ἐνδόξου Προφήτου,
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῆς κατὰ τὸ Μενοίκειον ὄρος κειμένης.
Ἐγκωμιαστὴν
οἴκοθεν πλουτεῖς Πάτερ,
Τῆς σῆς
τελευτῆς σου, τὸν τῆς Μονῆς πόνον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ', τοῦ Ἱεράρχου. Ἀντίθεον πρόσταγμα παρανομοῦντος
Μωσέως
τὸ ἄπλαστον, Δαυΐδ τὸ πρᾶον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ
Πνεύματος γέγονας κατοικητήριον, μέλπων ἱερώτατε, ὁ ὢν εὐλογημένος καὶ
ὑπερένδοξος.
Ψεκάδες
τῇ κάρᾳ σου ἐν ὥρᾳ θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον· Θεὸς γὰρ
ὡς ἔφησας, τὴν θείαν μνήμην σου, Ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τῇ μεσιτείᾳ
σου.
Συνόδῳ
Πατέρων σε Θεὸς δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε· οὓς
πίστει προσήγαγες, τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας
τὴν τούτου ἔνστασιν.
Θεοτοκίον
Τὸν
βότρυν ἐβλάστησας ἀρρήτῳ λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον
ἀναβλύζοντα πάντας εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην
δεινῶν ἐξαίροντα.
Ἕτερος.
Οἱ παῖδες εὐσεβείᾳ.
Δαβὶδ
μὲν βασιλεύειν, ἐκ ποιμνίου ἐκλεχθεὶς ὡς γέγραπται, σὺ δὲ θαυμάσιε πιστός, ἐκ
ποιμένος ἀναδέδειξαι, ἱερουργὸς πανευπρεπής, βοῶν τῷ κτίστῃ σου· ὁ τῶν Πατέρων
Θεός, εὐλογητὸς εἶ.
Ἐξίσταντο
οἱ ὄχλοι, μὴ ὁρῶντες νοερῶν δυνάμεων θεῖα στρατεύματα Χριστοῦ ἐν ναῷ, ἀλλὰ τὸν
δίκαιον σὺν αὐτοῖς συλλειτουργοῦντα καὶ συμψάλλοντα· ὁ τῶν Πατέρων Θεός,
εὐλογητὸς εἶ.
Ὡς
λόγον ἀληθείας, σὺ ἐκφαίνων εὐσεβῶς ἐκήρυττες, τὸ ὁμοούσιον λαμπρῶς, ἀφιστῶν
τῆς πλάνης Ἄρειον· τὴν Τριάδα πείθων δὲ κηρύττειν μέλποντα, τοῖς τῶν Πατέρων
ὀρθοῖς ἑπόμενον λογίοις.
Θεοτοκίον.
Ἡ
θεία μυροθήκη, τὸ εὐῶδες μῦρον ἔνδον φέρουσα, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, ἐκκενῶσα
τοῦτο ἔρχεται, μυστικῆς εὐωδίας πληροῦν τοὺς μέλποντας· ὁ τῶν Πατέρων Θεός,
εὐλογητὸς εἶ.
ᾨδὴ
η', τοῦ Ἱεράρχου. Κάμινος ποτέ
Κάμινον
παθῶν, ταῖς θείαις ἐπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον
ἐπήγασας, νοσημάτων Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοι, πάντοτε προσιόντων,
μάκαρ Σπυρίδων πανόλβιε.
Ἄκακος
εὐθύς, καὶ πρᾶος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος,
Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος, Ὅσιε ὀρθοδόξῳ· ὅθεν σε πίστει
γεραίρομεν.
Πάλαι
σοι φωνήν, ὡς ζῶσα ἡ θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν· ὢ θαῦμα ἐξαίσιον! ὢ
παράδοξον μυστήριον! ὢ χάριτος ἧς ἔτυχες! βίῳ κεκοσμημένος, Ἀγγελικῷ ἀξιάγαστε.
Θεοτοκίον
Πάθη
τῆς ἐμῆς, θεράπευσον καρδίας, τῇ συμπαθείᾳ σου πανύμνητε, τὸν νοῦν μου
εἰρήνευσον, τὴν ψυχήν μου φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, τρίβους πρός
σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω σε.
Ἕτερος.
Θαύματος ὑπερφυοῦς.
Τίς
σου τὰς θαυματουργίας ἀριθμήσει Ἱεράρχα, Σπυρίδων θεόφρον; ὑετοὺς κατήγαγες,
οὐρανίους σῇ προσευχῇ· προσφωνοῦντί σοι σοφὲ παῖς ἀποκρίνεται, καὶ ῥοῦν ποταμῶν
σὺ ἀνεχαίτισας, καὶ σὸν φίλον ἐν τάχει μάκαρ διέσωσας· ἄνακτα ἰάσω καὶ ξένα
ἐπετέλεις.
Ἤλεγξας
αἱρετικῶς τὰς κακονοίας, τῶν ἁπλῶν σου δογμάτων τοῖς λόγοις· πίστιν γὰρ
ὀρθόδοξον Ἱεράρχα, καὶ ἀκλινῆ, θεοφάντορ, ἐκδίδαξας, ἀνεκήρυξας· διὸ
ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς
πάντας τοὺς αἰῶνας.
Θαύματα
ὑπερφυῶς τοῖς ἀσθενοῦσιν, ἀναβλύζει σου Πάτερ ἠ θήκη· ἐπαξίως ὤφθης γάρ, σκεῦος
θεῖον τῆς ἐκλογῆς, καὶ λειμὼν τῆς ἀπαθείας εὐωδέστατος· πιστοὺς καθηδύνων τοὺς
τιμῶντάς σου, τὴν ἁγίαν καὶ θείαν φαιδρὰν καὶ ἔνδοξον, κοίμησιν ἀξίως, Σπυρίδων
θεοφόρε.
Θεοτοκίον.
Ἄκουσμα
καινόν, Σὺ ὦ Παρθένε Κόρη, μόνη τίκτεις γὰρ ἄφραστον τόκον, τὸν Σωτῆρα Κύριον,
ἀπειράνδρως τὴν σὴν νηδύν, τὴν πανάχραντον σφραγίσαντα ὡς οἶδεν αὐτός, διὸ
γεγηθότες ἐκβοῶμέν Σοι· Χαῖρε πάντων τῶν εὐσεβῶν τὸ διάσωσμα, μὴ παύσῃ
πρεσβεύειν ἡμᾶς ἐλεηθῆναι.
ᾨδὴ
θ', τοῦ Ἱεράρχου. Ἀνάρχου Γεννήτορος
Ἀνάρχου
Γεννήτορος, τρανῶς Υἱὸν ἐκήρυξας, Ὁμοούσιον Πάτερ, καὶ συναΐδιον, μέσον
θεοφόρων Πατέρων μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα
παμμακάριστε.
Πολύφωτε
ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν
φωτοφόρον σου μνήμην, χαρμονικῶς, νῦν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου
ταῖς πρεσβείαις σου.
Τὰ
θεῖα σκηνώματα, ἡ πύλη ἡ οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν
ἡγιασμένην ψυχήν σου, καὶ ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ
ἀγαλλιάσεως.
Θεοτοκίον
Τὸ
μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε,
θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἕτερος.
Μυστήριον ξένον.
Χορεύσωμεν
πνευματικῶς ὦ φιλέορτοι, καὶ χεῖρας κροτήσωμεν, ᾄσμασιν ἀνυμνοῦντες, τὸν μέγαν
καὶ θεῖον ποιμένα, οὗ νῦν σκῆνος πᾶσι τὸ πανίερον, πιστοῖς χορηγεῖ, ῥῶσιν ψυχῆς
ὁμοῦ καὶ σώματος.
Ἐκήρυξας
μέσον Συνόδου θεόσοφε, Λόγον τὸν συνάναρχον, ἅμα δὲ καὶ ληρώδη καθεῖλες Ἀρείου
τὴν δόξαν σοφέ, καὶ τὴν Σύνοδον ἐκύρωσας· καὶ γὰρ ὤφθης σὺ τῆς πίστεως ὑπέρμαχος.
Θρόνῳ
Θεοῦ παρεστηκὼς παμμακάριστε, σὺν θείοις στρατεύμασι, πάντων τῶν νοερῶν
Ἀσωμάτων, μὴ παύσῃ πρεσβεύειν, ἀεὶ τὸν φιλάνθρωπον καὶ Κύριον, Χριστὸν τὸν
Θεόν, ὑπὲρ τῶν ἐν πίστει ἀνυμνοῦντων σε.
Θεοτοκίον.
Ὑμνοῦμέν
σε εὐλογημένη πανύμνητε, ἥν ὑμνοῦσιν Ἄγγελοι πάντες καὶ θεοφόροι Πατέρες, καὶ
πᾶσα ἡ κτίσις, Θεὸν ὑπεράγιον ὡς τέξασαν· αὐτὸν ἐλεεῖν τοὺς σὲ ὐμνοῦντας
καθικέτευε.
Ἐξαποστειλάριον.
Ἦχος γ'. Φῶς ἀναλλοίωτον Λόγε
Σὲ
ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα
καὶ Δαυΐδ, ὧν ἐμιμήσω τὸ πρᾶον, Σπυρίδων φῶς οἰκουμένης.
Ἐξαποστειλάριον.
Ἦχος γ'. Ἐν Πνεύματι τῷ Ἱερῷ
Ἐδόξασεν
ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος μακάριε· ἐν γὰρ θείᾳ Συνόδῳ,
Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ
τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.
Θεοτοκίον
Ἐκύησας
Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως,
οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν
τούτῳ λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
Αἶνοι.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τῆς
ἀπαθείας τὸ ὕψος σὺ τὸ ἀκρότατον, κατειληφὼς παμμάκαρ, καὶ θανάτου τὸ κράτος,
ἔλυσας Σπυρίδων· παῖδα γὰρ σὴν τεθνηκυῖαν ἐζώωσας, καὶ πάλιν θνῆξαι
προστάττεις, ὥσπερ Θεῷ, πάντα ἔχων σοι ὑπείκοντα.
Ἐν
τῇ ἀπλάστῳ ψυχῇ σου Σπυρίδων Ὅσιε, τὸ ἀγαθὸν οἰκῆσαν, καὶ πανάγιον Πνεῦμα,
οἶκόν σε χαρίτων καὶ ποταμόν, ἰαμάτων ἀνέδειξε, καὶ τοῖς ἐν κόσμῳ ἀνέθετο
φαεινόν, ὡς ἀστέρα Πάτερ ἄδυτον.
Τῆς
ὑψηλῆς πολιτείας νῦν ἐπιβέβηκας· ὁ ταπεινοὺς ὑψῶν γάρ, εἰς μετάρσιον ὕψος, πρὸς
ὕψος πολιτείας Πάτερ σοφέ, νοητῶς ἀνεβίβασε, καὶ φαεινόν σε φωστῆρα τοῖς ἐπὶ
γῆς, ἐναπέθηκεν ἀοίδιμε.
Τοῦ
Μωϋσέως τὸ πρᾷον Πάτερ μιμούμενος, καὶ τῶν χαρίτων τούτου, ἠξιώθης Σπυρίδων,
παράδοξα ἐν κόσμῳ ἐπιτελῶν καὶ ἐξαίσια πράγματα, ἐν τῇ δυνάμει τοῦ πάντα τῷ
ἑαυτοῦ, ἐνεργοῦντος θείῳ νεύματι.
Δόξα.
Ἦχος δ'
Ὅσιε
Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ
θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας
τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος
ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν,
ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ' ὦ Πατέρων
ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς
ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Βηθλεὲμ
εὐτρεπίζου, ὕμνησον Πόλις Σιών· ἀγάλλου ἡ ἔρημος, προμνηστευθεῖσα τὴν χαράν·
ἀστὴρ γὰρ προέρχεται, ἐν Βηθλεὲμ μηνύων, μέλλοντα τίκτεσθαι Χριστόν· καὶ
Σπήλαιον δέχεται, τὸν ἀχώρητον παντί· καὶ Φάτνη ἑτοιμάζεται, ὑποδέξασθαι ζωὴν
τὴν αἰώνιον· αὐτῷ πάντες ᾄσωμεν καὶ βοήσωμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν, Ἰησοῦ ὁ
Θεός, ὁ σαρκωθεὶς δι' ἡμᾶς.
Δοξολογία
Μεγάλη, καὶ Ἀπόλυσις
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ
θεοφόρῳ εὐλαβῶς προσπελάσωμεν, οἱ χαλεπῶν ὑπὸ δεινῶν κατεχόμενοι, ἐν κατανύξει
κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἅγιε βοήθησον, Ἱεράρχα Σπυρίδων, πρόφθασον καὶ
λύτρωσαι, λυπηρῶν σοὺς ἱκέτας, ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν· σὲ γὰρ προστάτην,
οἱ πάντες κεκτήμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ἐναγῶν προσάδω
σοι, ὕμνον Σπυρίδων σοφέ· ἀλλ’ εὐμενῶς τοῦτον, Ἱεράρχα πρόσδεξαι, καὶ τὸν
Χριστὸν δυσώπησον, συμπαθέστατε Πάτερ, τοῦ οἰκττειρῆσαί με τάχιον, βέβλημαι γὰρ
ὅλος τοῖς πάθεσιν.
Ἀγαλλομένη ἡ Κερκύρα ἅπασα,
τὴν σὴν φαιδρὰν ἑορτήν, Ἅγιε ἐτησίως, Πάτερ παμμακάριστε, Σπυρίδων ἁγιώτατε, ἣν
ᾀεὶ περιέπειν, μὴ διαλείπῃς θεσπέσιε, πρέσβυν σε πλουτοῦσαν ἀκοίμητον.
Θεόθεν δῶρον τὸ σὸν σκῆνος
ἔνδοξε, ὤφθη Σπυρίδων ἡμῖν, ὃ προφανῶς βρύει, ἰαμάτων χάριτας, καὶ παύει τὰ
δυσίατα, τῶν ψυχῶν ἡμῶν πάθη, θαυματουργὲ ἱερώτατε· ὅθεν εὐφροσύνως τιμῶμέν σε.
Θεοτοκίον
Λόγον μοι Λόγε τοῦ Θεοῦ
πρυτάνευσον, ὅπως τὸ χαῖρε τῇ Σῇ, Μητράναδρε λέξῳ· χαῖρε ὄλβος ἄσυλος· χαῖρε
ἁγνείας σκήνωμα· χαῖρε ῥάβδος ἡ θεία, τοῦ Ἀαρὼν ἡ βλαστήσασα· χαῖρε μυριώνυμε
Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω
τρισμάκαρ αἱρετικῶν τάραχον, καὶ τῆς ἀσεβείας τὴν ζάλην, διασκεδάσαι σε· σὺ γὰρ
θεόληπτε, τὸν ἀρχηγὸν τῆς γαλήνης, προσκυνεῖν ἐδίδαξας, Τριάδα ἔνθεον.
Ἐπὶ
σὲ καταφεύγω τὸν συμπαθῆ Ὅσιον, ὅπως σῇ πρεσβείᾳ Σπυρίδων, ῥυσθῶ ὁ δείλαιος,
τῆς αἰωνίου ποινῆς, καὶ ἀφορήτου αἰσχύνης, τύχω δὲ λαμπρότητος, θείας καὶ
χάριτος.
Ἀληθῶς
σὺ ἐδείχθης ἀρχιερεὺς ὅσιος, ἄκακος ἀμίαντος Πάτερ, Χριστοῦ ἑπόμενος,
διδασκαλίαις ᾀεί, καὶ νῦν αὐλίζῃ θεόφρον, ἔνθα φῶς ἀνέσπερον, ὡς ἱερώτατος.
Θεοτοκίον
Νοῦν
καὶ φρένα καὶ λόγον, δῶρον Θεοῦ εἴληφα, ὅπως ἐπιγνοὺς τὸν Δεσπότην, ἔργοις
τιμήσω καλοῖς· ἐγὼ δὲ πάθεσι, τὴν δωρεὰν ἀτιμάσας, τὸν δοτῆρα ὕβρισα, Δέσποινα
σῶσόν με.
Διάσωσον,
Σπυρίδων μάκαρ κινδύνων τοὺς σοὺς ἱκέτας· ὅτι πάντες ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες
προστρέχομεν, φρουρὸν καὶ προστάτην σε κεκτημένοι.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ δέησιν
ἱκέσιον, προσάγαγε νῦν, Σπυρίδων ἱερώτατε, τῷ Θεῷ καὶ αἴτησαι, τοῖς πιστοῖς
δωρήσασθαι ἄφεσιν, καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς, τῆς νήσου Κερκύρας ὁ
ὑπέρμαχος.
ᾨδὴ δ΄. Σύ μοι ἰσχύς, Κύριε.
Ἄλλην ἡμεῖς, κιβωτὸν
ἁγιάσματος, τὴν τιμίαν, θήκην τοῦ λειψάνου σου, Πάτερ σοφέ, ἔχομεν πιστῶς· ἣν
περικυκλοῦντες, περιδεῶς ἀτενίζομεν, τῷ θείῳ σου λειψάνῳ, Ἱεράρχα τιμῶντες, τὸν
ἐνάρετον βίον σου ἔνδοξε.
Θαῦμα σὺ εἶ, πάνσοφε ἡμῖν
θεώμενος, μετὰ πότμον, ἄφθαρτον γὰρ ἔμεινε, τὸ θεῖον σκῆνος Πάτερ τὸ σόν, δόξα
τῷ Κυρίῳ, τῷ οὕτως σὲ θαυμαστώσαντι· ἀλλὰ μὴ διαλείπῃς, τῷ Σωτῆρι πρεσβεύειν,
ὑπὲρ πάντων τῶν πίστει ὑμνούντων σε.
Ἐξ ἀναγκῶν, καὶ πάσης ἄλλης
κακώσεως, τὴν σὴν ποίμνην, ῥῦσαι κινδυνεύουσαν, Σπυρίδων Πάτερ θαυματουργέ, τῶν
πιστῶν προστάτα· διὸ μὴ παύσῃ δεόμενος, Χριστοῦ τοῦ φιλανθρώπου, οἰκτειρῆσαι
καὶ σῶσαι, τῇ πρεσβείᾳ σου πάντας ἐκ θλίψεως.
Θεοτοκίον
Ὅλος ἐσμός, ἁμαρτιῶν
περικείμενος, δεδεμένος, ὅλος πλημμελήμασι, καὶ δουλωθεὶς ὅλος τῷ ἐχθρῷ, ὅλος
προαιρέσει, ὑπέκυψα τῷ ἀλάστορι· οὐκ ἔχω πλήν Σου ἄλλην, προσδοκίαν Παρθένε,
σπεῦσον ῥῦσαί με ὅπως δοξάζω Σε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἐλλαμπόμενος Πάτερ, αἴγλῃ
τῇ τοῦ Πνεύματος πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώττῃ, τῆς Τριάδος τὸ φέγγος τὸ
ἄχραντον, θεῖε Ἱεράρχα, πιστῶν τὸ κλέος καὶ ἡ δόξα, τῆς Συνόδου τῆς πρώτης
ὑπέρμαχε.
Νοερῶς σὺν Ἀγγέλοις, νῦν
συναυλιζόμενος Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ
μακαρίζοντας, λειτουργὲ Ὑψίστου, Σπυρίδων Πάτερ θεοφόρε, ὡς λαχὼν παῤῥησίας
πρὸς Κύριον.
Ἐν τῇ θείᾳ σου μνήμῃ,
Ἄγγελοι καὶ Δίκαιοι πανηγυρίζουσιν, ὡς τῶν πρωτοτόκων, Ἐκκλησίαν φαιδρύνας σαῖς
πράξεσι, σύσκηνον λαβόντες, τὴν σὴν ψυχὴν Σπυρίδων μάκαρ, τὸ δὲ σῶμα ἡμῖν
τεθησαύρισται.
Θεοτοκίον
Τὸν ἀχώρητον Λόγον,
ἄνθρωπον γενόμενον ἐν Σοὶ ἐχώρησας, Ὃν ᾀεὶ δυσώπει, ὡς Υἱόν Σου Παρθένε καὶ
Κύριον, πάσης ἐναντίας, ἐπιβουλῆς νῦν ἀπαλλάξαι, τοὺς Σοὺς δούλους ἁγνὴ
Θεονύμφευτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν δέησιν, ἐκτενῶς πρὸς
Κύριον, μὴ ἐλλείπῃς Ἱεράρχα προσάγειν, ὑπὲρ ἡμῶν, τῶν τιμώντων ἐκ πόθου, τὴν
σὴν σεβάσμιον μνήμην ἀοίδιμε, Σπυρίδων καύχημα πιστῶν, Τριμυθοῦντος ποιμὴν ὁ
πανάριστος.
Παράκλησιν, οἱ πιστοὶ
εὑράμενοι, τὴν σορὸν τὴν ἱερὰν σοῦ λειψάνου, πάντες θερμῶς, προσερχόμεθα ταύτῃ,
καὶ σὲ λιτάζοντες πόθῳ κραυγάζομεν· Σπυρίδων χάρις τῷ Θεῷ, τῷ προστάτην ἡμῖν σὲ
δωρήσαντι.
Προστάτην μου, τῆς ζωῆς ὡς
εὔροιμι, θεοφόρε Ἱεράρχα Κυρίου, τῶν δυσχερῶν, διαλύοντα νέφος, καὶ ψυχικήν μοι
γαλήνην δωρούμενος, πρεσβείαις σου ταῖς ἱεραῖς, Σπυρίδων Πατέρων ἀγλάϊσμα.
Θεοτοκίον
Οὐ κρύπτω Σου, τὸν βυθὸν
τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγήν, τὴν ἀένναον
ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας Σου Δέσποινα· ἀλλ’ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ
κηρύττω καὶ φθέγγομαι.
Διάσωσον,
Σπυρίδων μάκαρ κινδύνων τοὺς σοὺς ἱκέτας· ὅτι πάντες ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες
προστρέχομεν, φρουρὸν καὶ προστάτην σε κεκτημένοι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία εἶ τῶν εὐσεβῶν
πάντων ἄμαχος, ἱκεσία πρὸς τὸν Ποιητὴν ἀκαταίσχυντος, μὴ παρίδῃς οὖν εὐλαβῶς
ἱκέσιον φωνήν· ἀλλὰ φάνηθι ὡς συμπαθής, Σπυρίδων Πάτερ ἀρωγός, τοῖς θερμῶς σοι
κραυγάζουσι· τάχυνον δὴ παμμάκαρ, καὶ σπεῦσον Χριστῷ πρεσβεῦσαι, τοῦ
οἰκτειρῆσαι νῦν ἡμᾶς, θεοφόρε τοὺς τιμῶντάς σε.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου
λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα
πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν
ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ
ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν
προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ
τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ
καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει
αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ
γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ
τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ
τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ
γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με...
Πλοῦτον ἀναφαίρετον, ἔχει
σε Κέρκυρα νῆσος, ταύτην ἀξιάγαστε, φαειναῖς αὐγάζονται ταῖς λαμπρότησιν· ᾗ καὶ
νῦν δώρησαι, τὴν εἰρήνην Πάτερ, καὶ τροπαίων αὐτὴν ἔμπλησον, ἐχθρῶν τὴν
ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, Σπυρίδων θεοδόξαστε, καὶ τῆς συμπαθοῦς
μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παῤῥησίᾳ
δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πλῆσον χαρᾶς καὶ εὐφροσύνης, τοὺς τῷ θείῳ νῦν ναῷ σου
προσιόντας, καὶ Χριστῷ τῷ Θεῷ, συμφώνως μελῳδοῦντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
εἰς τοὺς αἰῶνας.
Πρόστηθι πάντων Ἱεράρχα, τῶν ἐχόντων σε φρουρὸν ᾀεὶ καὶ
ῥύστην, καὶ Χριστῷ τῷ Θεῷ, ἀπαύστως μελῳδούντων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς
τοὺς αἰῶνας.
Μὴ μὲ ἐάσῃς Ἱεράρχα, ἀπροστάτευτον βοῶ σοι ἐκ καρδίας·
ἀλλὰ ῥύσαι νῦν, ἐκ πονηρῶν ἀνθρώπων, τὰς μηχανὰς καὶ ἔνεδρα, τούτων Πάτερ
διαλύων.
Θεοτοκίον.
Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα
Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς
ἀπηλπισμένων.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὴν τιμίαν σου λάρνακα κυκλοῦντες, εὐωδίας πληρούμεθα
ἀῤῥήτου· ὅθεν πιστῶς, βοῶμέν σοι θεόληπτε, πλήρωσον εὐχάς τε, θερμὰς καὶ
ἱκεσίας, τῶν σὲ ἀνευφημούντων.
Μὴ παρίδῃς Σπυρίδων ἱκεσίαν, τοῦ σοῦ δούλου θερμῶς σοι
ἀνακράζω· ἀλλ’ ἐκτενῶς τὸν Κύριον ἱκέτευε, δοῦναί μοι τὴν λύσιν, τῶν
πλημμελημάτων, ὧν ἔπραξα ὁ τάλας.
Ἰδοὺ Πάτερ οἱ πάντες ὡς λιμένα, σὲ εὑρόντες σωτήριον ἐν
ζάλαις, ἀπὸ ψυχῆς, βοῶμεν καὶ νῦν πρόφθασον, φάνηθι προστάτης, πάντων
Ὀρθοδόξων, ἀντίπαλος βαρβάρων.
Θεοτοκίον
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με ἁγνὴ
καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι,
καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ Σου σκέπῃ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Πληροῦμαι εὐφροσύνης πνευματικῆς, θυμηδίας ἀῤῥήτου
μακάριε, τὴν σὴν σεμνήν, ἀναλογιζόμενος βιοτήν, τὰς ἀρετὰς τὰ θαύματα, καὶ τὴν
θείαν χάριν τὴν πρὸς Χριστοῦ, δοθεῖσά σοι θεόφρον, Σπυρίδων Ἱεράρχα· διὸ σὺν
πόθῳ μακαρίζω σε.
Οὐκ ἔνι ἀριθμήσασθαι δυνατόν, τὰ πολλά σου καὶ μέγιστα
θαύματα, Πάτερ σοφέ, ἅπερ ἡ τιμία σου προφανῶς, θαυματοφόρος Ἅγιε, λάρναξ τοῖς
ἐν πίστει εἰλικρινεῖ, ἐκβλύζει προσιοῦσιν, ὡς νάματα Σπυρίδων· διό σε πάντες
μακαρίζομεν.
Τὴν δέησίν μου ταύτην τὴν πενιχράν, καὶ παράκλησιν
Πάτερ τρισόλβιε, ὡς συμπαθής, δέξαι ἐνεχθεῖσαν πανευλαβῶς, καὶ τὰς αἰτήσεις
πλήρωσον· δύνασαι γὰρ ἔχων πρὸς τὸν Θεόν, Σπυρίδων Ἱεράρχα, πολλὴν τὴν
παῤῤησίαν, τῶν Ὀρθοδόξων ὁ ὑπέρμαχος.
Θεοτοκίον
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ
παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν· ἀλλ’ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς
αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ
νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Τριμυθοῦντος ἡ
καλλονή· χαίροις Κερκυραίων, ὁ σοφώτατος ἰατρός· χαίροις τῆς Τριάδος, ὁ θεῖος
μυστολέκτης· Πατέρων μέγα κλέος, Σπυρίδων Ἅγιε.
Τῶν θαυμάτων πέλαγος
γεγονώς, πάσης τρικυμίας, ἐν θαλάσσῃ τε καὶ ἐν γῇ· μέγιστε Σπυρίδων, διάσωζε
εὐχαῖς σου, τοὺς ἐπικαλουμένους, μέγα σὸν ὄνομα.
Αἰνέσωμεν πάντες
χαρμονικῶς, τὸν θερμὸν προστάτην, καὶ ὑπέρμαχον κραταιόν, τὸ σώσαντα νῆσον,
ἁλώσεως βαρβάρων, Σπυρίδωνα Κερκύρας, μέγιστον καύχημα.
Ἀξίως σὲ μέλποντες τὸν
λαμπρόν, Κερκύρας φωστῆρα, καὶ εὐήκοον βοηθόν, καὶ σὲ δυσωποῦντες, οὐ παύσομεν
ἀφθόνως, ἵνα ταῖς σαῖς πρεσβείαις, ῥυσθῶμεν θλίψεων.
Τίς ἐξαριθμήσει σου τὴν
πληθύν, τῶν θαυμάτων μάκαρ; ἐξανέστησας γὰρ νεκρούς, λοίμην πεῖναν νόσους, καὶ
δυσμενεῖς καθεῖλες, καὶ ἐκ χειρῶν ἀνόμων, ἡμᾶς ἐξήγαγες.
Χαίροις Ὀρθοδόξων
προασπιστά, κακοδόξων μάστιξ, Τριμυθοῦντος κλεινὲ ποιμήν, Κερκύρας προστάτης,
πατήρ τε καὶ ἀκέστωρ, ἐμοῦ δὲ θυμηδία, Σπυρίδων Ἅγιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκεῦος, ἀπετέλεσας σαὐτόν,
Πνεύματος Ἁγίου τρισμάκαρ, καθάρας σου τὴν ψυχήν, χρίσμα θεῖον ἔλαβες Ἀρχιερεὺς
γεγονώς, καὶ προστάτης θερμότατος, λαοῦ Ὀρθοδόξου, τοῦ ἐγκαυχουμένου σου τῇ
παναγίᾳ σορῷ· ὅθεν, ὦ Σπυρίδων θεόφρον, εὔχου τῷ Θεῷ ὑπὲρ πάντων, ἡμῶν τῶν
τιμώντων καὶ εὐφημούντων σε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου