Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 13. ΑΓΙΑ ΜΑΡΤΥΣ ΛΟΥΚΙΑ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΙΓ΄!!
ΛΟΥΚΙΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ὅσιος Νικόδημος Ἁγιορείτης)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐν σταδίῳ τῷ φρικτῷ, σὺ παρέστης Μάρτυς Λουκία, Χριστὸν ἐκήρυξας, Θεὸν ἀληθέστατον, τότε ὁ τύραννος, τὸ πανάσπιλον σῶμά σου, βιαίως μαστίζων, ποικίλοις βασάνοις τε, αὐτὸ κατέτεμνε, σὺ δέ, πρὸς Αὐτὸν ἀνεβόας· τέμνε ξέε σάρκας μου ἄφρον, ἐγὼ δὲ εἰς Χριστὸν Θεὸν πεπίστευκα.

Ὅτε, σὺ παρέστης τῷ φρικτῷ, βήματι τυράννου Λουκία, αὐτοῦ διήλεγξας, τὰ τούτου σεβάσματα, καὶ ὡς ἀνίσχυρα, καὶ παράλυτα ἔδειξας· διὰ προσευχῆς σου, φόβῳ συνετρίφθησαν αὐτῶν τὰ εἴδωλα· ὅθεν, οἱ λατρεύοντες ταῦτα, τὴν αἰσχύνην ταύτην ὁρῶντες, τὴν ἁγίαν κάραν σου ἀπέτεμον.

Ὅτε, ὁ Πασχάσιος ἰδών, τὰ ὑπὸ τοῦ Κτίστου τῶν ὅλων, εἰς σὲ τεράστια, τότε ὁ παλίμβολλος θυμῷ ἐκίνησε, κατὰ σοῦ τῆς θεόφρονος, καὶ σεπτῆς Λουκίας, θῦσαι τοῖς θεοῖς ἡμῶν, ὅτι τὰς σάρκας σου, ξέω, καίω ἔλεγε κόρη, σὺ ἀνεκραύγαζες· δόξα, τῷ ἐσταυρωμένῳ Ἰησοῦ Χριστῷ.

Δόξα. Ἦχος πλ. β΄.
Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλλαλαγμοῦ, ἀνυμνήσωμεν Λουκίαν τὴν Μάρτυρα, ὅτι ἤλεγξε τὴν πλάνην τῶν εἰδώλων, καὶ τὸν Χριστὸν ἐκήρυξεν ἐν μέσῳ τοῦ σταδίου ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, τὸν δὲ τύραννον Πασχάσιον τυφλὸν ἀπέδειξε· ὅθεν οἱ θεαταὶ τῶν ἁγίων αὐτῆς, τηροῦντες τὰ ἐξαίσια θαύματα, ἀνεβόων λαμπρᾷ τῇ φωνῇ· μέγας ὁ Θεὸς τῆς Λουκίας, εἰς Ὃν καὶ ἡμεῖς ἀδιστάκτως πιστεύομεν· διὸ καὶ ἡμᾶς τοὺς ἐκτελοῦντας τὴν θείαν μνήμην σου Μάρτυς Λουκία, ῥῦσαι πάσης περιστάσεως, ἐξαιρέτως τῆς τῶν ὀφθαλμῶν ὀδύνης, καὶ ᾀεὶ πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.





Καὶ νῦν... Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ τῷ Βασιλεῖ προσάξατε, σμύρναν, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἰδὼν ὁ ἀντίθεος Πασχάσιος, τὸ τῆς ψυχῆς σου γενναῖον, ἐκέλευεν ἀνατηρθῆναί σε ἐπὶ ξύλου, καὶ τὰς σάρκας σου σὺν τοῖς μαστοῖς σου ἐκκόπτεσθαι· τοῦτο κατιδοῦσα ἡ μήτηρ σου ἔκραζε· δέχου οἰκτίρμον καὶ ἐμὲ σὺν τῇ Λουκίᾳ τῇ Μάρτυρι.

Ὁ αὐτός.
Μετὰ τῶν ἄνω Ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα καὶ τὸν Χριστὸν ποθήσασα, Λουκία πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Ἐγκωμίων ἅπαντα θεσμόν, ἡ δόξα τῶν Σῶν Μαρτύρων, ὄντως ὑπερβέβηκε φιλάνθρωπε Κύριε, ἀλλὰ τὸ ἐκ πίστεως ἡμῶν δεδεγμένος ἐφύμνιον, πρόσδεξαι ἡμῶν τὰς δι’ αὐτῶν προσαγομένας δεήσεις, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Ἦχος πλ. β΄.
Δεχόμενος Κύριε τὰς δεήσεις τῶν ἐκλεκτῶν Σου, ὡς θυμίαμα εὐῶδες καὶ τίμιον, δέχου τοίνυν καὶ ἡμῶν τὰς δεήσεις, ἃς σοὶ προσφέρομεν οἱ δοῦλοί Σου, προσάγοντες εἰς πρεσβείαν τὴν ἄχραντόν Σου Μητέρα, καὶ Λουκίαν τὴν Μάρτυρα· ὧν ταῖς εὐχαῖς κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, κατάπεμψον ἡμῖν τὰ ἐλέη Σου.








Δόξα. Ἦχος πλ. α΄.
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην, ἑαυτῷ σὲ ἡρμόσατο ἀκηράτῳ συναφείᾳ, καὶ ἐν τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν κατὰ τοῦ μιαροῦ καὶ ἀθέου Πασχασίου, ἀήττητόν σε ἔδειξε, καὶ τὰς ὑπ’ αὐτοῦ προσταττομένας βασάνους, εἰς οὐδὲν ἐλογίσω· διὸ διπλῷ στέφει δισσῶς σὲ κατέστεψεν παρέστησεν ἐκ δεξιῶν Αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην· Αὐτὸν δυσώπησον, παρθενομάρτυς Λουκία πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν καὶ ζωὴν καὶ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα· Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος, ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον Νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε Κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν Στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, τὴν πάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἰάσεων ναμάτων ὁ σός, ναὸς τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Λουκία ἔνδοξε, καὶ ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας, δαιμόνων, συνεργείᾳ τοῦ πνεύματος, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Λουκία πανεύφημε πιστούς, ἡ σὴ μνήμη σήμερον, προσεκαλέσατο ἅπαντας, πανηγυρίσαι σου, ἀρετὰς τὰς θείας, μαρτυρίου σκάμματα, θαυμάτων τὴν πληθὺν ἣν ἀπείργασας, Θεοῦ τῇ χάριτι, ὦ Λουκία παμμακάριστε, Ὃν δυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἀπαύγασμα ὤφθης ἀληθῶς, Λουκία τρισόλβιε, ταῖς παρθένοις καὶ Μάρτυσι, καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀῤῥαγὴς ἀκλόνητος, ὡς πύργος εὐσεβείας καὶ πρόβολος, πάντων ἐνώπιον, δογματίζων ἀκριβέστατα, τῆς Τριάδος τὸ μέγα μυστήριον.
Δόξα. Ἦχος πλ. β΄.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος παρέστη ἡ παρθένος καὶ Ἀθλοφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς Αὐτὸν ἐν ἀγαλλιάσει· τὴν κατέχουσα, εἰς ὀσμὴν μύρου σου ἔδραμον Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς Σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με Νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν παντοδύναμε Σωτὴρ τὰ ἐλέη Σου.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτός
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκὼν σε; τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν, μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸν ἀγῶνα τὸν καλόν, Μάρτυς ἠγώνισαι στεῤῥῶς, καὶ τὴν πίστιν τοῦ Χριστοῦ, εἰς σεαυτὴν ὡς θησαυρόν, ἐτήρησας ὦ Λουκία, καὶ γέγονας ἡμῖν, ὑπογραμμὸς εὐσεβής, διδάσκουσα λαμπρῶς, στεφάνοις ἀκηράτοις παρίστασαι, τῷ θρόνῳ τοῦ σοῦ Νυμφίου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἐκδυσώπει ᾀεὶ ὑπὲρ τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.










ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν χοροί, οἱ τῶν Ἀγγέλων καὶ βροτοί, καθορῶντές σε σεμνή, γυμνὴν ἑστῶσαν καὶ φαιδράν, πρὸς τοὺς ἀγῶνας ἀνδρείως αὐτομολοῦσαν, σατὰν δ’ ὁ πονηρὸς τὴν σὴν ἀνδρείαν ἰδών, ἐπρίετο δεινῶς καὶ κατησχύνετο, μὴ φέρων ὅλως τὴν παῤῥησίαν σου, ὁ γὰρ Χριστὸς σὲ ἄνωθεν, στεφάνοις ἀμαραντίνοις τὴν κάραν σου ἐκόσμει Μάρτυς, ἀντιμισθίαν, τῶν σῶν πόνων δωρούμενος
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀστράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσι, Λουκία ἐκλεκτή, τοῦ Χριστοῦ νύμφη μου, κινοῦσα εἰς αἴνεσιν, πᾶσαν γλῶσσαν καὶ ἔννοιαν, τοῦ δοξάσαντος, σὲ ἐπὶ γῆς καὶ πόλῳ, ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς πίστει τιμῶντάς σε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἐφλέχθης τῷ πυρί, ὁ πυρίπνους Μαρτύρων, σωζόμενος πυρί, ὑπερφώτου Τριάδος· διὸ καὶ ἀμαρύγμασι, τούτου πάντας ἐφώτισας, μηδὲν τίθεσθαι, τὴν τοῦ πυρὸς μικρὰν φλόγα, κατοπτρίζοντας, τῆς φεγγοβόλου Τριάδος, τὸ φῶς τὸ ἀνέσπερον.

Μετὰ τὸν πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γενναίως ἐνήθλησας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Λουκία πανεύφημε καὶ κατεπάτησας, ἀθέων σεβάσματα· ὅθεν πρὸς οὐρανίους, μεταστᾶσα σκηνώσεις, δόξης τοῦ ἀϊδίου, καὶ χαρᾶς συμμετέχεις, Ἀγγέλοις καὶ Ἁγίοις Χριστὸν δοξάζουσα.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ταχὺ ἡμᾶς πρόφθασον ταῖς ἱκεσίαις Σου, καὶ ῥῦσαι κολάσεως αἰωνιζούσης ἁγνή, λῦσον τὰς κατεχούσας, περιστάσεις Παρθένε, σύντριψον τὰς μεθόδους, καὶ κατάβαλε θράσος, ἀθέων ὁπλιζομένων κατὰ τῶν δούλων Σου.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον· τῆς παραβολῆς τῶν δέκα παρθένων.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐκ δεξιῶν τοῦ Σωτῆρος μετὰ πάντων τῶν Ἁγίων παρισταμένη ἡ Ἀθληφόρος τοῦ Χριστοῦ, καὶ περιβεβλημένη τὸ ἔνδυμα τῆς ἀφθαρσίας, πεφοινιγμένον τῷ αἵματι τῆς ἀθλήσεως, βοᾷ πρὸς Αὐτόν· εἰς ὀσμὴν τῶν μύρων σου ἔδραμον Χριστέ, ὅτι τῆς ἀγάπης τῆς σῆς ἐτρώθην ἐγώ, μὴ χωρίσῃς με Νυμφίε μου τοῦ Σοῦ νυμφῶνος, ἀλλ’ εἰς αἰῶνας ἀχώριστον ἀπὸ σοῦ διατήρησον, ἵνα ὑμνῶ Σε τὸν ἀληθινὸν Θεόν, καὶ Σωτῆρα Κύριον.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Νέον καὶ τόν δε ὕμνον ἐμφαίνω Μάρτυς ὁ ἱκέτης σου.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Νεουργῶς μολοῦντί μοι Χριστέ, ὕμνον ἐπινίκιον, χαριστικῶς τῇ Λουκίᾳ προσάγοντι, σύ μοι δίδου ἔννοιαν καὶ τὸν λόγον μου τράνωσον Δέσποτα, ὅπως ἐπαξίως, ταύτης εὐφημίσω τὰ παλαίσματα.
Ἐλλαμφεῖσα νοῦν καὶ τὴν ψυχήν, φέγγει τῆς θεότητος, τοῦ σοῦ Νυμφίου Χριστοῦ καλλιπάρθενε, νύμφη ἐχρημάτισας, καὶ ἐγένου θυσία εὐπρόσδεκτος, διὰ πολυπλόκων, καὶ δεινῶν βασάνων ἀξιάγαστε.
Ὄλβον ὡς πολύτιμον ἐν σοί, τὸν Χριστόν σου ἔχουσα, Μάρτυς Λουκία πανεύφημε, θησαυρὸν τὸν πρόσκαιρον, τῶν γηΐνων παρέδραμες χαίρουσα, καὶ ἐν εὐφροσύνῃ ἀπαθῶς τὸν βίον διήνυσας.
Θεοτοκίον.
Νοῦν καὶ τὴν ψυχήν μου ἀγαθή, φώτισον ἁγίασον, καὶ τῶν παθῶν τὰ νέφη διασκέδασον, εὐπροσδέκτοις θείαις πρεσβείαις Σου, ταῖς πρὸς τὸν Υἱόν Σου, ὅπως κατὰ χρέος μακαρίζω Σε.










ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.
Καλῶς τὰ τῆς ἀγαθῆς ἐκμιμουμένη, κατέλαβες προθύμως τὴν ταύτης κόνιν, μεσίτην ὃν ἐπόθεις ἀπολαβοῦσα, μητρὸς τὴν ἴασιν, καὶ παθῶν ἀνιάτων τὴν ἀπολύτρωσιν.
Ἀλλότριον τοῦ εἶναί σε μετ’ ἀνόμων, Χριστοῦ καὶ εὐσεβείας φρονοῦσα Μάρτυς, ἀπέλαβες μνηστῆρος τὴν συζυγίαν, καὶ τὰ σεβάσματα τῶν εἰδώλων ἤλεγξας, τούτου πολύαθλε.
Ἰδὼν τὴν ἐν βασάνοις σου καρτερίαν, σατὰν ὁ πολυμήχανος κατησχύνθη, μηδόλως ἀντιπίπτειν τῇ σῇ ἀνδρείᾳ, ἰσχύων ἔνδοξε· δι’ ἧς καὶ κατέβαλες, τούτου τὸ φρύαγμα.
Θεοτοκίον.
Τὰ τραύματα θεράπευσον τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἀμεμπτος, ὡς Σὺ πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος πλήν Σου Δέσποινα.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς ἄθλοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας τὸ κατ’ εἰκόνα Θεοῦ, Λουκία πανεύφημε, ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας ἰαμάτων, τοῖς νοσοῦσι παρέχεις· διό σου κατὰ χρέος, ἐν ὕμνοις εὐφημοῦμεν τὴν μνήμην ἀεί.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, Λουκία πανεύφημε, πᾶσαν ψυχὴν ἀρδεύει τῶν πιστῶν, καὶ δωρεῖται ἀφθόνως τὴν ἴασιν, καὶ πρὸς αἶνον ἄληκτον διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις παντοίαις τιμήσαντος.
Νεκρώσας σου τῆς σαρκὸς τὰς κινήσεις ἀοίδιμε, ἐνέκρωσας ἀνδρείως τὰς ὁρμάς, τοῦ βελίαρ τοῖς ἄθλοις σου, καὶ πρὸς ὃν ἐπόθης Νυμφίον ἀνέδραμες, ἀποδεχομένη, δόξαν αἰωνίαν τε καὶ εὔκλειαν.
Διῆλθες διὰ πυρὸς καὶ βασάνων, ὡς γέγραπται, καὶ ὡς θῦμα ἔνδοξον, προσηνέχθης τῷ σὲ ποιήσαντι, εὐωδίας πληροῦσα, τὰς ψυχὰς τῶν τιμώντων σε, καὶ ἀνευφημοῦντων, τὰ σεπτὰ καὶ θεῖά σου παλαίσματα.
Θεοτοκίον.
Ἔστης μέχρις οὗ προῆλθεν ὁ τόκος Σου, καὶ κατεπάτηται εἰς γῆν ὁ θάνατος· ὅθεν δυσωποῦμέν Σε, τὰς ψυχὰς ἡμῶν ῥῦσαι, πανύμνητε, θανάτου πάντων, τῶν πιστῶν ἀνυμνούντων Σε.


ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὕλας παθῶν ἐκκαθάρας τὸ ὄμμα τῆς διανοίας, Μάρτυς Ἀθληφόρε δι’ ἀθλήσεως, θείᾳ ἐντεύξει, σὺ διήνοιξας κόρας πυρωθείσας καὶ διασκέδασας, φέγγει ἰαμάτων, δεινὴν ἀμαυρότητα.
Μεγίστης δωρεᾶς, καὶ ἀπείρων θαυμάτων, τὴν ἱερὰν σορὸν τῶν λειψάνων σου, ὁ Χριστὸς πλουσίως ἠξίωσεν, ὦ Λουκία πανεύφημε, οἶδε γὰρ δοξάζοντας, ὡς εὔσπλαγχνος.
Νήψιν ψυχῆς, ῥῶσιν σώματος πᾶσαν, ἄφθονον χάριν, δεῦτε ἀντλήσωμεν, ὡς ἐκ κρήνης τῆς θείας θήκης τῆς παρθένου Λουκίας, θαύματα γὰρ βρύει, ὡς νάματα, πίστει τοῖς ἐκ πόθου τοῖς αὐτοῖς λειψάνοις προστρέχουσι.
Θεοτοκίον.
Ὁ ἄναρχος Θεός, ἐν μήτρᾳ Σου ἁγνὴ ἀρχὴν λαμβάνει, καὶ τίκτεται ὡς βρέφος ἐκ Σοῦ, ὁ πρὸ αἰώνων ἐκ Πατρὸς ἀνάρχου γεννηθείς· Ὃν ἐκδυσώπει, ὡς Υἱὸν Θεόν Σου, οἰκτειρῆσαι τοὺς Θεοτόκον Σε πάναγνε, ψυχῇ καθαρᾷ καταγγέλοντας.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Νεκρωθεῖσαν ψυχήν μου πανεύφημε, πάθεσι τοῦ βίου, καὶ αἰσχροῖς πλημμελήμασι, σὺ οὖν αὐτὴν ἀνάστησον, εὐπροσδέκτοις θείαις πρεσβείαις σου.
Ἐλευθερίαν ἀνάδειξον δέομαι, τὴν δεδουλωμένην παθῶν μου διάνοιαν, Μάρτυς Λουκία ἔνδοξε, τῆς ἐλευθερίας μετέχουσα.
Μνημονεύοντες πόθῳ οἱ δοῦλοί σου, καὶ εὐφημοῦντες ἐν ὕμνοις τὰ ἔπαθλα, τῶν ἀγώνων πάνσοφε, ἀμοιβαίων ἡμῶν ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φωτοφόρον ἐδείχθης παλάτιον, τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τούτων Ἁγνὴ ἱκέτευε, ἄφεσιν πταισμάτων ἡμῶν δωρήσασθαι.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν λαμπράν σου σήμερον, καὶ φωτοφόρον, ἑορτὴν χαρμόσυνον, ἐπιτελοῦντες Λουκία, ἅπαντες, ἀνευφημοῦμεν τοὺς σοὺς ἀγῶνας, χαίροντες, τὴν σὴν εἰκόνα μετ’ εὐλαβείας, ἀσπαζόμενοι αἰτοῦμεν, τὴν κραταιάν σου Μάρτυς βοήθειαν.
Ὁ Οἶκος.
Τὸ τῆς ψυχῆς σου εὐγενὲς καὶ ἀμώμητον ἰδὼν ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως Κύριος, μόνην παρὰ σοὶ ποιῆσαι ἠθέλησεν ὁ φιλάνθρωπος· ὅθεν ἐνοικήσας ἐν σοί, καὶ ἐμπεριπατήσας, μεγίστην σε δι’ ἀρετῆς καὶ θαυμάτων ἀνέδειξεν ἐπὶ τῆς γῆς, παθῶν ἀνιάτων, καὶ ὀφθαλμίας ἰατρὸν ἐμπειρότατον, δαιμόνων φυγαδευτήν, καὶ βοηθὸν τῶν ἐν ἀνάγκαις ἑτοιμότατον· διὸ καὶ ἡμεῖς μετὰ πόθου καὶ εὐλαβείας τὴν σὴν ἀσπαζόμενοι εἰκόνα, αἰτοῦμεν Μάρτυς τὴν κραταιάν σου βοήθειαν.

Συναξάριον
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς δ’ ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.
Τρίτῃ καὶ δεκάτῃ Λουκία δηροτομήθη.
Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν, μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης, ἀπαλλάξαι τῆς αἱμοῤῥοίας τὴν μητέρα αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν Ἁγίαν Ἀγάθην, τήν τε ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ τοῦ κατὰ Χριστὸν μαρτυρίου. Ὡς δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής, τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα, εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, κατ᾿ ἄλλους Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ τοῦ τόπου ἔνθα ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα ἡ ἁγία ἵστατο αὐτὴν καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν αὐτῆς ἀπέτεμον κεφαλήν, ἔτει 304 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐγενίου, Εὐστρατίου, Αὐξεντίου, Μαρδαρίου καὶ Ὀρέστου.
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τῶν δυσσεβῶν βασιλέων, καὶ Λυσίου δουκός, τῆς Λιμιτανέων τάξεως κρατοῦντος, καὶ Ἀγρικολάου πᾶσαν τὴν τῆς ἀνατολῆς ἐπαρχίαν διοικοῦντος, ἄνωθεν μὲν ἐκ προγόνων σεβόμενοι τὸν Χριστόν, ὑποκρύπτοντες ἑαυτούς, φόβῳ τῶν τυράννων καὶ διωκτῶν. Τούτων, ὁ μὲν Ἅγιος Εὐστράτιος, ἐκ τῆς Ἀραβρακηνῶν ὡρμώμενος πόλεως, Σκρινιάριος (χαρτοφύλαξ) ὑπάρχων τῆς δουκικῆς τάξεως, καὶ ἐν αὐτῇ πρωτεύων. Ἐπιθυμῶν δὲ παῤῥησιάσαθαι τὴν εὐσέβειαν, καὶ τὸ τῆς ἐκβάσεως ἄδηλον δεδοικώς, τὴν ζώνην αὐτοῦ διά τινος τῶν ὑπηρετούντων ἀποτεθῆναι προσέταξεν, ἐν τῇ κατὰ Ἀράβρακα Ἐκκλησίᾳ, τοῦτο θεὶς ἐν ἑαυτῷ, καὶ ἀπόπειραν τοῦ σκοποῦ ποιούμενος, ὡς εἰ ὁ πρεσβύτερος Αὐξέντιος εἰσελθὼν λάβοι αὐτήν, κατ’ εὐδοκίαν αὐτῷ γενέσθαι τὴν εἰς Χριστὸν εὐλογίαν καὶ παῤῥησίαν, μηδὲν τῶν προσδοκωμένων ὑποπτήξαντα παραστῆναι. Εἰδὲ ἕτερός τις τῆς Ἐκκλησίας τὴν ζώνην κομίσαιτο, ἔτι τὴν εἰς Χριστὸν πίστιν περιφέρειν ἐν τῷ κρυπτῷ, καὶ μηδαμῶς εἰς ἐμφάνεν ἐλθεῖν. Κατὰ νοῦν δὲ αὐτῷ τὰ τῆς πείρας ἐκβάντα θεασάμενος, καὶ τοῦ πρεσβυτέρου Αὐξεντίου τὴν ζώνην ἀνελομένου, ὑπειληφώς, ὅτι καλῶς αὐτῷ ἡ διὰ Χριστὸν μαρτυρία, ἐμφανὴς τῷ Λυσίᾳ κατέστη, καὶ παῤῥησιάζεται τὴν εὐσέβειαν. Ἐν γὰρ τῷ τοὺς Ἁγίους προαθλήσαντας παριστᾷν, καὶ αὐτὸς τῷ Λυσίᾳ παρέστη καὶ γὰρ ἦν τῆς τοιαύτης τάξεως πρῶτος. Διὸ καὶ τὸν ἑαυτὸν ἀναγορεύει Χριστιανόν. Ὅθεν παρὰ τοῦ τυράννου ἀφαιρεῖται τὴν ζώνην, καὶ κατὰ πρόσταξιν αὐτοῦ γυμνοῦται, καὶ διαταθεὶς ἐπὶ γῆς μαστίζεται. Ἐν σχοινίοις δεθείς, εἰς ὕψος μετεωρίζεται, καὶ τῷ ἀναφθέντι αὐτῷ πυρὶ κάτωθεν καταφλέγεται. Μετὰ τοῦτο, ἅλατι καὶ ὄξει συμφυραθέντι, τοῖς καταφλεχθεῖσιν ἐπιχέεται μέλεσι, καὶ ὀστράκοις τὰς πλευρὰς κατατρίβεται. Καὶ παραδόξως θαυματουργήσας· κατέστη γὰρ ὅλος ὑγιής), τὸν Ἅγιον Εὐγένιον ἐκκαλεῖται πρὸς τὴν εἰς Χριστὸν πίστιν, καὶ παῤῥησίᾳ καὶ αὐτὸς ὁμολογεῖ, σύμφωνα εἶναι λέγων τῷ Ἁγίῳ Εὐστρατίῳ, καὶ τὸ αὐτὸ σέβας τῷ τοῦ ἐκείνου τιμωμένῳ προσάγει Θεῷ. Τότε, κρηπῖσι σιδηραῖς ἡλωθεὶς ὁ Ἅγιος Εὐστράτιος, ἀπὸ τῆς Σεβαστιανῶν πόλεως, μέχρι Νικοπόλεως, συνάμα τῷ Εὐγενίῳ. Καὶ ἐν τῷ μεταξὺ διαστήματι, ὁ Ἅγιος Μαρδάριος ἐλαυνόμενον ἰδὼν τὸν Ἅγιον Εὐστράτιον, καὶ ἐν τοιούτῳ σχήματι τὸν περίβλεπτον ἐννοήσας, ἐμακάρισέ τε αὐτὸν τῆς καρτερίας, ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν εἰς οἷαν ἀνθ’ οἷας ἦλθε κατάστασιν, ἐκ περιφανοῦς καὶ γένους λαμπροῦ τῶν κακούργων πάσχειν ἑλόμενος. Καὶ σύμβουλον εἰς τοῦτο λαβὼν τὴν γυναῖκα, ταύτην καὶ τὰ ἐξ αὐτῆς τέκνα τῷ Θεῷ παραθείς, κατὰ τὴν ὁδὸν ἐλαυνόμενον τὸν Ἅγιον Εὐστράτιον ἔφθασε, καὶ συνεδέθη αὐτῷ. Εἰς ἐξέτασιν δὲ τοῦ Λυσίου καθίσαντος, ὁ Ἅγιος Αὐξέντιος πρῶτος ἀπετμήθη τὴν κεφαλήν, ἑαυτὸν ὀνομάσας χριστιανόν. Ὁ Ἅγιος Μαρδάριος, τρυπηθεὶς τοὺς ἀστραγάλους, κατὰ κεφαλῆς ἐκρεμάσθη, καὶ ὀβελίσκοις ὀξέσι πεπυρωμένοις τὰ μετάφρενα καταφλέχθη, καὶ τῷ Θεῷ τὸ Πνεῦμα παρέθετο. Ὁ δὲ Ἅγιος Εὐγένιος τὴν γλῶσσαν τέμνεται, καὶ τὰ σκέλη ῥοπάλοις συνθλᾶται, καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἀφίησι τὴν ψυχήν. Ἐπεὶ δὲ ὁ Ἅγιος Ὀρέστης, ἐν τῷ μέλλειν κατὰ τοῦ σκοποῦ τὰς χεῖρας κινεῖν, δῆλος ἐγένετο, ὡς τὴν τῶν χριστιανῶν πίστεως καὶ αὐτὸς ὤν, (ὁ γὰρ Σταυρός, ὃν ὡς φυλακτήριον ἐν τῷ στήθει περιέφερεν, ἐν τῷ ἀκοντίσαι, συστραφέντος αὐτοῦ, ἔξωθεν ἐφάνη) ἐρωτηθεὶς καὶ αὐτός, Χριστοῦ δοῦλον ἑαυτὸν ὠνόμασε, καὶ τῷ Ἁγίῳ συνεδέθη Εὐστρατίῳ, καὶ παρεπέμφθησαν ἀμφότεροι παρὰ τοῦ Λυσίου, οὐ μόνον διὰ τὴν ἐν λόγοις Εὐστρατίου σοφίαν καὶ δύναμιν, στηλιτεύσαντος αὐτὸν κατὰ τῆς θρησκείας αὐτοῦ καὶ μυκτηρίσαντος, ἀλλ’ ἵνα μὴ καὶ αὖθις θαυματουργήσας, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν ἐπισπάσηται πίστιν. Παραστὰς οὖν τῷ Ἀγρικολάῳ ὁ Ἅγιος Εὐστράτιος, καὶ πᾶσαν τῆς ἑλληνικῆς πλάνης τὴν ἀπάτην ἐκ τῶν παρ’ αὐτοῖς λεγομένων στηλιτεύσας, καὶ τὸν τόμον τῆς διατάξεως αὐτοῦ ἐγχειρίσας τῷ Ἁγίῳ Βλασίῳ τῷ ἐπισκόπῳ ἐν τῇ εἱρκτῇ (ὃς καὶ τῶν ἀχράντων αὐτῷ μυστηρίων μετέδωκε), τοῦ Ἁγίου Ὀρέστου, ἐν σιδηρῷ κραββάτῳ ἐκπυρωθέντι, πρότερον τεθέντος καὶ ἐν αὐτῷ τὸ τέλος λαβόντος, ὕστερον αὐτός, ἀναφθείσης καμίνου, ἐμβληθεὶς ἐν αὐτῇ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Ἡ σύναξις αὐτῶν τελεῖται ἐν τῷ ἁγίῳ ἀποστολείῳ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς Μεγάλης Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.
Τὸν Ἀρσένιον ἐκμιμούμενος Πάτερ,
καὶ Ἀρσενίῳ συγχορεύεις ἐν Πόλῳ.
Οὗτος, ἐκ Βυζαντίδος ὑπῆρχε τῆς Πόλεως, γονέων εὐσεβῶν καὶ πιστῶν, εὐπόρων δὲ καὶ τὰ πρῶτα φερόντων ὑπάρχων υἱός. Οὕτω γοῦν γένους καταγομένου τοῦ μακαρίου, περιφανεστάτου καὶ λαμπροῦ, καὶ τὴν εὐσέβειαν ἐπὶ μᾶλλον αὐξάνοντος, προσεβραβεύθη αὐτῷ καὶ ἕτερόν τι παρὰ τοῦ τότε κρατούντος ἀξίωμα, μέγας Στρατηγός, καὶ Πατρίκιος τοῦ τῶν Κιβυῤῥαιωτῶν χρηματίσας θέματος. Καιρῷ δέ τινι, στόλος διαπόντιος κελεύσει κινεῖται βασιλικῇ, οὗ τὴν προστασίαν αὐτὸς ἐγχειρίζεται. Βρασμοῦ δὲ γενομένου ἐξ ἐσχάτων τῆς θαλάσσης τῶν πυθμένων, ἅπαντα τὰ πλοῖα κατεποντίσθησαν, αὐτοῦ μόνο ἐν χέρσῳ διασωθέντος. Ἀδείας δὲ ἐντεῦθεν τυχών, ἧς ἠφίετο ἐκ πολλοῦ τὸν μονότροπον εἵλετο σχῆμα, ὑποπιάζων τὸ σῶμα, καὶ δοῦλον ποιῶν τῆς ψυχῆς, ὁ δ’ ὑπωπιασμός, νηστεία, ἀγρυπνία, χαμευνία, καὶ ἡ ἄλλη κακουχία τοῦ σώματος ἦν. Πρὸς δὲ τούτοις καὶ σιδήρων βάρει ἐστενοχώρει τὴν σάρκα, ὁ καὶ σιδήρου καὶ ἀδάμαντος δυνατώτερος καὶ στεῤῥότερος. Τὰ δέ γε τῶν δακρύων πελάγη, τὰς παννύχους στάσεις, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐφόδους, καὶ τὰς ἐν ψύχει καὶ γυμνότητι καρτερίας αὐτοῦ, οὐδείς, ὡς οὐδὲ ψάμμον ἀπαριθμήσειεν. Οὕτως καλῶς ἐνάγων ὁ μακάριος, εἰς τόπον ἀντίκρυ τοῦ καλουμένου· Ἱεροῦ, ὑπὸ τοῦ Πνεύματος πέμπεται. Ἐκεῖσε δὲ καλῶς ὁ γενναῖος σπείρας ἐν δάκρυσι, καὶ τὸν τόπον ἐκεῖνον ἐναποφήνας κλαυθμῶνος, ἐν ἀγαλλιάσει θερίζειν ἄρχεται. Ἐσθὴς δὲ αὐτῷ τριχίνη, ἅπαν κατατρυχούσα τὸ ἀπὸ τῶν σιδήρων ἐλλεῖπον μέρος τοῦ σώματος. Ἐτρέφετο δὲ ἀγρίαις βοτάναις, ἀτροφίαν ὡς ἄν τις εἴπῃ μᾶλλον, οὐχὶ τροφήν. Καὶ ταύταις οὐκ εἰς κόρον, ἀλλ’ ὅσον μόνον ἐναπογεύεσθαι. Τὴν δίψαν δὲ αὐτῷ ὕδωρ ὅτι λίαν βραχύ, διὰ δύο ἢ τριῶν ἡμερῶν, ἐθεράπευεν. Εἶτα, τὸ Λάτρον καταλαβὼν τὸ θαυμάσιον, θαυμαστῶς ἐκεῖσε διέτριβεν ὁ πανθαύμαστος, καὶ τὴν ἐν τῷ σπηλαίῳ ἐμφωλεύουσαν ἀσπίδα, καὶ τὰ ὕδατα λυμαινομένην, εὐχῇ μόνῃ καὶ τύπῳ Σταυροῦ, νεκρὰν παραχρῆμα εἰργάσατο. Καταλαβὼν δὲ τὴν Ἱερὰν τῶν Κελλιβάρων Μονήν, ἐκ θείας κελεύσεως, καὶ μικρὸν εἰς αὐτὴν προστατεύσας, πολλοῖς εἰς ἀρετὴν ἀλείπτης ἐγένετο. Εἶτα πάλιν τῆς Λαύρας ἀπαναστάς, πρὸς τὴν ποθουμένην ἡσυχίαν ἀνέδραμεν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Εἵς τινα δὲ τρώγλην, ἐν ᾗ συχναὶ θηρίων διατριβαὶ καὶ μοναὶ ἐτύγχανον, φέρων ἐκδίδωσιν ἑαυτόν. Καὶ τοῖς θηρίοις συνδιαιτώμενος, ἀτρέμας ἔμενεν ὡς ἄλλος ἀναφανεὶς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων ποτέ. Ποιήσας δὲ ἐκ ποδῶν τὰ θηρία, τὴν τούτων τρώγλην φροντιστήριον ψυχῶν κατεσκεύασε. Φοιτᾷ πάλιν εἰς τὴν Λαύραν ὁ μέγας, τῇ παρακλήσει τῶν ἀδελφῶν, οὐ μέν τοι κοινῶς, μόνος δὲ τῷ μόνῳ λατρεύων Θεῷ, ἔν τινι στενωτάτῳ κελλίῳ ἑαυτὸν κατακλείσας, ἐν ὅλαις δὲ ταῖς τῆς ἑβδομάδος ἡμέραις, μήτε φθεγγόμενος, μήτε βρῶσιν δεχόμενος, πλὴν μόνης τῆς Κυριακῆς τῶν ἡμερῶν, ἐν ταύτῃ γὰρ εἴθιστο τῷ μεγάλῳ καὶ τὰ ἀμφότερα δρᾷν. Ἀλλὰ καὶ πικρὰ ὕδατα, τῇ ῥάβδῳ ἀναταράξας, εἰς ἡδύτητα ταῦτα μετέβαλε. Τοσοῦτον δὲ ἀπαθείᾳ συνέζη, ὡς μὴ σωματικῆς δεῖσθαι τροφῆς, ἐτρέφετο γὰρ ὑπὸ τοῦ τῶν Ἀγγέλων ἄρτου, καὶ τῆς μενούσης τροφῆς. Ταῦτα ποιῶν καὶ πραγματευόμενος φρονίμως τε καὶ ἀνδρείως, σωφρόνως τε καὶ δικαίως πολιτευόμενος, ἐπεὶ πρὸς τὴν ἄνω μετεκαλεῖτο ζωήν, τοὺς πέριξ μονάζοντας μετακαλεσάμενος, καὶ τούτους περὶ ἀποταγῆς κόσμου καὶ τῶν ἐν κόσμῳ, ἔτι δὲ καὶ περὶ ὑπομονῆς καὶ φιλαδελφίας πνευματικῆς, καὶ περὶ ταπεινώσεως καὶ προσευχῆς ἐκδιδάξας τρανῶς, εἰς γῆν ὑποκλίνας τὸ γόνυ, καὶ δακρύων πλήσας τοὺς ὀφθαλμούς, τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς τὰς ἀχράντους χεῖρας ἐναπέθετο τοῦ Θεοῦ, πολλὰ μετὰ θάνατον θαύματα ἐργασάμενος. Τὸν γὰρ τὴν σορὸν αὐτοῦ κατορύττειν ἐπιχειροῦντα μαινόμενον ἄνδρα, καὶ διὰ τοῦτο τὴν τῶν μελῶν εἰκότως δεξάμενον πάρεσιν, εἰς συναίσθησιν ἐλθόντα, καὶ ἐν αὐτῷ τῷ τοῦ Ἁγίου τύμβῳ μετανοήσαντα, ὑγιᾶ καθίστησι, λιτανείᾳ τῶν ἀδελφῶν. Μοναχὸς δέ τις ὑδέρῳ δεινῷ κατεχόμενος ἐν τῷ τοιούτῳ προσδραμὼν τάφῳ, ἅμα τῇ εὐχῇ, καὶ τὴν ῥῶσιν ἀπέλαβεν, εὐχαριστῶν ἅμα καὶ δοξάζων τὸν τοὺς Ἁγίους Αὐτοῦ δοξάζοντα Χριστόν, τὸν μόνον ἀληθινὸν καὶ Σωτῆρα τῶν ἡμετέρων ψυχῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄρης, ὁ ἐν τῷ Γεροντικῷ, ἐν εἰρήνῃ τελειοῦται.
Ἄρης ὁ θεῖος οὐκ Ἄρης ἧν ὀργίλος,
Πρᾷος δὲ μᾶλλον, καὶ πατεῖ γῆν πραέων.
Περὶ τούτου τοῦ Ὁσίου Ἄρεως γράφει ὁ Eὐεργετινός: Ὅτι παρόντος καὶ τοῦ Ἀββὰ Ἀβραάμ, ἦλθεν ἕνας ἀδελφός, καὶ ἐρώτησεν αὐτόν· Eἶπέ μοι τί νὰ κάμω νὰ σωθῶ; Ὁ δὲ Ὅσιος Ἄρης εἶπεν αὐτῷ· Ὕπαγε καὶ πέρασαι τὸν χρόνον τοῦτον τρώγοντας κάθε βράδυ ψωμί, καὶ ἅλας. Καὶ ἔπειτα ἐλθὲ πάλιν καὶ λαλῶ σοι. Ἀφ’ οὗ δὲ ἐπέρασεν ὁ χρόνος, πάλιν ἐπῆγεν ὁ ἀδελφὸς εἰς τὸν γέροντα. Ἔτυχε δὲ πάλιν να εὑρεθὴ παρών ὁ ῥηθεὶς Ἀββὰς Ἀβραάμ. Καὶ εἶπεν ὁ γέρων εἰς τὸν ἀδελφόν· Πήγαινε καὶ πέρασαι τὸν χρόνον τοῦτον τρώγοντας εἰς δύω ἡμέρας μίαν φοράν». Τότε λέγει ὁ Ἀβραὰμ εἰς τὸν Ἀββὰν Ἄρην· Διατὶ εἰς μὲν τοὺς ἄλλους ἀδελφούς, ἐλαφρόν ζυγὸν ἐπιθέττεις, εἰς τοῦτον δέ, βαρὺ φορτίον ἐπιφορτίζεις; Ἀπεκρίθη ὁ γέρων· Oἱ αδελφοί, καθώς ἔρχονται ζητοῦντες, ἔτσι λαλῶ εἰς αὐτούς. Oὗτος δὲ εἶναι ἐργάτης. Καὶ εἶ τι ἂν εἰπῶ εἰς αύτόν, τὸ κάμνει μετὰ σπουδῆς. Διὰ τοῦτο κατὰ τὴν δύναμίν του, ἔτσι καὶ λαλῶ εἰς αὐτόν. Ἐκ τῆς παραινέσεως δὲ ταύτης δείκνυται, πόσον διακριτικὸς ἦτον ὁ Ὅσιος οὖτος Ἄρης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Γαβριήλ, Ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος 1659.
Ὑψοῦ κρεμασθεὶς τὸν κρεμασθέντα ξύλῳ,
Μιμῇ Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.
Οὗτος, διαβληθεὶς ὑπὸ τοῦ ἀντιζήλου τοῦ θρόνου αὐτοῦ, ἄγεται ἐνώπιον τοῦ Βεζίρη, τοῦ εὑρισκομένου ἐν Προύσσῃ. Οὗτος, ἂν καὶ κατανοήσας τὰς συκοφαντίας, ἠξίωσε ἀπὸ τὸν Γαβριήλ, ὅπως ἀρνηθῆ τὸν Χριστόν, καὶ ἀσπαστῆ τὴν μουσουλμανικὴ πίστιν. Ὁ Γαβριήλ, ἠρνήθη καὶ ἀφοῦ ἐβασανίσθη σκληρῶς, ἔλαβε τὸν διὰ τοῦ ἀπαγχνονισμοῦ θάνατον, ἐν ἔτει 1659 μ. Χ.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Πέτρου τοῦ ἐν Ἀλάσκᾳ, τοῦ Ἁγίου Ἰουβεναλίου Ἀλάσκας καὶ πάντων τῶν Ἁγίων τῆς Ἀλάσκας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρδαρίου τοῦ ἐγκλείστου ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀδιλίας τῆς ἐν Ἀλσατίᾳ, τῆς ἡγουμένης τῆς Χοχενβούργης, τῆς θαυματουργοῦ.
Ἡ πρώην τυφλὴ ὀμμάτων τὰς ὀδύνας,
Τῇ θείᾳ ῥοπῇ ἰᾶται Ὀδιλία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἐπανόδου τῶν ἁγίων λειψάνων τοῦ Ὁσίου Λουκᾶ τοῦ ἐν τῷ Στειρίῳ, ἅτινα κατὰ ταύτην τὴν ἡμέραν, ἐν ἔτει 1986, ὁ τῆς Θηβῶν καὶ Λεβαδείας ἁγίας Ἐκκλησίας ποιμὴν καὶ πρόεδρος κ. Ἱερώνυμος, ἐκ Βενετίας μετήνεγκε, καὶ τῇ οἰκείᾳ Μονῇ αὖθις ἐναπεκόμισε.
Χαρᾶς πολλῆς ἔμπλησας ἡμᾶς ὦ Πάτερ,
Τῇ τῶν σεπτῶν σου λειψάνων ἐπανόδῳ.
Δεκάτ’ ἠδὲ τρίτῃ Λουκᾶ νέκυς ἐκκεκόμισται δίου.
Οὗτος, ἧν ἀκμάζων περὶ τὰ μέσα τοῦ Ι΄ αἰῶνος. Τὰ κατ’ αὐτὸν διείληπται ἐν πλάτει τῇ Ζ΄ τοῦ Φεβρουαρίου μηνός, ἤδη δὲ μνείαν ἄγομεν, τῆς ἐκ τῆς δύσεως ἐπανόδου τῶν ἱερῶν αὐτοῦ λειψάνων, ἔχουσαν οὕτω:
Μετὰ τὴν ὁσίαν αὐτοῦ κοίμησιν, τὰ ἱερὰ τούτου λείψανα ἐκκομισθέντα τοῦ τάφου, ἐθησαυρίσθησαν ἐν τῷ μεγάλῳ ναῷ τῆς οἰκείας Μονῆς, ἐν τῷ εὐωνύμῳ μέρει, ἐγγὺς τοῦ ἱεροῦ Βήματος, βρύοντα ἰάσεις, καὶ θαυμάτων δυνάμεις ἐνεργοῦντα τοῖς εὐλαβῶς προσερχομένοις, καὶ τὴν τοῦ Ὁσίου ἀντίληψιν αἰτοῦσιν. Ὦδε τὰ ἱερὰ λείψανα ἔμειναν ἄχρι τοῦ 1460 ἔτους. Παρεληλυθότων ἑπτὰ ἐνιαυτῶν μετὰ τὴν ἅλωσιν τῆς Βασιλίδος τῶν πόλεων ὑπὸ τῶν Τούρκων, οὗτοι κατέλαβον καὶ τὴν Βοιωτίαν. Τότε, οἱ τῆς Μονῆς ἀδελφοὶ σὺν τοῖς πέριξ οἰκοῦσι, λαβόντες τὰ ἱερὰ λείψανα, κατέφυγον τῇ Λευκάδι, δοκοῦντες ἐκπεφευγέναι τὸν κίνδυνον. Ἐν Λευκάδι γέγονε σύγχυσις μετὰ Ὁσίου Λουκᾶ, καὶ Εὐαγγελιστοῦ καὶ Ἀποστόλου Λουκᾶ, καὶ πλείστοις ἐπιστεύθη, ὅτι ἧν τὰ τοῦ Ἀποστόλου. Ἐν ἔτει 1463, κρατεῖται ἡ Λευκάς, ὑπὸ τῶν Τούρκων, οἱ δὲ τῆς Βοσνίας ἄρχοντες, προνοούμενοι τῶν θείων λειψάνων τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ὡς ἐδόκουν ἐξηγόρασαν αὐτὰ παρὰ τῶν Τούρκων, δόντες τὸ ποσὸν τριῶν χιλιάδων δουκάτων, ἅτινα καὶ μετήγαγον τῇ τῆς Βοσνίας πόλει Λάτσια. Ἀλλὰ κατὰ Ἰούλιον τοῦ 1463 ἔτους, οἱ Ἀγαρηνοὶ Τοῦρκοι ὑπήγαγον τῷ ἑαυτῷ κράτει καὶ τὴν Βοσνίαν, καὶ τότε μοναχοί, Φραγκισκανοὶ τὴν κλῆσιν, διήγαγον τὰ ἱερὰ λείψανα διὰ Ῥαγούσης (ἤδη Ντουμπρόβνικ Γιουγκοσλαβίας), τῇ Βενετίᾳ. Ὁ τῆς Βενετίας ἡγεμών (δόγης), οὗ ἡ κλῆσις Χριστοφόρος Μόρος, δέδωκεν αὐτοῖς τὸν ναὸν σὺν τῇ ἐκεῖσε Μονῇ τοῦ Ἁγίου Ἰώβ, ἣν ἐπισκευάσαντες κατώκησαν ἐν αὐτῇ. Γινομένων τῶν ἐπισκευῶν, τὰ ἱερὰ λείψανα ἐναπετέθησαν ἐν τῷ ναῷ τοῦ Ἁγίου Νικολάου, τῷ ὄντι ἐν τῇ νήσῳ Λίντο τῆς Βενετίας, καὶ ἐκεῖθεν μετηνέχθησαν τῇ ἀνακαινισθείσῃ Μονῇ τοῦ Ἁγίου Ἰώβ.  Οἳ οὖν Βενεδικτῖνοι μοναχοί, οἳ τὰ τοῦ Εὐαγγελιστοῦ Λουκᾶ κατεῖχον ἱερὰ λείψανα ἐν τῷ ναῷ τῆς Ἁγίας Ἰουστίνης ἐν Παδούῃ (Πατάβιον), διεμαρτύροντο διὰ τὰ νέα λείψανα τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, καὶ γενομένης Συνόδου Καρδιναλίων τῇ ΙΣΤ΄ μηνὸς Δεκεμβρίου τοῦ 1464, ἀποδέδεικται περιτράνως, ὅτι οὐκ εἰσὶ ταῦτα τὰ τοῦ Εὐαγγελιστοῦ Λουκᾶ λείψανα. Περὶ τούτων συνεμαρτύρησε σαφῶς καὶ ὁ τῆς Λευκωσίας Κύπρου ἐπίσκοπος Ἡσαΐας, ἀποδείξας ὅτι αὐτὰ τυγχάνουν τοῦ Ὁσίου Λουκᾶ τοῦ Στειριώτου ὄντως τὰ ἱερὰ λείψανα, καὶ ἐξ αὐτῆς ἐναπετέθησαν φυλασσόμενα ἐν δευτερευούσῃ θέσει ἐν τῷ Βεστιαρίῳ τοῦ ναοῦ ἐπὶ 523. Οὕτως εἶχον τὰ πράγματα, ἐν δὲ τῷ Μοναστηρίῳ τοῦ Ὁσίου ἐσώζετο παράδοσις ὅτι τὰ ἱερὰ αὐτοῦ λείψανα εὕρηνται ἐν τῇ δύσει, ἔνθα πολλάκις σταλέντες καὶ ἐρευνήσαντες, οὐδὲν ἀνεκάλυψαν, ὁ δὲ Κύριος ἐφανέρωσεν αὐτὰ τοιουτοτρόπως. Ὁ τῆς τοῦ Ὁσίου Μονῆς ἀδελφὸς Χριστοφόρος (κατὰ κόσμον Γεώργιος Ῥακιτζάκης, καθηγητὴς καὶ τῆς Ἀθωνιάδος Σχολῆς), φιλίᾳ συνδεόμενος μετὰ τοῦ ἐξ Ἰταλίας ὁρμωμένου Ἐῤῥίκου Μορίνι, περὶ τὴν ἱστορίαν τῆς ἐπιστήμης ἀσχολουμένου, πρὸ δύο ἐνιαυτῶν, ἐμάνθανε παρ’ αὐτοῦ, ὅτι ἐρευνῶν τοὺς τῶν Ἁγίους βίους ἐν Βενετίᾳ, ἔσχε πληροφορίας περὶ τοῦ Ὁσίου Λουκᾶ, οὕτινος τὰ ἱερὰ λείψανα ἐσώζοντο ἐν τῷ Ἁγίῳ Ἰὼβ τῆς Βενετίας. Μετὰ τὴν ταύτην εἴδησιν, ἤρξαντο αἱ συζητήσεις μετὰ τῶν ἁρμοδίων ἐκκλησιαστικῶν καὶ πολιτικῶν ἀρχῶν, καὶ ἀντιπροσωπεία ἀποτελουμένη ἐκ τῶν Σεβασμιωτάτων Μητροπολιτῶν Θηβῶν καὶ Λεβαδείας κ. Ἱερωνύμου καὶ τοῦ πρὸ αὐτοῦ κ. Νικοδήμου, τοῦ Ἡγουμένου τῆς Μονῆς Ἀρχιμανδίτου Νικοδήμου καὶ τοῦ ἀδελφοῦ τῆς αὐτῆς Μονῆς Ἀρχιμανδίτου Γεωργίου, μετακόμισε τὰ ἱερὰ λείψανα τῇ ΙΓ΄ μηνὸς Δεκεμβρίου, ἐν ἔτει 1986. Ἠ ὐποδοχὴ ὑπῆρξεν ἱεροπρεπής, μεγαλοπρεπὴς καὶ συγκινητική.
 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου διήλεγξας καὶ τὰ σεβάσματα τούτου, ὡς ἀνίσχυρα ὄντα προσευχῆς σου ἀνέτρεψας, ὑπερύμνητε κράζουσα· ὁ Θεὸς τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ἰουδὴθ γενναίαν ἐκμιμουμένη, ἄλλον Ὀλοφέρνην κτείνεις τὸν Πασχάσιον, τῷ τοῦ σταυροῦ ἀηττήτῳ ὅπλῳ· βοῶσα πρὸς Κύριον· ὑπερύμνητε Δέσποτα, ὁ Θεὸς τῶν Πατέρων, εὐλογητὸς εἶ.
Νεκρώσας τὸν δείλαιον τοῦ παρανόμου, καὶ ὅλον ἀπέδειξας τυφλὸν ἀόμματον, ὑπηρέτην ὑπουργήσαντα, τῷ ἀθέῳ τούτῳ προστάγματι, τῆς παρανομίας πάντα ἐκπαιδεύουσα ἀπέχεσθαι.
Θεοτοκίον.
Ὡς ἄμπελος ἔμψυχος ἀῤῥήτῳ λόγῳ, τὸν βότρυν ἐβλάστησας τὸν ἀγεώργητον Παρθένε ἄχραντε, οἶνον ἀναβλύζοντα πᾶσι τοῖς πίστει λατρεύουσιν, ὡς Θεὸν αὐτὸν καὶ Κύριον.

ᾨδὴ η΄. Κάμινός ποτε.
Μέγας ὁ Θεὸς τῆς Λουκίας ἀνεβόων, εἰς ὃν ἡμεῖς ἀδιστάκτως πιστεύομεν, οἱ θεαταὶ τῶν ἀγώνων σου, καθορῶντες Μάρτυς τὰ σὰ τεράστια· δι’ ὧν θαυμασίως, ἐπὶ γῆς ὁ Χριστὸς σὲ ἐμεγάλυνε.
Ἆνες ὦ Θεέ, σύγγνωθι αὐτοῖς οἰκτίρμον, αἰκιζομένη Μάρτυς ἔλεγες, εὐχομένη πρὸς Κύριον ὑπὲρ τῶν φονευτῶν σου πληροῦσα, ὡς πρόθυμος, ἐντολὴν τοῦ σὲ ποιήσαντος.
Ῥῦσαι καὶ ἡμᾶς τοὺς πιστῶς σου ἐκτελοῦντας τὴν θείαν μνήμην ἀξιάγαστε Λουκία πανεύφημε, ἐξ ἀνάγκης πάσης καὶ περιστάσεως, δέησιν ποιοῦσα, ἐκτενῶς πρὸς Κύριον πολύαθλε.
Τριαδικόν.
Τριφεγγὴς μονὰς θεουρχικὴ οὐσία, ἁμαρτιῶν μου διασκέδασον παθῶν τὴν σκοτόμαιναν, φωτεινῶν ἀκτίνων Σου, γλυκυτάταις ἐν μετουσίαις Σου δόξης ἀπροσίτου, καὶ φωτὸς ἀξίωσον τὸν δοῦλόν Σου.
Θεοτοκίον.
Ὕμνοις Σε πιστοὶ ἀνυμνοῦμεν Θεοτόκε, τὴν ὑπὲρ λόγον τε καὶ ἔννοιαν ἀσπόρως κυήσασαν, Θεὸν Λόγον τὸν ἐνυπόστατον, ὃν ὁ Πατὴρ ἐγέννησε πρὸ αἰώνων ἀχρόνως, τοῦτον ἐκδυσώπει ὑπὲρ τῶν Σῶν δούλων Θεονύμφευτε.

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Συνάναρχον ἐκήρυξας Πατρὶ ὁμοούσιον, τὸν Υἱὸν τῆς Παρθένου Θεὸν καὶ Κύριον, μέσον τοῦ σταδίου ἑστῶσα, θαρσαλέῳ φρονήματι· τοῦτον ἀγνοούσα ἡ πληθὺς τῶν παίδων, ἐπίστευσε, καὶ ὡς Θεὸν αὐτὸν ἀνεκήρυξεν.
Ὁρῶσα ἡ μήτηρ σου τὰς ἀνυποίστους βασάνους πολύαθλε, Θεὸν ἐδόξαζεν,
ὡς φυλάξαντά σε ἄφθορον, καὶ πρὸς τοὺς ἀγῶνας ἐθάῤῥυνεν, ὄντως μακαρία· διὰ σὲ ἀνεδείχθη ἡ ἔνδοξος, καὶ πρὸς οὐρανίους χαίρουσα μονὰς συνανῆλθέ σοι.
Κακῶς συνετρίβησαν Ἑλλήνων τὰ σεβάσματα, καὶ οἱ χρόνῳ οἰκοῦντες ἐν τούτοις δαίμονες, προσευχῇ σου Μάρτυς ἐφυγαδεύθησαν· ὅθεν οἱ ταῦτα λατρεύοντες, τὴν αἰσχύνην μὴ ἀνεχόμενοι, κεφαλήν σου ἀπέτεμον, δόξαν αἰωνίαν καὶ χαράν σοι προξενήσαντες.
Τριαδικόν.
Ἐλέησον οἴκτειρον Τριὰς μονὰς τοὺς δούλους Σου, ἑνιαία Θεότης καὶ Ὁμοούσιε, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας τὸ θεῖον κράτος Σου, καὶ πίστει λατρεύοντας ὡς Θεόν Σε καὶ Κύριον, ἄλλον γὰρ ἐκτός Σου Θεὸν οὐ γινώσκομεν.
Θεοτοκίον.
Τὴν δέησιν πρόσδεξαι ἡμῶν τῶν ἀνυμνούντων Σε, καὶ πιστῶς προσκυνούντων τὸν θεῖον τόκον Σου, Σὲ γὰρ πρὸς Θεὸν προστασίαν ἀκαταίσχυντον ἔχομεν ταῖς τῆς Λουκίας εὐπροσδέκτοις δεήσεσιν, ἵλεον γενέσθαι τὸν Υἱόν Σου ποίησον δεόμεθα.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Ὑμῖν ὡς ἔαρ ἐφάνη, ἡ φωτοφόρος σου μνήμη, εὐφραίνουσα τὰς αἰσθήσεις, τῆς μετὰ πόθου Λουκία, καὶ πίστει ἀσπαζομένοις, τὴν ἱεράν σου εἰκόνα.
Θεοτοκίον.
Σήμερον ἔαρ μυρίζει, καὶ τέρπεται πᾶσα ἡ κτίσις, ἐκδεχομένη τὸν Κτίστην, ἐπὶ τῆς γῆς ἐνδημῆσαι, ἡ Βηθλεὲμ τὴν Παρθένον, ἔγκυον δέχεται πόθῳ.







Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Σήμερον χεῖρας κροτοῦσι πανηγυρίζει φαιδρῶς, ἡ τῶν πιστῶν χορεία, καὶ σεμνύνεται πᾶσα, τὴν μνήμην σου τὴν θείαν Λουκία σεμνή, καὶ τιμᾷ τοὺς ἀγῶνάς σου, οὓς ἠγωνίσω ἀνδρείως ὑπὲρ Χριστοῦ, τοῦ Νυμφίου σου πολύαθλε.

Ὁ κατοικῶν ἐν ὑψίστοις καὶ τὰ ἐν γῇ ἐφορῶν, τὸ τῆς ψυχῆς σου Μάρτυς, καθαρὸν καὶ ὡραῖον, ὁρῶν ὡς παντεπόπτης μόνην ἱεράν, παρὰ σοὶ ἐποιήσατο· ὅθεν ἀστέρα λαμπρότατον ἐπὶ γῆς, δι’ ἀθλήσεως ἀνέδειξεν.

Ὕλης παθῶν ἐκκαθάρας τὴν καθαράν σου ψυχήν, διῆλθες εἰς τὰ βάθη, τὰ ἀπόῤῥητα ὄντως, σοφίας τοῦ Δεσπότου Χριστοῦ τοῦ Θεοῦ· ὅπερ οὗ καὶ τὸ αἷμά σου, ὥσπερ πανευόσμον μῦρον ἐπὶ τῆς γῆς, δι’ ἀθλήσεως ἐξέχεας.

Δέχου τὸν ὕμνον καὶ τοῦτον ὡς δῶρον ἄξιον, ὃν σοὶ προσφέρω πόθῳ, ἀναξίων ὁ τάλας, καὶ ἄφεσιν πταισμάτων δοθῆναι κἀμοί, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως· σὲ γὰρ Λουκία προβάλλομαι πρὸς Θεόν, ὡς μεσίτην ἀκαταίσχυντον.

Δόξα. Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, καὶ τῆς ἁγνοίας ἐρασταί· δεῦτε εὐφημήσωμεν ᾀσματικῶς καὶ φαιδρῶς πανηγυρίσωμεν· σήμερον γὰρ προτίθεται ἡμῖν τράπεζα μυστικήν, ἡ καλλίνικος Μάρτυς Λουκία, ἡ πανεύφημος· εὐωχηθῶμεν τοίνυν ἐκ αὐτῆς, καὶ τρυφήσωμεν τρυφὴν ἀδάπανον, δόξαν ἀναπέμποντες Χριστῷ, τῷ δι’ αὐτῆς ἐν ἡμῖν τερατουργοῦντι, Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.







Μεγαλυνάρια.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ψυχῶν σωτηρίαν καὶ κινδύνων ἀπαλλαγήν, Μάρτυς Ἀθληφόρε, Λουκία ταῖς εὐχαῖς σου, τοῖς πίστει ἐκτελοῦσι τὴν θείαν μνήμην σου.
Δός μοι τῷ σῷ ὀφθαλμῶν, ἴασιν Λουκία, ὡς τὴν χάριν παρὰ Θεοῦ, ἐδέξω παμμάκαρ, λοιμοῦ σεισμοῦ καὶ βλάβης, καὶ πάσης ἐπηρείας σύ με διάσωσον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Λουκίαν τὴν παρθένον, τῶν Μαρτύρων τὴν καλλονήν, ὅτι ἐν τῷ σταδίῳ, τὴν πλάνην τῶν εἰδώλων, διήλεγξε πανσόφως Χριστὸν κηρύξασα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου