ΔΕΚΕΜΒΡΙΟΣ ΙΕ΄!!
ΕΛΕΥΘΕΡΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς εὐσεβείας τῷ φέγγει
καταλαμπόμενος, τοὺς ἐν νυκτὶ τῆς πλάνης, ἠλευθέρωσας μάκαρ, ἐπὶ σκότους
ἀγνωσίας σαῖς διδαχαῖς, ἱερὲ Ἐλευθέριε, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ,
διπλοῦν στέφανον ἀπείληφας.
Τῆς Ἐκκλησίας προστάτης
Πάτερ γενόμενος, ὡς τῆς Ἀνθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων
ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρὶν ἀφρόνως τὸ σέβας οἷα
θεοῖς, ἀπονέμοντας τοῖς δαίμοσιν.
Τῶν ἐπιτόκων γυναίων Πάτερ
κηδόμενος, ἐλευθερίαν δίδως, τῷ ναῷ σου φοιτώσας, τὴν εὔπλοιαν δὲ πάλιν ἄλλοις
θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας· καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν
τοῖς θαύμασιν.
Τοῦ μαρτυρίου τοὺς ἄθλους
στεῤῥῶς ὑπήνεγκας, Ἀνδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, τῷ ἔρωτι τοῦ
Κτίστου ὅλους ἀλούς, Ἐλευθέριε πάνσοφε· καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών,
ἀνελήλυθας γηθόμενος.
Δόξα. Ἦχος β΄.
Εὐαγγελίου ἐνδεδυμένος τὴν
χάριν, Ἱεράρχης θεῖος ἐχρημάτισας, ὡς ἀρετῶν δοχεῖον, Ἐλευθέριε μακάριε· καὶ
τὴν στολὴν τὴν ἁγίαν, οἰκείοις αἵμασι φοινίξας, μαρτυρικοῖς ἀγῶσιν ἠρίστευσας,
τῆς ἀπάτης καθελὼν τὸ κράτος· ὡς γὰρ ἄσαρκος Ἅγιε, ἠγωνίσω ἐν σαρκί, καὶ
ἐπαξίων ἐπάθλων ἔτυχες, Ἱερομάρτυς σοφέ, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Τὴν χάριν τῶν σοφῶν Μαθητῶν,
λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας
προθύμως· διό σε κατ’ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Τὸ ψεῦδος σοῖς ἐν λόγοις
σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ
τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Τοῖς ὄμβροις τῶν αἱμάτων
σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην
ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.
Δόξα.
Τριαδικόν.
Τριὰς ἀπειροδύναμε, Μονὰς ἡ
τρισυπόστατος, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα τὸ εὐθές, εἰρήνευσον τὸν κόσμον, λιταῖς
Ἐλευθερίου, τοῦ Σοῦ θεράποντος δεόμεθα.
Καὶ νῦν.
Προεόρτιον.
Ἐν τῷ Σπηλαίῳ ἔρχεται, τεκεῖν ὑπὲρ κατάληψιν, ἡ Παρθένος
τὸν Δεσπότην τοῦ παντός, εἰς σωτηρίαν κόσμου, λαοὶ ἀγαλλιᾶσθε, προεορτίους
ὕμνοις ᾄδοντες.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς
ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ,
καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν
μακαρίαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη
τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν
σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
Καὶ Ἀπόλυσις
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός,
καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ' Ἔδωκας σημείωσιν.
Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν
καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ
γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς
πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε.
Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ
προσεγγίζοντος, τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ ὡραιοτάτῳ, κάλλει
τοῦ θείου ἐραστοῦ· οὗ τῷ γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων
ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε
κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ
σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν
Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῷ Χριστῷ ἐκ νεότητος, σεαυτὸν ἀναθέμενος, Ἱεράρχης
ὅσιος ἐχρημάτισας, καὶ μαρτυρίου τοῖς σκάμμασι, σοφὲ Ἐλευθέριε, εὐσεβείας τὴν
ἰσχύν, ὑπὲρ ἥλιον λάμπουσαν, πᾶσιν ἔδειξας· διὰ τοῦτο ἀξίως ἐδόξασθης, ὡς
κλεινὸς Ἱερομάρτυς, καὶ Ἐκκλησίας ἑδραίωμα.
Ἱερέων ἀγλάϊσμα, Ἀποστόλων ὁμότροπος, ἀληθείας ὄργανον
θεοκίνητον, Πνεύματος θείου θησαύρισμα, καὶ κήρυξ θεόσοφος, καὶ λαμπρὸς
ὑφηγητής, ἀληθῶς ἐχρημάτισας, Ἐλευθέριε, τῶν ψυχῶν ἐν Χριστῷ ἐλευθερίας, καὶ
νομίμως ἐναθλήσας, περιφανῶς τεθαυμάστωσαι.
Τὴν στολὴν τὴν ὑπέρτιμον, ταῖς ῥοαῖς τῶν αἱμάτων σου,
λαμπροτέραν Ὅσιε ἀπετέλεσας, καὶ μετὰ δόξης ἀνέδραμες, ναὸν εἰς οὐράνιον, ὡς
σεπτὸν Ἀρχιερεύς, καὶ ὡς Μάρτυς περίδοξος, Ἐλευθέριε, ὑπὲρ πάντων πρεσβεύων τῷ
Κυρίῳ, τῶν πιστῶς ἑορταζόντων, τὴν ἱεράν σου πανήγυριν.
Δόξα... Ἦχος πλ. β'
Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ
Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄῤῥητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ
Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παῤῥησίαν ἔχων
πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην,
καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ
περιστάσεων.
Καὶ νῦν... Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα
Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς
γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ
Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος
ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ
προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ
λυτρωτής μου καὶ Θεός;
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδᾶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.
Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τῆς ἐν Χριστῷ ἐλευθερίας, κηρύττων τὰς χάριτας, τῆς
εὐσεβείας μυσταγωγὸς ἱερός, ἀνεδείχθης Ἐλευθέριε· καὶ μαρτυρίου ὑπελθὼν τὸν
ἀγῶνα, τῆς ἀληθείας τὸ κράτος ἐξέφηνας, καὶ τὴν πλάνην κατήσχυνας, ἀνενδότῳ
ἐνστάσει· ἐντεῦθεν διπλοῖς στεφάνοις, παρὰ Κυρίου δοξασθείς, τῷ ξύλῳ τῆς ζωῆς
ἀποκατέστης, ὑπὲρ ἡμῶν δεόμενος, Ἱερομάρτυς ἀξιάγαστε.
Ἦχος β΄.
Ἐξ ἀγαθῆς βλαστήσας ῥίζης, ὡς ἄνθος ἱερόν, ἐκ παιδὸς
ἀνετέθης Κυρίῳ, ὡς Σαμουὴλ ὁ θεῖος, Ἐλευθέριε ἔνδοξε· καὶ ἱερωσύνης τὴν στολὴν
κληρωσάμενος, ἀποστολικῶς Θεῷ ἱεράτευσας, εὐθυτάτῃ καρδίᾳ, καὶ ἀμέμπτῳ ζωῇ· καὶ
ἀθλητικοῖς σκάμμασι, μεγαλύνας Χριστόν, πικροτάτων πόνων, ὤφθης ἀνώτερος, καὶ
μεγάλων ἐπάθλων ἠξίωσαι· διό σου δεόμεθα· ἐλευθέρωσον ἡμᾶς τῶν ἐν βίῳ ἀναγκῶν,
καὶ πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Τὸ τῆς χάριτος ἱερουργῶν Εὐαγγέλιον, ὡς Ἀποστόλων
ζηλωτής, Ἐλευθέριε πάνσοφε, πράξει τὸν
λόγον ἐσφράγισας, ἀθλήσας στεῤῥότατα· οὐκ ἔπτηξας γὰρ Ἅγιε, τὰς τῶν τυράννων
ἀπειλάς, καὶ ἀνυποίστων βασάνων, κατετόλμησας ὡς ἄσαρκος· καὶ ὡς θῦμα
εὐπρόσδεκτον προσενεχθεὶς Κυρίῳ, τῶν θαυμάτων τὴν χάριν ἀπείληφας, καὶ
ἀφθαρσίας διαδήματι κεκόσμησαι· διὸ τοῖς τελοῦσι τὴν μνήμην σου, δίδου τὴν
ταχυτάτην ἀρωγήν, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τῆς οἰκείας σαρκός, μηδόλως φεισάμενος, ὑπερφυέσι
πόνοις ὡμίλησας, ἀνενδότῳ ψυχῇ, Ἱερομάρτυς Ἐλευθέριε· καὶ πυρὸς καὶ σιδήρου,
ἀμβλύνας τὴν δύναμιν, τὴν ἱεραρχίαν λαμπροτέραν ἔδειξας, μαρτυρικοῖς
ἀγῶσιν· ἀλλ’ ὡς τῶν ἄνω κληρονόμος
ἀγαθῶν, ἐλευθέρωσον ἡμᾶς πάσης ἀνάγκης καὶ θλίψεως, ταῖς πρὸς Χριστὸν
πρεσβείαις σου.
Καὶ νῦν. Προεόρτιον.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ
Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς θεότητος·
Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ, καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν
σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, Ζωοδότην
Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἰλλυρικοῦ ὁ ποιμήν, τῶν Ἀποστόλων μιμητὴς καὶ
ὁμότροπος, ὁ λόγῳ καταπυρσεύσας, τοὺς ἐν νυκτὶ τῶν παθῶν, ὡς ἱερομύστης
ἐνθεώτατος, σοφὲ Ἐλευθέριε, εὐσεβείας ἑδραίωμα, ὁ μαρτυρίου, διανύσας τὰ
σκάμματα, ὡς ἀσώματος, καὶ αἰσχύνας τὸν δράκοντα· λύχνος ὁ τηλαυγέστατος, τῆς
θείας χρήστοτητος, ὁ τῶν θαυμάτων ἀκτῖσι, φωταγωγῶν τοὺς ὑμνοῦντάς σε, καὶ πᾶσι
πρεσβεύων, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις, ὁ ἐναθλήσας στεῤῥῶς, ὡς Ἱεράρχης τοῦ Χριστοῦ
ἱερώτατος, καὶ πᾶσαν καταπατήσας, τῶν δυσμενῶν τὴν ἰσχύν, ἐν τῇ ἀνενδότῳ
καρτερίᾳ σου· πυρὸς γὰρ φλογίζοντος, τὴν ὁρμὴν οὐ κατέπτηξας, ἔχων τὴν φλόγα,
τῆς Χριστοῦ ἀγαπήσεως, Ἐλευθέριε, μυστικῶς σε δροσίζουσαν· ὅθεν καὶ
εὐτονώτερος, σιδήρου γενόμενος, κατηγωνίσω εἰς τέλος, τὸν πονηρὸν κοσμοκράτορα,
αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Στ.:
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ
κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ξίφει, ὑπὲρ Χριστοῦ ἀνδρικῶς, τελειωθέντα σε ἰδοῦσα
συμμέτοχος, ἡ μήτηρ σου ἡ Ἁγία, τῶν σῶν ἀγώνων σοφέ, ἀληθῶς ἐδείχθη Ἐλευθέριε·
μεθ’ ἧς καθικέτευε, τὸν Δεσπότην τῆς κτίσεως, ἐλευθερίαν, καὶ παθῶν
ἀπολύτρωσιν, δοῦναι ἅπασι, τοῖς πιστῶς σε γεραίρουσι· χάριν γὰρ θείαν ἔσχηκας,
πληροῦν τὰ αἰτήματα, καὶ γυναιξὶν ἐπιτόκοις, ἐπικουρεῖν δεομέναις σου· καὶ νῦν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν διδόναι, τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. δ'
Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ, τὴν στολὴν ἐφοίνιξας,
ταῖς ῥοαῖς τῶν αἱμάτων σου. Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά
σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον, ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε·
διὸ καὶ τμηθεῖσα τῷ ξίφει, εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν. Ὢ
μακαρίας μητρός! ὢ μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε, καὶ τῆς φύσεως
τὸν Πλάστην ἐπέγνως. Σὺν αὐτῇ οὖν πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Προεόρτιον.
Ὑπόδεξαι
Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι
θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον
δῶρον προσκομίσατε, ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα
πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος πλ. α'. Τὸν συνάναρχον
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς
ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ,
καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν
μακαρίαν σου ἄθλησιν.
Δόξα. (τὸ ἴδιο ἐλαφρῶς παραλλαγμένον καὶ
διὰ τὴν Ἁγία Ἀνθίαν)
Ἱερέων ποδήρει
κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ
μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων,
σὺν τῇ μητρί σου Ἀνθίᾳ, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν ὑμῶν ἄθλησιν.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη
τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν
σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον Σου Σωτήρ.
Θεῷ ἀπὸ παιδός, ἀνετέθης θεόφρον, καὶ μύστης ἱερός,
καὶ σοφὸς ὑπηρέτης, ἐδείχθης τῆς χρηστότητος, τοῦ Χριστοῦ Ἐλευθέριε, ἐναθλήσας
δέ, ἀνδρειοτάτῃ καρδίᾳ, διπλοῦν στέφανον, παρὰ τοῦ πάντων Δεσπότου, ἐδέξω
μακάριε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τὸν πάντων Ποιητήν, συλλαβοῦσα ἀφράστως, προέρχεται
τεκεῖν, Βηθλεὲμ ἐν Σπηλαίῳ, Παρθένος ἡ πανάμωμος, εἰς βροτείαν ἀνάπλασιν·
ὑπαντήσωμεν, τούτῳ εὐθείᾳ καρδίᾳ, δόξα λέγοντες, τῇ Σῇ ἀῤῥήτῳ κενώσει, Χριστὲ
πολυέλεε.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Τὸν νοῦν σου ἐλεύθερον τῶνσφαλλομένων τηρῶν, ποιμὴν
ἱερώτατος τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης μακάριε· ὅθεν καὶ ἐναθλήσας,
στεῤῥοτάτῃ καρδίᾳ, ὤφθης Ἱερομάρτυς, εὐκλεὴς τοῦ Σωτῆρος· διό σε Ἐλευθέριε,
φαιδρῶς μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἡ κτίσις ἀγάλλεται προαισθομένη ἐν γῇ, τεχθῆναι ἐρχόμενον
ἐκ τῆς Παρθένου ἁγνῆς, τὸν πάντων δεσπόζοντα· ᾧπερ καὶ ἐκ Περσίδος, οἱ
θεόφρονες Μάγοι, ἤξουσι προσκυνῆσαι, μετὰ δώρων ὡς βρέφος· διὸ προεορτάσωμεν,
Αὐτοῦ τὰ γενέθλια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄.
Ἐπεφάνης σήμερον.
Τοῖς στεῤῥοῖς ἀγῶσί σου, Ἱερομάρτυς, τὸν Χριστὸν
ἐδόξασας, τὸν σὲ δοξάσαντα λαμπρῶς· Ὃν ἐκτενῶς καθικέτευε, ὑπὲρ ἡμῶν ἱερὲ
Ἐλευθέριε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐν Σπηλαίῳ ἔρχεται, ἡ Θεοτόκος, τοῦ τεκεῖν ἐν σώματι,
τὸν Ὑπερούσιον Θεόν· οὗ προεόρτιον αἴνεσιν, τοῖς γενεθλίοις, πιστοὶ
ἀναμέλψωμεν.
Εἶτα τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Στ.:
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ
κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Χρυσοστόμου
Ὁ Ν΄ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἰεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Τὸν ἀθλητικὸν ἀγῶνα ἀνύσας, τῷ Δεσποτικῷ θρόνῳ
παρέστης, ὡς ἱερεὺς καὶ ἀθλητής, Ἱερομάρτυς Ἐλευθέριε· τὴν γὰρ κλῆσιν τοῖς ἔργοις
βεβαιῶν, τῆς ἐν Χριστῷ ἐλευθερίας τὰ ἀγαθὰ ἐκήρυξας, τοῖς δεδουλωμένοις τῇ
ἁμαρτίᾳ· καὶ νῦν Ἀγγέλοις συνών, καὶ τὴν μυστικὴν θυσίαν Θεῷ ἀναφέρων, πρέσβευε
ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ
Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Παθῶν ἐλεύθερόν
με δεῖξον παμμάκαρ. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος α'. ᾨδὴν ἐπινίκιον
Παθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου,
Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω
ᾠδαῖς.
Ἀθλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε,
ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ
Πνεύματος.
Θεῷ προσκολλώμενος, καθαρωτάτῳ νοΐ, ἐκ νεότητος,
σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν
ἐπλούτησας.
Θεοτοκίον
Ὡς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος
θάλαμος, καὶ τερπνὸν Παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς,
Θεοχαρίτωτε.
Ἕτερος Κανών, οὗ ἡ Ἀκροστιχίς: Θεῖον
Ἐλευθέριον ἱερῆα τιμάω, Πάτερ.
ᾨδὴ α' Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας
Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων
τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς
ἱκεσίαις σου.
Ἐκλελεγμένος ἐκ βρέφους σὺ τῷ Θεῷ, ἀνετέθης ἔνδοξε,
ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας.
Ἱερουργὸς μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονὼς
ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι Σοφέ, ἐν σταδίῳ καρτερῶς
ἀγωνισάμενος.
Θεοτοκίον
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος πάναγνε,
ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σεσάρκωται· διό, Θεοτόκον σε πιστοὶ ἀεὶ
δοξάζομεν.
ᾨδὴ γ'.
Στερεωθήτω ἡ καρδία μου
Ὑπὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ
σώματος, ἐνηδυνόμενος Σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι· διὰ τοῦτο τὴν ἀνώδυνον,
ζωὴν νῦν ἀπείληφας.
Θερμῷ τῷ πόθῳ τοῦ ποιήσαντος, Ἀθλητὰ θεόφρον
κρατούμενος, τῷ πυρωθέντι σεαυτόν, ἐπιῤῥίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ
Πνεύματος, πυρὶ Ἐλευθέριε.
Ἐν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν Μάρτυσι Μάρτυς στεῤῥότατος,
ἀναδειχθεὶς στέφος διπλοῦν, ἐκομίσω Μακάριε, τῷ προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς
ὀπτανόμενος.
Θεοτοκίον
Ῥάβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ
στηριζόμεθᾳ· σὲ γὰρ ἐτύπου Ἀαρών. Ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή,
περιστερὰ ἀειπάρθενε.
Ἄλλος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Νοὸς στεῤῥότητι Σοφέ, ὁπλισάμενος χαίρων, τὴν ὁδὸν
διανύεις, τοῦ μαρτυρίου σαυτόν, ἐθελουσίως προδούς, τοῖς ζητοῦσι, Μάρτυς
ἱερώτατε.
Ἐκ θείου Πνεύματος λαβών, τῆς σοφίας τὸν πλοῦτον,
μιμητὴς ἀνεδείχθης, τῶν Ἀποστόλων Σοφέ, σαγήνη μαρτυρική σαγηνεύων, λαοὺς πρὸς
εὐσέβειαν.
Λαμπρύνας θείαις ἀρεταῖς, τὴν ἀρχιερωσύνην, λαμπροτέραν
εἰργάσω, τῇ πορφυρίδι τῶν σῶν, αἱμάτων καρτερικῶς, ἐναθλήσας, Μάρτυς Ἐλευθέριε.
Θεοτοκίον
Ἐκπλήττει νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς
λοχείας σου Κόρη· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις
ἀειπάρθενος.
Κάθισμα. Τὸν τάφον σου Σωτήρ
Ἐλεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ
Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας,
ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος,
πρεσβεύων σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς,
πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ
πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς
δούλους σου.
ᾨδὴ δ'.
Ἐν πνεύματι προβλέπων
Οὐ χάσματα λεόντων, οὐ βράσματα πυρός, οὐ δεινῶν
ἐπίτασις, τὸ εὔτονον τῆς σῆς, ἱερομύστα ἐχαύνωσε καρτερίας, ἀλλ' ὡς ἀδάμας ταῖς
βασάνοις ἐνετρύφας, ζήλῳ θεϊκῷ πυρπολούμενος.
Ναμάτων ζωηρύτων, τὸ στόμα σου πλησθέν, ποταμοὺς ἠρεύξατο,
ἐνθέων διδαχῶν, Ἱερομάρτυς βυθίζοντας ἀνομούντων, ἐρεσχελίας καὶ ἀρδεύοντας
καρδίας, τῶν ἐπεγνωκότων Χριστὸν τὸν Θεόν.
Μεγάλως σε δοξάζων, ὁ σὸς Δημιουργός, ὑπὲρ οὗ
προῄρησο, τὸ πάσχειν Ἀθλητά, περιστερὰν καταπέμπει κομίζουσάν σοι, τροφὴν
Ἀγγέλων ἰσαγγέλῳ γεγονότι, ἄθλων φανοτάταις λαμπρότησιν.
Θεοτοκίον
Ἐξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί! πῶς ὁ ἀθεώρητος,
μορφῇ τῇ καθ' ἡμᾶς, ἐκ σοῦ ὡράθη Παρθένε Θεοκυῆτορ· ὃν ἐκδυσώπει σωτηρίας
ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.
Ἄλλος. Χριστός μου δύναμις
Ὑπῆρξε πρότερον, κατακαυχώμενος, ὁ πανώλεθρος δράκων,
ἀλλ' ἀναιδής, ἤλεγκται ὁ ἄθλιος, τοῦ ἱεράρχου τοῖς ποσίν, ἐν σταδίῳ
συμπατούμενος.
Θωρακισάμενος, Σταυροῦ τὴν δύναμιν, ἱερώτατε Μάρτυς ὡς
νικητής, ἄριστος εἰσέδραμες ἐν πυριφλέκτῳ κραβάτῳ, ὡς ἐν δρόσῳ ἀγαλλόμενος.
Ἐπὶ τοῦ σκάμματος, ἑστὼς διήλεγξας, τοῦ τυράννου τὸ
θράσος εἰδωλικόν, τοῦτον τροπωσάμενος, Ἱερομάρτυς ἀθλητά, ἀνδρικῶς
ἀγωνιζόμενος.
Θεοτοκίον
Ῥημάτων ἄκουσον, ἐμῆς δεήσεως, Παναγία Παρθένε· σὺ γὰρ
ἐλπίς, πάντων καὶ βοήθεια, τῶν ἐν ποικίλοις πειρασμοῖς, ἐκτενῶς προσκαλουμένων
σε.
ᾨδὴ ε' Τὴν σὴν εἰρήνην
Δολίαις μηχανώμενος, συλᾶν σε λαλιαῖς, Μάρτυς ἐχθρὸς ὁ
παμπόνηρος, γέλως ὁρᾶται τῇ σοφίᾳ σου, ὁ σοφιστὴς κακίας κατασεσοφισμένος.
Ἐν ἅρματι αἰρόμενος, τῶν θείων ἀρετῶν, Ἔνδοξε τὸ ὕψος
ἐπέφθασας, τοῦ μαρτυρίου καὶ κατέῤῥαξας, τῶν πονηρῶν δαιμόνων, τὸ ἐπηρμένον
θράσος.
Ἰδεῖν τὴν ὡραιότητα, παθῶν τοῦ Ἰησοῦ, Ὅσιε σαυτὸν
καθωραΐσας, τοῦ μαρτυρίου ὡραιότησι, καὶ πρὸς αὐτὸν μετέβης, στεφθεὶς λαμπρῷ
στεφάνῳ.
Θεοτοκίον
Ξενίζει πᾶσαν ἔννοιαν, τὸ θαῦμά σου Ἁγνή· τίκτεις γὰρ
τὸν Θεὸν μετὰ σώματος, καὶ τὸν τροφέα τρέφεις γάλακτι, πεῖραν ἀνδρὸς μὴ γνοῦσα,
αὐτὸς ὡς οἶδε μόνος.
Ἄλλος. Τῷ θείῳ φέγγει σου Ἀγαθέ.
Ἰδὼν τὸ εὔτονον ὁ Χριστός, καὶ ἀκαταγώνιστον ὄντως,
τῆς καρτερίας σου Πάνσοφε, σοὶ ὡς τῷ Προφήτῃ τροφὴν οὐράνιον, ἐκπέμπει δι'
ὀρνέου, σὲ ἐνισχύουσαν.
Οὐ δειλιάσασα ἡ σεμνὴ καὶ ἱερωτάτη σου μήτηρ, τὴν τῶν
Τυράννων ὠμότητα, σοῦ περιχυθεῖσα Μάρτυς τοῖς μέλεσι, τῷ ξίφει τελειοῦται, ὡς
συναθλοῦσά σοι.
Νικήσας πᾶσαν τοῦ δυσμενοῦς, τὴν κεκινημένην κατὰ σοῦ,
Μάρτυς παράταξιν ἔφραξας, στόματα λεόντων εἰς ἡμερότητα, αὐτῶν μεταποιήσας τὴν
ἀγριότητα.
Θεοτοκίον
Ἰδοὺ Μητέρα σε τοῦ Θεοῦ, πάντες οἱ πιστοὶ θεοπρεπῶς,
ὁμολογοῦντες Θεόνυμφε, λύσιν τῶν πταισμάτων καθικετεύομεν, παράσχου τῷ λαῷ σου,
μόνη Πανύμνητε.
ᾨδὴ ς'.
Τὸν Προφήτην Ἰωνᾶν
Ὁ ἐπίσημος κριός, τῶν θρεμμάτων τοῦ Χριστοῦ, ὁ Ποιμὴν
ὁ λογικός, τῶν ἀγώνων ἡ τρυφή, δοξάζεται, Θεὸν δοξάσας, οἰκείοις μέλεσι.
Νευρωθεὶς ταῖς πρὸς Θεὸν ἀνανεύσεσι Σοφέ, ἐξενεύρισας
ἐχθρόν, πολυμήχανον στεῤῥῶς, ἀοίδιμε, Μαρτύρων κλέος, ἱερωσύνης κανών.
Πρὸς αἰκίσεις καρτερῶν, πρὸς τὸ πῦρ αὐτομολῶν,
κατεκοίμισας θηρῶν τῶν ἀγρίων τὰς ὁρμάς, ἀκοίμητον, τὴν πρὸς τὸν Κτίστην, ἔχων
διάθεσιν.
Θεοτοκίον
Ἁγιάσματος Σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν
ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης, μέτοχον ποίησον.
Ἄλλος. Τοῦ βίου τὴν θάλασσαν.
Ἐδείχθης πανάριστος, καὶ στεῤῥὸς ἀγωνιστής, Ἱερομάρτυς
ἔνδοξε, μὴ φοβηθεὶς βασάνων, τὰς προσβολάς, τὸ πῦρ δὲ ὑπεῖξέ σοι, καὶ σιδήρου
ὀξύτης νῶτα δέδωκε.
Ῥοαῖς τῶν αἱμάτων σου, Ἐλευθέριε Σοφέ, εἰδωλικὴν
κατέκλυσας, δεισιδαίμονα πλάνην τῶν διωκτῶν, τὴν νίκην ἀράμενος, κατὰ τοῦ
ἀρχεκάκου πολεμήτορος.
Ἡ γῆ μὲν τοῖς αἵμασιν, ἐφοινίσσετο τοῖς σοῖς, ὁ δὲ ἀὴρ
ἡγίασται, τῷ καθαρῷ σου πνεύματι ἀληθῶς, πρὸς λῆξιν οὐράνιον, ἀνιόντι, παμμάκαρ
Ἐλευθέριε.
Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν
κυβερνήτην Κύριον τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ
γαλήνην, παράσχου τῇ καρδίᾳ μου.
Κοντάκιον Ἦχος πλ. β'. Τοὺς ἀσφαλεῖς
Ὡς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν
Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε· Τοὺς πόθῳ
σου τὴν μνήμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων
ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ
οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε,
τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον·
αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς
Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον
Τῇ
ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου
Ἐλευθέριος,
ὡς ἀδουλόνους φύσει,
Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.
Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.
Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.
Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.
Οὗτος ἦν ἐκ πόλεως Ῥώμης, πάνυ νέος τὴν ἡλικίαν, ἐκ
πατρὸς ὀρφανός, μητέρα δὲ μόνην ἔχων, ᾗ ὄνομα Ἀνθία, τὴν εἰς Χριστὸν πίστιν ὑπὸ
τοῦ Ἁγίου Παύλου τοῦ Ἀποστόλου κατηχηθεῖσα. Προσήχθη δὲ ὑπ’ αὐτῆς τῷ ἐπισκόπῳ
Ἀνικήτῳ ὁ Ἅγιος Ἐλευθέριος, καὶ παρ’ αὐτοῦ τὰ ἱερὰ Γράμματα μανθάνει, καὶ τῷ
τῶν κληρικῶν καταλέγεται τάγματι. Τῷ δὲ πεντεκαιδεκάτῳ τῆς ἡλίκιας αὐτοῦ χρόνῳ,
χειροτονεῖται διάκονος· τῷ ὀκτωκαιδεκάτῳ, πρεσβύτερος· εἰς δὲ τὸν εἰκοστὸν
ἐλάσας ἐνιαυτόν, ἐπίσκοπος προχειρίζεται τοῦ Ἰλλυρικοῦ, πολλὰ πρότερον διὰ τὸ
τῆς ἀρετῆς ὑπερβάλλον κατεργασάμενος θαύματα.
Ἐπεὶ δέ, διδάσκων, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν
ἐπέστρεφε πίστιν, μεταπέμπεται τοῦτου Ἀνδριανὸς ὁ βασιλεύς· καὶ τὸν Χριστὸν
ἐνώπιον αὐτοῦ Θεὸν τῶν ὅλων ἀνακηρύξαντα, προστάσσει τεθῆναι αὐτὸν ἐπὶ
κραββάτου χαλκοῦ, καὶ σώρευμα πυρὸς ὑποστρωθῆναι κάτωθεν. Εἶτα, κατασκευάζεται
κλίβανος, τῇ συμβουλῇ τοῦ ἐπάρχου Κορέμμονος, ἔχων ἐκατέρωθεν ὀβελίσκους ὀξεῖς·
ἐν ᾧ πρῶτον αὐτὸς ὁ Κορέμμων, Πνεύματος Ἁγίου πλησθείς, καὶ τὸν Χριστὸν Θεὸν
εἶναι ὁμολογήσας, εἰσέρχεται· ἐξ οὗ ἀβλαβὴς ἐξελθών, τὴν κεφαλὴν ἀποτέμνεται.
Ὁ δὲ Ἅγιος Ἐλευθέριος ἐβλήθη ἐν τῷ τηγάνῳ· καὶ
σβεσθείσης τῆς φλογός, ἐξῆλθε σῶος. Εἶτα φρουρεῖται, καὶ δεσμεῖται ἐν ἅρματι,
ὑπό πώλων ἀγρίων ἑλκομένῳ· καὶ ὑπὸ Ἀγγέλων λυθείς, εἰς ὄρος ὑψηλὸν καθίσταται,
ἔνθα ἦν μετὰ τῶν ἀγρίων ζώων συνδιαιτώμενος, ἃ καὶ ἐξημεροῦντο, τὰ τοῦ Θεοῦ
λόγια διεξιόντος αὐτοῦ. Εἶτα τοὺς εἰς τὴν σύλληψιν αὐτοῦ σταλέντας στρατιώτας
νουθετήσας, βαπτίζει, μεθ’ ὧν καὶ ἑτέρους ὡσεὶ πεντακοσίους πιστεύσαντας τῷ
Χριστῷ. Ἀχθεὶς δὲ πρὸς τὸν βασιλέα, καὶ θηρίοις εἰς βορὰν βληθείς, καὶ σῶος
διαφυλαχθείς, ὑπὸ δύο στρατιωτῶν ἀναιρεῖται, προστάξει τοῦ ἡγεμόνος συμπεσόντων
αὐτῷ.
Ἡ δὲ μήτηρ αὐτοῦ Ἀνθία, περιπλακεῖσα τῷ τοῦ Ἁγίου
νεκρῷ, καὶ ἀσπαζομένη, ξίφει καὶ αὐτὴ ἐξαναιρεῖται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀγία Μάρτυς Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει
τελειοῦται.
Δίδωσι μήτηρ
νεκρικὸν κόσμον τέκνῳ,
Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.
Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κορέμμων ὁ ἔπαρχος, πιστεύσας τῷ Χριστῷ, καὶ βαπτισθείς, ξίφει
τελειοῦται.
Ἀθλήσεως οὐκ
εἶχε Κορέμμων κόρον,
Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.
Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Δήμιοι Μάρτυρες, πιστεύσαντες τῷ Χριστῷ, ξίφει τελειοῦνται.
Θεόν σε
γνόντας Δημίους δύω Σῶτερ,
Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.
Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Μάρτυρος
Ἐλευθερίου τοῦ Κουβικουλαρίου
Ἐλευθέριος
οὐχ ὑπέπτηξε ξίφος.
Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.
Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.
Οὗτος τὸ Βυζάντιον ἔσχε πατρίδα, ὀρθοδοξίᾳ διαλάμπων.
Ἐν γὰρ ταῖς τῶν βασιλείων αὐλαῖς παιδιόθεν ἀνατραφείς, κᾀκεῖθεν καὶ τὰς πρώτας
εἴληφε τιμάς, πλούτῳ καὶ δόξῃ πάντας τοὺς κατ’ ἐκεῖνο καιροῦ ὑπερβάλλων. Ἀλλ’
ἔρωτι θείῳ τῶν ἀφθάρτων καὶ αἰωνίων ληφθείς, καὶ πάντα τὰ γήϊνα ὡς οὐδὲν
λογισάμενος, αὐλαῖς Κυρίου παραῤῥιπτεῖσθαι καὶ προσμένειν, ἢ σκηνώμασιν
ἁμαρτωλῶν, εἵλετο. Πρὸς τὸν Θεὸν οὖν τὸ ὄμμα τοῦ νοὸς συντείνας, ἦν ἐν ὕμνοις
σχολάζων ὀσημέραι, καὶ πᾶσαν ἀρετὴν μετερχόμενος.
Ταῦτα δὲ ὁ τῶν ἡμετέρων ψυχῶν φθορεὺς οὐχ ὑπέφερεν,
ἀλλ’ ὀργάνῳ χρησάμενος τῷ δούλῳ τοῦ μακαρίου, ὑποβάλλει προσελθὼν τῷ βασιλεῖ
κατὰ τοῦ ἰδίου δεσπότου. Τὸ γὰρ δοῦλον, ὡς φησί που τις σοφός, ἐχθρὸν τοῖς
δεσπόταις. Οὗτος πρόσεισι τῷ βασιλεῖ, λέγων· Ὅπως τε τῷ θείῳ προσῆλθε λουτρῷ,
καὶ ναὸν ἐδείματο· καὶ τῷ Ἐσταυρωμένῳ προσανέχων, τοὺς βασιλικοὺς βδελύττεται
θεσμοὺς καὶ τύπους· προσθέμενος, ὅτι καὶ κρυπτὸν οἴκημα ὑπὸ γῆν κεκτημένος,
παννύχους λατρείας τῷ τῶν χριστιανῶν προσάγει Θεῷ, νηστείᾳ καὶ κλαυθμῷ καὶ χαμευνίᾳ
τὸ σῶμα κατατρύχων.
Τοιαῦτα κατὰ τοῦ ἰδίου δεσπότου τοῦ δούλου
διηγησαμένου, ὁ βασιλεὺς εἰς θυμὸν ἀναφθείς, τὸν Ἅγιον μετεκαλέσατο. ᾯ καὶ
παραστάντι, εἰρηνικὰς τὰς πεύσεις, καὶ δοκούσας σαίνειν προσάγει, οὗτως εἰπών·
Πῶς ἡμᾶς ἀφεὶς Ἐλευθέριε, τὸν τοσοῦτον χρόνον ἀπεδήμησας, τοῦ ἡμετέρου πόθου
καταφρονήσας καὶ τῶν βασιλείων αὐλῶν, καὶ τῆς πρὸς σέ μου γνησίας διαθέσεως καὶ
μεγίστης; Καὶ ὁ μέγας· Ταῖς ἀλλεπαλλήλοις νόσοις, ὦ βασιλεῦ, τὸ σῶμα φέρων
τετρυχωμένον, εὐκράτοις αὔραις ἐνδιατρίψαι πρὸς ἀνάκτησιν ᾑρετισάμενην. Καὶ ὁ
βασιλεῦς· Τί δῆτα καὶ μόνος τῆς εὐαερίας
ἀπολαύων, τῶν ἐξ αὐτῆς ἀγαθῶν κατατρυφᾷς; ἡμεῖς δὲ οὐ συντρυφήσομεν
συνελθόντες;
Μηδόλως δὲ τοῦ μακαρίου πρὸς ταῦτα κατανεύσαντος,
εὐθὺς πρὸς ἑσπέραν τὸν Σάγαριν ποταμὸν διαβὰς ὁ βασιλεύς, ἀφίκετο. Καὶ σκοπήσας
τὴν κρυπτὴν θύραν, ὁρᾷ, ὡς ἐν φρέατος εἴδει, χάσμα φανέν· ἐν ᾧ καὶ κατελθών,
καὶ ναὸν ὡραϊσμένον εὑρών, καὶ συνταραχθεὶς τῇ ὁράσει, τὴν ἀπειλὴν ἀφείς,
κολακεύειν ἤρξατο ῥημασι θωπευτικοῖς, πειρώμενος ἐκλύειν τοῦ μακαρίου τὸ
εὔτονον. Ἀλλ’ ἐπειδή, ἀέρα δέρων, καταπεῖσαι τοῖς αὐτοῦ λόγοις οὐκ εἶχε τὸν
Ἅγιον, ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι κελεύει, καὶ τὸ τίμιον αὐτοῦ σῶμα
κυσὶ καὶ ὀρνέοις βορὰν ἀποῤῥιφθῆναι. Καὶ τοῦ μακαρίου οὕτω παραθεμένου τὴν
ψυχὴν τῷ Θεῷ, καὶ τοῦ τιμίου αὐτοῦ σώματος ἠμελημένου κειμένου, τὶς τῶν εὐλαβῶν
χριστιανῶν, καὶ Θεῷ φίλων, ἀνελόμενος, τῷ τῆς ἱερωσύνης χαρίσματι κεκοσμημένος,
μύρῳ εὐωδιάσας τοῦτο, ἀξίως ἐν ἐπισήμῳ τόπῳ κατέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγία Ὁσιομάρτυρος Σωσάννης, τῆς εἰς ἄνδρα
μετασχηματισθείσης, καὶ ὀνομασθείσης Ἰωάννης.
Σωσάννα, ὢ
πῶς ἡ πάλαι καὶ ἡ νέα,
Tοὺς συκοφαντῶν οὐ διέδρασαν λόχους!
Tοὺς συκοφαντῶν οὐ διέδρασαν λόχους!
Αὕτη ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, ἐκ Παλαιστίνης,
ἐκ πατρὸς μὲν Ἕλληνος, μητρὸς δὲ Ἰουδαίας. Ὧν ἀμφοτέρων φυγοῦσα τὴν ἀσέβειαν,
προσέδραμε τῷ Χριστῷ, καὶ τοῦ θείου Βαπτίσματος μετέσχεν ὑπὸ Σιλβανοῦ τοῦ
ἐπισκόπου. Τῶν οὖν γεννητόρων αὐτῆς τέλει χρησαμένων τοῦ βίου, διαδοῦσα πάντα
τὰ ὑπάρχοντα αὐτῆς πένησι, καὶ τοῦ τῆς δουλείας ζυγοῦ τοὺς παῖδας καὶ τὰς
παιδίσκας ἐλευθερώσασα, καὶ ἀνδρώαν περιθεμένην στολήν, Σεμνείῳ τινὶ προσφοιτᾷ·
καὶ τὴν κόμην κειραμένη, Ἰωάννης μετονομάζεται.
Εἰκοστὸν δὲ χρόνον ἐκεῖσε διαπεράσασα, συκοφαντίαν ὑφίσταται.
Ἀσκητρίας γάρ τινος εἰσελθούσης ἐν τῷ Μοναστηρίῳ, καὶ λογισαμένης ἄνδρα εἶναι
αὐτήν, καὶ πρὸς ἀσέλγειαν ἐκκαλουμένης, ἐπεὶ ταύτην ἀπώσατο, διαβάλλεται παρ’
αὐτῆς, ὡς ἐπιχειρήσασα ταύτην βιάσασθαι. Ἡ ἐφ’ οἷς δῆθεν ἐνεκλήθη. Τοῦ δὲ
Ἐλευθερουπόλεως ἐπισκόπου μαθόντος περὶ τούτου, καὶ παραγενομένου ἐν τῷ
Μοναστηρίῳ, καὶ τὸν ἡγούμενον ἐπιπλήττοντος, ἆραι ἀπ’ αὐτῆς τὸ σχῆμα ὁ
ἡγούμενος ἐβουλήθη. Εἰς ἀνάγκην δὲ καταστᾶσα ἡ μακαρία, ᾐτήσατο δύο παρθένους
εἰσελθεῖν, καὶ δύο διακόνους γυναῖκας, μεθ’ ὧν καταμόνας ἐλθοῦσα, πράγματι
πεπληροφόρηκε τὰ καθ’ ἑαυτήν. Τούτου δὲ γνωσθέντος, θάμβει ληφθεὶς ὁ ἐπίσκοπος,
κεχειροτόνηκεν αὐτὴν διάκονον, καὶ τῶν λοιπῶν ἡγεῖσθαι προσέταξε.
Πολλὰ δὲ κατεργασαμένη θαύματα ἐν τῷ ὀνόματι τοῦ
Χριστοῦ, ἐπιδημήσαντος Ἀλεξάνδρου τοῦ ἡγεμόνος ἐν Ἐλευθερουπόλει, καὶ θυσίαν
τοῖς εἰδώλοις προσάγοντος, αὐτόκλητος αὕτη προσελθοῦσα μόνῃ εἰς γῆν τὰ ξόανα
κατασπᾷ. Ὅθεν διαβληθεῖσα παρίσταται τῷ ἡγεμόνι, καὶ τοὺς μαστοὺς ἐκτέμνεται.
Ὧν γενομένων αὖθις σώων, οἱ τούτους ἐκτέμοντες δήμιοι ἐπίστευσαν τῷ Χριστῷ, καὶ
τὰς κεφαλὰς ἀπετμήθησαν. Ἡ δὲ μακαρία Σωσάννα, μόλυβδον πυρὶ λυθέντα, διὰ
χώνης, ἐν τῷ στόματι τεθείσης, τοῖς ἐγκάτοις ἐπιχέεται· καὶ ἀβλαβὴς
διαφυλαχθεῖσα, μαστίζεται· καὶ εἰς πῦρ ἐμβληθεῖσα, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βάκχος ο Νέος, ξίφει τελειοῦται.
Μὴ δεύτερόν
τις, μηδὲ Βάκχον τὸν νέον,
Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.
Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.
Οὗτος ὥρμητο ἐκ Παλαιστίνης, ἐν τοῖς χρόνοις Εἰρήνης
καὶ Κωνσταντίνου τῶν εὐσεβῶν βασιλέων Ῥωμαίων. Ἦν δὲ ὁ τούτου πατὴρ χριστιανὸς
ἐκ προγόνων, χριστιανικωτάτῃ συζῶν γυναικί. Τῇ ματαίᾳ δὲ δόξῃ τοῦ κόσμου τούτου
καὶ τῇ ἀπάτῃ δελασθείς, τὴν ἀληθῆ καὶ πατροπαράδοτον πίστιν ἐξομοσάμενος, τῇ μιαρᾷ
τῶν Ἀγαρηνῶν θρησκείᾳ ἐλεεινῶς ηὐτομόλησεν. Ἐγένοντο τοίνυν τούτῳ παῖδες ἑπτά,
οὓς ἐπὶ τῇ ὁμοίᾳ πλάνῃ ἀνέτρεφε. Τούτου δὲ τὴν ζωὴν ἐν τῇ ἀσεβείᾳ
καταστρέψαντος, οἱ ἑπτὰ παῖδες ἅμα τῇ μητρὶ κατελείφθησαν. Ὧν ὁ τρίτος κατὰ τὴν
τῆς γεννήσεως τάξιν, Δαχὰκ ὀνομαζόμενος (ὅπερ ἑρμηνεύεται ἑλληνιστὶ Γελάσιος)·
ἄζυγα ἑαυτὸν ἐτήρει· ἀλλὰ καὶ πρὸ τῆς τοῦ πατρὸς τελευτῆς, τὰ χριστιανῶν
ἑλέσθαι ἐβούλετο, ὅπερ ἀποθανόντος αὐτοῦ κατεπράξατο.
Ἀναθέμενος γὰρ τῇ μητρὶ τὰ περὶ τούτου, καὶ παρορμῶσαν
αὐτὴν ἐπὶ τούτῳ καὶ διεγείρουσαν, οἷα πιστήν, εὑρηκώς, ἀπῆρε τῆς ἐνεγκαμένης·
καὶ τὰ Ἱεροσόλυμα καταλαβών, ἐκεῖθέν τε παρὰ μοναχοῦ τινὸς ὁδηγηθείς, ἦλθεν εἰς
τὴν Λαύραν τοῦ Ἁγίου Σάββα, ἔνθα τοῦ θείου Βαπτίσματος καταξιοῦται. Εἶτα
δεηθείς, τὸ τῶν μοναχῶν περιβάλλεται σχῆμα· ἐν ᾧ καλῶς πολιτευσάμενος, καὶ
ἐγκρατείᾳ, καὶ ταῖς λοιπαῖς ἀρεταῖς στομώσας ἑαυτόν, κατὰ πρόσταξιν τοῦ
ἡγουμένου, τῆς Μονῆς ἐξέρχεται, δεδοικότος, μὴ φωραθείη τὰ κατ’ αὐτὸν τοῖς
Ἀγαρηνοῖς· ἐκράτουν γὰρ οὗτοι τῆς χώρας.
Κατὰ τύχην δέ, ἢ μᾶλλον θεϊκὴν οἰκονομίαν, ἐν
Ἱεροσολύμοις γενόμενος, καὶ τῇ οἰκείᾳ μητρὶ περιτυχών, τὰ καθ’ ἑαυτὸν
ἐξαγγέλλει, καὶ πάνυ, ἔλεγε, λυπεῖσθαι περὶ τῶν ἀδελφῶν, ὅτι ἐν ἀπιστίᾳ εἰσί.
Τοῦτο δὲ οἱ ἀδελφοὶ αὐτοῦ ἀκούσαντες παρὰ τῆς μητρός, τῇ τοῦ Χριστοῦ πίστει
προσέρχονται, ἑνὸς μόνου περιλειφθέντος ἐν τῇ ἀσεβείᾳ. Ὃς δῆλα τὰ κατὰ τὸν
Ἅγιον Βάκχον (τοῦτο γὰρ ἐκ τοῦ θείου Βαπτίσματος, ἀντὶ Δαχάκ, ὠνομάσθη) τοῖς
Ἀγαρηνοῖς ἐπεποιήκει. Οἷ δὲ ἀνερευνησάμενοι καὶ συλλαβοῦντες αὐτόν, πρὸς τὸν
ἀμηρᾶν τῆς Ἁγίας Πόλεως ἤγαγον. Ὁ δέ, τῷ ὀνομαζομένῳ στρατηγῷ παρ’ αὐτοῖς, καὶ
τοῖς κριταῖς ἐκπέμεπι αὐτόν. Ὧν ἐνώπιον τὸν Χριστὸν ὁμολογήσας, καὶ τῆν τῶν
ἀγαρηνῶν πίστιν ὡς ματαίαν διαβαλών, καὶ μυκτηρίσας, τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου
Παύλου τοῦ νέου, τοῦ ἐν τῷ ὄρει τοῦ Λάτρου.
Eἰ καὶ νεωστὶ
ὤφθη Παῦλος τῷ βίῳ,
ἀλλ’ οὖν ἴσος πέφηνε τοῖς πρὶν πατράσιν.
ἀλλ’ οὖν ἴσος πέφηνε τοῖς πρὶν πατράσιν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ
άνάμνησις τῆς Χειροτονίας τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς Πατριάρχην
Θεοπρόβλητε
ἱερομῦστα, θρόνον
ἐκλέϊσας,
Χρυσόστομε, Βασιλίδος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Στεφάνου ἀρχιεπίσκοπος Σουρόζας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γουρία
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Τῶν ἐν καμίνῳ Παίδων
Μεγαλυνέσθω ἔκραζες Σοφέ, στρεβλούμενος, νῦν ἐν τῇ
σαρκί μου ὁ Χριστός, οὐ δειλιῶ τὰς πυρακτώσεις τῶν λεβήτων, οὐ πτοοῦμαι
θάνατον, οὐ τῶν θηρῶν τὰς ὁρμὰς, διὰ τὴν πάντων ζωήν.
Μόνου Θεοῦ τὸ κάλλος ἐκζητῶν, μόνης αὐτοῦ δόξης καὶ
τυχεῖν ἐπιποθῶ· Στρεβλούσθω μου καὶ πυρακτούσθω μου πᾶν μέλος, ἀνεβόας Ἔνδοξε·
ἐλευθερίαν ζητῶ, καταδουλοῦσαν Χριστῷ.
Ἀποσκοπῶν τὴν μένουσαν ζωήν, Μακάριε, κόσμῳ ἐνεκρώθης
ἀληθῶς, καὶ ὡς χρυσὸς τῶν αἰκισμῶν δοκιμασίᾳ, πυρωθεὶς ἐξέλαμψας, ἀποτεθεὶς
θησαυροῖς ἐπουρανίων μονῶν.
Θεοτοκίον
Καθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος
καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, πιστοὺς καθαίρει, μολυσμοῦ
Θεόνυμφε, προσγενομένου ἡμῖν, ἐξ ἀκρασίας παθῶν.
Ἄλλος. Οἱ Παῖδες ἐν Βαβυλώνι
Τυράννων ἤλεγξας θράσος, καὶ Βασιλέων ὠμότητα· καὶ γὰρ
μέσον πυρὸς ἡπλωμένος, Παμμάκαρ ἀνέμελπες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν
Πατέρων ἡμῶν.
Ἐξέστησαν καθορῶντες, τὰ τῶν Ἂγγέλων στρατεύματα,
Ἱεράρχα τὴν σὴν καρτερίαν, δι' ἧς καταβέβληκας, στεῤῥῶς ἀγωνιζόμενος, τὸν
δεινὸν κοσμοκράτορα.
Μαρτύρων χοροστασίαι, Ἀρχιερέων σύλλογος, καὶ Ἀγγέλων
πληθύς, εὐφροσύνης πλησθέντες ἀγάλλεσθε, ἐπὶ τῇ θείᾳ μνήμῃ νῦν, τοῦ Ἱεράρχου
καὶ Μάρτυρος.
Ἁγίας ῥίζης ὡς ἄνθους, ἐλευθερίας φερώνυμε, ἀπὸ θείας
Μητρός, ἐκβλαστήσας, ὡς καρπὸς ἱερώτατος, μαρτυρικοῦ δι' αἵματος, τῷ Χριστῷ
προσήνεξαι.
Θεοτοκίον
Ἁγίων Ἁγιωτέρα, ἐπουρανίων δυνάμεων, ἀσυγκρίτως πασῶν
ἀνεδείχθης, Μητροπάρθενε Δέσποινα, ὡς τὸν Χριστὸν κυήσασα, τὸν Δεσπότην τῆς
Κτίσεως.
ᾨδὴ η'.
Ὃν φρίττουσιν Ἄγγελοι
Ἀθλήσει ἠνθήσατε, φυτὰ ὡς εὐθαλῆ, βασάνοις
κοσμούμενοι, Μαρτύρων καλλονή· καὶ νῦν Παραδείσου ἄνθη ὤφθητε, θείαν εὐοσμίαν,
ἐκπέμποντες ἐνθέως.
Ῥανίσιν αἱμάτων σου, τεχθέντος ἐξ αὐτῆς, τὸ αἷμα τὸ
ἴδιον, ἡ μήτηρ προσκιρνᾷ· τῷ σῷ γὰρ λειψάνῳ συμπλακεῖσα σεμνῶς, ξίφει
τελειοῦται, καὶ ζῇ εἰς τοὺς αἰῶνας.
Ἰάσεων νάματα, θαυμάτων ποταμούς, προχέει τοῖς
χρῄζουσιν, ἡ θήκη σου σοφέ, ἐκπλύνοντας ῥύπον, ψυχοφθόρων παθῶν, Μάρτυς
ἱεράρχα· διὸ σε εὐφημοῦμεν.
Θεοτοκίον
Ὡς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν
κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς,
εἰδωλομανίας, ὁ μόνος εὐεργέτης.
Ἄλλος. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Ὡς δεκτὸν ἱερεῖον ὁλοκαυτούμενον, τῷ πυρὶ τῶν βασάνων,
Πάτερ ἀοίδιμε, θείαν ὡς ὀσμήν, πρὸς ὕψος τὸ οὐράνιον, τὴν εὐχαριστίαν,
ἀνέμελπες ἐνθέως.
Πεποιθὼς ὥσπερ λέων ἀνόμους ἤλεγξας, καὶ πολλῇ παῤῥησίᾳ
στόματα ἔφραξας, τῶν εἰς τὸν Θεόν, τῶν ἁπάντων καὶ Κύριον, πάλαι δυσφημούντων,
ἐχθρῶν ἀθεωτάτων.
Ἀνυψῶν Ἱεράρχα πιστῶν τὸ φρόνημα, ἐταπείνωσας θράσος
καὶ καταβέβληκας, τῶν εἰς τὸν Θεόν, ἀσεβούντων καὶ ἔμελπες· Σὲ ὑπερυψοῦμεν,
Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ καρπὸς τῆς κοιλίας τῆς σῆς πανύμνητε, τὴν τοῦ ξύλου
κατάραν ὑλομανήσασαν, πρόῤῥιζον ἐξήρανε, καὶ ἀνεβλάστησε, τὴν τῆς εὐφροσύνης,
Παρθένε εὐλογίαν.
ᾨδὴ θ'. Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον
Στόμα Θεοῦ γεγονὼς ἐκ τοῦ στόματος, τοῦ ἀλλοτρίου λαὸν
ματαιόφρονα, ἀφαρπάσας ἔδειξας κληρονόμον χάριτος, καὶ ἐναθλήσας στεῤῥῶς σὺν
ἱερεῦσι, καὶ ἀθληταῖς κατοικεῖς Ἐλευθέριε.
Ἡ καθαρὰ μυροθήκη τοῦ Πνεύματος, τῶν ἀρετῶν τὸ τερπνὸν
καταγώγιον, ὁ ἀμνὸς ὁ ἄκακος, ὁ λαμπτὴρ ὁ ἄδυτος, ἱεραρχῶν ἡ κρηπὶς καὶ τῶν
δογμάτων, ἀνευφημείσθω πιστῶς Ἐλευθέριος.
Φῶς κατοικεῖς ἀληθῶς τὸ ἀνέσπερον, φῶς χρηματίσας
ἡλίου φαιδρότερον· διὸ τοὺς τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, ἐπιτελοῦντας
παθῶν ἀχλύος ῥῦσαι, ταῖς πρὸς Θεόν σου λιταῖς Ἐλευθέριε.
Θεοτοκίον
Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου
ἀνέκφραστον Γέννησιν, πειρασμῶν ῥυόμενος, καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις
αὐτῆς τοὺς σοὺς οἰκέτας ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.
Ἄλλος. Θεὸν ἀνθρώποις
Τεμὼν μαχαίρᾳ τῶν θείων λόγων σου, τὴν κεφαλὴν τοῦ
ψεύδους Ἐλευθέριε Ὅσιε, τοῦ Χριστοῦ παρέσχες τὰ νικητήρια, πίστει καὶ ἀληθείᾳ·
ὅθεν τιμῶμέν σε, ὡς τροπαιοφόρον οἱ πιστοί, καὶ θεῖον κήρυκα.
Ἐκ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην
τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν
εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς δεινοῖς, στεῤῥῶς ἐνήθλησας.
Ῥοαῖς αἱμάτων τῆς σῆς ἀθλήσεως, τὴν ἱερὰν κοσμήσας σου
στολὴν Ἱερώτατε, εἰς ἐπουράνιον σκηνὴν τοῦ Χριστοῦ, μετὰ τέλος εἰσέδυς τοῦ
μαρτυρίου σου, ἔνθα μνημονεύοις καὶ ἡμῶν, τῶν εὐφημούντων σε.
Θεοτοκίον
Ὑμνεῖν τὸν τρόπον τὸν ὑπερθαύμαστον, τῆς ὑπὲρ νοῦν καὶ
ξένης σου κυήσεως Πάναγνε, ἀπορεῖ ἀνθρώπων τὰ συστήματα· πάντα γὰρ ὑπερέχει
νοῦν καὶ διάνοιαν, καὶ νοήσεις πάντων λογισμῶν, καὶ τὴν τῶν λόγων ἰσχύν.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις
Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ
δὲ προσφῦσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη· μεθ' ἧς σε, νῦν
Ἐλευθέριε μέλπω.
Θεοτοκίον
Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν
ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ
τάλας.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἱερωσύνης τὴν χλαῖναν ἀμφιασάμενος, τῇ θείᾳ εὐδοκίᾳ,
ὡς ἐπάξιον σκεῦος, ἀμέμπτως ἱεράτευσας τῷ Θεῷ, Ἐλευθέριε πάνσοφε, καὶ ἐναθλήσας
νομίμως ὑπὲρ Χριστοῦ, διπλοῦν στέφανον ἀπείληφας.
Ἐνδεδυμένος τὴν χάριν τοῦ θείου Πνεύματος, τῶν διωκτῶν
ὑπέστης, τὰς πικρὰς ἀλγηδόνας, ὡς ἄσαρκος καὶ πᾶσαν τοῦ δυσμενοῦς, τὴν ἰσχὺν
Ἐλευθέριε, καταβαλὼν ἐδοξάσθης παρὰ Χριστοῦ, τῶν θαυμάτων ταῖς δυνάμεσι.
Πυρὸς ὁμοῦ καὶ σιδήρου ἐν τῇ δυνάμει Χριστοῦ, ὡς θεῖος
Ἱεράρχης, τοὺς ὁρῶντας ἐκπλήττεις, ἀπήβλυνας τὴν δύναμιν ἐναθλῶν, ἱερὲ
Ἐλευθέριε, καὶ ἐπαξίως ἐδέξω παρὰ Θεοῦ, τὰ βραβεῖα τῶν καμάτων σου.
Τοὺς ἑορτάζοντας πόθῳ Πάτερ τὴν μνήμην σου, καὶ πίστει
προσιόντας, τῷ ἁγίῳ ναῷ σου, κινδύνων ἐλευθέρωσον καὶ παθῶν, Ἐλευθέριε Ἅγιε,
σὺν τῇ Ἁγίᾳ μητρί σου ἐκδυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος β'
Ὡς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος,
Πάτερ κατηξίωσαι, καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους
ἡμᾶς ἐξεπαίδευσας· ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν
ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὃν
καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Προεόρτιον.
Ἰδοὺ καιρὸς
ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν·
Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε
ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν
ἄνθρωπον, ὡς φιλάνθρωπος.
Δοξολογία Μεγάλη
Μεγαλυνάρια.
Χαίροις
Ἐλευθέριε ἱερέ, ἱερέων δόξα, καὶ Μαρτύρων ἡ καλλονή· χαίροις ὁ παρέχων, δεινῶν
ἐλευθερίαν, τοῖς πίστει προσιοῦσι, τῇ ἀντιλήψει σου.
Τῆς
ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς ἐν πλάνῃ οὖσι, χρηματίσας μυσταγωγός, κληρονόμος
ὤφθης, Σιὼν τῆς ἐλευθέρας, ἀθλήσας Ἐλευθέριε, ὡς ἀσώματος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου