Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 9. ΟΣΙΟΙ ΕΥΘΥΜΙΟΣ & ΝΕΟΦΥΤΟΣ ΚΤΗΤΟΡΕΣ ΜΟΝΗΣ ΔΟΧΕΙΑΡΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ 9!!
ΕΥΘΥΜΙΟΣ & ΝΕΟΦΥΤΟΣ ΟΣΙΟΙ
ΚΤΗΤΟΡΕΣ ΜΟΝΗΣ ΔΟΧΕΙΑΡΙΟΥ
& ΑΡΧΑΓΓΕΛΩΝ ΜΕΘΕΟΡΤΑ
ΑΚΟΛΟΥΘΙΑ


ΤΥΠΙΚΟ
Εἰ τύχῃ ἐν Κυριακῇ.

Ἐν τῷ Ἑσπερινῷ.
Στιχολογοῦμεν τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τό· Κύριε ἐκέκραξα, ψάλλομεν ἀναστάσιμα Στιχηρὰ δ΄, τῶν Ἀρχαγγέλων γ΄, καὶ τῶν Ὁσίων γ΄. Δόξα: Ἀσκητικὴν ὁδεύσαντες ὁδόν... Καὶ νῦν, Θεοτοκίον τὸ α΄ τοῦ ἤχου. Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον καὶ τὰ Ἀναγνώσματα. Εἰς τὰ Ἀπόστιχα, τὰ ἀναστάσιμα Στιχηρά. Δόξα: Τῶν μοναστῶν τὰ πλήθη... Καὶ νῦν: Ἀνύμφευτε Παρθένε... Ἀπολυτίκια· τὸ Ἀναστάσιμον, τῶν Ἀρχαγγέλων, τῶν Ὁσίων καὶ Θεοτοκίον: Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι...

Ἐν τῷ Μεσονυκτικῷ.
Μετὰ τὸν Ν΄ ψαλμόν, ὁ Τριαδικὸς Κανών, ἡ Λιτὴ τῶν Ὁσίων, ὥς ἐστι διατεταγμένη, καὶ τὰ Τριαδικὰ Μεγαλυνάρια.

Εἰς τὸν Ὄρθρον.
Εἰς τό· Θεὸς Κύριος, τὸ ἀναστάσιμον Ἀπολυτίκιον δίς, καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Ἑσπερινῷ.
Καθίσματα, εἰς τὴν α’ Στιχολογίαν τὰ Ἀναστάσιμα καὶ εἰς τὴν β΄ τῶν Ἀρχαγγέλων καὶ τῶν Ὁσίων. Ὁ Ἄμωμος ἢ ὁ Πολυέλεος ψαλτὸς σύντομος, τὰ ἀναστάσιμα Εὐλογητάρια, ἡ Ὑπακοὴ τοῦ ἤχου, τὰ μετὰ τὸν Πολυέλεον Καθίσματα, οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ ἤχου καὶ ἅπασα ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου.
Κανόνες· ὁ Ἀναστάσιμος εἰς δ΄, τῆς Θεοτόκου εἰς β΄, τῶν Ἀρχαγγέλων εἰς δ΄ καὶ τῶν Ὁσίων εἰς δ΄. Καταβασίαι: Ἀνοίξω τὸ στόμα μου. Ἀπὸ γ΄ ᾨδῆς τὸ Ἀναστάσιμον Κοντάκιον καὶ ὁ Οἶκος, εἶτα τὰ Καθίσματα τῶν Ἀρχαγγέλων, τῶν Ὁσίων καὶ Θεοτοκίον. Ἀφ’ στ΄ ᾨδῆς τὸ Κοντάκιον τῶν Ἀρχαγγέλων, τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῶν Ὁσίων καὶ τὸ Μηνολόγιον. Εἰς τὴν θ΄ ᾨδὴ στιχολογοῦμεν: Τὴν Τιμιωτέραν... Ἐξαποστειλάρια· τὸ Ἀναστάσιμον, τῶν Ὁσίων, τῶν Ἀρχαγγέλων καὶ Θεοτοκίον.
Εὶς τοὺς Αἴνους· Ἀναστάσιμα δ΄, καὶ τῶν Ὁσίων δ΄ [τὰ γ΄ Προσόμοια καὶ τὸ Δοξαστικόν: Οὐρανοδρόμῳ ἐπιβάντες ὀχήματι... (τὸ α΄ Προσόμοιον τῶν Ἀρχαγγέλων καταλιμπάνεται)]. Δόξα· τὸ ἐνδιάτακτον Ἑωθινόν. Καὶ νῦν: Ὑπερευλογημένη...













ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α΄ Στάσιν τοῦ · Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἀρχαγγέλων γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μιχαὴλ τὸν Ἀρχάγγελον, Ἀσωμάτων τὸ ἥδυσμα, καὶ ἀνθρώπων πάντων τὸ ἀγαλλίαμα, χρεωστικῶς εὐφημήσωμν, θεοκρότοις ᾄσμασι, καὶ ἐν ὕμνοις ἱεροῖς, πρὸς αὐτὸν ἀνακράζοντες, μετὰ πίστεως· ἀπὸ πάσης κακώσεως καὶ βλάβης, αἰσθητῆς καὶ νοουμένης, τὴν σὴν Μονὴν διαφύλαττε.

Γαβριὴλ ἀστραπόμορφε, νέας χάριτος Ἄγγελε, συνελθόντες σήμερον εὐφημοῦμέν σε, μεθεορτίοις ἐν ᾄσμασι, καὶ πόθῳ βοῶμέν σοι· ἀπὸ πάσης συνοχῆς, καὶ κινδύνων καὶ θλίψεων, ἐλευθέρωσον, τὴν σὴν ποίμνην καὶ ταύτην ἀνωτέραν, τῶν βελῶν τοῦ πολεμίου, θερμῇ πρεσβείᾳ σου φύλαττε.

Κοσμοσῶστραι Ἀρχάγγελοι, θείων Νόων πρωτεύοντες, οὐρανόθεν πάριτε μέσον σήμερον, Μονῆς ὑμῶν καὶ λυτρώσασθε, ἡμᾶς οὓς συνήξατε, ἐν αὐτῇ παντὸς κακοῦ, πρέσβυν ἄπαυστον ἔχοντες, ἱκετεύοντα, ὑπὲρ πάντων δομήτορα τὸν ταύτης, τὸν Νεόφυτον τὸν θεῖον, οὗ μνήμην ἄγομεν σήμερον.

Καὶ τῶν Ὁσίων. Ὅμοια
Φιλεόρτων συστήματα, πανταχόθεν συνδράμετε, καὶ λαμπρὰν πανήγυριν συγκροτήσατε, ἰδοὺ γὰρ πάντας ἐκάλεσαν, ἡμᾶς εἰς ἑστίασιν, καὶ χαρὰν πνευματικήν, οἱ ἐνταῦθα ἀσκήσαντες, δύο Ὅσιοι, τὰς αὐτῶν ἀριστείας παραθέντες, καὶ τοὺς ἄθλους καὶ ἀγῶνας, οὓς ὑπὲρ φύσιν διήνυσαν.

Οὐρανὸς χαίρει σήμερον, γῆ χορεύει τιμῶσά σου, τὴν ἁγίαν κοίμησιν ὦ Εὐθύμιε, καὶ μοναζόντων κατάλογος, ὑμνεῖ τὸν δοξάσαντα, τὴν φαιδράν σου καὶ σεπτήν, ἑορτὴν καὶ κραυγάζει σοι· Πάτερ τίμιε, μοναζόντων ἡ δόξα διατήρει, τὴν Μονὴν Δοχειαρίου, τὴν σὴν τιμῶσαν πανήγυριν.

Μοναζόντων ὁ σύλλογος, καὶ μιγάδων συστήματα, δεῦτε εὐφημήσωμεν τὸν δομήτορα, τὸν θεοφόρον Νεόφυτον, τὸ ἄνθος τῆς φύσεως, τῶν πιστῶν τὴν καλλονήν, καὶ τὸν στῦλον τῆς πίστεως, τὸν ἀκράδαντον, τὸν φυλάττοντα ποίμνην τὴν ἰδίαν, ἐκ παντοίων καὶ ποικίλων, πειρατηρίων καὶ θλίψεων.

Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικὴν ὁδεύσαντες ὁδόν, παθῶν ὁρμὰς ἐνεκρώσατε, Πατέρες τρισόλβιοι, Εὐθύμιε καὶ Νεόφυτε. Ἐν γὰρ δυσβάτοις ὄρεσι διαιτώμενοι, τῇ δυνάμει τοῦ Σταυροῦ, τὸν ἀόρατον ἐχθρὸν ἐτροπώσασθε, καὶ τὸ κατ’ εἰκόνα Θεοῦ ἀλώβητον ἐτηρήσατε. Ἐν τῷ ἀλσώδει δὲ τόπῳ τούτῳ, Μονὴν περικαλλῆ ἀνῳκοδομήσατε. Ἣν ἀσινῆ εἰς τοὺς αἰῶνας φυλάξατε, πρεσβείαις τῆς μόνης Θεοτόκου, καὶ τῶν θείων Ἀρχιστρατήγων, ἀποσοβοῦντες τὰ θράση τῶν βαρβάρων, καὶ τῶν ἐναντίων ἐχθρῶν, καὶ ἡμῖν αἰτήσασθε δοθῆναι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Εἰς τὴν Λιτήν. Ἦχος α' Κυπριανοῦ
Τῶν νοερῶν Δυνάμεων Ἀρχιστράτηγοι, οἱ παρεστῶτες ἀπαύστως, τῷ  δεσποτικῷ θρόνῳ, πρεσβεύσατε πρὸς Κύριον, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Τὰ περικαλλὴ ἀναθήματα, τῆς Μονῆς τοῦ Δοχειαρίου, σήμερον πιστοὶ ἀξίως ὑμνήσωμεν, Εὐθύμιον τὸν θεοφόρον, σὺν Νεοφύτῳ τῷ τρισολβίῳ. Οὗτοι γὰρ οἱ καρτερόψυχοι, τὰς φάλαγγας τῶν δαιμόνων τροπώσαντες ἐν γῇ, εἰς οὐρανοὺς ἐπαξίως ἀγάλλονται, καὶ τῇ Τριάδι παριστάμενοι, πρεσβεύουσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Τὴν ποίμνην ὑμῶν ταύτην, ἣν πολλοῖς πόνοις ἐκ βάθρων ἠγείρατε, Πατέρες τρισόλβιοι Εὐθύμιε καὶ Νεόφυτε, φυλάττετε ταῖς ὑμῶν πρεσβείαις, ἐξ ἐχθρῶν ὁρατῶν καὶ μὴ ὁρωμένων, λυτρούμενοι αὐτὴν ποικίλων νοσημάτων, καὶ τῶν κρυπτῶν παγίδων τοῦ παμπονήρου δαίμονος, ὡς παῤῥησίαν ἔχοντες πρὸς Κύριον.

Ἦχος δ΄.
Πάτερ Εὐθύμιε, σὺ καὶ μετὰ θάνατον ζῇς ἐν οὐρανοῖς, ἐν Χριστῷ τῷ Θεῷ, δι’ οὗ τῷ κόσμῳ σεαυτὸν ἐσταύρωσας. Ἔξω γὰρ σακρὸς καὶ κόσμου γενόμενος, οὐκ ἔχης σεαυτῷ, ἔζη δὲ μάλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Ἐπόθησας θεοφόρε Πατὴρ ἡμῶν Νεόφυτε, τὴν ἄνω μακαριότητα, καὶ τὰ του κόσμου τερπνὰ παρ’ οὐδὲν ἡγήσω, ἵνα τὸν μόνον ἐράσμιον Χριστὸν κερδήσῃς· διὸ ὡς ἄσαρκος ἐν γῇ πεπολίτευσαι, ὡς ἐν ἀλλοτρίῳ σώματι ἀγωνιζόμενος, νεκρώσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ τῶν παθῶν τὰς τρικυμίας· τοῖς πόνοις τοῖς μόχθοις τῇ τῆς σαρκὸς ἐγκρατείᾳ, θεῖον καταγώγιον γέγονας τοῦ Ἁγίου Πνεύματος. Ὅθεν ὡς παῤῥησίαν ἔχων πρὸς Αὐτόν, πρέσβευε φωτισθῆναι καὶ ἡμῶν, τὰς ψυχὰς τῶν εὐφημούντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιοι Πατέρες, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσαντες, τὸν κόσμον κατελίπετε, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενοι. Ὅθεν πᾶσιν ἐκράζετε· ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ· ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων· ὧν ταὶς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρετε Παρακλήτου Μοναί, τῆς ἡσυχίας τὰ σειρήνια θέλγητρα, οἱ κύκλοι πασῶν χαρίτων περιοχαὶ θαυμασταί, δωρεῶν παντοίων τῶν τοῦ Πνεύματος, ἡμῶν τὰ προπύργια, καὶ ἡ δόξα ἡ ἄῤῥητος, οἱ τοῦ Σωτῆρος μιμηταὶ ἀξιάγαστοι, καὶ Ἀγγέλων τε συμπολῖται καὶ σύμμορφοι, πάριτε τοίνυν ἅγιοι σὺν θείοις στρατεύμασι, μέσον ἡμῶν τῶν ὑμνούντων, τὰς εὐφημίας δεξόμενοι, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν πεμφθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τάξεσι οὐρανίαις συνών, ἐν εὐθυμίᾳ ὦ παμμάκαρ Εὐθύμιε, καὶ βλέπων Χριστοῦ τὸ κάλλος τὸ ὡραιότατον νῦν, ὑπὲρ τῶν ὑμνούντων σε προσάγαγε, ἱκέσιον ἔντευξιν, ὅπως εὕρωμεν ἄφεσιν, τῶν ἐπταισμένων καὶ δεινῶν ἀπολύτρωσιν, καὶ ἀνώτεροι τῶν παθῶν τε γενώμεθα, οἶδας γὰρ τὴν ἐπίτασιν διὸ καὶ δεδοίκαμεν, τὸ τελευταῖον καὶ ξένον, καὶ φοβερὸν λογοθέσιον, ἐν ᾧ σαῖς πρεσβείαις, κατακρίσεως καὶ φόβου ἡμᾶς ἐκλύτρωσαι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Νᾶμα τῆς ἀκηράτου τρυφῆς, καὶ ζωῆς ἄρτος πανδαισία ἐξαίρετος, προτίθεται νῦν τοῖς πᾶσι ἐν τῇ φαιδρᾷ ἑορτῇ, Νεοφύτου δεῦτε καὶ τρυφήσωμεν, ἐπείνασε γὰρ αὐτός, τὰ Χριστοῦ δικαιώματα, καὶ ἐδίψησεν τὴν χαρὰν ἐν τοῖς δάκρυσιν, ἀγαλλόμενος ἐν τῷ σπείρειν ὡς γέγραπται, δευτε οὖν καὶ προσπέσωμεν αὐτῷ καὶ βοήσωμεν, ἆρόν σου Πάτερ τὰς χεῖρας, καὶ τὸν Σωτῆρα ἱκέτευσον, ἡμῖν καταπέμψαι, τοῖς σοῖς τέκνοις σὲ τιμῶσι τὸ μέγαν ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τοὺς καθηγητὰς καὶ ἀρχηγοὺς ἡμῶν Πατέρας, Εὐθύμιον καὶ Νεόφυτον ἀξίως τιμήσωμεν· οὗτοι γὰρ οἱ ἀξιΰμνητοι, τὴν ὄντως εὐθεῖαν ὁδὸν τοῦ Κυρίου, ἀνδρείως ὥδευσαν ἐν τῇ Μονῇ τῇ θείᾳ ταύτῃ, καὶ παρ’ Αὐτοῦ τὴν μακαρίαν ἐκείνην φωνὴν τοῦ Σωτῆρος ἤκουσαν· εὖ δοῦλοι ἀγαθοὶ καὶ πιστοί, οἱ τῆς ἡμέρας τὸ βάρος βαστάσαντες· εἰσέλθετε τοίνυν εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν, καὶ πρεσβεύσατε ὑπὲρ ἡμῶν, Πατέρες τρισόλβιοι.



Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν Ἀρχαγγέλων. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν οὐρανίων στρατιῶν οἱ Ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ Ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι, τῆς ἀΰλου ὑμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις προστάται θερμότατοι.
Δόξα. Τῶν Ὁσίων. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μισήσαντες τοῦ κόσμου τὴν εὐπάθειαν Ὅσιοι, τὸν πλοῦτον καὶ τὴν δόξαν ἡδονάς τε τοῦ σώματος, προθύμως ἠγαπήσατε Χριστόν, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ δομήτορες τῆς θείας ταύτης Μονῆς, ἐδείχθητε μακάριοι. Δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἐνισχύσαντι, δόξα τῷ τῶν Ἁγίων τοῖς χοροῖ συναριθμήσαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δυὰς ἡ ἄϋλος, ἡ ταῖς ἐλλάμψεσι, ταῖς ὑπὲρ ἔννοιαν, ἀεὶ ἀστράπτουσα, μοναδικῆς τριαδικῆς Θεότητος Ἀρχάγγελοι, ταῖς τέσσαρσι πτέρυξιν ὑμῶν πάντας σκεπάσατε, καὶ φωτὶ λαμπρύνατε ἀρετῆς καὶ τῆς γνώσεως, τοὺς πόθῳ εὐφημοῦντας τὴν θείαν, ὑμῶν πανήγυριν ἐν ὕμνοις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατατιτρώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς Σῆς πανύμνητε, καὶ ἀναγκάζει με βοᾶν σοι εὐλογημένη, χαίροις ἡλιόμορφε, βασιλέως παλάτιον, χαῖρε στῦλε πύρινε καὶ νεφέλη ὁλόφωτε, χαῖρε τοῦ οὐρανοῦ καὶ γῆς θαῦμα, χαῖρε ἁπάντων ὑπερτέρα.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον, Χριστὸν ἐπόθησας, καὶ τὰ τοῦ σώματος, πάθη ἐμείωσας, ἀγγελικῶς ἐπὶ τῆς γῆς Εὐθύμιε βιοτεύσας, ὅθεν τὴν ἁγίαν σου ἐκτελοῦμεν πανήγυριν, καὶ περιπτυσσόμεθα τὴν ἁγίαν εἰκόνα Σου, ἐξ ἧς ἡμῖν πηγάζεις ἰάματα, Πάτερ τοῖς πόθῳ σε τιμῶσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὰ φρικτά σου σκάμματα, Πάτερ θεόφρον, ἐξειπεῖν οὐ δύναται, φύσις βροτεία πρεπωδῶς, πῶς οὖν ἡμεῖς εὐπορήσωμεν, ὕμνους πρεπώδεις ὡς πρέπει ἀφοσιώσασθαι;
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χρυσωθεῖσα Πνεύματι, κιβωτὸς ὤφθης, ἡ τὸν κόσμον σώζουσα, τῆς καταιγίδος τῆς πικρᾶς, καὶ εἰς λιμένα ἀπάγουσα, τῆς σωτηρίας τοὺς θέλοντας σώζεσθαι.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...



Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιοι Πατέρες, μελετήσαντες ἡμέρας καὶ νυκτός, ἐν νόμῳ Κυρίου, ἠξιώθητε, τοῦ ξύλου τῆς ζωῆς σύμφυτοι γενέσθαι, καὶ ὁ καρπὸς ὑμῶν στεφάνους ἐξήνθησε, παῤῥησίαν οὖν ἔχοντες, πρὸς τὸν ἀγωνοθέτην Θεόν, καὶ ἡμῖν αἰτήσασθε ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Εἶτα οἱ Κανόνες· τῆς Γοργοϋπηκόου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, τῶν Ἀρχαγγέλων εἰς δ΄, καὶ τῶν Ὁσίων εἰς δ΄.
Ὁ Κανὼν τῆς Γοργοϋπηκόου, ποίημα Νικοδήμου Ἁγιορείτου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἰρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα. (Δίς)
Σοῦ τὴν λαμπρὰν καὶ θαυμαστὴν καὶ πάντιμον, Γοργοϋπήκοε, μορφὴν ἀνυμνοῦντι, χάριν λόγου δίδου μοι, καὶ λόγον ἐν χάριτι, ἵνα δῷ καὶ τοῖς ἄλλοις, χάριν πλουσίαν πανύμνητε, τοῖς ἀκροωμένοις καὶ ψάλλουσιν.
Ἄλλη στοὰ τοῦ Σολομῶντος πέφηνεν, ἡ ἱερά σου Εἰκών, ἐν ᾗ πλήθυ Κόρη, ἀσθενῶν συνάγονται, μετὰ θερμῆς τῆς πίστεως, καὶ λαμβάνουσι νόσων, τὴν θεραπείαν καὶ ἴασιν, τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος.
Οἱ ποταμοὶ τῶν ἰαμάτων βλύζουσιν, ὡς ἐξ Ἐδὲμ νοητῆς, τῆς λαμπρᾶς εἰκόνος, σοῦ Γοργοϋπήκοε, ποτίζοντες εὐφραίνοντες, τὴν Χριστοῦ Ἐκκλησίαν, δεῦτε ἀρύσασθε ἄνθρωποι, ταύτης τὰ νεκρέγερτα νάματα.
Οὐδεὶς προσῆλθε τῇ σεπτῇ εἰκόνι σου, Γοργοϋπήκοε, καὶ κατῃσχυμένος, ἀπεστράφη πώποτε, σὺ γὰρ ὑπάρχεις εὔσπλαγχνος, καὶ φιλάνθρωπος φύσει, ὅθεν πληροῖς τὰ αἰτήματα, τῶν προσκαλουμένων σε πάντοτε.

Ὀ Κανὼν τῶν Ἀρχαγγέλων, ποίημα τοῦ αὐτοῦ. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Ὡς ἐπωνύμῳ τῆς Θεοῦ δυνάμεως, Μιχαὴλ μέγιστε, πόθῳ σοι βοῶμεν, βιοῦν ἐνδυνάμωσον, ἀγγελικῶς τοὺς δούλους σου, οὓς ἐνταῦθα συνῆξας, ἡμᾶς φοροῦντας ἐν χάριτι, Ἀγγέλων  τὸ σχῆμα πανάριστε.
Κλῆσιν ἀνθρώπου καὶ Θεοῦ πεπλούτηκας, Γαβριὴλ ἔνδοξε, ὅθεν δυσωποῦμεν, ἡμᾶς καταξίωσον, ἐνώπιον ἀνθρώπων τε, καὶ Θεοῦ προνοεῖσθαι, καλὰ οὓς ὧδε συνήγαγες, ὅπως σε ἀπαύστως γεραίρωμεν.
Τῶν Ἀρχαγγέλων ξυνωρὶς ἀθάνατε, καὶ δομητόρων σεπτῶν, Μονῆς ἡμῶν ταύτης, ξυνωρίδα ἔνθεον, παραλαβοῦσα ποίησον, θερμοτάτην πρεσβείαν, ὑπὲρ αὐτῆς πρὸς τὸν Κύριον, τοῦ ῥυσθῆναι πάσης κακώσεως.
Θεοτοκίον.
Πάντων Ἀγγέλων βασιλὶς γεγένησαι, τὸν βασιλέα Χριστόν, Οὗ ἡ βασιλεία, βασιλεία πέφυκε, πάντων αἰώνων Δέσποινα, ἐν γαστρὶ συλλαβοῦσα, Ὃν βασιλεύειν ἱκέτευε, ἐν ἡμῖν τοῖς δούλοις σου ἄχραντε.

Ὀ Κανὼν τῶν Ὁσίων. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νοός μου τὴν ζόφωσιν, φώτισον θείαις πρεσβείαις σου, καὶ λόγον μοι δώρησαι, μάκαρ Εὐθύμιε, ὅπως μέλψω σου, ἀγῶνας τοὺς γενναίους, καὶ τὰ τῆς ἀσκήσεως ἀνδραγαθήματα.
Τὸ στόμα μου ἄνοιξον, τὸ κεκλεισμένον τοῖς πταίσμασι, λιταῖς σου Νεόφυτε, καὶ Πνεῦμα Ἅγιον, νῦν κατάπεμψον, ἐκ τοῦ Πατρὸς τῶν φώτων, τὴν σὴν ὅπως ᾄσμασιν ὑμνήσω κοίμησιν.
Ζωὴς ἐφιέμενοι, τῆς ἀϊδίου καὶ κρείττονος, πάσης ἠλογήσατε, τῆς ἐπικήρου ζωῆς, μακρυνόμενοι, σαρκίνης συγγενείας, Χριστῷ συννεκρούμενοι καὶ συζωούμενοι.
Θεοτοκίον.
Νοεῖν οὐ δεδύνηται, βρότειος νοῦς παναμώμητε, τὸ μέγα μυστήριον, τοῦ θείου τόκου σου, τὸν γὰρ ἅπασαν, βαστάζοντα τὴν κτίσιν, ἀγκάλαις ἐβάστασας, ὦ ξένον ἄκουσμα!
Καταβασία
νοίξω τστόμα μου, καπληρωθήσεται Πνεύματος, καλόγον ρεύξομαι, τβασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τθαύματα.

ᾨδὴ γ΄. Τῆς Θεοτόκου. Ὁ Εἰρμός.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. (Δίς)
Ἄλλη πλήρης σελήνη, σοῦ ἡ εἰκὼν δείκνυται, ἀργυορειδὴς ἐκλεκτή τε καὶ πανευφρόσυνος, καταλαμπρύνουσα, τοὺς ἐν νυκτὶ καθημένους, παθημάτων πάναγνε καὶ παραπτώσεων.
Πηγὴ ἄλλη ἐδείχθης, ἡ ἐκ τῆς γῆς βλύζουσα, καὶ τῆς γῆς τὸ πρόσωπον ἅπαν Κόρη ποτίζουσα, Γοργοϋπήκοε, καθάπερ γέγραπται ὅθεν, πότισόν με χάριτος δίψῃ φλεγόμενον.
Ὡς πολύαστρος σφαῖρα, σοῦ ἡ εἰκὼν πέφηνε, θαύματα ποικίλα ὡς ἄστρα Κόρη πολύφωτα, τῷ κόσμῳ λάμπουσα, δι’ ὧν παντοίων κινδύνων, ἐκλυτροῦνται Δέσποινα πάντες ὀρθόδοξοι.
Ἀτμοσφαῖρα ὑπάρχεις, τοῦ οὐρανοῦ Δέσποινα, ὄμβροις τῶν χαρίτων σου πάντας ἁγνὴ δροσίζουσα, λιποψυχήσαντας, κακοπαθείαις τοῦ βίου, καὶ τακέντας καύσωνι τῶν παραπτώσεων.

Τῶν Ἀρχαγγέλων. Σὺ εἶ τὸ στερέωμα.
Εἰρηναίαν αἴτησαι, ἡμῖν ζωὴν τοῖς οἰκέταις σου, ἐν οὐρανοῖς ἥτις βασιλεύει, Μιχαὴλ ἀρχιστράτηγε.
Κυρίου τὸ θέλημα, ἐν τῇ Μονῇ σου ἱκέτευε, ὦ Γαβριὴλ ὡς καὶ ἐν τῷ πόλῳ, ἐκτελεῖσθαι ἀείποτε.
Ἄϋλοι Ἀρχάγγελοι, σὺν τοῖς ἐνύλοις δομήτορσι, Μονῆς ὑμῶν Θεὸν ἱλεοῦσθε, ὑπὲρ ταύτης ἑκάστοτε.
Θεοτοκίον.
Τάξεις λειτουργοῦσί σοι, αἱ τῶν Ἀγγέλων Θεόνυμφε, σὺ γὰρ Θεὸν τὸν ποιητὴν τούτων, ἀπειράνδρως γεγέννηκας.

Τῶν Ὁσίων. Τοὺς Σοὺς ὑμνολόγους.
Ἠλλάξω τὰ μένοντα ῥεόντων, ἐμφρόνως τὸν σὸν ἀναλαβών, στυαρὸν θεῖε Εὐθύμιε, καὶ ὄρει τῷ τοῦ Ἄθωνος, ὡς Ἠλιοὺ ὁ μέγιστος, ὑποχωρῶν διετέλεσας.
Ὅλος ἐν γραφῇ τῇ θεοπνεύστῳ, εἰσδύσας Νεόφυτε σοφέ, ἐντεῦθεν τὸν πολύτιμον, μαργαρίτην ἀνείλκυσας, ὃν μεταδοὺς τῇ ποίμνῃ σου, ταύτην ἐνθέως κατεπλούτισας.
Ψυχῆς θερμοτάτῃ κατανύξει, εἰκόνι προσέλθωμεν πιστοί, τῶν δομητόρων σήμερον, καὶ ταύτην ἀσπασώμεθα, ἐν ἀῤῥυπώτοις χείλεσιν, δόξαν Θεῷ ἀναπέμποντες.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες Παρθένε, ἀκόπως ἐβάστασας ἁγνή, ἀφθόρως δὲ ἐγέννησας, Θεὸν τὸν ὑπερούσιον, ὦ τέρατα παράδοξα! Τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;
Καταβασία.
Τος σος μνολόγους Θεοτόκε, ὡς ζσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικν στερέωσον, καὶ ἐν τθείᾳ δόξσου, στεφάνων δόξης ξίωσον.

Κοντάκιον τῶν Ἀρχαγγέλων. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς Ἀρχαγγέλους τῆς Τριάδος εὐφημήσωμεν, τὸν Μιχαὴλ καὶ Γαβριὴλ πάντες φιλέορτοι, οἱ σκεπόμενοι ταῖς πτέρυξιν ἀμφοτέρων, καὶ δεινῶν παντοδαπῶν ἐκλυτρούμενοι, τῷ μὲν κράζοντες · χαῖρε νόμου διάκονε, τῷ δὲ λέγοντες· χαῖρε χάριτος Ἄγγελε.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὰ Σεραφὶμ καὶ Χερουβὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις Θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην, μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος Χριστὲ πολυέλεε.
Δόξα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ὡς φαιδρὸς ἑωσφόρος, ἡ μνήμη ἡ σεπτή, τῶν ἡμῶν δομητόρων, ἀνέτειλεν αὐγάζουσα, τοὺς τοῦ Ὄρους οἰκήτορας, καὶ θερμαίνουσα, τῶν μοναστῶν τὰς καρδίας, πρὸς τὴν μίμησιν, βίου αὐτῶν τοῦ ἐνθέου, καὶ ζῆλον τῆς πίστεως.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς ὄρνις ἑαυτῆς, τὰ νοσσία συνάγει, καὶ σκέπει μητρικῶς, οὕτω σκέπασον πάντας, ἡμᾶς τοὺς τὸ Ὄρος σου, κατοικοῦντας πανύμνητε, ταῖς σαῖς πτέρυξιν, ἀπὸ παντοίων κινδύνων, καὶ συνάγαγε, εἰς τὴν οὐράνιον πόλιν, ταῖς θείαις πρεσβείαις σου.

ᾨδὴ δ΄. Τῆς Θεοτόκου. Ὁ Εἰρμός.
Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. (Δίς)
Ἄλλη πλειάς, φαιδρὰ λαμπρὰ καὶ πολύαστρος, ἡ εἰκών σου, ἀνεδείχθη Δέσποινα, τοὺς ἐν νυκτὶ ὄντας λυπηρῶν, λάμπουσα χαρίτων ταῖς θαυμασταῖς ἀγλαΐαις σου, καὶ τούτοις γενομένη, παραμύθιον μέγα, καὶ γοργὸν καὶ γλυκὺ παρηγόρημα.
Ἄρκτος φαιδρά, περιφανὴς καὶ ἑπτάστερος, κόσμῳ ὤφθης, σὺ Γοργοϋπήκοε, τοὺς ἐν θαλάσσῃ τῇ κοσμικῇ, πλέοντας τοῦ βίου καὶ τρικυμίαις παλαίοντας, πρὸς ὅρμους σωτηρίας, γαληνοὺς καὶ εὐδίους, ταῖς πρεσβείαις σου Κόρη ἰθύνουσα.
Ἶρις τερπνή, κυκλοειδὴς καὶ χαρίεσσα, ἀνεφάνης, ὦ Γοργοϋπήκοε, σὺ γὰρ ἐγένου τόξον λαμπρόν, καὶ σημεῖον μέγα καταλλαγῆς Θεοῦ πάναγνε, διὸ ταῖς σαῖς πρεσβείαις, τὴν ὀργὴν καταπαύεις, καθ’ ἡμῶν φερομένην τοῦ κτίσαντος.
Μετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα, μόνην σκέπην, μόνην παραμυθίον, μόνην ψυχὴν καὶ μόνην πνοήν, μόνην προστασίαν Γοργοϋπήκοε πάναγνε, σὺ γὰρ μεμονωμένοις, ἡμῖν ἔμεινας μόνη, καὶ χαρὰ καὶ ζωὴ καὶ ἀντίληψις.

Τῶν Ἀρχαγγέλων. Ὁ αὐτός.
Πόῤῥω τῆς σῆς, Μονῆς τὰ σκάνδαλα δίωξον, καὶ ἐνέδρας, τοῦ δολίου δράκοντος, ὥσπερ τὸ πρὶν ἐκ τοῦ οὐρανοῦ, ἐδίωξας τοῦτον ὦ Μιχαὴλ ἀρχιστράτηγε, ἵνα σε κατὰ χρέος, ἐν ᾠδαῖς ἐτησίοις, οἱ σοὶ δοῦλοι τιμῶμεν Ἀρχάγγελε.
Χαρᾶς ἡμᾶς, πνευματικῆς τοὺς οἰκέτας σου, δεῖξον πλήρεις, Γαβριὴλ παμμέγιστε, ὡς τῆς χαρᾶς λειτουργὸς ὀφθείς, τῆς ἀδιαδόχου καὶ παγκοσμίου Ἀρχάγγελε, λύπης διαφυλάττων, κοσμικῆς ἀνωτέρους, ἵνα πίστει καὶ πόθῳ τιμῶμέν σε.
Τετρὰς σεπτή, ὑπὲρ ἡμῶν ἱκετεύσατε, τὴν Τριάδα, οἱ δύο Ἀρχάγγελοι, καὶ οἱ κλεινοὶ κτήτορες σεπτῆς, Μονῆς ἡμῶν ταύτης ὅπως ῥυσθῶμεν κολάσεως, καὶ λάβωμεν πρὸ τέλους, ὀφλημάτων τὴν λύσιν, οὓς ἐνταῦθα καλῶς συνηθροίσατε.
Θεοτοκίον.
Ὑπερφυῶς, τὸν ποιητὴν ἡ γεννήσασα, τῶν Ἀγγέλων, Κόρη θεονύμφευτε, ἡμᾶς πολλαῖς πράξεσιν αἰσχραῖς, καὶ ταῖς παρὰ φύσιν βεβηλωθέντας κινήσεσιν, ἐνίσχυσον παρθένε, κατὰ φύσιν κινεῖσθαι, καὶ φυλάττειν Θεοῦ τὰ προστάγματα.
Τῶν Ὁσίων. Ὁ καθήμενος ἐν δόξῃ.
Οἱ μαζοὶ τῆς Μονῆς ταύτης, οἱ τὸ γάλα προχέοντες, τοῖς ἐνασκουμένοις, οἱ πεφωτισμένοι δομήτορες, οἱ διαστρέφοντες πάντας θείοις βρώμασιν, εὐφημείσθωσαν χαρμονικοῖς μελῳδήμασι.
Ἰατρεῖον ἀνεδείχθη, ἡ Μονὴ ὑμῶν Ὅσιοι, τῶν χειμαζομένων, ἄκλυστος λιμὴν καὶ σωτήριος, ἐν ᾧ προστρέχοντες πάντες κομιζόμεθα, τὴν γαλήνην καὶ τὴν τῶν δεινῶν ἀπολύτρωσιν.
Χαλινὰ τοῦ θείου νόμου, πάντα ῥήξας ὁ δείλαιος, ἀκρατῶς ἐλαύνω, πρὸς κακίας οἴμοι τὰ βαράθρα, οἷα δυσήνιος ἵππος ἀλλὰ σὺ ὦ δυάς, τῷ ζυγῷ τοῦ Χριστοῦ με ὑπόταξον.
Θεοτοκίον.
Ῥυομένη σου τὴν ποίμνην, Θεοτόκε ἐπίφανον, καταδυναστείας, πάσης καὶ δεινῆς ἐπιθέσεως, τῶν μηδαμῶς κηρυττόντων τὴν ἀλήθειαν, καὶ τὸν κλῆρόν σου δίδου νικᾶν τὸν ὀρθόδοξον.
Καταβασία.
Τν νεξιχνίαστον θείαν βουλήν, τς κ τς Παρθένου σαρκσεως, σοτοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανον κραύγαζε· Δόξα τδυνάμει σου Κύριε.

ᾨδὴ ε΄. Τῆς Θεοτόκου. Ὁ Εἰρμός.
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. (Δίς)
Ὥσπερ ἅλως ὡράθη, ἡ λαμπρὰ καὶ στρογγύλη Γοργοϋπήκοε, τῷ γλυκεῖ φωτί σου, καταυγάζουσα πάντας θεόνυμφε, τοὺς ὑπὸ τὴν σκέπην τὴν κραταιάν σου προσφυγόντας, καὶ τιμῶντας σεπτῶς τὴν εἰκόνα σου.
Ἡ εἰκών σου Παρθένε, ὡς ῥοδωνιὰ ἀνεδείχθη ἡδύπνοος, ἔτεκες γὰρ ῥόδον, πορφυροῦν καὶ εὐῶδες τὸν Κύριον, καὶ τοὺς προσιόντας εὐωδίαζεις καὶ μυρίζεις, γλυκυτάταις ὀσμαῖς ταῖς τοῦ Πνεύματος.
Φωτεινὴ ὡς νεφέλη, πόῤῥωθεν τοὺς βλέποντας καταγλαΐζουσα, ἡ εἰκών σου Κόρη, ἀνεδείχθη τῷ κόσμῳ θεόνυμφε, σὺ γὰρ ὡς νεφέλη κούφη ἐβάστασας ἀγκάλαις, τὸν νεφέλαις τὸ πᾶν περιβάλλοντα.
Τί σοι Δέσποινα τοῦ κόσμου, τί ἀνταποδώσωμεν ἡμεῖς οἱ δοῦλοί σου, ὅτι διατρέφεις, ἐπισκέπτῃ φυλάττεις ἑκάστοτε, ἐκ πολλῶν κινδύνων τὴν εὐτελῆ Μονήν σου ταύτην, ᾗ οἰκῆσαι ᾑρέτισας ἄχραντε;

Τῶν Ἀρχαγγέλων. Ὁ αὐτός.
Ὡς Ἑβραίων οἰκίας, ἀβλαβεῖς ἐφύλαξας Μιχαὴλ μέγιστε, ἐν Αἰγύπτῳ πάλαι, σφραγισθεῖσας ἀμνοῦ ἐν τῷ αἵματι, οὕτω συντηροίης παντὸς κακοῦ καὶ τὴν Μονήν σου, τῷ Χριστοῦ σφραγισθεῖσαν ὀνόματι.
Γυναιξὶ μυροφόροις, ὥσπερ εὐηγγέλισας Χριστοῦ ἀνάστασιν, οὕτω μετὰ πόθου, σοῦ δεόμεθα Γαβριὴλ μέγιστε, τοῦ ἐν ἡμῖν λόγου τῆς ἀρετῆς τοῦ νεκρωθέντος, μυστικῶς τὴν ἀνάστασιν κήρυξον.
Προβαλλόμεθα πρέσβεις, πρὸς τὴν ἀγαθότητα ὑμῶν Ἀρχάγγελοι, τοὺς θείους πατέρας, καὶ Μονῆς ἡμῶν ταύτης τοὺς κτήτορας, ὅπως ἐν ἀγάπῃ ὑπομονῇ καὶ ὁμονοίᾳ, τὴν ζωὴν διανύωμεν ἅπασαν.
Θεοτοκίον.
Ἀνυμνοῦμέν σε Κόρη, ὡς τὸν ὑπερύμνητον τεκοῦσα Κύριον, ὃν ὑμνοῦσι πᾶσαι, χιλιάδες Ἀγγέλων πανύμνητε, καὶ αἱ μυριάδες ἐν φλογεραῖς ἀΰλοις γλώσσας, πρὸς ἀλλήλας τὸ ἅγιος κράζωμαι.

Τῶν Ὁσίων. Ἐξέστη τὰ σύμπαντα.
Νοσοῦσι τὴν ἴασιν, παθῶν τὴν ἀπολύτρωσιν, πνευματοκινήτως χορηγοῦντες, πάντων προστάται μέγιστοι ὤφθητε, ἡμῶν βοηθοὶ μετὰ Θεόν, θερμοὶ ἀντιλήπτορες θεοφόροι δομήτορες.
Ὁδοῖς ἐφεπόμενος, τοῦ Βαπτιστοῦ κατώκησας, ὄρος τὸ τοῦ Ἄθω θεοφόρε, ὅθεν καὶ οἶκόν σε ἀπεργάσατο, ἡ ζῶσα Σοφία τοῦ Θεοῦ, ᾧ ἐπανεπαύσατο, σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Νοός μου θεράπευσον, τὰς ἐκροπὰς πανόλβιε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας σκότος ἀπέλασον, ὅπως ἐν αἰνέσει ἀνυμνῶ, κτίστην τε καὶ Κύριον, θεοφόρε Νεόφυτε.
Θεοτοκίον.
Παιδίον ἐγέννησας, τὸν ποιητὴν Θεόνυμφε, ἀρχὴν ἐπηγάγου κατὰ σάρκα, καὶ ἀνεφάνης ἀρχὴ τῆς ὄντως ἀρχῆς, τῆς τεκτηναμένης ἀληθῶς, πᾶν τὸ δημιούργημα, ὁρατὸν καὶ ἀόρατον.
Καταβασία.
ξέστη τσύμπαντα, ἐπτθείᾳ δόξσου· σγρ πειρόγαμε Παρθένε, ἔσχες ν μήτρᾳ, τν ππάντων Θεόν, κατέτοκας χρονον Υἱόν, πσι τοςμνοσί σε, σωτηρίαν βραβεύοντα.

ᾨδὴ στ΄. Τῆς Θεοτόκου. Ὁ Εἰρμός.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. (Δίς)
Εἰκόνος σου τὰ θεσπέσια μέλη, τοῖς τοῦ ᾌσματος ἑοίκασι λόγοις, ὅθεν ἁγνὴ τὴν κεφαλήν σου ἐδείχθη, καθάπερ ὄρος Καρμήλου ὡς γέγραπται, καὶ δράκοντος τὴν κεφαλήν, τοῦ δολίου σατᾶν καταβέβληκε.
Τὰ ὄμματα σῆς εἰκόνος πάναγνε, Ἐσεβὼν πατωμοιώθησαν λίμναις, ὅθεν ἁγνὴ ἐν ἑνὶ ὀφθαλμῶν μου, σὺ ἐκαρδίωσας Κόρη τὸν Κύριον, καὶ εἵλκυσας ἐπὶ τὴν γῆν, ἵνα σώσῃ βροτοὺς ὡς φιλάνθρωπος.
Τὰ ὦτά σου τῇ φωνῇ προσέχοντα, τοῦ καλοῦ ἀδελφιδοῦ σου ὑπῆρχον, ὅτι φωνὴ ἦν αὐτοῦ γλυκυτάτη, καὶ φάρυγξ τούτου ἡδὺς καὶ μελίῤῥυτος, ἀκούτισον με σῆς φωνῆς, τῷ νυμφίῳ διὸ ἀνεκραύγαζες.
Εἰκόνος σου οἱ μυκτῆρες ὤφθησαν, ὥσπερ πύργος ὑψηλὸς τοῦ Λιβάνου, καὶ ἡ ὀσμὴ τῆς ῥινός σου ἐδείχθη, ὑπὲρ τὰ μῆλα τὰ εὔοσμα Δέσποινα, τὸ πρόσωπον διὸ τῆς γῆς, εὐωδίας ἐνθέου ἐπλήρωσας.
Τῶν Ἀρχαγγέλων. Ἱλάσθητί μοι Σωτήρ.
Τῶν Ἰουδαίων λαόν, παρμεβολαῖς σου ἐτείχισας, ὦ Μιχαὴλ θαμαστέ, ἡμᾶς δὲ περίφραξον, τοὺς πιστοὺς οἰκέτας σου, τῇ σῇ προστασίᾳ, ἵνα πόθῳ σε γεραίρωμεν.
Ἐκ στειρευούσης καρπόν, τῷ Ζαχαρίᾳ ἐμήνυσας, ὦ Γαβριὴλ ἱερέ, ἡμῶν δὲ τὴν στείρωσιν, τῶν ψυχῶν διάλυσον, καὶ εὐκάρπους δεῖξον, ἀρετῶν ἐνθέοις πράξεσιν.
Τυφλοὺς χωλοὺς καὶ κυλλούς, ἐδείξατε ὑγιαίνοντας, Ἀρχάγγελοι τοῦ Χριστοῦ, διὰ τῆς ἐκπόσεως, θείου ἁγιάσματος, ὅπερ ἐν τῇ ποίμνῃ, τῇ ὑμῶν ἀνεπηγάσατε.
Θεοτοκίον.
Λαμπρότητί σου ἁγνή, λαμπρότης ὅλη νενίκηται, τοῦ θαυμαστοῦ Γαβρριήλ, ὅτε σοι ἐκόμισε, τὸ Χαῖρε πανάμωμε, καὶ γὰρ ἀσυγκρίτως, λαμπροτέρα νόων πέφυκας.

Τῶν Ὁσίων. Τὴν θείαν ταύτην.
Ἰδοὺ Μονὴ ἡ σὴ σήμερον, τὴν μνήμην σου τελοῦσα Εὐθύμιε, χαῖρει κραυγάζουσα· δεῦτε οἱ πάντες συνδράμετε, πρὸς τὸν θερμὸν προστάτην καὶ βοηθὸν ἡμῶν.
Φυτὸν ὡς νέον ἡδύπνοον, Νεόφυτε παμμάκαρ ἐξήνθησας, δι’ ἀπαθείας σοφέ, διὰ στεῤῥᾶς σου ἀσκήσεως, ἡμᾶς εὐωδιάζων τοὺς σὲ γεραίροντας.
Ὡραιοτάτως ἑνούμενοι, τῷ Λόγῳ τῷ ὡραίῳ μακάριοι, κόσμον ἐφύγετε, καὶ Μονὴν ταύτην ἠγείρατε, εἰς μοναχῶν πολλῶν καὶ ψυχῶν σωτήριον.
Θεοτοκίον.
Νόων ἀΰλων σὺ γέγονας, χαρὰ καὶ ἡδονὴ καὶ ἐντρύφημα, Μαρία πάναγνε, ὡς τῆς χαρᾶς τὸν πρωταίτιον, Θεὸν ἀπειρογάμως μόνη κυήσασα.
Καταβασία.
Τν θείαν ταύτην καπάντιμον, τελοντες ορτν οθεόφρονες, τς Θεομήτορος, δετε τς χερας κροτήσωμεν, τν ξ ατς τεχθέντα, Θεν δοξάζοντες.










Κοντάκιον. Τῶν Ὁσίων. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἐν ἀσκήσει ὡς ἀστέρας φανέντας, καὶ ὁδηγήσαντας πολλοὺς εἰς λιμένα, τῆς σωτηρίας ἅπαντες τιμήσωμεν, τὸν σεπτὸν Εὐθύμιον, καὶ Νεόφυτον ἅμα, πρὸς αὐτοὺς κραυγάζοντες· ἀπὸ βλάβης παντοίας, Μονὴν ὑμῶν φυλάττετε ἀεί, ἣν πολλοῖς πόνοις ἐκ βάθρων ἠγείρατε.
Ὁ Οἶκος.
Νόμου καὶ Προφητῶν τὴν διπλῆν, ἀγάπην εἰδότες κεφάλαιον, πρῶτον τὸν Θεόν, ἐξ ὅλης τῆς ψυχῆς ἠγαπήσατε· εἶθ’ οὕτω καὶ τὸν πλησίον, ὡς ἑαυτοὺς πατέρες τρισόλβιοι· δεῖγμα δὲ τοῦ δευτέρου ἐναργέστατον, ἡ εὐαγὴς αὕτη καὶ ἱερὰ ὑπάρχει Μονή, ἐν ᾗ πλήθη μοναχῶν συναθροίσαντες, πολλοὺς σεσωσμένους τῷ Κυρίῳ προσηγάγετε· οἳ καὶ νῦν ἐκδυσωποῦσιν ὑμᾶς, ταῖς δραστικαῖς ὑμῶν πρεσβείαις, πάσης ἀνάγκης λυτροῦσθαι αὐτήν, ἣν πολλοῖς πόνοις ἐκ βάθρων ἠγείρατε.

Συναξάριον.
Τῇ Θ´ τοῦ αὐτοῦ μηνός, οἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτήτορες τῆς σεβασμίας Μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.
Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ,
Τιμῶ, κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων
Οὗτος ὁ Ὅσιος Εὐθύμιος, ἦτο θεῖος μὲν κατὰ σάρκα, πατὴρ δὲ κατὰ πνεῦμα, τοῦ ὁσίου Νεοφύτου, τοῦ καὶ κτίτορος τῆς μονῆς Δοχειαρίου. Οὗτος οὖν ἐκ τῆς Πόλεως καταγόμενος, καὶ γνώριμος καὶ φίλος τοῦ Ἁγίου Ἀθανασίου τοῦ τῆς Μεγίστης Λαῦρας πρώτου. Καὶ πρότερον μὲν μονύδριον οἰκοδομήσας ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου, ἐν τῷ τόπῳ καλουμένῳ Δάφνη, ἐκεῖ τὸ τῆς ἀρετῆς καὶ ἡσυχίας μέλι εἰργάζετο, μὲ ἄλλους ὁμοῦ ἀδελφούς. Ἐπειδὴ δὲ ἦλθον Σαρακηνοὶ εἰς τὸ Ὄρος, καὶ ἄλλα μὲν πράγματα τοῦ μονυδρίου διήρπασαν, ἄλλα δὲ κατηδάφισαν, καὶ μόλις ὁ Ὅσιος ἐλυτρώθη τῆς ἐκείνων μαχαίρας, κρυφθεὶς μετὰ τῶν ἀδελφῶν εἰς τὸν λόγγον· διὰ ταύτην τὴν αἰτίαν δὲν ἔκρινεν εὔλογον νὰ κάθηται εἰς τοιοῦτον κινδυνώδη τόπον εἰς τὸ ἑξῆς. Ὅθεν, ἀπάρας ἐκεῖθεν μετὰ τῶν σὺν αὐτῷ μοναχῶν, ἔρχεται εἰς τὸν τόπον ὅπου εὑρίσκετο τὸ μοναστήριον τοῦ Δοχειαρίου· ὁ ὁποῖος ἦτον μὲν τότε τραχὺς καὶ εἰς κατοικίαν ἀνώμαλος, εἰς ἡσυχίαν ὅμως πολλὰ ἐπιτήδειος. Καὶ λοιπόν, ἀγοράσας τὸν τόπον παρὰ τοῦ τότε πρώτου Ἰσαάκ, καὶ καθορίσας αὐτὸν ἀπὸ τὴν ὕλην καὶ ὁμαλίσας, οἰκοδομεῖ πάλιν ἐκεῖ ναόν, ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου, ὁμοῦ καὶ κελλία, μὲ ἀπείρους ἱδρῶτας καὶ πόνους, εἰς κατοικίαν αὐτοῦ καὶ τῶν σὺν αὐτῷ, καὶ ἠγωνίζετο ἐπιμελῶς εἰς τὸ τῆς ἀσκήσεως στάδιον. Ἀφ’ οὗ δὲ μετὰ ταῦτα ἦλθεν καὶ ὁ ἀνεψιός του, ἔκειρεν αὐτὸν μοναχόν, καὶ ἐγχειρίσας εἰς αὐτὸν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῆς μονῆς, αὐτὸς τοῦ λοιποῦ ἐν ἡσυχίᾳ διῆγεν, ἐν ᾗ καὶ τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, ἑκατονταετὴς γενόμενος γέρων.
Ὁ δὲ Νεόφυτος, ἦτον υἱὸς Δουκός, ἐπὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, καὶ Ἰωάννου τοῦ Τσιμισκῆ (ἐν ἔτει 969), διὰ τὴν εὐδοκίμησιν ἥν εἶχεν εἰς τὴν ἔξω σοφίαν, καὶ μάλιστα διὰ τὰς ἀρετὰς αὐτοῦ, καὶ τὸ ταπεινὸν τοῦ φρονήματος, ἠγαπᾶτο παρὰ πάντων· ὅθεν καὶ ὑπὸ τοῦ βασιλέως κατεστάθη ὑπογραφεὺς πρῶτος τῶν βασιλικῶν ὑπομνημάτων. Ἐπειδὴ δὲ εἶχε θεῖον εἰς τὸ Ὄρος τὸν ἀνωτέρω Εὐθύμιον, ἡγουμενεύοντα τῆς μονῆς Δοχειαρίου, ἠγάπησε νὰ ἔλθῃ πρὸς αὐτὸν νὰ γένῃ μοναχός. Καὶ δὴ καταλιπὼν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἦλθεν εἰς τὴν ἄνωθεν μονὴν καὶ ἔγινεν μοναχός, ἀφιερώσας εἰς αὐτὴν καὶ ὅσα χρήματα καὶ ὑποστατικὰ εἶχεν ὁ ἀοίδιμος. Κατασταθεὶς δὲ ἡγούμενος τῆς αὐτῆς μονῆς παρὰ τοῦ θείου του διὰ τὴν ἀξιότητάτου, ἔκτισεν ἄλλην ἐκκλησίαν μεγάλην καὶ πύργον καὶ φρούριον εἰς τὸ μοναστήριον, καὶ ἐφάνη τῇ ἀληθείᾳ νέος κτίτωρ αὐτοῦ. Ὅτε καὶ διὰ προσευχῆς αὐτοῦ, ἐφανέρωσαν οἱ θεῖοι Ἀρχάγγελοι τὸν κεκρυμμένον θησαυρόν, ὕστερον δ’ ἔγινε καὶ πρῶτος τοῦ Ἁγίου Ὄρους. Εἶτα, παραιτησάμενος καὶ ἡσυχάσας, ἐν εἰρήνῃ ἐκοιμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.
Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.
Αὕτη ἦν ἐκ πόλεως Μηθύμνης, τὸν βίον Μοναχή· ἐκ παιδόθεν γὰρ παρὰ τῶν συγγενῶν ἐδόθη εἰς παρθενῶνα καὶ τὸ μοναχικὸν περιεβάλετο σχῆμα. Ὀκτωκαίδεκα ἐτῶν δὲ γενομένη, εἰς τὴν πλησίον ἐξέδραμε κώμην, τὴν ἰδίαν ἀσπασομένη ἀδελφήν. Ταύτῃ δὲ τῇ νυκτὶ ἐπιδραμόντες Κρῆτες, ὧν ἡγεῖτο ὁ Νήσιρις ἐκεῖνος, πάντας τοὺς ἐγχωρίους ἐκείνους κἀκείνην συνέλαβον. Ἕωθεν οὖν προσώρμισαν τῇ νήσῳ Πάρῳ· καὶ προσαγαγόντες τοὺς αἰχμαλώτους, τὰ τιμήματα διετίθεντο. Ἡ δὲ Θεοκτίστη, λάθρα πρὸς τὴν ὕλην χωρήσασα, ἀνεύρετος ἦν. Αὕτη οὖν ἔκτοτε ἐκεῖσε μείνασα, καὶ λιμῷ καὶ παγετῷ καὶ καύσωνι πολλῷ προσπαλαίσασα, θέρμοις καὶ λαχάνοις ἀγρίοις τρεφομένη καὶ ὑπ᾿ οὐδενὸς βλεπομένη, διήρκεσεν ἔτη τριάκοντα πέντε, Θεῷ μόνῳ προσομιλοῦσα (ᾧ καὶ ἔζη), καὶ τῇ πανάγνῳ Θεοτόκῳ.
Τοῦ δὲ τριακοστοῦ πέμπτου ἔτους τέλος ἔχοντος, κατά τινα θείαν οἰκονομίαν, κυνηγός τις θηρεύων θήραν, εἶτα χωρίσας ἑαυτὸν τῶν ἑταίρων αὑτοῦ καὶ ἀνιχνεύων, εἰσῆλθεν ἔν τινι τῆς Θεοτόκου ναῷ ἱστορίας χάριν· ἔρημος γὰρ ἦν ὁ τόπος· καὶ εὐξάμενος καὶ μικρὸν ἀνανεύσας, εἶδε κατὰ τὸ δεξιὸν τῆς ἁγίας τραπέζης μέρος, ὥσπερ κρόκην ὑπὸ ἀνέμου ῥιπιζομένην, ἢ ὡς ἱστὸν ἀράχνης. Ὡς δὲ προβὰς διαγνῶναι τὸ ζητούμενον καὶ φαινόμενον ἠβουλήθη, ἤκουσε φωνῆς λεγούσης· Στῆθι ἄνθρωπε καὶ μὴ πλησιάσῃς· αἰσχύνομαι γάρ, γυνὴ οὖσα, θεαθῆναί σοι. Αὐτὸς δὲ καταπλαγεὶς καὶ τρόμῳ ληφθείς, ἐβούλετο φυγεῖν· ἀνωρθοῦντο γὰρ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ, καὶ ἀκάνθης ἦσαν ὀξύτεραι. Μόλις δὲ εἰς ἑαυτὸν γενόμενος, ἠρώτα, Τίς, καὶ πόθεν εἴη. Ἡ δέ, Ῥίψον, ἔφη, χιτώνιον, δέομαι, καὶ καλυψαμένη, λέγειν οὐκ ὀκνήσω. Καὶ ὁ μὲν τὸ κελευσθὲν ταχέως ἐποίησεν· ἡ δέ, ὡς ἔλαβε τὸν ἐπενδύτην, τοῦτον περιεβάλετο, καὶ τῷ σταυρῷ ἑαυτὴν τειχίσασα, ἐφάνη τῷ κυνηγέτῃ. Καὶ ἦν μὲν τὸ εἶδος γυναικεῖον, τὸ δὲ φαινόμενον ὑπὲρ ἄνθρωπον· ἡ θρὶξ λευκή, τὸ πρόσωπον μέλαν, δέρματι μόνῳ συνέχουσα τὴν τῶν ὀστῶν ἁρμονίαν· τὸ δὲ ὅλον, σκιὰ ἦν. Ἐξειποῦσα δὲ τὰ ἀνωτέρω λεχθέντα, προσέθηκε καὶ ταῦτα, ἀξιοῦσα τὸν κυνηγέτην δι᾿ ἱερέως κομίσασθαι αὐτῇ μερίδα τοῦ Ἁγίου Σώματος τοῦ Χριστοῦ καὶ οὕτως ἀπηλλάττοντο ἀπ᾿ ἀλλήλων ἑκάτεροι.
Ὡς δὲ πάλιν ὁ ἀνὴρ ἐπανῆκε σὺν ἱερεῖ, φέροντι τὰ θεῖα μυστήρια, αὕτη ἐπευξαμένη, μετέλαβεν, εὐχαριστίαν τῷ Θεῷ ἀναπέμψασα. Αὐτὸς δὲ ἀπελθὼν καὶ θηρεύσας καὶ ταχὺ πάλιν εἰς τὸν τόπον ἐπανελθών, εὗρε κειμένην ταύτην νεκράν· καὶ ὡς αὐτῷ ἦν δυνατόν, ἀνορύξας τὴν γῆν καὶ πολλὰ δεηθείς, τὴν μακαρίαν ἐκείνην κατέθηκεν ἐν αὐτῷ τῷ τόπῳ, ἐν ᾧ κειμένην εὗρεν αὐτήν, δοξάζων καὶ εὐλογῶν τὸν Θεόν.






Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Ἵπποις, Ὀνησιφόρε, πρὸς Θεὸν τρέχων,
Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.
Οὗτοι οἱ Ἅγιοι, Πορφύριος καὶ Ὀνησιφόρος, διωγμοῦ καταλαβόντος, διεβλήθησαν ὡς χριστιανοί· καὶ ἀχθέντες ἐπὶ τοῦ βήματος, ἔστησαν ἑδραῖοι καὶ ἀπτόητοι, ὁμολογοῦντες τὸν Χριστόν, Θεὸν ἀληθινόν, οὐρανοῦ τε καὶ γῆς ποιητήν. Διὰ γοῦν τὴν τοιαύτην ὁμολογίαν, μαστίγων πληγὰς διαφόρους ὑπέμειναν καὶ πυρακτώσεις κατὰ παντὸς τοῦ σώματος. Εἶθ᾿ οὕτως, ἐπ᾿ ἐσχάρας φλογιζούσης ἀνέπεσον. Ἐν πᾶσι δὲ τούτοις, τῶν αἰωνίων ἀγαθῶν ἐνοπτριζόμενοι τὴν ἀπόλαυσιν, εἰ καὶ ἔπασχον ὑπὸ τῶν ἀθέων, ἀλλ᾿ ὑπὸ τοῦ Θεοῦ ἐκουφίζοντο. Οἱ δὲ δεινοὶ καὶ δυσσεβεῖς ἐκεῖνοι, ἰδόντες τοὺς Ἁγίους ἀσινεῖς, εἰς μανίαν περισσοτέραν ἀνήφθησαν· καὶ δήσαντες τοὺς τιμίους αὐτῶν πόδας, ἀγρίοις ἵπποις προσέδεσαν· καὶ ὑπὸ στρατιωτῶν διωκόμενοι ἐπὶ πολλαῖς ταῖς ὥραις οἱ ἵπποι, ἐν ἀκάνθαις καὶ τριβόλοις καὶ τραχινοῖς τόποις τὰς σάρκας αὐτῶν κατέξαναν, οἳ καὶ τὰς ψυχὰς τῷ Θεῷ παρέδωκαν. Τότε χριστιανοί τινες, ἐν κρυπτῷ λαβόντες τὰ ἅγια αὐτῶν λείψανα, κατέθεντο ἐν κώμῃ Παγκεανῶν, δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.
Αὕτη ὑπῆρχεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως ἐκ Πέργης τῆς Παμφυλίας. Καὶ συναφθεῖσα ἀνδρὶ καὶ μιᾶς παιδὸς μήτηρ γενομένη, ἀνέρχεται ἐν Κωνσταντινουπόλει μετὰ τοῦ ἰδίου ἀνδρός, δεκαπέντε ἐτῶν οὖσα. Καὶ γενομένη συνήθης παρθένου τινὸς Εὐγενίας καὶ τὴν αὐτῆς ζηλώσασα ἄσκησιν, οὐκ ἀφίστατο τῶν Ἐκκλησιῶν, ἀλλὰ διανυκτερεύουσα, νηστείαις καὶ ἀγρυπνίαις ἐσχόλαζε. Τὸν δὲ εὐσεβῆ περὶ Θεὸν ἔρωτα θερμότερον διανάψασα, παραδίδωσι τὴν θυγατέρα αὑτῆς γνωρίμῳ τινὶ γυναικί, τοὔνομα Σωσσάνῃ· αὕτη δὲ παραγίνεται, ἀνδρικὴν στολὴν ὑποδυσαμένη, εἰς τὸ τοῦ ἁγίου Κασσιανοῦ Μοναστήριον. Καὶ ὑποκριθεῖσα τὸ τῶν εὐνούχων σχῆμα, ἐν τῇ εἰρημένῃ Μονῇ παραδέχεται, καὶ συνῆν τοῖς Μοναχοῖς. Τοῦ δὲ ὁσίου Κασσιανοῦ δι᾿ ἀποκαλύψεως μαθόντος τὰ κατ᾿ αὐτήν, παρεπέμφθη ἐν Ἐμέσῃ τῇ πόλει εἰς Μοναστήριον γυναικῶν· κἀκεῖθεν εἰς Ἱεροσόλυμα μεταβαίνει· ἔπειτα εἰς τὸ Σίναιον ὄρος· εἶτα εἰς Βηρυτόν, ἔνθα διὰ προσευχῆς ἐν ἀνύδρῳ τόπῳ ὕδωρ ἐξήνεγκεν. Ὑποστᾶσα δὲ πολλὰς προσβολὰς δαιμόνων, ἔκ τινος ἐπιφανείας ἀνῆλθεν αὖθις ἐν Κωνσταντινουπόλει. Ὀφθεῖσα δὲ αὖθις τῷ ἁγίῳ Κασσιανῷ, παρ᾿ αὐτοῦ ἐπετράπη μένειν ἐν τῇ Μονῇ, ἥτις κατ᾿ ἐπωνυμίαν αὐτῆς λέγεται τὸ Ματρώνης, μέχρι τοῦ νῦν. Βιώσασα δὲ τὰ ἑκατὸν ἔτη σχεδόν, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων γυναικῶν Εὐστολίας καὶ Σωπάτρας.
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου
Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.
Ἡ ἁγία Εὐστολία ὑπῆρχεν ἐπὶ Μαυρικίου τοῦ βασιλέως, γονέων εὐσεβῶν καὶ τὴν Ῥώμην οἰκούντων. Ἐν ἁπαλῇ δὲ τῇ ἡλικίᾳ σεμνείῳ ἑαυτὴν ἐκδοῦσα, νηστείαις καὶ ἀγρυπνίαις ἐσχόλαζε. Θείῳ δὲ πυρπολουμένη ἔρωτι, καταλιποῦσα τὴν Ῥώμην, τὴν Κωνσταντινούπολιν καταλαμβάνει. Καὶ περιελθοῦσα τοὺς σεβασμίους οἴκους καὶ τὸν πόθον ἀφοσιωσαμένη, Σωπάτρᾳ, τῇ τοῦ Μαυρικίου θυγατρί, εἰς τὸν ἐν Βλαχέρναις ναὸν τῆς Θεοτόκου ἀπιούσῃ, περιτυγχάνει. Καὶ ἐπεὶ ἀρετὴ κρυβῆναι οὐ δύναται, ἱκέτευεν ἡ Σωπάτρα τὴν μακαρίαν Εὐστολίαν, ἔχειν αὐτὴν μητέρα πνευματικὴν καὶ σώματος καὶ ψυχῆς φύλακα. Καὶ δὴ καταλιποῦσα τὴν βασιλείαν, τὸν μονήρη βίον ὑπέδυ καὶ πρὸς ἀγῶνας καὶ πόνους ἐχώρησεν. Αἰτησαμένη δὲ ὑπὸ τοῦ πατρὸς καὶ βασιλέως τόπον τινὰ ἐπιτήδειον, καὶ δειμαμένη οἶκον εὐκτήριον, ἐκεῖσε ἅμα τῇ ἁγίᾳ Εὐστολίᾳ διῆγε. Πολλαὶ δὲ πρὸς αὐτὰς φοιτῶσαι παρθένοι καὶ εὐσεβεῖς, σὺν αὐταῖς τὸν σκληρὸν καὶ ἐπίπονον βίον μετήρχοντο. Ἡ δὲ μακαρία Εὐστολία πλείστοις ἔτεσιν ἀγωνισαμένη, πρὸς Κύριον μετ᾿ εἰρήνης ἀνέρχεται, διάδοχον καταλιποῦσα τὴν μακαρίαν Σωπάτραν· ἥτις τὰ ὅμοια τῇ πνευματικῇ ἐπαγωνισαμένη Μητρὶ καὶ εἰς ἄκρον ἀρετῆς φθάσασα, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,
Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.
Οὗτος ἦν ἐκ τῆς Σύρων χώρας, λιθοτόμος τὴν τέχνην. Ἰδὼν δὲ τοὺς Ἕλληνας ἀπερχομένους εἰς τὸν ναὸν τῶν εἰδώλων καὶ θύοντας, παρῄνεσεν αὐτοῖς ἀσποστῆναι αὐτῶν. Ὡς δὲ οὐκ εἰσηκούσθη, λυπηθεὶς ἀνεχώρησεν εἰς ἔρημον τόπον καὶ εὑρίσκει δοῦλον Θεοῦ ἀναχωρητήν, ὀνόματι Τιμόθεον· καὶ σὺν αὐτῷ διατρίψας ἔτη δύο καὶ λαβὼν τὰς εὐχὰς αὐτοῦ, κατῆλθε πάλιν πρὸς τὸν πεπλανημένον λαὸν τοῦ χωρίου αὑτοῦ. Καὶ εὑρὼν αὐτοὺς ἑορτὴν ἐπιτελοῦντας τοῖς δαίμοσιν, εἰσελθὼν εἰς τὸν ναὸν αὐτῶν, συνέτριψε πάντα τὰ εἴδωλα. Εἶτα κρατηθεὶς καὶ τυφθεὶς ἰσχυρῶς, ἀπῆλθεν εἰς Ἀπάμειαν τῆς Συρίας. Καὶ δεηθεὶς τοῦ Ἐπισκόπου, τὴν κλῆσιν Ὁσίου, λαβεῖν ἐξουσίαν τοῦ κτίσαι ναὸν ἐπ᾿ ὀνόματι τῆς Ἁγίας Τριάδος, ἤρξατο κτίζειν. Καὶ τοῦτο μαθόντες οἱ ἐγχωρῖται αὐτοῦ, νυκτὸς ἐπελθόντες, τοῖς ξίφεσι μεληδὸν τοῦτον κατέκοψαν, καὶ οὕτω τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαύρα ξίφει τελειοῦνται.
Πλάνην ἀμαυροῖ Μαύρα καρθεῖσα ξίφει,
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες Ναρσῆς καὶ Ἀρτέμων ξίφει τελειοῦνται.
Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,
Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωάννης ὁ Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.
Οὗτος ἦτο εἰς τὴν ἔρημον μὲ τοὺς ἄλλους ἀναχωρητὰς καὶ εἶχε γέροντα Θηβαῖον πολὺ ἐνάρετον. Ἡμέραν τινά, τοῦ ἦλθε λογισμὸς νὰ διέλθῃ ζωὴν ἀμέριμνον ὡς οἱ Ἄγγελοι εἰς τὸν Παράδεισον, καὶ ζητῶν συγχώρησιν ἀπὸ τὸν γέροντα νὰ τὸν ἀφήσῃ νὰ ὑπάγῃ εἰς τόπον ἔρημον τελείως, τὸν ἀφῆκε, διὰ νὰ βασανισθῇ νὰ μὴ μεγαλοφρονῇ ὑπὲρ ἄνθρωπον. Λοιπόν, ἐγυμνώθη τὰ ἱμάτιά του, καὶ ὑπῆγεν εἰς τὴν ἀναχώρησιν, καὶ κάμνων μίαν ἑβδομάδα ἐπείνασε, καὶ ἐπιστρέφων τὴν νύκτα εἰς τὸ κελλίον ἐκτύπα τὴν θύραν· ἀλλὰ ὁ γέρων προσεποιήθη πῶς δὲν τὸν ἐγνώριζεν, διὰ νὰ τὸν ταπεινώσῃ, καὶ τὸν ἠρώτησε, τίς ἦτο. Ὁ δὲ ἀπεκρίνατο· Ἰωάννης ὁ δοῦλός σου. τοῦ λέγει ὀ γέρων ἔσωθεν, ὅτι ἔγινεν Ἄγγελος καὶ δὲν χρειάζεται πλέον ἀνθρωπίνην βοήθειαν. Ὁ δέ, ἐπικαλεῖτο νὰ τοῦ ἀνοίξῃ, ἀλλὰ δὲν ἠθέλησε, τὸν ἀφῆκε νὰ βασανίζεται ὅλην τὴν νύκτα, διὰ νὰ ταπεινωθῇ καλλίτερα, καὶ τὸ πρωΐ, ἀνοίξας τὴν θύραν εἶπεν αὐτῷ· Βλέπεις πῶς εἶσαι ἄνθρωπος καὶ χρειάζεσαι νὰ φάγῃς; Δούλευε λοιπὸν καὶ μὴ ὑψηλοφρονῇς. Ὁ δὲ ἔβαλε μετάνοιαν ζητήσας συγχώρησιν, καὶ ἔγινεν ὕστερα τέλειος, συμπαθητικὸς εἰς ὅλους καὶ εὔσπλαγχνος.
Ἦτο δέ, παρθένος τις Παϊσία ὀνόματι, καὶ ἀφοῦ ἐτελεύτησαν οἱ γονεῖς αὐτῆς ἔκτισεν ξενοδοχεῖον διὰ τὴν ψυχήν της, καὶ ἐδέχετο ὅλους τοὺς πατέρας τῆς σκήτεως, καὶ τοὺς ἐφιλοξένιζεν ὡς ἐλεήμων πλουσιοπάροχα. Μετὰ καιρόν, ἐδαπάνησεν ὅλον της τὸ πρᾶγμα εἰς ξένους καὶ πένητας, καὶ ἐπτώχευσεν τόσον, ὅπου ἔπεσεν εἰς πορνείαν ἀπὸ τὰς κακὰς συναναστροφάς της. Ταῦτα μαθόντες οἱ πατέρες τῆς σκήτεως, ἐλυπήθησαν, διότι τοὺς ἔκαμε πολλὰς εὐεργεσίας καὶ χάριτας. Ὅθεν, συναχθέντες εἶπον ταῦτα πρὸς τὸν ἄνωθεν Ἰωάννην· Ἀββᾶ, ἠκούσαμεν διὰ τὴν Παϊσίαν, ἥτις τοσοῦτον μᾶς εὐεργέτησε, πῶς διάγει μὲ ἀσωτίαν εἰς τὴν πολιτείαν. Λοιπόν, κἀμε διὰ τὸν Κύριον καὶ λάβε τὸν κόπον νὰ τὴν νουθετήσῃς μὲ τὴν σοφίαν ὅπου ὁ Θεὸς σὲ ἐδίδαξε, νὰ τὴν φέρῃ εἰς τὴν μετάνοιαν. Ὁ δὲ Ὅσιος, διὰ τὴν ὑπακοήν, ὑπῆγεν εἰς τὴν οἰκίαν της, καὶ θέλων νὰ είσέλθῃ δὲν τὸν ἀφῆκεν ἡ γραῖα ὅπου ἐφύλαττε τὴν θύραν, ἀλλὰ ἐδίωκεν αὐτὸν λέγουσα· Σεῖς οἱ μοναχοὶ ἐφάγετε τὸν πλοῦτον τῆς κυρίας μου, καὶ τώρα τί θέλεις ἀπὸ ταύτην ὅπου ἔμεινε πτωχὴ καὶ ἄπορος; Λέγει της ὁ Ὅσιος· Διὰ καλόν της ἦλθα, καὶ εἰπέ της το. Ἡ δὲ γραία τὸ εἶπε τῆς Παϊσίας, ἥτις εἶπε πρὸς τὴν γερόντισσαν· Αὐτοὶ οἱ καλόγηροι γυρίζουν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ εὑρίσκουν μαργαρίτας, καὶ ἄφες τον, νὰ ἔλθῃ, μήπως καὶ μοὶ δώσῃ τι. Τότε ἐστολίσθη, καὶ καθίσασα εἰς τὴν κλίνην ἦλθε πρὸς αὐτὴν ὁ Ἰωάννης, καὶ βλέπων αὐτὴν ἔκλαυσεν. Ἡ δὲ εἶπεν αὐτῷ· Διατὶ κλαίεις καλόγηρε; Καὶ ὁ Ὅσιος· Βλέπω νὰ σὲ τριγυρίζει ὁ Σατανᾶς, καὶ δι’ αὐτὸ κλαίω τὴν τῆς ψυχῆς σου ἀπώλειαν. Ἡ δὲ γυνὴ ἐκατανύχθη, καὶ τοῦ λέγει· Εἶναι εἰς ἐμὲ μετάνοια;. Καὶ ὁ Ὅσιος· Ναὶ τέκνον μου, μόνον σπούδασον ἀκολούθει μοι. Ἡ δὲ ἀείμνηστος ἀφῆκεν ὅσα εἶχε παντέρημα καὶ ἀνεχώρησαν. Ὅθεν ἐθαυμάζετο πῶς ἄφηκε τὴν οἰκίαν αὐτῆς ἀνέτοιμον, καὶ ἀδιόρθωτον, χωρὶς νὰ λάβῃ ἀργύριον ἤ χρυσίον ἀπὸ τὸν πλοῦτόν της. Καθὼς λοιπὸν ἔφθασαν εἰς τὴν ἔρημον ἐνύκτωσε, καὶ σωρεύσας ὀλίγην ἄμμον ἔκαμεν προσκέφαλον ὁ Ὅσιος, καὶ τῆς εἶπε νὰ κοιμηθῇ, καὶ παρέκει ὀλίγον ἐκοιμήθη ἐκεῖνος. Καὶ τὸ μεσονύχτιον ἠγέρθη νὰ ἀναγνώσῃ τὴν ἀκολουθίαν του, καὶ βλέπει φῶς ἀπὸ τὸν τόπον ὅπου ἔκειτο ἡ γυὴ ἕως ἄνω εἰς τὰ ουράνια, καὶ ἁγίους Ἀγγέλους, ὅπου ἀνεβιβαζον τὴν ψυχήν της εἰς τὸν παράδεισον, καὶ θαυμάσας, καὶ ἐγγίσας αὐτῆς, ἐγνώρισεν ὅτι ἀπέθανεν. Ὅθεν, ἔκαμε πρὸς Κύριον δέησιν, νὰ τοῦ φανερώσῃ ἐὰν ἐσώθηκεν. Ἄγγελος δὲ τοῦ Θεοῦ ἦλθεν οὐρανόθεν καὶ τοῦ λέγει· Γίνωσκε Ἀββᾶ, ὅτι ἡ ὀλίγη ὥρα τῆς μετανοίας της ἦτο ἰσάξιος διὰ ἔτη πολλά, ἐπειδὴ ἔγινεν ἐξ ὅλης τῆς ψυχῆς της, μὲ κατάνυξιν καρδίας ἀνείκαστον.
Τόσον δὲ ἦτο οὗτος ὁ Ὅσιος ταπεινός, ὅπου μὲ ὅλην του τὴν ἀρετὴν καὶ σοφίαν ἐνόμιζε τὸν ἑαυτόν του πάσης τιμῆς ἀνάξιον, καὶ δὲν ἤθελε νὰ τὸν εὐλαβοῦνται οἱ ἄνθρωποι. Καὶ ὅσον ἐκεῖνος ἔφευγε τὸν ἀνθρώπινον ἔπαινον, τόσον ὁ Θεὸς τὸν ἐδόξαζε, καί τινες τοῦ ἀνήγγειλαν, ὅτι Ἅγιός τι ἔμελλε νὰ κοιμηθῇ, καὶ νὰ ὑπάγῃ νὰ τὸν ἀποχαιρετήσῃ πρὸ τῆς τελειώσεως. Ὁ δὲ Ἰωάννης δὲν ὑπῆγε τὴν ἡμέραν, διὰ νὰ μή τον βλέπουν, νὰ τὸν δοξάζουν οἱ ἄνθρωποι, ἀλλὰ τὴν νύκτα ἐξελθὼν ἀπὸ τὸ κελλίον του, ἔστειλεν ὁ πανάγαθος Κύριος τοὺς Ἀγγέλους μὲ λαμπάδας φωτεινάς, καὶ τοῦ ἔγεγγαν νὰ περιπατῇ εἰς τὸ σκότος. Ὅθεν, οἱ ἄνθρωποι ὅλοι τῆς πόλεως, ἰδόντες τοιοῦτον φῶς ὑπερθαύμαστον, ἐσυναθροίσθησαν, καὶ οὕτως τὸν ἐδόξασαν περισσότερον, καὶ ἐπληρώθη ὁ λόγος τοῦ Κυρίου· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἔλεγε δὲ καὶ πολλὰ ψυχοφελῆ λόγια πρὸς ἐκείνους ὅπου τὸν ἐρωτοῦσαν, καὶ πάντες τὸν ἐθαύμαζον, διότι ἦτο πολὺ γλυκόλογος καὶ σοφώτατος, καὶ ὅσα ἔλεγε, σοῦ ἐφαίνετο, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ τὰ ἑρμήνευεν. Μεταξὺ δὲ τῶν πολλῶν νουθεσιῶν, ὅσας ἔδιδε τοῖς ἀδελφοῖς ὁ σοφώτατος, ἦτο καὶ αὐτή· Ὅστις θέλει νὰ γένῃ ἐνάρετος, δὲν ἠμπορεῖ νὰ προκόψῃ μίαν ἡμέραν, ἀλλὰ ὅταν ἐγερθῇ ἀπὸ τὸ στρῶμα, ἄς βάλλῃ ἀρχὴν εἰς μίαν ἀρετήν, ἔχων μεγάλην ὑπομονὴν εἰς τὸν πόλεμον, ὅπου τοῦ δώσει ὁ μισόκαλος, καὶ ἄς προσεύχεται μὲ πολλὴν ταπείνωσιν, μὲ στεναγμοὺς καὶ δάκρυα, νὰ τὸν δυναμώσῃ ὁ Κύριος, νὰ νικήσῃ τὸν πειράζοντα, καὶ οὕτως ἄς βάλλῃ ὑπομονὴν ἡμέρας τινάς, νὰ μὴ πέσῃ εἰς τὸ πάθος ἐκεῖνο, ὅπου ποθεῖ νὰ νικήσῃ, κἄν πορνεία εἶναι, κἄν γαστριμαργία, ἤ ἄλλο ὅμοιον, καὶ ἄς τὸ πολεμῇ μὲ τὴν ἀντίστοιχον ἀρετήν, νὰ τὸ νικήσῃ μὲ τὴν θείαν βοήθειαν, λόγου χάριν ἄν πειράζεσαι ἄνθρωπε ἀπὸ τὴν κοιλίαν σου, στέρησέ την ἄνθρωπε μίαν ἑβδομάδα, τρῶγε ἅπαξ τῆς ἡμέρας, νὰ σοῦ φαίνεται τὸ χοντρὸν φαγῇ γλυκύτερον μέλιτος· ἄν νικᾶσαι ἀπὸ τὴν γλῶσσαν καὶ εἶσαι φλύαρος λέγων αἰσχροὺς καὶ ματαίους λόγους, βάλε λίθον τόσας ἡμέρας, ἤ ξύλον εἰς τὸ στόμα σου, ἕως ἄν ξεμάθῃς τὴν κακὴν συνήθειαν, καὶ ἐὰν εἶσαι ὑπερήφανος, κάμνε τὰς εὐτελεστέρας ὑπηρεσίας, καὶ φορεὶ ἱμάτια ἄχρηστα, καὶ οὕτως κάμνε καὶ εἰς τὰ ἐπίλοιπα πάθη, ἕως νὰ λυτρωθῇς ἀπὸ ὅλα, μὲ ταῦτα καὶ ἄλλα ὅμοια ὠφελήσας τοὺς ἀκροατὰς ὁ Ὅσιος, ἀπῆλθε πρὸς Κύριον.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Συμεὼν ὁ Μεταφραστής, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκκλησία σοι, Συμεών, ὄφλει χάριν,
Ὑπὲρ μεταφράσεως Ἁγίων βίων.
Οὕτος ὁ Ὅσιος Συμεών, πατρίδα εἶχε τὴν Κωνσταντινούπολιν, ἀκμάσας κατὰ τοὺς χρόνους τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος τοῦ σοφοῦ, ἐν ἔτει ωπς΄ (886)· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ καὶ σοφίαν ὑψώθη εἰς τὸ ἀξίωμα τοῦ Μαγίστρου καὶ Λογοθέτου, καὶ ἔχαιρε μεγάλας τιμὰς παρὰ τῷ βασιλεῖ. Ὅταν δέ, ὑπῆγαν εἰς τὴν Κρήτην οἱ Ἄραβες μὲ πλοῖα, καὶ ἐλεηλάτουν διαφόρους πόλεις καὶ κώμας, τότε ὁ βασιλεύς, ἐξέλεξεν ἄρχοντα τὸν μέγαν ἐκεῖνον καὶ στατηγικώτατον Ἡμέρρειον, μετὰ τοῦ ὁποίου ἀπέστειλε καὶ τὸν Ὅσιον τοῦτον Συμεὼν τὸν Μεταφραστὴν πρέσβυν πρὸς τοὺς Ἄραβας, τοὺς τυραννοῦντας τὴν Κρήτην, δώσαςν πληρεξουσιότητα εἰς τοὺς δύο τούτους ἤ νὰ ὐποτάξωσιν εἰρηνικῶς εἰς τὴν βασιλείαν αὐτούς, ἤ νὰ τοὺς ἐξολοθρεύσωσι διὰ τοῦ πολέμου· καθὼς ταῦτα διηγεῖται ὁ ἴδιος Μεταφραστής, ὁ γράφων τὸν βίον τῆς προῤῥηθείσης Ὁσίας Θεοκτίστης τῆς Λεσβίας, τῆς κατὰ τὴν ἡμέραν ταύτην ἑορταζομένης. Καίτοι δὲ ὁ βασιλεὺς ὑπερηγάπα καὶ ἔτίμα πολὺ τὸν Ὅσιον, τόσον διὰ τὴν σοφίαν καὶ ἀρετήν του, ὅσον καὶ διὰ τὴν φυσικὴν ἀνδρείαν καὶ ἐπιτηδειότητα καὶ ἐμπειρίαν του εἰς τοὺς πολέμους, μὀλον τοῦτο ὁ ἀοίδιμος Συμεὼν δὲν προσηλοῦτο εἰς τὰ μάταια ταῦτα, ἀλλ’ ἐμελέτα πρὸ πολλοῦ νὰ παραιτήσῃ τὰ κοσμικὰ πράγματα καὶ νὰ γίνῃ καλόγηρος. Ὅθεν, εἶπε πρὸς τὸν βασιλέα, ὅτι, ἐὰν ἐπανέλθῃ νικητὴς ἐκ Κρήτης, νὰ τῷ ἐκπληρώσῃ χάριν τινά, τὴν ὁποίαν μέλλει νὰ ζητήσῃ· ὁ δὲ βασιλεύς, ὑπεσχέθη, ὅτι ἀναμφιβόλως θέλει πραγματοποιήσει τὴν αἴτησίν του. Ὅθεν, μεταβὰς εἰς τὴν Κρήτην μὲ τὸν Ἡμέρειον, ἐλάλησεν ὡς ἀπεσταλμένος ἑνώπιον τῶν ἀρχηγῶν τῶν Ἀράβων, καὶ τοσοῦτον ἐπράϋνε αὐτοὺς μὲ τὴν σοφίαν τῶν λόγων του, ὥστε, ἀμαχητεὶ τοὺς ἐνίκησε, καὶ κατέπεισε νὰ πληρώνωσι φόρον εἰς τὸν βασιλέαν.
Ὅθεν, ἐπανελθὼν νικητὴς εἰς τὴν Πόλιν, ἐπροσκύνησε τὸν βασιλέα, καὶ τὸν παρεκάλεσε νὰ τῷ δώσῃ τὴν ὑποσχεθεῖσαν χάριν. Ὁ δὲ βασιλεύς μὴ ἠξεύρων τί θὰ ζητήσῃ παρ’ αὐτοῦ, ἔδωκε τὴν χεῖρά του εἰς τὸν Συμεὼν καὶ τὴν ἠσπάσθη (τοιαύτη γὰρ ἦτο συνήθεια), νομίζων ὅτι θὰ ζητήσῃ χρυσόν, ἤ καμμίαν τιμὴν μεγαλυτέραν, καθὼς ποθοῦσι οἱ φιλόκοσμοι. Ὁ δὲ φιλόχριστος μᾶλλον, ἤ φιλόχρυσος Συμεὼν δὲν ἐζήτησεν ἄλλο δῶρον παρὰ τοῦ Βασιλέως, εἰμὴ τὸ νὰ τὸν ἀφήσῃ νὰ γίνῃ καλόγηρος. Τότε, ὁ Βασιλεὺς ἐλυπήθη μὲν διότι ἔμελλε νὰ στερηθῇ τοιοῦτον σοφὸν καὶ στρατηγικώτατον ἄνδρα, ἀλλὰ μὴ δυνάμενος νὰ παραβῇ τὴν ὑπόσχεσίν του, ἐνηγκαλίσθη τὸν θεῖον Συμεὼν μετὰ δακρύων καὶ τὸν ἐφίλησε, λέγων· Ὕπαγε τέκνον, εἰς τὸ ἔλεος τοῦ Θεοῦ, τὸν ὁποῖον παρακάλει καὶ διὰ τὰς ἰδικάς μου ἁμαρτίας.
Ἀφοῦ λοιπὸν ἔγινεν ὁ Ὅσιος μοναχὸς καὶ ἐλυτρώθη ἀπὸ τὴν σύγχυσιν τοῦ κόσμου, τότε συνέγραψεν ὅσους βίους Ἁγίων εὗρεν. Ἔπειτα, ἅτε πλούσιος ὦν, καὶ ἔχων δύναμιν καὶ μέσα, ἔστειλεν ἀνθρώπους εἰς διαφόρους πόλεις καὶ τόπους, καὶ ἔφεραν εἰς αὐτὸν ὅσους βίους Ἁγίων εὗρον, τοὺς ὁποίους, αὐτὸς πάλιν μετέφρασεν εἰς γλυκυτάτην φράσιν, καὶ ἐκ τῆς αἰτίας ταύτης ἐπωνομάσθη Μεταφραστής. Πάντα δέ, ὅσα ἔγραψεν, εἶναι ἀληθῆ καὶ ἀλάνθαστα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικηφόρου τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄. Τῆς Θεοτόκου. Ὁ Εἰρμός.
Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. (Δίς)
Ὄψις εἰκόνος σου ὡραία, καὶ τὸ μῆλόν σου ὡς λέπυρον τῆς ῥόας, ἀνεδείχθη ἁγνὴ διὸ οἱ βλέποντές σε, καρδίαν καὶ διάνοιαν, καταθέλγονται παρθένε.
Χείλη τὰ θεῖα σῆς εἰκόνος, ἀνεφάνησαν ὡς κόκκινον σπαρτίον, καὶ τὸ στόμα αὐτῆς ὡς μέλι καὶ τὸ γάλα, καθὼς ἡ ᾀσματίζουσα, περὶ σοῦ προανεφώνει.
Ὥσπερ φιάλαι ἀρωμάτων, ἀνεδείχθησαν μορφῆς σου σιαγόνες, τοῖς τιμῶσιν αὐτὴν ἐκ πίστεως καὶ πόθου, μυρεψικὰ προχέουσαι, τῶν ἐνθέων χαρισμάτων.
Ἄλλαι ἀγέλαι κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ λουτροῦ ὑπῆρχον, οἱ ὀδόντες οἱ σοί, ὅθεν ἡ λαλιά σου, ὡραία ἀναδέδεικτα, σωφρονίζουσα ἀτάκτους.

Τῶν Ἀρχαγγέλων. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐντολὰς δεκαλόγου ἀμειώτους φυλάττειν ἡμᾶς ἀξίωσον, τοὺς σοὺς πιστοὺς οἰκέτας, Μονῆς σου νεωκόρους οὓς ἐνταῦθα συνήγαγες, ὦ Μιχαὴλ φοβερέ, διάκονε τοῦ νόμου.
Μακαρισμοὺς τοὺς θείους Γαβριὴλ θεῖε νόε ἡμᾶς ἐνίσχυσον, πληροῦν ὅπως ἀληκτου, χαρᾶς τῶν μακαρίων καὶ ἡμεῖς ἐπιτύχωμεν, οἱ ἀγαπῶντες θερμῶς, εὐπρέπειαν σοῦ οἴκου.
Ἀρχάγγελοι Κυρίου ἀντιλήπτορες θεῖοι Δοχειαρίου Μονῆς, τῶν ταύτης δομητόρων, καμπτόμενοι πρεσβείαις ἡμᾶς πάντας λυτρώσασθε, λοιμοῦ λιμοῦ καὶ σεισμοῦ, καὶ ἐκ παντὸς κινδύνου.
Θεοτοκίον.
Μακαρία ὑπάρχεις Θεοτόκε Παρθένε ὡς τὸν μακάριον, Θεὸν ἀποτεκοῦσα, τὸν πάντας μακαρίους τῷ βουλήματι κτίσαντα, ἀΰλοις νόας ἁγνή, καὶ ὑλικοὺς ἀνθρώπους.

Τῶν Ὁσίων. Οὐκ ἐλάτρευσαν.
Ἱκεσίαις σου, ταῖς θείαις ἐλευθέρωσον Πάτερ Εὐθύμιε, τοὺς ὑμνητάς σου ἡμᾶς, ἐκ πάσης κακώσεως, ἐν ὅσῳ πνέομεν, καὶ ἐκλειπόντας, εἰς τὰς μονάς σου πρόσδεξαι, κᾂν τὸ αἴτημα ᾗ μέγα.
Ἐν Κυρίῳ, ἡ πρεσβεία σου Νεόφυτε καὶ παῤῥησία πολλή, ἀνύει πάντα σαφῶς, τὰ πᾶσιν ἐπίπονα, καὶ ἄλλοις οὐ φορητά, καὶ ἐμοῦ διό, τοῦ οἰκτροτάτου δούλου σου, λῦσον ἄμετρα τὰ χρέη.
Συναγάλλου, οὐρανὲ συνευφραινέσθωσαν ἀνθρώποις σήμερον, Ἀγγέλων αἱ στρατιαί, βροτοὶ ἐπουράνιοι, ἄγγελοι γήϊνοι, ἑορτάζονται, οἱ δύο νῦν δομήτορες, εἰς τιμὴν Θεοῦ τῶν ὅλων.
Θεοτοκίον.
Σοῦ πανύμνητε, τῆς μεσιτείας ἄνευθεν νόων βροτῶν τε οὐδείς, ἔχει ἐλθεῖν πρὸς Θεόν, σὺ γὰρ μόνη γέγονας, καινὸν μεθόριον, κτιστῆς φύσεως, καὶ τῆς ἀκτίστου πάναγνε, ὦ πραγμάτων παραδόξων.
Καταβασία.
Οκ λάτρευσαν, τκτίσει οθεόφρονες, παρτν κτίσαντα, ἀλλπυρς πειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ψαλλον· περύμνητε, ὁ τν Πατέρων Κύριος, καΘες ελογητς εἶ.

ᾨδὴ η΄. Τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Παρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (Δίς)
Τράχηλός σου τῆς Γοργοϋπηκόου, πύργος ὤφθη Δαβὶδ τοῦ ὁπλομάχου, ἐξ οὗ βολίδες δυνατῶν ἐκκρέμανται, χίλιαι παρθένε, δι’ ὧν αἱ δαιμόνων τροποῦνται παρατάξεις.
Σῆς εἰκόνος αἱ χεῖρες Θεοτόκε, χρυσαῖ στῆλαι καὶ τορευταὶ ὑπῆρχον, δι’ ὧν ἁγνὴ τὸν Κύριον ἐβάστασας, τὸν νεύματι μόνῳ, ἅπασαν τὴν κτίσιν βαστάζοντα ἀῤῥήτως.
Τῆς μορφῆς σου οἱ δύο μαστοὶ Κορή, νεβροὶ δύο ὤφθησαν τῆς δορκάδος, οἱ ἐν τοῖς κρίνοις τοῖς λευκοῖς νεμομένοι, ἐξ ὧν τὸν τροφέρα, τοῦ παντὸς ἐκτρέφεις καὶ γαλουχεῖς Παρθένε.
Ἡ κοιλία τῆς Γοργοϋπηκόου, ἀνεδείχθης ὡς θημωνία σίτου, ἡ ἐν τοῖς κρίνοις πεφραγμένη πάντοθεν, ἐξ ἧς ἐγεννήθη, ὑπὲρ πάντα λόγον αὐτὸς ὁ Θεὸς Λόγος.

Τῶν Ἀρχαγγέλων. Ἑπταπλασίως κάμινον.
Ὡς ἐλυτρώσω πρότερον, Μιχαὴλ ἀρχιστράτηγε, θείαν σου Μονὴν Σαρακηνῶν ἁλώσεως, οὕτω σοῦ δεόμεθα μὴ ἀποκάμῃς πάντοτε, σκέπων καὶ φρουρῶν ἀδιαλώβητον ταύτην, ἐκ πάσης ἐπηρείας ὁρατῶν ἀοράτων, ἐχθρῶν ἐπεμβαινόντων ἡμῖν τοῖς σοῖς οἰκέταις.
Ὡς τῆς Παρθένου γέγονας, Γαβριὴλ τροφεὺς ἔνθεος, διακονητής τε αὐτῆς χαριέστατος, οὕτως ἡμᾶς τοὺς δούλους σου μὴ διαλίπῃς πάντοτε, τρέφων αἰσθητῷ καὶ νοητῷ θείῳ ἄρτῳ, πράξεων ἐναρέτων καὶ ἐν πάσῃ ἁγνείᾳ, καὶ παρθενίᾳ πάντας φυλάττων σαῖς πρεσβείαις.
Καθὼς πολλάκις πρότερον, ἐκ κινδύνων ἐῤῥύσασθε, τήνδε τὴν Μονὴν ὑμῶν θεῖοι Ἀρχάγγελοι, οὕτως αὐτὴν δεόμεθα καὶ εἰς τὸν ἑξῆς ἅπαντα, χρόνον ἀπειλῆς πάσης λυτροῦσθαι καὶ βλάβης, καμφθέντες ἱκεσίαις τῶν δομητόρων ταύτης, κλεινοῦ τε Εὐθυμίου καὶ θείου Νεοφύτου.
Θεοτοκίον.
Φῶς ἡ τὸ πρῶτον τέξασα, τὸ Ἀγγέλους τὰ δεύτερα, δῶτα ὑποστῆσαν καὶ φῶς τὸ πρωτόγονον, δημιουργῆσαν αὖθίς τε φωστῆρας δύο παραγαγόν, ἐπὶ πᾶσι δὲ ψυχὴν ὡς φῶς οὐσιῶσαν, καὶ φῶτα ὑποδεῖξαν προστάγματα οἰκεῖα, φώτισον τοῦ νοός μου τὸν ζόφον Θεοτόκε.
Τῶν Ὁσίων. Παῖδας εὐαγεῖς.
Ῥήμασι Χριστοῦ οἰκείαν ποίμνην, δογμάτων Εὐθύμιε κατήρδευσας, καὶ σπόρον τὸν ἔνθεον, ταύτῃ ἐγεώργησας, καὶ ἀρετῶν τοῖς χρώμασι ταύτην ἐλάμπρυνας, διὸ λαμπροφοροῦσα νῦν κράζει· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.
Ὅλως τῶν δαιμόνων οὐκ ἰσχύει, ἡ φάλαγξ ἰδεῖν σου τὴν πανσέβαστον, θέαν ὦ Νεόφυτε, ἐξ ἧς ἡμῖν ἑκάστοτε, ἀναπηγάζει θαύματα τοῖς ἀεὶ κράζουσι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἅπασαν τοῖς ἔργοις ὑπερβάντες, ἰδέαν, ἰδέαν τῶν ἐγκωμίων ὦ δομήτορες, τὸ μικρὸν ἐφύμνιον, ὃ καὶ προσηγάγομεν, ἵνα ἀφοσιώσωμεν τὸν ἡμῶν ἔρωτα, ὑμῖν τοῖς σεβασμίοις πατράσιν, εὐμενῶς δεχθεῖτε εἰς πάντων εὐφροσύνην.
Θεοτοκίον.
Στάξον γλυκασμὸν ἐν τῇ ψυχῇ μου, πικρίᾳ συνεχομένῃ παραπτώσεων, θείας παρακλήσεως, Κόρη ἀπειρόγαμε, ὁ γλυκασμὸς Ἀγγέλων γὰρ Σὺ καὶ ἀνθρώπων πιστῶν, καὶ δὸς τοῦ οὐρανίου με δείπνου, καὶ τρυφῆς γλυκείας τυχεῖν τοῦ Παραδείσου.
Καταβασία.
Παδας εαγες ν τκαμίνῳ, ὁ τόκος τς Θεοτόκου διεσσατο, τότε μν τυπούμενος, νν δὲ ἐνεργούμενος, τν οκουμένην πασαν, ἀγείρει ψάλλουσαν· Τν Κύριον μνετε τὰ ἔργα, καὶ ὑπερυψοτε, ες πάντας τος αἰῶνας.

ᾨδὴ θ΄. Τῆς Θεοτόκου. Ὁ Εἱρμός.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι. (Δίς)
Αἰ κνῆμαι τῆς εἰκόνος σου Μαριάμ, ὥσπερ σῦλοι μαρμάρινοι ὤφθησαν ἐπὶ χρυσᾶς, βάσεις ἐρειδόμεναι ἀληθῶς, καὶ οἱ ῥυθμοὶ μυρίων σου, ὅμοιοι ὁρμίσκοι τοῖς τεχνικοῖς, καὶ τορευτὸς ἐδείχθη, ὁ ὀμφαλός σου Κόρη, οὔποτε κρᾶμα ὑστερούμενος.
Ὡς κῆπος κεκλεισμένος σοῦ ἡ μορφή, καὶ ὡς νάρδος καὶ κρόκος καὶ κάλαμος ὤφθη ἁγνή, καὶ τὰ πρῶτα μῆλα ὡς ἐκλεκτά, ὡς ξύλα τοῦ Λιβάνου δέ, καὶ ὥσπερ παράδεισος τῶν ῥοῶν, ὡς κύπροι μετὰ νάρδων, κιννάμωμον καὶ σμύρνα, καὶ ὡσεὶ φρέαρ ζῶντος ὕδατος.
Εἰκόνα σου τὴν θείαν καὶ ἱεράν, βασιλίδες σεμναὶ ἐμακάρισαν καὶ τῶν βροτῶν, θυγατέρες ᾔνεσαν ἀληθῶς, ὅτι ἐκβλύζει θαύματα, καὶ πηγὴ ἐδείχθη πάντων καλών, ὄντως ἐστὶ βοῶσαι, περιστερὰ τελεία, καὶ ἐκλεκτὴ καὶ ὑπερέχουσα.
Οὐκ ἔστιν ἐν τῷ κάλλει τῆς σῆς μορφῆς, μῶμός τις Μαριὰμ οὐδ’ ἐλάχιστον μώμου παντός, ὅθεν οἱ θεώμενοι γηγενεῖς, ἐκπλήττονται καὶ κράζουσι, νήμφης τῆς τοῦ ᾌσματος τὰ ῥητά, ὅλη καλὴ ὑπάρχεις, ὅλη καλὴ παρθένε, Γοργοϋπήκοε ὡς ἥλιος.

Τῶν Ἀρχαγγέλων. Κυρίως Θεοτόκον.
Προστάτης ἐν ἀνάγκαις, ῥύστης ἐν κινδύνοις, καὶ ἐν ταῖς θλίψεσι πάσαις παρήγορος, ὦ Μιχαὴλ θεῖε νόε ἡμῖν γενήθητι.
Χαρᾶς καὶ εὐφροσύνης, Ἄγγελος φανείης, ὦ Γαβριὴλ ἡμῖν πᾶσι τοῖς δούλοις σου, ἐκ πολυτρόπων σκανδάλων ἀπολυτρούμενος.
Θαυμάσια ποικίλα, ἐδείξατε πάλαι, περὶ Μονὴν ὑμῶν ταύτην Ἀρχάγγελοι, ἅπερ μὴ παύσητε πάντοτε ἐργαζόμενοι.
Θεοτοκίον.
Παρθένε Ἀρχαγγέλων, τῶν δύο πρεσβείαις, καὶ δομητόρων καμφθεῖσα διάσωσον, τὴν ἱερὰν Μονὴν ταύτην πάσης κακώσεως.

Τῶν Ὁσίων. Ἅπας γηγενής.
Ποίμνην τήνδε σύ, ἐκ βάθρων ἀνήγειρας καὶ κατεκόσμησας, ὥσπερ διαδήματι, τῇ σῇ ἀσκήσει Πάτερ Εὐθύμιε, καὶ νῦν τὴν θείαν μνήμην σου πανηγυρίζει φαιδρῶς, ἣν ῥυσθῆναι πάσης περιστάσεως, καὶ κινδύνων δεινῶν καθικέτευε.
Ἔχεις πρὸς τὸν σόν, Δεσπότην Νεόφυτε ὡς θεοφόρος Πατήρ, παῤῥησίαν εὔτολμον, καὶ δὴ τυγχάνων τούτῳ ἀείποτε, αἴτησον ἐν ὀνόματι αὐτοῦ τοῖς δούλοις σου, σωτηρίαν καὶ βίου διόρθωσιν, τοῖς θερμῶς ἐκτελοῦσι τὴν μνήμην σου.
Δέξασθε ἡμῶν, τὸ παρὸν ἐφύμνιον θεῖοι δομήτορες, ὡς εὐχαριστήριον, ἀνθ’ ὧν φρουρεῖτε τρέφετε θάλπετε, ἡμᾶς οὓς συνηγάγετε ἐν τῇ οἰκείᾳ Μονῇ, ἀλλὰ πόθῳ δεόμεθα Ὅσιοι, εἰς αἰῶνας φυλάττετε ἅπαντας.
Θεοτοκίον.
Ὢ Μῆτερ Θεοῦ, χοροὺς συμπαράλαβε πασῶν δυνάμεων, καὶ πρεσβείαν ποίησον, πρὸς τὸν Υἱόν σου ὅπως ἐνδείξηται, ἡμᾶς τοὺς σὲ γεραίροντας μερίδος κρείττονος, κληρονόμους ἐκ πόθου δοξάζοντας, εἰς αἰῶνα Τριάδα τὴν ἄκτιστον.
Καταβασία.
πας γηγενής, σκιρτάτω τπνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αλων Νόων φύσις γεραίρουσα, τν ερθαυμάσια τς Θεομήτορος, καβοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε γνὴ ἀειπάρθενε.






Ἐξαποστειλάριον. Τῶν Ὁσίων. Γυναῖκες ἀκουτίσθητε.
Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν σταυρὸν ἀράμενοι, δυὰς Ὁσίων Πατέρων, Μονῆς ἡμῶν δομητόρων, Εὐθύμιε Νεόφυτε, τοῦ Ἄθω σεμνολόγημα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.
Τῶν Ἀρχαγγέλων. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὢ ξυνωρὶς ὑπέρλαμπρε τῶν σεπτῶν Ἀρχαγγέλων, λύχνοι φωτὸς ἰσόφωτοι τοῦ μεγάλου καὶ πρώτου, καὶ ἀρχηγοὶ τῶν Ἀγγέλων Μιχαὴλ Γαβριήλ τε, μετὰ τῆς Θεομήτορος παριστάμενοι θρόνῳ, τῷ φοβερῷ κόσμῳ τὴν εἰρήνην ἀεὶ αἰτεῖτε, καὶ βασιλεῖ τὰ τρόπαια καὶ ἡμῖν σωτηρίαν.
Θεοτοκίον. Ὅμοιον.
Τιμιωτέρα γέγονας Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ πανύμνητε τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων τῶν ἁγίων Ἀγγέλων, ἁγιωτέρα πάναγνε τὸν γὰρ κτίστην τῶν ὅλων, σωματικῶς ἀποῤῥήτως τέτοκας Θεοτόκε, Ὃν αἴτησαι τοῖς δούλοις σου λύτρον δοῦναι πταισμάτων.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε τιμήσωμεν ᾄσμασι, τοὺς Ἀρχαγγέλους Χριστοῦ, σὺν Ἀγγέλων ταῖς τάξεσιν, ὡς Θεοῦ ὑμνήτορας, ἀσιγήτως κραυγάζοντας, τοὺς μὲν τὸ ἅγιος ἅγιος ἅγιος, τοὺς δὲ τὸν ὕμνον τοῦ Γὲλ ἐξάδοντας, τοὺς τελευταίους δέ, τὸν Χριστὸν δοξάζοντας πανευλαβῶς, καὶ σὺν ἡμῖν ᾄδοντας τὸ Ἀλληλούϊα.

Σὲ ὄλβον ἔσχεν ἀσύλητον, Δοχειαρίου Μονή, καὶ σεπτὸν ἀκροθίνιον, καὶ λιμένα ἄκλυστον, καὶ στεῤῥὸν περιτείχισμα, καὶ κατ’ ἐχθροῦ παντὸς ἀμυντήριον, ψυχῆς καὶ σώματος φυλακτήριον, ἣν καὶ περίσωζε, δομῆτορ Εὐθύμιε ταῖς σαῖς εὐχαῖς, ἀποτειχιζόμενος τὰ πρὸς ἐπήρειαν.

Πόθῳ συνελθόντες ἅπαντες, σοῦ προσκυνοῦμεν πιστῶς, τὴν εἰκόνα Νεόφυτε, καὶ σὲ ἱκετεύομεν, ἀπὸ πάσης κακώσεως, ὀργῆς καὶ βλάβης παντοίας λύτρωσαι, ἡμᾶς τοὺς πόθῳ ἀνευφημοῦντάς σε, καὶ μετὰ θάνατον, ῥῦσαι τῆς κολάσεως καὶ οὐρανῶν, βασιλείας ποίησον μετόχους Ἅγιε.

Δοχειαρίου δομήτορες, ὑμεῖς πληθὺν μοναχζῶν, τῷ Χριστῷ ἐκομίσατε, σωτηρίας αἴτιοι, γεγονότες μακάριοι, διδασκαλίαις ἀγλαϊζόμενοι, καὶ προστασίαις ψυχῶν κοσμούμενοι, στόμα δεικνύμενοι, τοῦ Κυρίου πάνσοφοι προφητικῶς, ᾧ καὶ παριστάμενοι νῦν ἡμῶν μνήσθητε.


Δόξα. Ἦχος πλ. δ΄.
Οὐρανοδρόμῳ ἐπιβάντες ὀχήματι θεσπέσιοι, τῶν ἀρετῶν κατελάβετε, τὴν ἀκρόπολιν δι’ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύοντες, καὶ τῶν ἐμπόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενοι, ταῖς οὐρανίαις συναγάλλεσθε ταξιαρχίαις, παμμακάριστοι, τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι, καὶ τῆς βασιλείας οἰκήτορες γενόμενοι. Διὸ πρεσβεύσατε πατέρες πανόλβιοι, Εὐθύμιε καὶ Νεόφυτε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.
Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος, τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτί, τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος. Αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι’ ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μεμνήμεθά σου Πάτερ διηνεκῶς, οἱ Μονὴν οἰκοῦντες ἣν ἐκ βάθρων πόνοις πολλοῖς, μετὰ τοῦ Εὐθυμίου ἀνήγειρας παμμάκαρ, Νεόφυτε Ὁσίων τὸ ἐγκαλλώπισμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου