Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 8. ΑΡΧΑΓΓΕΛΟΙ ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ ΚΑΙ ΛΟΙΠΕΣ ΑΣΩΜΑΤΕΣ ΔΥΝΑΜΕΙΣ ΑΚΟΛΟΥΘΙΑ, ΠΑΡΑΚΛΗΣΙΣ & ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ


ΝΟΕΜΒΡΙΟΣ 8!!
ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΟΙ
& ΛΟΙΠΕΣ ΑΣΩΜΑΤΕΣ ΔΥΝΑΜΕΙΣ
ΑΚΟΛΟΥΘΙΑ


ΤΥΠΙΚΟ
Εἰ τύχῃ Κυριακῇ.
Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.
Τὰ δ΄ στιχηρὰ Προσόμοια τῶν Ἀρχαγγέλων. Δόξα: Ἡμέρα χαρμόσυνος... Καὶ νῦν. Θεοτοκίον δογματικὸν ἐκ τοῦ Μικροῦ Ἑσπερινοῦ τοῦ τυχόντος ἤχου.
Εἰς τὰ Ἀπόστιχα τὸ β΄, γ΄ καὶ δ΄ τῶν κατ’ ἀλφάβητον Ἀποστίχων τοῦ ἤχου. Δόξα: Ἐθαυμαστώθη ἀληθῶς... Καὶ νῦν: Ἐκ παντοίων κινδύνων... Ἀπολυτίκια· τὸ Ἀναστάσιμον, τῶν Ἀρχαγγέλων καὶ Θεοτοκίον: Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...
Ἐν τῷ Ἀποδείπνῳ.
Χαιρετισμοὺς τῶν Ἀρχαγγέλων οὐ λέγομεν.
Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.
Στιχολογοῦμεν τὸ α΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τό· Κύριε ἐκέκραξα... ψάλλομεν Ἀναστάσιμα Στιχηρὰ δ΄ καὶ τῶν Ἀρχαγγέλων στ΄. Δόξα: Συγχάρητε ἡμῖν... Καὶ νῦν. Θεοτοκίον τὸ α΄ τοῦ ἤχου. Εἰς τὴν Λιτήν, ὥς εἰσι διατεταγμένα. Εἰς τὰ Ἀπόστιχα τὸ α’ Ἀναστάσιμον καὶ γ΄ τῶν Ἀρχαγγέλων. Δόξα: Ὡς Ταξιάρχης καὶ πρόμαχος... Καὶ νῦν: Παναγία Δέσποινα... Ἀπολυτίκια· τὰ β΄ τῶν Ἀρχαγγέλων. Καὶ νῦν: Θεοτόκε Παρθένε...
Ἐν τῷ Ὄρθρῳ.
Εἰς τό· Θεὸς Κύριος, τὸ Ἀναστάσιμον Ἀπολυτίκιον δίς, τῶν Ἀρχαγγέλων τὰ β΄, καὶ Θεοτοκίον: Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον... Καθίσματα εἰς τὴν α΄ Στιχολογίαν τὰ Ἀναστάσιμα τῶν δύο Στιχολογίων (α, β΄, ε΄ καὶ στ΄)· εἰς τὴν β΄ στιχολογίαν δ΄ ἐκ τῶν δύο Στιχολογιῶν τῶν Ἀρχαγγέλων καὶ Θεοτοκίον.. Ὁ Πολυέλεος, τὰ Ἀναστάσιμα Εὐλογητάρια, ἡ Ὑπακοὴ τοῦ ἤχου, τὰ μετὰ τὸν Πολυέλεον Καθίσματα τῶν Ἀρχαγγέλων, οἱ Ἀναβαθμοί, καὶ τὸ Προκείμενον τοῦ ἤχου καὶ ἅπασα ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου.
Κανόνες· ὁ Ἀναστάσιμος εἰς δ΄, τῆς Θεοτόκου εἰς β΄, καὶ τῶν Ἀρχαγγέλων ὁ α΄ καὶ ὁ γ΄ Κανὼν εἰς η΄. Καταβασίαι: Ἀνοίξω τὸ στόμα μου... Ἀπὸ γ΄ ᾨδῆς τὸ Ἀναστάσιμον Κοντάκιον καὶ ὁ Οἶκος, εἶτα τὰ Καθίσματα τῶν Ἀρχαγγέλων καὶ τὸ Θεοτοκίον. Ἀφ’ στ΄  ᾨδῆς τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῶν Ἀρχαγγέλων καὶ τὸ Μηνολόγιον. Εἰς τὴν θ΄ ᾨδὴ στιχολογοῦμεν τὴν Τιμιωτέραν.
Ἐξαποστειλάρια· τὸ Ἀναστάσιμον καὶ τὰ β΄ τῶν Ἀρχαγγέλων μετὰ τοῦ Θεοτοκίου.
Εἰς τοὺς Αἴνους· Ἀναστάσιμα δ΄, καὶ τῶν Ἀρχαγγέλων δ΄. Δόξα: Ὅπου ἐπισκιάσῃ... Καὶ νῦν: Ὑπερευλογημένη... Δοξολογία Μεγάλη καὶ τὸ Ἀναστάσιμον.
Εἰς τὴν Λειτουργίαν.
Εἰς τοὺς Μακαρισμούς·  ἀναστάσιμα δ΄, δ΄ ἐκ τῆς γ΄ ᾨδῆς τοῦ α΄ Κανόνος τῶν Ἀρχαγγέλων καὶ δ΄ ἐκ τῆς στ΄  ᾨδῆς τοῦ γ΄ Κανόνος. Ἀπολυτία· τὸ Ἀναστάσιμον, τῶν Ἀρχαγγέλων τὰ β΄, ἡ Ὑπακοὴ τοῦ ἤχου, καὶ Κοντάκια τῶν Ἀρχαγγέλων καὶ τῶν Εἰσοδίων.
Ἀποστολοευαγγέλια· τῆς Κυριακῆς καὶ τῶν Ἀρχαγγέλων.
Κοινωνικόν: Αἰνεῖτε τὸν Κύριον... καί· Ὁ ποιῶν τοὺς Ἀγγέλους...









ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς προαρχηγοὺς τῶν Ἀγγέλων, ἀνευφημήσωμεν, πάντων γὰρ ὡς πρόκριτοι, τῶν Ἀσωμάτων χορῶν, Στρατηγοὶ καὶ Ἀρχάγγελοι, ἐκλήθησαν ἄμφω, ἄρχων γὰρ τῆς χάριτος, ὁ Γαβριὴλ πεφυκώς, νόμου καὶ πρὸ τοῦ Μωϋσέως, ἔξαρχος γνωρίζεται αὖθις, ὁ τῶν Ἀρχαγγέλων ἀρχηγὸς Μιχαήλ.

Εὖγε, Ἀσωμάτων ὁ φωστήρ! Εὖγε τῆς ἀΰλου χορείας, ὦ Ἀρχιστράτηγε! Μύστα καὶ πρωτάγγελε, τῶν ἀποῤῥήτων Θεοῦ, Μιχαὴλ παμμακάριστε, αὐτόπτα τῶν ἄνω, λύτρωσαι δεόμεθα, τοὺς σοὶ προστρέχοντας, πάντων δυσχερῶν καὶ κινδύνων, σὲ γὰρ πρὸς τὸν Κύριον πάντες, εὐμενῆ προστάτην προβαλλόμεθα.

Χαίροις, τῶν Ἀγγέλων στρατηγέ, καὶ τῶν ἀποῤῥήτων ὁ μύστης, καὶ λειτουργὸς τοῦ Θεοῦ, ἄρχων καὶ ἀκρότατε, τῶν ἀσωμάτων χορῶν, Γαβριὴλ ὑπερένδοξε, φρικτῶν μυστηρίων, ὤφθης γὰρ διάκονος, κρυφιομύστου βουλῆς, ἄκραν συγκατάβασιν ἦλθες, ἐπὶ σωτηρίᾳ προαγγέλων ὑμῖν.

Χαῖρε, Ἀρχαγγέλων ἡ δυάς, φωτὶς τρισηλίου καὶ πρώτου, θεῖα ἐξάλματα, ἔσοπτρα δεχόμενα, αὐγὴ τὴν ἄδυτον, Μιχαὴλ ἀρχιστράτηγε, καὶ Γαβριὴλ θεῖε, οἱ διαπορθμεύοντες, ταῖς κάτων τάξεσι, κάθαρσιν ὑλαίου ἐννοίας, καὶ τὸν φωτισμὸν πρὸς κρείττους γνώσεις, καὶ τὴν πρὸς Θεὸν αὐτῶν τελείωσιν.

Δόξα. Ἦχος πλ. α΄.
Ἡμέρα χαρμόσυνος καὶ ἑορτὴ παγκόσμιος, τοῖς πέρασιν ἐπεδήμησε, τὰ οὐράνια τοῖς ἐπιγείοις συνάπτουσα. Σήμερον γὰρ οἱ δύο μέγιστοι τοῦ Κυρίου Ἀρχάγγελοι, ἐκ τοῦ ἐμπυρίνου οὐρανοῦ κατελθόντες, τῷ ἑαυτῶν ἐπιγείῳ τούτῳ ναῷ, ἀοράτως ἐμπεριπολεύουσι, καὶ τοὺς πιστοὺς συγκαλοῦσι, πρὸς εὐωχίαν τῶν οἰκείων θαυμάτων. Δεῦτε οὖν οἱ ἐν τῷ Ὄρει πάντες, μονασταὶ καὶ μιγάδες, εἰς ἓν συνέλθωμεν, καὶ τὸν ἀγγελικὸν ἐν σαρκὶ μιμούμενοι βίον, ἀγγελοπρεπῶς τοὺς Ἀρχαγγέλους ἀνευφημήσωμεν, καὶ ἐποπτεύσωμεν αὐτοὺς τῷ νοΐ, πῶς παραδόξως ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης, τὸν παῖδα ἁρπάζουσιν, ἐξηρτημένον τοῦ τραχήλου τὸν λίθον φέροντα, καὶ δι’ ἀέρος ἐπὶ τὸ ἱερὸν τοῦτο τέμενος, ζῶντα ἀποκομίζουσιν, αἰτούμενοι πᾶσι τὸ μέγα ἔλεος.


Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ. Νικοδήμου Ἁγιορείτου
Δεῦτε τοὺς ἀρχηγούς, καὶ πρώτους τῶν Ἀγγέλων, ὑμνήσωμεν συμφώνως, χριστιανῶν τοῦ γένους, τοὺς προμηθεῖς καῖ φύλακας.

Στ.: Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
Στῆσον τὴν καθ’ ἡμῶν, Μιχαὴλ τῶν δαιμόνων, ἐγειρομένην ἔχθραν, ὡς ἔστησας Ἀγγέλων, τὴν πτῶσιν λέξας πρόσχωμεν.

Στ.: Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ.
Φωτὶ παρεστηκώς, ὦ Γαβριὴλ τῷ πρώτῳ, φῶς δεύτερον ὑπάρχεις, ὅθεν φωτὸς τοῦ τρίτου, ψυχῆς τὸν ζόφον φώτιζε.

Δόξα. Ἦχος δ΄. Τοῦ αὐτοῦ.
Ἐθαυμαστώθη ἀληθῶς, ἐν οὐρανῷ καὶ ἐν τῇ γῇ, τῶν δύο μεγίστων Ἀρχαγγέλων ἡ δύναμις, ἐξαιρέτως δὲ ἐν τῇ Μόνῃ ταύτῃ, τῇ τῶν αὐτῶν σεμνυνομένῃ ὀνόματι· ἄνυδρον γὰρ οὖσαν, ἔνυδρον παραδόξως εἰργάσαντο, ἀναβλύσαντες ἐν αὐτῇ, τὸ πότιμον τοῦτον ὕδωρ, παντοίας νόσου ἀλεξητήριον. Διὸ οἱ τούτου μεταλαμβάνοντες, ἐν καθαρᾷ διανοίᾳ, τοὺς ἐξάρχους τῶν Ἀσωμάτων ἀνευφημήσωμε, λέγοντες πρὸς αὐτούς· Ἀρχάγγελοι Χριστοῦ, μὴ διαλίπητε σκέποντες, ἣν ἐξελέξασθαι οἰκείαν μερίδα, καὶ πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων ἐκ πόθου, τὴν ἱερὰν ὑμῶν Σύναξιν.

Κανν ... Θεοτοκίον
κ παντοίων κινδύνων, τος δούλους σου φύλαττε, ελογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τν λπίδα τν ψυχν μν.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ ἀπόλυσις




























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Μιχαήλ.  Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος Ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος Λόγος, Ἅγιος καὶ τὸ Ἅγιον Πνεῦμα, μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ Δύναμις.

Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε·τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων Ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου, γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, σοῦ τῇ ἁγίᾳ τιμώμενον.

Ὁ ποιῶν τοὺς Ἀγγέλους σου, ὥς περ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν Ἀρχαγγελικῶν, Μιχαὴλ Ἀρχιστράτηγον, σοῦ τοῖς νεύμασι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.

Τοῦ Γαβριὴλ. Ἦχος ὁ αὐτὸς. Ἔδωκας σημείωσιν
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε  μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, Παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῷσαι τὸν ἄνθρωπον.

Θρόνῳ παριστάμενος, τῆς τρισηλίου θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα, κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας, πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν· ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.




Δόξα... Ἦχος πλ. β'  Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· Ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.

Καὶ νῦν... Θεοτοκίον
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτῆς τεμένει, παραδόξως ἐποπτανομένη ἁγιάζει· Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὴν βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, ἄχραντε Θεοτόκε Δέσποινα.


Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Ἰησοῦ τοῦ Ναυῆ τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 13-15)
Ἐγένετο, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν ἄνθρωπον ἐστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ. Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Ὁ δὲ εἶπεν αὐτῷ. Ἐγὼ Ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα, καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τὶ προστάσσεις τῷ  σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λύσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' οὗ σὺ ἔστηκας ἐπ αὐτοῦ, ἅγιός ἐστι· καὶ ἐποίησεν Ἰησοῦς οὕτως.

Κριτῶν τὸ Ἀνάγνωσμα (Κεφ. 6, 6, 11-24)
Ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσε Μαδιὰμ ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐβόησαν πρὸς τὸν Θεόν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου παρεγένετο, καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν, τὴν οὖσαν ἐν Ἐφραθᾶ, τὴν τοῦ Ἰωάς· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ἐῤῥάβδιζε πυροὺς ἐν ληνῷ, καὶ ἔσπευδε τοῦ ἐκφυγεῖν ἀπὸ προσώπου Μαδιάμ. Καὶ ὤφθη αὐτῷ Ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύϊ. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, ἵνα τὶ εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες· Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς, καὶ παρέδωκεν ἡμᾶς, ἐν χειρὶ Μαδιάμ. Καὶ ἐπέβλεψε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου, καὶ εἶπεν αὐτῷ· Πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ, ἰδοὺ ἐξαπέστειλά σε. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριε, ἐν τίνι σώσω τὸν Ἰσραήλ; Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ, καὶ ἐγὼ εἰμι μικρότερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι σὺ λαλεῖς μέτ' ἐμοῦ, μὴ δὴ χωρισθῇς ἐντεῦθεν, ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου, καὶ θύσω ἐνώπιόν σου. Καὶ εἶπεν· Ἐγὼ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν, καὶ οἰφὶ ἀλεύρου ἄζυμα· καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τήν δρῦν, καὶ προσήγγισε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου. Λάβε τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε, καὶ ἐποίησεν οὕτω. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῇ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν, καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους, καὶ ὁ   Ἄγγελος Κυρίου ἀπῆλθεν ἀπ' ὀφθαλμῶν αὐτοῦ. Καὶ εἶδε Γεδεών, ὅτι Ἀγγελος Κυρίου ἐστί, καὶ εἶπε Γεδεών·Οἴμοι Κύριε, Κύριε! ὅτι εἶδον τὸν Ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. Καὶ εἶπεν αὐτῷ Κύριος. Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ  Κυρίῳ, καὶ ἐκάλεσεν αὐτό, Ε ἰ ρ ή ν η Κ υ ρ ί ο υ, ἕως τῆς ἡμέρας ταύτης.

Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 10, 1-21)
Ἐν ἔτει τρίτῳ Κύρου τοῦ βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ  Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγω ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ εἷς, ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μέτ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καί ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρὸς με· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ, καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρὸς με· Μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι, καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ Ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαήλ, εἷς τῶν Ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ Ἄρχοντος βασιλείας Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει τῷ  λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· Μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾿ ἐμοῦ, ἴσχυσα καὶ εἶπα. Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ Ἄρχοντος Περσῶν, καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ Ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν.

















Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.  Ἦχος α' Κυπριανοῦ
Τῶν νοερῶν Δυνάμεων Ἀρχιστράτηγοι, οἱ παρεστῶτες ἀπαύστως, τῷ  δεσποτικῷ θρόνῳ, πρεσβεύσατε πρὸς Κύριον, εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτὸς  Ἀρσενίου
Ὁ Ταξιάρχης τῶν ἄνω Δυνάμεων, Μιχαὴλ ὁ πρωτοστάτης τῶν θείων ταγμάτων, σήμερον ἡμᾶς πρὸς πανήγυριν συνεκάλεσεν, ὁ καθ' ἑκάστην μεθ' ἡμῶν πορευόμενος, καὶ φυλάττων τοὺς πάντας, ἐκ πάσης τοῦ διαβόλου περιστάσεως. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ ἄνθη τῶν ἀρετῶν δρεψάμενοι, καθαραῖς ἐννοίαις, καὶ συνειδότι εὐστάθμῳ, τοῦ Ἀρχαγγέλου τὴν Σύναξιν τιμήσωμεν· αὐτὸς γὰρ ἀδιαλείπτως τῷ  Θεῷ παριστάμενος, καὶ τὸν τρισάγιον ὕμνον ἀναμέλπων, πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.

Ἦχος β' Τοῦ Στουδίτου
Τῆς ἀΰλου οὐσίας, τῶν νοερῶν Δυνάμεων προστατεύοντες, καὶ τῆς Τρισηλίου δόξης ταῖς μαρμαρυγαῖς, φωτοδοτοῦντες τὴν οἰκουμένην, Ἀρχιστράτηγοι, ἀλήκτῳ φωνῇ, τὸν τρισάγιον ὕμνον ἐξᾴδετε· διὸ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς   Ἀρσενίου
Τῷ ἀΰλω θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ  πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.

Ὁ αὐτὸς   Ἀνατολίου
Ἀσωμάτοις χείλεσι, καὶ νοεροῖς στόμασι, τῶν Ἀγγέλων αἱ τάξεις, τὸν ἀκατάπαυστον ὕμνον προσφέρουσι, τῇ σῇ ἀπροσίτῳ Θεότητι Κύριε, καὶ νόες καθαροὶ καὶ λειτουργοὶ τῆς σῆς δόξης αἰνοῦσί σε Δέσποτα· Σὺν αὐτοῖς δὲ Μιχαὴλ ὁ ἀσώματος, καὶ πρωτοστάτης τῶν ἄνω Δυνάμεων, ὁ Ἀρχιστράτηγος τῶν Ἀγγέλων, ἑστιάτωρ ἡμῖν σήμερον γέγονε, τὰ τῶν ἀσωμάτων ᾄσματα προτρεπόμενος ἡμᾶς ᾄδειν, τῇ ἀπροσίτῳ σου δόξῃ Φιλάνθρωπε, ἵνα πρεσβεύῃ ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ'. Ἐφραὶμ Καρίας
Τῆς ἡλιακῆς ἀκτῖνος τοῦ θείου φωτός, καταλαμπόμενοι Ἀρχιστράτηγοι, τὰς τῶν ἀΰλων καταυγάζετε ταξιαρχίας, ὡς φῶς λευχειμονοῦντες, ἐν ὑψίστοις τὸ πῦρ καταυγάζετε ἐν κόσμῳ, τῆς ἀπροσίτου θεότητος· ὅθεν καὶ τὸν τρισάγιον ὕμνον, ἐν φλογεροῖς τοῖς χείλεσιν ἀκαταπαύστως ᾄδετε· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος πλ. β'
Οἱ Ἄγγελοί σου Χριστέ, τῷ θρόνῳ τῆς μεγαλωσύνης, ἐν φόβῳ παρεστῶτες, καὶ τῇ σῇ φωτοχυσίᾳ ἀεὶ λαμπόμενοι, ἐν τοῖς ὑψίστοις ὑμνῳδοί σου, καὶ τῆς βουλῆς σου λειτουργοί, ὑπὸ σοῦ ἐκπεμπόμενοι, νέμουσι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Δόξα...  Ἦχος δ'
Πυρίνοις χείλεσιν, ὑμνεῖ σε τὰ Χερουβίμ, Χριστὲ ὁ Θεός, ἀσωμάτοις δὲ στόμασιν ἀσιγήτως, δοξολογεῖ σε τῶν Ἀρχαγγέλων ὁ χορός, Μιχαὴλ δὲ ὁ Ἀρχιστράτηγος, τῶν ἄνω δυνάμεων, τὸν ἐπινίκιον ὕμνον, ἀκαταπαύστως προσφέρει τῇ δόξῃ σου· Αὐτὸς γὰρ ἡμᾶς σήμερον κατηύγασε, πρὸς πανήγυριν φαιδράν, κροτῆσαι ἐπαξίως ψαλμικῶς, αἶνον τὸν τρισάγιον, τοῖς πηλίνοις χείλεσιν, ὅτι τὰ πάντα τῆς σῆς αἰνέσεως ἐπλήσθη, καὶ παρέχεις τῷ κόσμῳ δι' αὐτοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν...  Ὁ αὐτὸς   Θεοτοκίον
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ  Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.  Ἦχος α' Τῶν οὐρανίων
Ἀγγελικῶς οἱ ἐν κόσμῳ πανηγυρίζοντες, τῷ  ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν τὸν ὕμνον, Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος· ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
Τῶν οὐρανίων πρωτεύων, ἐν παῤῥησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ  θρόνῳ, τῷ  ἀστέκτῳ ἐν δόξῃ, αὐτόπτα τῶν ἀῤῥήτων, σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος ὑπάρχεις σαφῶς, καὶ λειτουργὸς τῆς θείας, φωταυγείας ἐκείνης, αὐτόπτης τε καὶ μύστης, σῶσον ἡμᾶς, Μιχαὴλ Ἀρχιστράτηγε, τούς ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας τὴν Τριάδα πιστῶς.



Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'  Ἰωάννου Μοναχοῦ
Ὡς ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων Ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσου καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε Ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ  ἀπροσίτῳ φωτί, τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ ὑψωθείς.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Δόξα. Ὅμοιον.
Τῶν οὐρανίων στρατιῶν οἱ ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι, τῆς ἀΰλου ὑμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις προστάται θερμότατοι.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ ἀπόλυσις














ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα  Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῶν ἀσωμάτων λειτουργῶν Ἀρχιστράτηγε, ὁ κατ' ἐνώπιον Θεοῦ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν λάμψεσι λαμπόμενος, φαίδρυνον ἁγίασον, τοὺς πιστῶς σε ὑμνοῦντας, πάσης ἀπολύτρωσαι, τοῦ ἐχθροῦ τυραννίδος, καὶ εἰρηναίαν αἴτησαι ζωήν, τοῖς Βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασιν.
Δόξα... τὸ αὐτὸ. Καὶ νῦν... Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα   Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις Θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν Ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην· Μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε.
Δόξα... Τὸ αὐτὸ. Καὶ νῦν... Θεοτοκίον αὐτόμελον
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ  Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ'   Τὸ προσταχθὲν
Τῶν οὐρανίων ἀρχηγοὶ καὶ πρωτοστάται, τῶν ὑψιθρόνων καὶ φρικτῶν τῆς θείας δόξης, Μιχαὴλ καὶ Γαβριὴλ Ἀρχιστράτηγοι, σὺν πᾶσι τοῖς ἀσωμάτοις ὦ Λειτουργοί, Δεσπότου ὑπὲρ τοῦ κόσμου διαπαντός, πρεσβεύοντες αἰτήσασθε τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν, ἐν ἡμέρᾳ τῆς κρίσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὔρωμεν ἔλεος.






Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον Ἦχος δ': Ὁ ποιῶν τους Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς Λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον.
Εὐαγγέλιον κατὰ Ἰωάννην. Ζήτει τῇ β' τῆς Πεντηκοστῆς
Ὁ Ν'
Δόξα... Ταῖς τῶν Ἀσωμάτων, Οἰκτίρμον, προστασίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Εἶτα, Ἐλέησόν με ὁ Θεός, κτλ. Καὶ ψάλλομεν Στιχηρὸν ἰδιόμελον. Ἦχος β'
Τῷ ἀΰλῳ θρόνῳ περικυκλοῦντες, νοεραὶ οὐσίαι θεῖοι Ἀσώματοι, τὴν τρισάγιον ᾠδήν, τῷ  πρύτανι Θεῷ, φλογεροῖς τοῖς χείλεσιν ᾄδετε, Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος, Ἅγιος ἀθάνατος, τὸ ὁμοούσιον Πνεῦμα, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συνδοξαζόμενον.




























Εἶτα ψάλλονται οἱ Κανόνες, ὁ τῆς Θεοτόκου εἰς ς' καὶ οἱ δύο παρόντες τῶν Ἀσωμάτων εἰς η'.
Κανὼν πρῶτος τῶν Ἀσωμάτων. Ποίημα Ἰωάννου Μοναχοῦ
ᾨδὴ α'   Ἦχος πλ. δ'
ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ  ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες, ᾌσωμέν σοι τῷ  μόνῳ Δεσπότῃ.
Πάντες ἀνυμνήσωμεν πιστοί, τὴν πάσας διευθύνουσαν, τὰς ἀΰλους τῶν ἄνω, χορῶν ταξιαρχίας, Τριάδα τὴν ἄκτιστον, ἐκβοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.
Ἔθου τῶν κτισμάτων σου ἀρχήν, οὐσίαν τὴν ἀσώματον, Ποιητὰ τῶν Ἀγγέλων, τὸν ἄχραντόν σου θρόνον, κυκλοῦσαν κραυγάζειν σοι, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.
Χαίροις Γαβριὴλ μυσταγωγέ, τῆς τοῦ Θεοῦ σαρκώσεως, Μιχαήλ τε ταγμάτων, ἀΰλων πρωτοστάτα, ἀπαύστως κραυγάζοντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Θεὲ παντοκράτορ.
Θεοτοκίον
Εὔα ἡ προμήτωρ τῇ ἀρᾷ, τὸ γένος καθυπέβαλε, τῇ παραβάσει ποτέ, τὸ τῶν ἀνθρώπων· σὺ δὲ Παρθένε Θεόνυμφε, ὅλον πρὸς εὐλογίαν, μετηγάγου τὸν Κτίστην τεκοῦσα.

Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς: Τοῖς Ταξιάρχαις τῶν Ἀσωμάτων Νόων. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κλήμεντος
ᾨδὴ α'  Ἦχος ὁ αὐτὸς
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.
Τοὺς νοεροὺς τῶν ἀσωμάτων τάξεων, χοροὺς ἐν ᾄσμασιν, ὡς Λειτουργοὺς θείους, δεῦτε εὐφημήσωμεν, χορείαν συγκροτήσαντες, τὴν ἡμῶν σωτηρίαν, ἀδιαλείπτως πρεσβεύοντας, καὶ τῇ μετανοίᾳ συγχαίροντας.
Οἱ τῶν Ἀγγέλων ἀρχηγοὶ καὶ πρόκριτοι, καὶ ταξιάρχαι φαιδροί, τοὺς ἀσωμάτους Νόας, σήμερον ἐγείρουσι, πρὸς τελετὴν ἑόρτιον, τῆς αὐτῶν λαμπρᾶς μνήμης, μεθ' ὧν συγχαίρουσιν ἄνθρωποι, ὕμνον τῇ Τριάδι προσάγοντες.
Συνευφρανθῶμεν τοῖς Ἀγγέλοις ἄνθρωποι, πνευματικῶς ἐν χαρᾷ, ὁ Γαβριὴλ αὖθις, νῦν εὐαγγελίζεται, Ἐκκλησιῶν τὴν ἕνωσιν, καὶ καθαίρεσιν πάσης, τῆς ἐναντίας αἱρέσεως, ἐν τῇ παρουσίᾳ τῆς μνήμης αὐτῶν.
Θεοτοκίον
Κυοφορεῖς τὸν ὑπὲρ φύσιν Ἄχραντε, ἐν σοὶ σκηνώσαντα, τοῦ Πατρὸς λόγον, ἐν Ἁγίῳ Πνεύματι δυσὶ μὲν ἐν ταῖς φύσεσι, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει δ' ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζομεθα.
Καταβασία
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα.

ᾨδὴ γ'
Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις.
Ἰσχὺϊ κατέστησας Ἀθάνατε, δυνατοὺς ἐξανύοντας, τὸ πανάγιόν σου θέλημα, τοὺς σοὶ ἐν τοῖς ὑψίστοις, ἀεὶ παρεστῶτας.
Τοὺς μύστας τῆς σῆς ἐνανθρωπήσεως, τῆς σεπτῆς τε ἐγέρσεως, τῶν Ἀγγέλων τοὺς ἐξάρχους Χριστέ, ὑπὲρ ἡμῶν προσδέχου, ἐπικαλουμένους.
Ἀγγέλους ἐπέστησας φύλακας, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, διακόνους τε ἀνέδειξας Χριστέ, τῆς σωτηρίας τῶν σῶν θεραπόντων.
Θεοτοκίον
Ἀῤῥήτως συνέλαβες τὸν Κύριον, Σωτῆρα Θεόνυμφε, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.

Κανὼν δεύτερος. Σὺ εἶ τὸ στερέωμα
Τῶν Ἀγγέλων πρώτιστος, καὶ τῆς Τριάδος φῶς δεύτερον, ὤφθης ἡμῖν, Μιχαὴλ ὁ ἄρχων, τοῖς πιστῶς εὐφημοῦσί σε.
Αἴγλῃ θείας χάριτος, ὁ Γαβριὴλ πιστῶς ἔπληξε, πᾶσαν τὴν γῆν, τοῦ Θεοῦ κηρύξας, τὴν ἐν σώματι κάθοδον.
Ξυνωρὶς ἀοίδιμε, καὶ φωταυγὴς δυὰς ἄϋλε, φῶτα Θεοῦ, τοὺς πιστῶς τελοῦντας, τὴν ὑμῶν μνήμην δείξατε.
Θεοτοκίον
σεν Ἡσαΐας, σοῦ τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν, ᾄδω κἀγώ, ἵνα τῆς ἐκείνου, ἐπιτύχω καθάρσεως.
Καταβασία
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα   Ἦχος πλ. δ'. Τὸ προσταχθὲν
Τῶν ἀσωμάτων τοὺς χοροὺς ἐφιέμενοι, ἀνευφημεῖν οἱ ἐπὶ γῆς μιμησώμεθα, ὡς ἐφικτὸν τούτων τὴν ἁγιότητα, νεκροῦντες πάντα τὰ μέλη τὰ τῆς σαρκός, αἰτοῦντες, ὡς ὑπερμάχους τε καὶ φρουρούς, πάσης πλάνης λυτρώσασθαι, τοῦ ἀοράτου ἐχθροῦ, ἡμᾶς τοὺς ἀνυμνοῦντας αὐτούς, ὅπως εὕρωμεν ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως, σῶσον ἡμᾶς, Παρθένε Παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

ᾨδὴ δ'
Ἐπέβης ἐφ' ἵππους, τοὺς Ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐπέβης Ἀγγέλοις, ὥσπερ ἐφ' ἵπποις Φιλάνθρωπε, καὶ ἐδέξω χερσί σου ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν ἡ ἱππασία σου, τοῖς ἀπαύστως βοῶσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Καλύπτει Ἀγγέλους, ἡ ἀρετή σου Φιλάνθρωπε, καὶ τῆς γῆς ἐπληρώθη τὰ πέρατα, τῆς σῆς ἐνδόξου ἄναρχε θείας αἰνέσεως, σὺν αὐτοῖς σοι βοώσης· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐξῆλθες οἰκτίρμον, εἰς σωτηρίαν λαοῦ σου Χριστέ· συγκαλεῖς δὲ τὰς φίλας Δυνάμεις σου, καὶ εὐφροσύνη γέγονεν ἡ παρουσία σου, τοῖς πιστῶς σοι βοῶσι·  Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Παρθένος καὶ Μήτηρ, ὑπερφυῶς ὤφθης Πάναγνε, ὡς Θεὸν τὸν αὐτόν τε καὶ ἄνθρωπον, Χριστὸν τεκοῦσα, ᾧ μετὰ δέους κραυγάζουσι, τῶν Ἀγγέλων αἱ τάξεις· Δόξα τῇ δυνάμει σου Κύριε.

Κανὼν δεύτερος. Σύ μου ἰσχύς, Κύριε
εριχώ, ὤφθη δυνάμεως Ἀρχιστράτηγος, πολεμοῦντι, πάλαι Ἰησοῦ τῷ  Ναυῆ, νικοποιῶν καὶ ὑπερμαχῶν, Μιχαὴλ ὁ μέγας, τῶν Ἀσωμάτων ὁ ἔξαρχος, ὑφ' οὗ λαβὼν τὸ σθένος, ὁ θεράπων Κυρίου, δορυάλωτον εἷλε τὸ φρούριον.
ρχων ποτέ, τῶν ἀσωμάτων Δυνάμεων, ὤφθη φέρων, τέκνου εὐαγγέλια, τῷ  Ζαχαρίᾳ τῷ  ἱερεῖ, Γαβριὴλ ὁ μέγας, ὁ θεῖος ὄντως Ἀρχάγγελος· διὸ φωνὴ τοῦ Λόγου, γεννηθείς, Ἰωάννης, τῷ  πατρὶ τὴν φωνὴν ἀποδίδωσιν.
Χαίρει χαρὰ πάντα τὰ πέρατα σήμερον, τὴν αἰσίαν, μνήμην ἑορτάζοντα, τῶν Ἀρχαγγέλων σου ὁ   Θεός, Μιχαὴλ τοῦ θείου, καὶ Γαβριὴλ τοῦ θεόφρονος· συγχαίρει δὲ καὶ πᾶσα, τῶν Ἀγγέλων ἡ τάξις, ὅτι σῴζεται κόσμος τῇ σκέπῃ αὐτῶν.
Θεοτοκίον
Μόνη ἁγνή, πέφυκας καὶ μετὰ γέννησιν, μόνη ὤφθης, ἄνανδρος θηλάζουσα, τὸν τοῦ Πατρὸς Λόγον ἀληθῆ, Πνεύματι Ἁγίῳ, λαβόντα δούλου μορφὴν καθ' ἡμᾶς, Παρθένε Θεοτόκε, οὗ τὴν θέαν τιμῶντες, τῆς μορφῆς τὴν ἐμφέρειαν σέβομεν.
Καταβασία
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε'
Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ τὴν ψυχάλωτον ὁδὸν ἀεὶ πλανώμενον, φωτὶ τῆς γνώσεώς σου Κύριε, ποδηγῶν μὲ ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου καθοδήγησον.
Ἀνεπιστρέπτῳ τῷ  πόθῳ, ἀεὶ πρὸς τὸ ἄναντες, πρὸς σὲ Χριστὲ φερόμεναι, τὸ ἀκρότατον ἁπάντων τῶν ἐφετῶν, Ἀγγέλων αἱ δυνάμεις, ἀκαταπαύστως σε δοξάζουσιν.
Σὺ νοεροὺς κατ' οὐσίαν, ἀφθάρτους τῇ χάριτι, τῇ σῇ Χριστὲ κατέστησας, ὑμνῳδοὺς τῆς σῆς μεγαλειότητος, τοὺς Ἀγγέλους σου κατ' εἰκόνα, ἐδημιούργησας ἀκατάληπτε.
Σὺ ἀκλινεῖς πρὸς τὸ χεῖρον, τῇ πρὸς σὲ ἐγγύτητι Χριστέ, τοὺς σοὺς ἐφύλαξας λειτουργούς· πηγὴ γὰρ ἀγαθότητος, σὺ ὑπάρχων ἀγαθύνεις, τοὺς ἐπαξίως σοι λατρεύοντας.
Θεοτοκίον
Ἡ μετὰ τόκον Παρθένος, μόνη ἀπειρόγαμε ἁγνή, Μαρία ἄχραντε, τῷ  λιμένι σου ἡμᾶς καθόρμισον, ἐκ κινδύνων ὁδηγοῦσα, πρὸς σωτηρίαν τὴν αἰώνιον.

Κανὼν δεύτερος. Ἴνα τὶ με ἀπώσω
πειθοῦντι τὸ πάλαι, τοῦ Θεοῦ πρὸς ἄῤῥητα καὶ θεῖα θαύματα, Βαλαὰμ τῷ  μάντει, ἐν ἀμφόδῳ ὁ Ἄγγελος ὄνῳ φανείς, φοβερῶς ἤλεγξε, καὶ λογικὸν τὸ ζῶον δείξας, τὸ τῆς φύσεως ἤμειψε γνώρισμα.
Συσχεθέντι τῷ  Πέτρω, καὶ εἱρκτῇ προσμένοντι, Ἄγγελος ὤφθη Θεοῦ, τῶν χειρῶν Ἡρῴδου, καὶ δεσμῶν καὶ θανάτου λυτρούμενος· διὸ δεῦτε πάντες, ὡς τῶν ψυχῶν φρουρούς ἐνθέους, τοὺς σοφοὺς Ἀρχαγγέλους τιμήσωμεν.
Τῶν πολέμων τὰς στάσεις, Ἄγγελοι Ἀρχάγγελοι θεῖαι Δυνάμεις Θεοῦ, καὶ τῆς Ἐκκλησίας, τὰς αἱρέσεις καὶ πάντα τὰ σκάνδαλα, ταῖς ὑμῶν λύσατε, πρὸς τὸν Θεόν ἀεὶ πρεσβείαις, καὶ ἡμᾶς ἐν εἰρήνῃ φρουρήσατε.
Θεοτοκίον
ν δυσὶ ταῖς οὐσίαις, ἕνα σε γινώσκομεν Θεὸν τῆς κτίσεως, ἐνεργείαις ἄμφω, καὶ θελήσεσιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ γυναικὸς σάρκα λαβόντα, ἧς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.
Καταβασία
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.






ᾨδὴ ς'
Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον.
Θεοπρεπῶς, ἐκ μὴ ὄντων Κύριε, τῷ  λόγῳ σου παρήγαγες, οὐσίας τῶν ἐπουρανίων, ἀθανάτων στρατιῶν, φωτοειδεῖς αὐτὰς ἐργασάμενος.
Μύσται σεπτοί, τῆς Θεοῦ αἰνέσεως, γεγόνατε Ἀσώματοι, πολῖται τῆς ἐπουρανίου, καὶ θείας ὄντως σκηνῆς, τῷ  Ποιητῇ ἀξίως λατρεύοντες.
Τῶν Ἀσωμάτων, τάξεις νοεραὶ σε, Υἱὲ Θεοῦ προάναρχε, αἰνοῦσιν ἀκαταπαύστως, καὶ δοξολογοῦσιν, ὡς Ποιητὴν καὶ Κτίστην τοῦ σύμπαντος.
Θεοτοκίον
Τὸν τῷ  Πατρί, ἐν ὑψίστοις ἄχραντε, ἀνάρχως συνεδρεύοντα, ἀγκάλαις σαῖς ἐπανακλῖναι ἠξίωσαι, ὃν ἡμῖν δίδου Ἁγνή, τοῖς δούλοις σου ἵλεων.

Κανὼν δεύτερος. Ἱλάσθητί μοι Σωτὴρ
ς πῦρ καὶ φλόγα καὶ φῶς, τοὺς ἀσωμάτους ὑπάρχοντας, ἐκ τῆς ὑλώδους φθοράς, τὸν νοῦν ἀνιπτάμενοι, ὑλαίοις ἐν χείλεσι, τοὺς ἀΰλους φόβῳ, ἐν τοῖς ᾄσμασι τιμήσωμεν.
Νεκρώσατε τῶν παθῶν, τὰς καταιγίδας Ἀρχάγγελοι, καὶ παύσατε σὺν αὐτοῖς, τὰ σκάνδαλα ἅπαντα, τῆς πίστεως Ἅγιοι, τῆς Τριάδος ὄντες, Ἀρχιστράτηγοι πυρίμορφοι.
ρχάγγελοι τοῦ Θεοῦ, τῶν Ἀσωμάτων οἱ ἔξαρχοι, τῇ παῤῥησίᾳ ὑμῶν, ἐκ πάσης αἱρέσεως, ἡμᾶς διασώσατε, Μιχαὴλ ὁ Ἄρχων, καὶ Γαβριὴλ οἱ Ἀρχιστράτηγοι.
Θεοτοκίον
Νηδύος ὤφθης ἑκών, ἐξ ἀπειράνδρου σαρκούμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.
Καταβασία
Τὴν θείαν ταυτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.










Κοντάκιον   Ἦχος β'
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Ὁ Οἶκος
Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Συναξάριον
Τῇ Η' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ λοιπῶν καὶ Γαβριήλ, καί των ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.
Ἐβουλόμην σοι, Μιχαήλ, ᾄσμα πρέπον
ᾎσαι πρεπόντως, ἀλλ' ἄϋλον, οὐκ ἔχω.
Ὀγδόη οὐρανίης κυδαίνει τάξιος Ἀρχούς.
Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα
Τὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.






















ᾨδὴ ζ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾯ παρειστήκεισαν ἀπαύστως, λειτουργοῦσαι μυριάδες τῶν Ἀγγέλων, τοῦ προσώπου ὁρᾶν μὴ φέρουσαι τὴν θέαν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ἀναβοῶσιν.
Φῶτα ἀνέδειξας οἰκτίρμον, τῶν Ἀγγέλων σου τὴν ἄϋλον οὐσίαν, τοῦ ἀῤῥήτου φωτὸς πληρούμενα ἀπαύστως· Εὐλογητὸς εἶ κράζοντα, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λόγῳ σου τῷ  ἐνυποστάτῳ, τῶν Ἀγγέλων τὴν πληθὺν δημιουργήσας, ἁγιάσας δὲ  θείῳ  Πνεύματι Τριάδα, θεολογεῖν ἐδίδαξας, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τριαδικὸν
Τρεῖς ἐννοοῦντες ὑποστάσεις, ἀπερίγραπτον δοξάζομεν οὐσίαν, τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κανὼν δεύτερος. Οἱ ἐκ τῆς, Ἰουδαίας
Σὺν χοροῖς Ἀσωμάτων, τῶν ἀνθρώπων τὸ γένος δεῦτε κροτήσωμεν, τὴν αἴσιον ἡμέραν, τῆς μνήμης ἐκτελοῦντες, τῶν σοφῶν Ἀρχαγγέλων Χριστοῦ· Εὐλογητὸς εἶ Θεέ, βοῶντες τῶν Πατέρων.
ς φιλόξενοι πάλαι, Ἀβραὰμ ὁ θεόπτης, καὶ Λὼτ ὁ Ἔνδοξος, ἐξένισαν Ἀγγέλους, καὶ εὗρον κοινωνίαν, σὺν Ἀγγέλοις κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Μανωὲ τῷ  γενναίῳ, καὶ Τωβὶτ τῷ  πανσόφῳ, ὤφθησαν Ἄγγελοι, ἀμείβοντες τὰ ἄθλα, τοῦ βίου κατ' ἀξίαν· καὶ τῶν Παίδων ὁ Ἄγγελος, ἔσβεσε φλόγα ποτέ, πυρὸς καμίνου ὄντως.
Θεοτοκίον
Τὸ ἡμέτερον ὅλον, ἐκ Παρθένου λαβόντα, δίχα τροπῆς, Ἰησοῦ, ταῖς φύσεσι διπλοῦν σε, ἀλλ' ἕνα ὑποστάσει, πατρικῶς σε κηρύττομεν· ἧς καὶ τὸ εἶδος πιστῶς, σέβομεν ἐκτυποῦντες.
Καταβασία
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.







ᾨδὴ η'
Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Παρθένου, τῷ  Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.        
Τῶν Ἀγγέλων, ζηλώσωμεν τὸν βίον, καὶ τὰς φρένας, πτερώσωμεν εἰς ὕψος, καὶ σὺν αὐτοῖς ἀΰλως ἀναμέλψωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.
Θιασῶται, χορείας οὐρανίου, οἱ τὸν θρόνον ἀμφέποντες τῆς δόξης, περὶ Θεόν τε πάντοτε στρεφόμενοι, Ἄγγελοι ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὴν ἀΰλου, πυρὸς ποιοῦσαν φλόγα, τοὺς ἐν ὕψει, ἀπαύστως λειτουργοῦντας, καί τους Ἀγγέλους πνεύματα δεικνύουσαν, Τριάδα προσκυνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὡς ἐν πόλῳ, παρειστήκεισαν τρόμῳ, μυριάδες, Ἀγγέλων Ἀρχαγγέλων, ἐν ταῖς ἀγκάλαις φέρειν κατηξίωσαι, τούτῳ Θεοτόκε, πρέσβευε σωθῆναι, τοὺς δοξολογοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

Κανὼν δεύτερος. Ἑπταπλασίως κάμινον
ρχων Ἀγγέλων πέφυκε, Μιχαὴλ ὁ Ἀρχάγγελος, ἀλλὰ συνδοξάζεται, αὐτῷ λαμπρότατα, ὁ   μύστης τῆς χάριτος, καὶ τῆς Παρθένου μνήστωρ σεπτός, ὁ τῶν Ἀσωμάτων, Στρατηγός ἐπαξίως, χαρὰν προδιαγγέλλων, Γαβριὴλ τοῖς βοῶσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὰ τῶν Ἀγγέλων τάγματα, ἐν ποικίλῃ μορφῇ κατιδών, Ἰεζεκιὴλ προϊστορῶν ἐκήρυττεν, ἐν οἷς ἑξαπτέρυγα, τὰ Σεραφὶμ παρίστανται, καὶ τὰ Χερουβίμ, πολυομμάτως ἐκύκλουν, μεθ' ὧν τοὺς Ἀρχαγγέλους, ἠλεκτρίνους ἑώρα, Χριστὸν δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
ς φοβερὰν τὴν ἔλευσιν, τῆς δευτέρας καθόδου σου, ἐκδηλοποιῶν ὁ Δανιὴλ προέλεγεν· Ὡς θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἐκάθησε, καὶ τὰς τῶν Ἀγγέλων, μυριάδας εἰσάγει, ἐν φόβῳ, παρεστώσας, καὶ φωναῖς ἀσιγήτοις, βοώσας τῇ Τριάδι, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
τῷ  Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών, ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος, οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως· εἷς γὰρ ὁ αὐτός, ἐν ἑκατέροις δείκνυται, ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ, ὑποστάσει, ἧς νῦν τῆς ἐμφερείας, τὸν τύπον προσκυνοῦμεν.
Καταβασία
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ'
Ὅρους παρῆλθες τῆς φύσεως, τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ  κόσμῳ γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Σὲ τὸν ἀῤῥήτως ἑνώσαντα, τοῖς ἐπουρανίοις Χριστὲ τὰ ἐπίγεια, καὶ μίαν Ἐκκλησίαν, ἀποτελέσαντα Ἀγγέλων καὶ ἀνθρώπων, ἀκαταπαύστως μεγαλύνομεν.
Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, Θρόνοι, Ἐξουσίαι καὶ Κυριότητες, Ἀρχαί τε καὶ Δυνάμεις, Χερουβὶμ καὶ Σεραφίμ, μετὰ τῆς Θεοτόκου, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.
Πάντων προστάται δεικνύμενοι Μιχαὴλ σὺν τῷ, Γαβριήλ, ἐπισκέψασθε τοὺς ἐκ πόθου τιμῶντας, τὴν πανέορτον ὑμῶν μνήμην, καὶ πιστῶς ἀνυμνοῦντας, σῴζεσθε παντοίας περιστασεως.
Θεοτοκίον
Λόγον ἐδέξω τὸν ἄναρχον, φύσιν τὴν ἐμήν, ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα, Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Κανὼν δεύτερος. Κυρίως Θεοτόκον
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν ἀνάγκαις, πρὸς σωτηρίαν ὑπέρμαχοι ὤφθητε, τῶν Ἀσωμάτων οἱ πρῶτοι, Μιχαὴλ καὶ Γαβριήλ.
Δυνάμεων καὶ θρόνων, χοροῖς συγχορεύων, ὡς Στρατηγὸς τῶν Ἀγγέλων καὶ μύστης Θεοῦ, ὑπὲρ ἡμῶν τῷ  Σωτῆρι, Γαβριὴλ πρέσβευε.
ς φύλακες τοῦ κόσμου, καὶ τῆς Ἐκκλησίας, καὶ Ταξιάρχαι τῶν ἄνω Δυνάμεων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, καθικετεύσατε.
Θεοτοκίον
Συμφώνως Θεοτόκε, Σὲ δοξολογοῦμεν, ὅτι παθῶν καὶ κινδύνων λυτροῦσαι ἡμᾶς, καὶ τὰς ἡμῶν ἱκεσίας, ἐπ' ἀγαθοῖς ἐκπληροῖς.
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.










Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ  Ἱερῷ
Ὡς πρόμαχον καὶ πρύτανιν, τοῦ βροτείου σε γένους, καὶ προνομέα ἄριστον, Ἀρχιστράτηγε θεῖε, ἀνέδειξεν ὁ Ποιητής, καὶ Θεὸς καὶ δόξῃ σε, τετίμηκεν ἀποῤῥήτως, τοῦ προσφωνεῖν ἀνενδότως, τὸν τρισάγιον καὶ θεῖον, ἐπινίκιον ὕμνον.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε
Ἀῤῥήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου Τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Μιχαὴλ ἀστραπόμορφε, φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.
Ἕτερον. Τοῖς Μαθηταῖς
Ἐξουσιῶν Δυνάμεων, Ἀρχαγγέλων Ἀγγέλων, Κυριοτήτων Θρόνων τε, καὶ Ἀρχῶν πρωτοστάτης, ὑπὸ Θεοῦ κατεστάθης, Ἀρχιστράτηγε θεῖε, Μιχαὴλ ὑπερένδοξε· τῷ  ἀστέκτῳ οὖν θρόνῳ, παρεστηκώς, σκέπε φρούρει φύλαττε σῷζε πάντας, τοὺς πίστει σε γεραίροντας, τὸν τοῦ κόσμου προστάτην.
Θεοτοκίον
Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα Πάναγνε· τόν γὰρ Κτίστην τῶν ὅλων, σωματικῶς, ἀποῤῥήτως τέτοκας Θεοτόκε, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.

Εἰς τοὺς Αἴνους. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.

Ὁ ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, συγκροτῆσαι Συνάξεως, αὐτῶν τῆς θείας καὶ ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον.

Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν εὐμενέστατος.

Ὢ ξυνωρὶς ὑπερτέρα τῶν ἀσωμάτων χορῶν, ὦ Μιχαὴλ Ἀγγέλων Ἀρχιστράτηγε πάντων, τῆς θείας ἐποψίας ὦ Γαβριήλ, λειτουργὲ καὶ ἀρχάγγελε, τῆς ἀπροσίτου Τριάδος ἐκ πειρασμῶν, καὶ κινδύνων ἡμᾶς ῥύσασθε.

Δόξα... Ἦχος πλ. α'
Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ  φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις



ΝΟΕΜΒΡΙΟΣ 8.
ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΟΙ
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων στρατιῶν οἱ Ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ Ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι, τῆς ἀΰλου ἡμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις προστάται θερμότατοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀγγέλων ἀρχηγοῖς ὕμνον ἀΐδω. Νεόφυτος.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
γγέλων ταξίαρχοι παμφαεῖς, Μιχαὴλ ὁ μέγας καὶ ὁ ἔνδοξος Γαβριήλ, τὴν ποίμνην ὑμῶν ἐκ τῶν κινδύνων, ταῖς προστασίαις ὑμῶν διασώσατε.
Γηγενῶν προστάται θεοειδεῖς, τῆς θείας Τριάδος παραστάται καὶ λειτουργοί, δυὰς ἀσωμάτων τῆς δυάδος, τῆς ὑλικῆς ἡμᾶς πάντας λυτρώσατε.
Γαβριὴλ ὁ μύστης καὶ λειτουργός, φρικτοῦ μυστηρίου τῆς Παρθένε νυμφαγωγέ, χαρᾶς ὁ προάγγελος τῆς θείας, τοὺς σὲ πιστῶς εὐφημοῦντας χαρίτωσον.
Θεοτοκίον.
Εὐλόγησαι μόνη ἐν γυναιξί, κεχαριτωμένη μητροπάρθενε Μαριάμ, τὸν εὐλογητὸν ὡς τετοκυῖα, τὸν εὐλογίαις ἡμᾶς καταστέφοντα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνόμενοι αἴγλῃ τῆς τριλαμποῦς φύσεως, φῶτα χρηματίζετε δεύτερα Ἀρχιστράτηγοι, διὸ τοὺς ἄγοντας, τὴν ἱερὰν ὑμῶν μνήμην, φωτὶ θείας γνώσεως καταπυρσεύσατε.
σεὶ φλὸξ πυρὸς ὄντες, λειτουργικὰ πνεύματα, δυνατοὶ ἰσχύϊ τὸ θεῖον ποιοῦντες θέλημα, θεῖοι Ἀρχάγγελοι, φλογὸς πυρὸς τοῦ ἀσβέστου, πάντας τοὺς δοξάζοντας ὑμᾶς λυτρώσασθε.
Νοεροὶ παραστάται τοῦ πρώτου Νοῦ πέλοντες, ὕμνον τὸν τρισάγιον μέλπετε ἀκατάπαυστα, πόθῳ πυρούμενοι, τῆς τριλαμποῦς θεαρχίας, πυρὶ θείου ἔρωτος ἡμᾶς πυρώσατε.
Θεοτοκίον.
νερμήνευτον ὄντως τὸ ἐπὶ Σοὶ πάναγνε, Ὃν γὰρ ὁ χορὸς τῶν Ἀγγέλων ἰδεῖν οὐ δύναται, ἐκυοφόρησας, συνειληφυῖα ἀσπόρως, καὶ ἀφθόρως τέξασα ἀειμακάριστε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοὶ καὶ τείχη ἀπροσμάχητα, ἁπάντων ταχεῖς ὑπέρμαχοι Ἀρχάγγελοι, ἐκτενῶς δεόμεθα τὴν ὑμῶν προστασίαν αἰτούμενοι, ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, οἱ πάντων ταχέως προϊστάμενοι.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ωμαλέαν διάνοιαν, τοῦ ὑμνεῖν πηλίνοις ὑμᾶς τοῖς στόμασι, τῶν πυρίνων οἱ Ταξίαρχοι, καὶ πιστῶν προστάται πρυτανεύσατε.
Χαίροις ὁ τῆς δυνάμεως, τοῦ Κυρίου μέγιστος ἀρχιστράτηγος, Μιχαὴλ χαίροις ὁ πάμμεγας, Γαβριὴλ ὁ ὄντως χαριτώνυμος.
δυὰς ἡ ἀσώματος, τῆς Τριάδος ἔσοπτρα διαυγέστατα, κοινωνοὺς θείας ἐλλάμψεως, καὶ ἡμᾶς αἰτοῦμεν ἀναδείξατε.
Θεοτοκίον.
Γαβριὴλ φθεγξαμέενου Σοι, Κεχαριτωμένη χαῖρε ὁ Κύριος, ἐν Σοὶ πάναγνε σεσάρκωται, τῶν Ἀγγέλων δείξας ἀνωτέραν Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἰ θεοειδεῖς, Ταξιάρχαι παριστάμενοι, τῷ θρόνῳ δόξης τῆς μεγαλοπρεποῦς, τοῖς ἐν ἀνάγκαις καλοῦσιν ὑμᾶς παράστητε.
ασιν ψυχῶν, καὶ σωμάτων Ἀρχιστράτηγοι, τοῖς τὴν ὑμῶν μνήμην πίστει καὶ στοργῇ, ἐπιτελοῦσιν ἐξ ὕψους διαπορθμεύσατε.
Στάσεως ἡμᾶς, δεξιᾶς καταξιώσατε, τῶν Ἀσωμάτων πρωτοστάται νοῶν, τῆς εὐωνύμου ἐκλυτρούμενοι δεόμεθα.
Θεοτοκίον.
μνον ἐκτενῶς, Σοὶ Θεόνυμφε προσάγομεν, τὸν γὰρ ὑμνούμενον πρὸς τῶν Χερουβίμ, ταῖς σαῖς ὠλέναις ἐνανθρωπήσαντα ἐβάστασας.

ᾨδὴ στ΄. Ἰλάσθητί μοι Σωτήρ.
Μύσται σεπτοὶ τῆς Θεοῦ, βουλῆς μεγάλης Ἀρχάγγελοι, ἀκοῦσαι φωνῆς αὐτοῦ, τῶν λόγων θερμότατοι, πριστήριον ἄνθρακες, ἡμῶν τὰ ὑλώδη, καταφλέξατε φρονήματα.
Ναοῦ ὑμῶν τοῦ σεπτοῦ, τῆς καλλονῆς προμηθούμενοι, χρυσίον ξενοπρεπῶς, ἐκ γῆς ἀνεδώκατε, τὸν δὲ ἀνορύξαντα, τοῦτο νεανίαν, ποντισθέντα ἀνεσώσατε.
Οἱ παλαιῶν καὶ καινῶν, τερατουργοὶ Ἀρχιστράτηγοι, ὕδατος ζῶντος πηγήν, ἀέναα νάουσαν, τοῦ προτεμενίσματος, τῆς Μονῆς ἐν μέσῳ, παραδόξως ἀνεδώκατε.
Θεοτοκίον.
Ναὸς ὡς οὖσα Θεοῦ, τοῦ ἀχωρήτου πανάμωμε, ναοὺς ἡμᾶς τῆς αὐτοῦ, ἀνάδειξον χάριτος, τοὺς Σὲ μεγαλύνοντας, ἐν ναῷ τῶν θείων, Ἀρχαγγέλων πάντων Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀρχιστράτηγοι Θεοῦ λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ.: Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι΄, 16-21):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμη τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτοῖς νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα: Ταῖς τῶν πυριμόρφων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ καταπιστεύσητε, θνητῶν ἡμᾶς προστασία, δυὰς ἡ ἀθάνατος, ἀσωμάτων τάξεων Ἀρχιστράτηγοι, θλίψεις γὰρ εὕροσαν, ἡμᾶς ἀναρίθμητοι, αἰσθητῶν καὶ νοητῶν ἐχθρῶν ὧν τὰ τοξεύματα, φέρειν εἰς ἀεὶ οὐ δυνάμεθα πάντοθεν πολεμούμενοι, μηδαμόθεν σχόντες παράκλησιν, βέλεσι πυρφόροις τοὺς ἄνθρακας τῶν πειρασμῶν, ἀποσβεννύντες ἐνστάξατε, δρόσον ἡμῖν Πνεύματος.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
κλινεῖ πρὸς τὸ θεῖον, Ἀρχιστράτηγοι νεύσει θέσει θεούμενοι, εἰς δόξαν ἀπὸ δόξης, εἰς δύναμίν ντε αὖθις ἐκ δυνάμεως βαίνετε, ὑμνολογοῦντες τρισσῶς, μίαν κυριαρχίαν.
να σου ἡ χρηστότητς, ἐκχύθῃ καὶ ὁδεύσῃ Χριστὲ ὑπέστησας, λαμπρότητας δευτέρας, λαμπρότητος τῆς πρώτης λειτουργοὺς ὧν οἱ ἔξαρχοι, ὑμνολογεῖν σε ἡμᾶς, λαμπρῶς νῦν συγκροτοῦσι.
Δεκτικὰ φωτὸς φῶτα, δευτερεύοντα πρώτου θεῖοι Ταξίαρχοι, τοῦ πρώτου παραστάται, Νοὸς δεύτεροι νόες οἱ φωστῆρες οἱ δίδυμοι, τοῦ τρισηλίου φωτός, ὑμᾶς ἀνευφημοῦμεν.
Θεοτοκίον.
ραιώθης τὸν Λόγον, τοῦ Πατρὸς συλλαβοῦσα Μῆτερ ἀπείρανδρε, τὸν σύμπασαν τὴν κτίσιν, χειρὶ διακρατοῦντα Ὃν οἱ ἄνω διάκοσμοι, τῶν νοερῶν οὐσιῶν, ὑμνοῦσιν εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Νόας θείους αὐτόπτας τοῦ σοῦ κάλλους, ὑποστήσας Χριστὲ τούτων τοὺς πρωτοστάτας, τῶν γηγενῶν προστάτας ἐναπέφηνας, ὧν ταῖς προστασίαις, σῷζε ἐκ κινδύνων τοὺς σὲ πιστῶς ὑμνοῦντας.
πιστάντες τῷ νέῳ βυθισθέντι, διαστρόφῳ ποτὲ γνώμῃ τῶν φιλαργύρων, ἐν τῷ ναῷ διάβροχον ἠγάγετε, ζῶντα τοῦ τραχήλου, λίθον παμμεγέθη ἐξηρτημένον σχόντα.
Οἱ τῆς θείας βουλῆς κρυφιομύσται, οἱ ποιοῦντες ἀεὶ τὸ θέλημα Κυρίου, οἱ δυνατοὶ ἰσχύϊ Ἀρχιστράτηγοι, παρεμβολαῖς φρουρεῖτε, ὑμῶν τοὺς ἐν κινδύνοις ὑμᾶς προσκαλουμένους.
Θεοτοκίον.
Φωτοδόχε φωτώνυμε Μαρία, τοῦ ἀδύτου φωτὸς ἡ φωτοφόρος χώρα, τῷ Σῷ φωτὶ τὸν νοῦν μου φωταγώγησον, ἡ τῶν πυριμόρφων, φώτων λαμπροτέρα ἑπτάφωτος λυχνία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
μῶν τοὺς τὴν φωσφόρον, μνήμην ἐκτελοῦντας, φαεωσφόροι φρουρεῖτε Ταξίαρχοι, σκοτεινομόρφους ἐνέδρας τοῦ σατᾶν λύοντες.
Τῶν ἄνω στρατευμάτων, θεῖοι πρωτοστάται, τῶν εὐσεβῶν οἱ θερμοὶ ἀντιλήπτορες, παντὸς κινδύνου τὴν ποίμνην ὑμῶν λυτρώσατε.
Νοῦς ὁ πρὸ αἰώνων, τῇ ἐπιστασίᾳ, τῶν νοερῶν σου ἐξάρχων τὸν νοῦν ἡμῶν, παθῶν ὀμίχλης καθάρας σῷ φωτὶ λάμπρυνον.
Θεοτοκίον.
Σωτήριον λιμένα, Σὲ ἐπεγνωκότες, οἱ διὰ Σοῦ σεσωσμένοι Θεόνυμφε, σὺν ἀρχηγοῖς Ἀσωμάτων Σὲ μακαρίζομεν.



Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο ταξιάρχας τοῦ Παντοκράτορος.
Μιχαὴλ ἰσχύϊ τὸν δυνατόν, τῆς φωνῆς τῶν λόγων τοῦ Κυρίου ἀκουτιστήν, τῶν πρώτων ἀρχόντων τὸν ἕνα δι’ ὧν νόμος, ὁ πάλαι ἐλαλήθη ᾄσμασι μέλψωμεν.
Γαβριὴλ τὸν μύστην καὶ λειτουργόν, Θεοῦ πρὸς ἀνθρώπους εὐδοκίας τῆς ἐν σαρκί, τὸν τῆς παγκοσμίου χαρᾶς προαγγελέα, τὸν θεῖον νυμφόστολον ὕμνοις τιμήσωμεν.
Τοὺς δύο φωστῆρας τῆς τριλαμποῦς, μιᾶς θεαρχίας τῶν Ἀγγέλων τοὺς ἀρχηγούς, τοὺς Ἀρχιστρατήγους δυνάμεως Κυρίου, τοὺς τῶν πιστῶν προστάτας ἀνευφημήσωμεν.
Μιχαὴλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μὴ ἔλθῃς ὡς λέων ἀγριώτατος ἐπ’ ἐμέ, μηδὲ τὴν ψυχήν μου ἁρπάσῃς ὡς στρουθίον, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Ἔχω σε προστάτην καὶ βοηθόν, φύλακα καὶ σκέπη τῆς ψυχῆς μου τῆς ταπεινῆς, Μιχαὴλ πρωτάρχα καὶ μέγα ταξιάρχα, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Χαίροις ἱερώτατε Γαβριήλ, χαίροις πρωτοστάτα τῶν Ἀγγέλων προμηνητά, χαίροις ὁ τὸ Χαῖρε μηνύσας τῇ Παρθένῳ, ἐν Ναζαρὲτ τῇ πόλει σὲ μεγαλύνομεν.
Τοὺς ὑμνολογοῦντας διηνεκῶς, ὑμᾶς θεῖοι νόες ἐν τῷ θείῳ ὑμῶν ναῷ, ἐξ ἁπάσης βλάβης καὶ σκότους αἰωνίου, Ἀρχάγγελοι Κυρίου πάντας λυτρώσασθε.
Νόων θείων πάντων τὴν καλλονήν, σκέπην ὀρθοδόξων μοναζόντων προασπιστάς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς θείους ταξιάρχας ἀνευφημήσωμεν.
Πηγὴ ἁγιάσματος τῆς Μονῆς, Ἀρχάγγελοι θεῖοι ὑπὲρ κολυμβήθραν τοῦ Σιλωάμ, καὶ τοῦ ἐν ταῖς Χώναις κοινῶς πᾶσι παρέχει, τοῖς πίστει προσιοῦσιν ἀεὶ ἰάματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.




Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, πρωτοστάται τῶν σεπτῶν, καὶ ὑπερκοσμίων ταγμάτων καὶ νοερῶν οὐσιῶν, Μιχαὴλ πρωτάγγελε καὶ φαεινὲ Γαβριήλ, τοὺς τῷ θείῳ ναῷ ὑμῶν ἐμμένοντας πίστει, καὶ πόθῳ γεραίροντας ὑμᾶς ἑκάστοτε, ῥύσασθε ἐκ βλάβης παντοίας, καὶ ἐκ πολυτρόπου κακίας, καὶ τῆς βασιλείας ἀξιώσατε.
Πάντων, Ἀσωμάτων ἀρχηγοί, θεῖοι Ταξιάρχαι τῶν ἄνω θείων Δυνάμεων, μέγιστοι Ἀρχάγγελοι θεῖοι ἀσώματοι, τοὺς θερμῶς προσεδρεύοντας ὑμῶν τῷ τεμένει, καὶ ζέοντι πνεύματι ὑμᾶς γεραίροντας, πάντας ἐκ δεινῶν πολυτρόπων, καὶ ἀνυπερβλήτων σκανδάλων, καὶ δεινῶν παντοίων ἐκλυτρώσασθαι.
Πάντων, Ἀσωμάτων οἱ χοροί, πάντων οὐρανίων ταγμάτων οἱ νοεροὶ θεωροί, πάντας ἡμᾶς ῥύσασθε ἐκ πάσης θλίψεως, καὶ ἐκ πάσης κακώσεως καὶ πάσης ἀνάγκης, μελλούσης τε θλίψεως καὶ ἐνεστώσης ὀργῆς, πόθῳ τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ προσκαρτεροῦντας ἐν πίστει, τῷ ναῷ ὑμῶν θεοειδέστατοι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ

 

ΑΡΧΑΓΓΕΛΩΝ ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὺν Γαβριήλ με, Μιχαήλ, φρουρῶν σκέπε. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σαλπίσας ἐξάκουστον, ὁ ἀρχιστράτηγος σήμερον, συγκαλεῖται ἅπαντας, εἰς εὐωχίαν φαιδράν, ὡς ἐδέσματα, τὰς αὐτοῦ ἐπιλάμψεις, προθεὶς τοῖς δοξάζουσι, τὸν πάντων Κύριον.

Ὑπερλάμπων σήμερον, ταῖς τῆς πρεσβείας φαιδρότησι, καὶ ταῖς θείαις χάρισιν, ὁ ἀρχιστράτηγος, νοητῶς ἡμῖν, τοῖς Χριστὸν ἀνυμνοῦσι, πᾶσιν ἐπιφαίνεται, σὺν τῷ σοφῷ Γαβριήλ.

Νέφη τῶν παθῶν ἡμῶν, ἀποσοβήσας καὶ θλίψεων, τῆς χαρᾶς ὡς πρόξενος, καὶ λειτουργὸς Γαβριήλ, τῇ πρεσβείᾳ σου, εὐφροσύνης τῷ φέγγει, πάντας καταλάμπρυνον, τοὺς σὲ γεραίροντας.

Γαλήνης τὰ σύμπαντα, ὁ τῶν ἀΰλων δυνάμεων, Δεσπότης καὶ Κύριος, τῆς ἑαυτοῦ νοητῶς, πληροῖ σήμερον, ταῖς αὐτῶν ἱκεσίαις, καὶ ζάλην τῶν θλίψεων, παύει ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Γνόντες Σε πανάχραντε, οἱ τῶν Ἀγγέλων ταξίαρχοι, Μητέρα πανάμωμον, τοῦ ποιητοῦ καὶ Θεοῦ, ὡς παράδοξον, θέαμα ἐν τῇ κτίσει, ὑμνοῦσι γεραίρουσι, καὶ μακαρίζουσιν.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.

Ἅπαντας χαρίτων ὑετίζει, οὐρανόθεν ὄμβρῳ τοὺς πιστούς, ὁ τῶν Ἀγγέλων Κύριος, αὐτῶν θείαις ἐντεύξεσι, Μιχαὴλ τὴν εὐφρόσυνον, διακονοῦντος δρόσον σήμερον.

Βροτοὺς εἰς τὰς τρίβους τὰς εὐθείας, ἰθύνων προστάξει τοῦ Θεοῦ, Μιχαὴλ ἀρχιστράτηγε, τὰς σκολιὰς τοῦ ὄφεως, ὁδοὺς ἐμφράττεις· ὅθεν σε, χειραγωγὸν βροτοὶ γεραίρομεν.

Ῥώμην κραταιὰν διεζωσμένοι, φοβεροὶ ἐχθροῖς τοῖς καθ’ ἡμῶν, θεοειδεῖς Ἀρχάγγελοι, φέροντες νικητήρια, πᾶσι πιστοῖς βραβεύσατε, ὑμνολογοῦσι τὸν τῶν ὅλων Θεόν.

Θεοτοκίον.

Ἔδειξε τὴν δόξαν Σου ὁ Κτίστης, ἐν πάσαις Ἀγγέλων στρατιαῖς, ὑπερκειμένην ἄχραντε, ὅλων τῶν ποιημάτων Αὐτοῦ· διὸ καὶ ἐγκαυχώμεθα, ἐπὶ τοῖς θείοις μεγαλείοις Σου.

 

 

 

 

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Ἰσχὺν περιθέμενος, τοῦ δυνατοῦ, θείας ἀρχηγέτης δυνάμεως, τούτου ἐδείχθης, ἀπροσμάχητον ἀεί, τὴν ἐν πολέμοις δύναμιν, ἔχων Μιχαὴλ Ἀρχιστράτηγε.

Ἡ ὑπεραστράπτουσα, αἴγλη Θεοῦ, λειτουργοὺς πυρφόρους ἀνέδειξε, καὶ ὑπηρέτας, ἀποκρύφων τῶν αὐτοῦ, ὑμᾶς ἀξιοθαύμαστοι, καὶ θεοειδεῖς ἀρχιστράτηγοι.

Λόγων πᾶσαν δύναμιν, ἡ νοερά, αἴγλη τῆς ὑμῶν Ἀρχιστράτηγοι, φωτοφανείας, ὑπερβαίνουσα σιγῇ, βροτοῖς ἀεὶ δοξάζεται, τοῖς ὑμνολογοῦσι τὸν Κύριον.

Μόνος ὡραιότατος, ὢν ἀγαθέ, κάλλει ἀμηχάνῳ ἐκόσμησας, τοὺς ἀσωμάτους, καὶ μετέδωκας αὐτοῖς, τῆς θείας σου ἐλλάμψεως, λειτουργοῖς φωτὸς ὡς ὑπάρχουσιν.

Θεοτοκίον.

Ὡς προτεθειμένης Σου, πάσης ἁγνή, κτίσεως τὴν Σὴν ὑπέρλαμπρον, δόξαν ὁ Κτίστης, φαιδροτέραν νοερᾶς, ἀνέδειξε λαμπρότητος· Σὺ γὰρ τῶν ἁπάντων εἶ Δέσποινα.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ἐν πυρίνοις λόγοις σου, καὶ φλογεροῖς προστάγμασι, τοῖς τοῦ Κτίστου πάντων καὶ δεσπότου, φλέγεις διώκεις, καὶ πυρπολεῖς νοητῶς, τὸν τοῦ κόσμου ἄρχοντα βροτούς, φωτὶ τῆς πρεσβείας σου, λαμπρύνων Ἀρχιστράτηγε.

Μύρα εὐωδέστατα, τῶν νοητῶν ἐκβάσεων, σήμερον πηγάζουσιν ἀνθρώποις, οἱ θεῖοι νόες, καὶ ἀρχιστράτηγοι, καὶ ταῖς ἐνεργείαις ταῖς αὐτῶν, καὶ πρεσβείας χάριτι, ἡμᾶς εὐωδιάζουσιν.

Ἰσχὺν περιζώσατε, πρεσβείαις ἀρχιστράτηγοι, κατὰ πολεμίων τοὺς ἐν πίστει, ἐγκαυχωμένους, ἐν ταῖς πρεσβείαις ὑμῶν, καὶ ὑμνολογοῦντας τὸν ὑμᾶς, θαυμαστοῦντα Κύριον, ἐν ἐνδόξοις δυνάμεσιν.

Χαρᾶς ἡμῖν πρόξενος, Γαβριὴλ ὡς γενόμενος, τῆς τῶν γεννητῶν ὑπὲρ ἐλπίδα, καὶ εὐφροσύνης, τῆς τῶν μελλόντων καλῶν, κῆρυξ γεγονὼς σὺ Μιχαήλ, πρὸς ταύτην ὁδήγησον, ἡμᾶς θείαις ἐντεύξεσιν.

Θεοτοκίον.

Ῥάβδον Σε βασίλειον, τῶν ἀσωμάτων τάξεων, πόθῳ εὐφημοῦμεν Θεοτόκε, καὶ βασιλίδα, τῶν ποιημάτων Θεοῦ, πάντων ἐπιγνόντες Σε βροτοί, ἀεὶ ἐπαγαλλόμεθα, καὶ πιστῶς Σὲ δοξάζομεν.

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Ἀστέκτου αἴγλης δεχόμενος, τοῦ Κτίστου καὶ Θεοῦ ἀρχιστράτηγε, τὰς ὑπὲρ ἔλλαμψιν, μαρμαρυγὰς ὑπὲρ ἥλιον, ἀστράπτεις τοῖς ἀνθρώποις διακονούμενος.

Ἡ φάλαγξ φρίττει ὁρῶσά σε, ἡ τῶν βροτῶν ἁπάντων ἀντίπαλος, καὶ ὑπὸ πόδας σου, τοὺς νοητοὺς καταπίπτουσα, ἡττᾶται τῇ ἰσχύϊ σου Ἀρχιστράτηγε.

Λαμπρὸς τῷ εἴδει φαινόμενος, φαιδρότερα καὶ θεῖα μηνύματα, χαροποιὲ λειτουργέ, βροτοῖς κομίζεις Ἀρχάγγελε· σὲ Γαβριὴλ χαρᾶς γὰρ κήρυκα σέβομεν.

Φωστῆρες ὄντες ὑπέρλαμπροι, ὡς νόες καθαρώτατοι Ἄγγελοι, τοὺς εὐφημοῦντας ὑμᾶς, λιταῖς ἐνθέοις φαιδρύνατε, καὶ πρὸς Χριστὸν τὸ ἄδυτον φῶς ἰθύνατε.

Θεοτοκίον.

Γεραίρει πᾶσα τὸν τόκον Σου, Ἀγγέλων στρατιὰ Θεονύμφευτε, καὶ εὐφημοῦσά Σε, τὰ Σὰ δοξάζει μυστήρια· Θεὸν γὰρ ὑπὲρ λόγον μόνη ἐγέννησας.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες.

Ῥῆμα στόματος ἀΰλου ἀρχιστράτηγε, σοῦ προφερόμενον, τῶν ἀντιπάλων ἀεί, ὡς ὕλην τὸ σύστημα, πνευμάτων εὔφθαρτον, ἐν τῇ χάριτι, τοῦ σὲ παντὶ δοξάζοντος, καταφλέγει καὶ διώκει.

Ὁ ἀπρόσιτος τῇ φύσει καὶ ἀόρατος, καὶ ὑπερένδοξος, Θεὸς τῶν ὅλων τὴν σήν, δόξαν ἐμεγάλυνε, καὶ ἐθαυμάστωσεν, ἀρχιστράτηγε, ἐν παραδόξοις τέρασι, καὶ σημείοις ἐν τῷ κόσμῳ.

Ὑποφαίνοντες ἐξ ὕψους ἀρχιστράτηγοι, θέαν παράδοξον, καὶ κάλλος ἄφραστον, χαρᾶς ταῖς ἐλλάμψεσι, καὶ τοῖς μηνύμασι, καταυγάζετε, τοὺς ἀσιγήτως ψάλλοντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ῥεῖθρα χάριτος ἀέναα καὶ ἄφθορα, ὁ ἀρχιστράτηγος, ἐν τῷ τεμένει αὐτοῦ, πληθύνων τοῖς ἅπασιν, ἀνθρώποις σήμερον, τὸν φλογίζοντα, τῆς ἁμαρτίας κλύδωνα, καταψύχει καὶ διώκει.

Θεοτοκίον.

Ἴδε ξένον καὶ παράδοξόν Σε θέαμα, καὶ ὑπὲρ νόησιν, ἡ τῶν Ἀγγέλων πληθύς, Μητέρα ἀλόχευτον, τοῦ Ποιητοῦ καὶ Θεοῦ, καὶ σὺν ἅπασι, τοῖς ἐπὶ γῆς ἐδόξασε, Θεοτόκον Σε κυρίως.

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὥσπερ ἑωσφόρος ἀνατέλλων, τῇ αἴγλῃ τῶν σῶν χαρίτων ἀρχιστράτηγε, λαμπρύνεις τὸ σύστημα, τῶν ἀνευφημούντων σε, καὶ τῷ δεσπότῃ τῶν ὅλων, ἀναβοώντων πιστῶς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νὺξ τῆς ἀντιθέου ἐξουσίας, σοβεῖται τῇ φωτοφόρῳ ἐμφανείᾳ ὑμῶν, θεῖοι ἀρχιστράτηγοι, καὶ ἀκτῖνες φαίνουσι, τοῦ φωτοδότου καὶ Κτίστου, τοῖς ἐκβοῶσι πιστῶς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στόμασιν ἀΰλοις καὶ πυρφόροις, ὁ μόνος ἀκαταπαύστως δοξαζόμενος, τῶν Ἀγγέλων Κύριε, τούτων ταῖς δεήσεσι, τῆς γλυκυτάτης θέας σου, καὶ ἡμᾶς λάμπρυνον, δεχόμενος σὺν τούτοις βοῶντας· σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὁ ταῖς μυριάσι τῶν Ἀγγέλων, ἀπρόσιτος κατ’ οὐσίαν καὶ ἀόρατος, Λόγος τοῦ γεννήτορος, σῶμα προσλαβόμενος, ἐκ Σοῦ ἀτρέπτως ἄχραντε, περιεγράφη σαρκί· διὸ καὶ ἐν χρωμάτων εἰκόνι, γράφεται τὴν θείαν, κυρῶν οἰκονομίαν.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Κράτος ἐκ Θεοῦ, λαβὼν ἀπροσμάχητον, καὶ ἀπολέμητον, μόνῃ ἐμφανείᾳ σου, τοῦ ἀντιπάλου καὶ πολεμήτορος, αἱ παρατάξεις τρέπονται, καὶ ἀπελαύνονται, καὶ τὴν νίκην, Μιχαὴλ λαμβάνουσι, κατ’ αὐτοῦ οἱ Χριστὸν μεγαλύνοντες.

Εἶδος φοβερόν, ἐμφαίνεις καὶ ἄστεκτον, καὶ ἀπροσπέλαστον, πολεμίοις ἅπασι, τοῖς δὲ ποθοῦσί σε ἀρχιστράτηγε, γλυκεῖαν θέαν ὥραν τε, τὴν ὑπερλάμπουσαν, τῶν χαρίτων, αἴγλην τὴν εὐφρόσυνον, εὐμενῶς ἐνδεικνύεις τοῖς δούλοις Χριστοῦ.

Πῦρ μὲν νοητόν, κατ’ οὐσίαν ἄϋλον, ὢν ἀρχιστράτηγε, δρόσος εὐφροσύνης δέ, ἡμῖν ἐδείχθης καὶ θυμηδίας Θεοῦ· τὸν ὑετὸν γὰρ ἅπασι, τῆς ἀενάου χαρᾶς, ἐκήρυξας, χαίρων Γαβριὴλ ἡμῖν, τοῖς αὐτὸν ἐκτενῶς μεγαλύνουσιν.

Ἕλκυσον ἡμᾶς, πρὸς μόνην τὴν ἔφεσιν, τὴν Σὴν φιλάνθρωπε, ταῖς τῶν ἀσωμάτων Σου, σεπταῖς πρεσβείαις καὶ τῷ Σῷ ἔρωτι, τῷ θείῳ πυρπολῶν Χριστέ, σὺν τούτοις ποίησον, τοῦ καθαρῶς, αἰνεῖν καὶ δοξάζειν Σε, εἰς αἰῶνα αἰώνων τὸν εὔσπλαγχνον.

Θεοτοκίον.

Ὕλης τῶν φθαρτῶν, ἀπάραρασα Δέσποινα, ἡμῶν τὸ φρόνημα, πρὸς τὸν ὑπὲρ νόησιν, τοῦ Κτίστου πόθον τοῦτο ἀνάγαγε, ἵνα ἀΰλοις τάξεσι, συναγαλλόμενοι, δοξάζωμεν, Σὲ τὴν Θεομήτορα, καὶ Χριστὸν τὸν Θεὸν μεγαλύνωμεν.

 

 

ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ

 

Ὁ α’ Κανών. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Τῷ ὁδηγήσαντι πάλαι.

Τὸν ἀρχηγὸν τῶν Ἀγγέλων, τον φωτοαυγῆ ἥλιον, τὸν καταυγάσαντα τὴν γῆν, ταῖς τῶν θαυμάτων λαμπρότησι, καὶ τὴν ἀχλὺν ἀπελαύνοντα, πάντοτε, τῶν πειρασμῶν χαρμονικῶς, ὑμνολογήσωμεν.

Ὁ τοὺς Ἀγγέλους ποιήσας, φλόγα πυρὸς Κύριε, ἀποπληροῦντας δυνατῶς, τὸ σὸν πανάγιον θέλημα, μέσον αὐτῶν διαλάμποντα, ἔδειξας, ὥσπερ ἀστέρα Μιχαήλ, τὸν ἀρχιστράτηγον.

Ὑμνολογήσωμεν πάντες, τὸν ἀγαθὸν Κύριον, τὸν δωρησάμενον ἡμῖν, τεῖχος ἀπροσμάχητον, καὶ ἀπερίτρεπτον ἔρεισμα, πάντοτε, κινδύνων σώζοντα ἡμᾶς, τὸν ἱερὸν Μιχαήλ.

Ἐπιστασίαις σου θείαις, ἀποτελεῖς πάντοτε, τὸν θεῖον οἶκόν σου σαφῶς, ἁμαρτωλῶν ἱλαστήριον, ἀδικουμένων προσφύγιον, νόσων τε, φυγαδευτήριον πασῶν, Θεοῦ πρωτάγγελε.

Θραῦσον υἱοὺς τοὺς τῆς Ἄγαρ, διηνεκῶς ἔνδοξε, ἐγειρομένους καθ’ ἡμῶν, καὶ τῆς αὐτῶν ἡμᾶς λύτρωσαι, καὶ προσδοκίας καὶ θλίψεως, ὅπως σε, ὡς ἀγαθὸν ἡμῶν ἀεί, προστάτην σέβομεν.

Οἱ ἐν δεινοῖς συσχεθέντες, καὶ πειρασμῶν θλίψεσι, περικυκλούμενοι ἀεί, δεῦτε τῇ σκέπῃ προσφύγωμεν, τοῦ τῶν Ἀγγέλων πρωτεύοντος, κράζοντες· σῶσον βοήθησον ἡμῖν, ὡς συμπαθέστατος.

Τὸ ἀπροσμάχητον τεῖχος, τὸν ἀγαθὸ πρόμαχον, τὸ περιφύλαγμα ἡμῶν, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν, καὶ ἰατρὸν τῶν παθῶν ἡμῶν, πίστεως, ὑμνολογοῦμέν σε φωναῖς, Μιχαὴλ μέγιστε

Θεοτοκίον.

Ἀκατανόητον θαῦμα! Πῶς τοῖς βροτοῖς ἥνωται, ὁ ἀκατάληπτος Θεός, ἐκ Σοῦ σαρκὶ καθ’ ὑπόστασιν, ἀποτεχθεὶς ἀπειρόγαμε, σώζων με, τὸν ὑπαχθέντα τῇ φθορᾷ, κλοπῇ τοῦ ὄφεως;

 

ᾨδὴ β΄. Ἴδετε ἴδετε.

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὃν οἱ χοροὶ οἱ φωτοειδεῖς, τῶν ἀσωμάτων Ἀγγέλων, ὑμνοῦσιν εὐλογοῦσι, πυρίνοις στόμασιν ἀναβοῶντες, τὸ τρισάγιον μελώδημα φρικτῶς.

Τίς χειμαζόμενος, οὐ κυβερνήτην σε καλεῖ; Τίς ἐν δεσμοῖς ὢν ὀδυνηροῖς, ἐπικαλούμενος δε σου, τὸ ὄνομα τὸ θεῖον, οὐ παραυτίκα λυτροῦται τιμῶν σου, ἀρχιστράτηγε τὴν σκέπην τὴν θερμήν;

Ἀπὸ μακρόθεν σοι, λαὸς συνήθροισται πολύς, τῶν δυσχερῶν λύσιν ἐξαιτῶν· προσεπικάμφθητι τούτοις, καὶ δίδου τὰς αἰτήσεις, ἑνὶ ἑκάστῳ πιστῶς ἐξαιτοῦντι, ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν.

Ποῖος οὐκ ἔχει σε, τόπος προστάτην ἀγαθόν; Ποῖος πιστὸς σὲ οὐκ ἀνυμνεῖ; Ποία οὐ στέργει ψυχή σε; Τίς ὢν ἐν περιστάσει, οὐ διασώζεται μόνον εἰς νοῦν σε, ἀρχιστράτηγε λαμβάνων εὐσεβῶς;

Θεοτοκίον.

Ῥίζα ἀπότιστε, ἐξ ἧς ἐβλάστησεν ἡμῖν, ὁ φυτουργὸς πάντων καὶ Θεός, εὐλογημένη Μαρία, ἑπτάφωτε λυχνία, ἡ τοῦ ἡλίου τῆς δόξης νεφέλης, τοὺς ὑμνοῦντάς Σε περίσωζε φθορᾶς.

 

Ἕτερος Εἱρμός. Δῶμεν μεγαλωσύνην.

Ὁρῶντες τῶν Ἀγγέλων, οἱ χοροὶ ὑμνολογούμενον, ὑπὸ ἀνθρώπων χαρᾶς πληροῦνται, τὸν ἀρχιστράτηγον τούτων μυστικῶς.

Στησώμεθα χορείαν, καὶ Θεὸν φόβῳ ὑμνήσωμεν, τὸν παρασχόντα ἡμῖν προστάτην, τὸν ἀρχιστράτηγον τούτου κραταιάν.

Ὁ πρῶτος τῶν Ἀγγέλων, οὐρανόθεν ἐπεφοίτησε, καθαγιάσαι καὶ εὐλογῆσαι, ἡμᾶς τοὺς πίστει γεραίροντας αὐτόν.

Θεοτοκίον.

Πανάχραντε Παρθένε, ἡ τεκοῦσα τὸν Θεὸν ἡμῶν, ἀνερμηνεύτως πάσης ἀνάγκης, τοὺς Σὲ ὑμνοῦντας διάσωζε ἀεί.

 

ᾨδὴ γ΄. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.

Παρεστηκὼς τῷ θρόνῳ τοῦ Δεσπότου, μεθέξει τε θεούμενος, καὶ φωτιζόμενος ἀστραπαῖς, ταῖς ἐκεῖθεν πεμπομέναις, τοὺς ὑμνητᾶς σου φώτισον, Θεοῦ ἀρχιστράτηγε.

Ὁ Ἰησοῦς ὡς εἶδέ σε ῥομφαίαν, ἐν τῇ χειρὶ κατέχοντες, τῇ φοβερᾷ σου καταπλαγείς, θεωρίᾳ ἀνεβόα· τί νῦν προστάσσεις Κύριε, ποιεῖν τῷ οἰκέτῃ σου;

Τοῦ Ἰουδαίων ἔθνους ἄρχων πάλαι, ὑπὸ Θεοῦ καθέστηκας, Χριστιανῶν δὲ νῦν βοηθός, ἀρχιστράτηγε καὶ ῥύστης, τῶν ἀναγκῶν ῥυόμενος, αὐτοὺς καὶ τῶν θλίψεων.

Οἱ ἐν πελάγει ὄντες νοσημάτων, καὶ σάλῳ χειμαζόμενοι, πειρατηρίων παντοδαπῶν, τῷ τεμένει ὡς λιμένι, σοῦ Μιχαὴλ προστρέχομεν, γαλήνης πληρούμενοι.

Ἀπαγωγῇ βιαίᾳ τοὺς εἰς ἔθνη, ἀλλόφυλα τυγχάνοντας, καὶ δουλωθέντας ἐλεεινῶς, ἐπανάγαγε ἐν τάχει, ἐκδυσωπῶν τὸν Ὕψιστον, Θεὸν ἀρχιστράτηγε.

Μεγαλωσύνην δῶμεν τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν πρόμαχον, καὶ ἐν ταῖς θλίψεσι βοηθόν, ἀρχιστράτηγον τὸν μέγαν, δι’ οὗ βαρβάρων πάντοτε, ἀθέων λυτρούμεθα.

Ἀπὸ περάτων ἤθροισται λαός σοι, καὶ δῆμος πολυάριθμος· πάντων ἐκπλήρωσον τὰς εὐχάς, πᾶσι δίδου τὰς αἰτήσεις, παρακαλῶν τὸν εὔσπλαγχνον, Θεὸν ἀρχιστράτηγε.

Θεοτοκίον.

Ὁ Δανιήλ Σε ὄρος μέγα γράφει, ὁ Ἀββακοὺμ δὲ ἄχραντε, ὄρος κατάσκιον ἀρεταῖς, καὶ Δαβὶδ τετυρωμένον· ἐκ Σοῦ Θεὸς σεσάρκωται, τὸν κόσμον λυτρούμενος.

 

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.

Σενναχειρὶμ ὥσπερ πάλαι, λαὸν πολὺν κατέστρωσας θείᾳ προστάξει, τοὺς τῆς Ἄγαρ οὕτω σύντριψον, πολεμοῦντας, καὶ κατεπεμβαίνοντας, λαῷ ταπεινῷ, Μιχαὴλ Ἀρχάγγελε.

Ὡς φοβερόν σου τὸ εἶδος, ὡς θαυμαστὸν τὸ κάλλος σου Μιχαὴλ ὄντως, ὡς ὑπέρλαμπρος ἡ δόξα σου, ἣν δεικνύεις, πᾶσι τοῖς ποθοῦσί σε, τελῶν ἐνεργῶν, ἄπειρα θαύματα.

Περιπολεύων τὰ ἄνω, ἐποιφοιτᾷς ἑκάστοτε φρικτῶς τοῖς κάτω, συμφορῶν πολλῶν καὶ θλίψεων, καὶ κινδύνων, πάντας ἐξαιρούμενος, Θεοῦ λειτουργέ, τοὺς προσκαλουμένους σε.

Ἴδε ὁ τόπος ὁ θεῖος, ἴδε τὸ καταφύγιον τῶν θλιβομένων, ἴδε οἶκος ὁ πανάγιος, ὃν ὁ μέγας, ὄντως ἀρχιστράτηγος, λιμένα πολλῶν, σωζομένων δείκνυσιν.

Ἀπὸ περάτων σε δῆμος, ἐπιφοιτῶν πρωτάγγελε τῷ σῷ τεμένει, ἱκετεύει ἐξαιτούμενος, λύσιν πάντων, τῶν παρενοχλούντων λαβεῖν· τὰς τούτων εὐχάς, πλήρωσον πρεσβείαις σου.

Στῦλος πυρὸς καθωράθης, Ἀρχίππῳ τῷ θεόφρονι, ὅτε ἀπείροις, δῆμος ἄνομος κατέσπευδε, κατακλύσαι, ὕδασι τὸ τέμενος, τὸ σὸν ἀρχηγέ, τῶν ἄνω δυνάμεων.

Τοὺς κληρωθέντα τῷ οἴκῳ, τῷ σῷ Θεοῦ Ἀρχάγγελε καὶ ἐν αὐτῷ σε, καθ’ ἑκάστην μεγαλύνοντας, οἴκους δεῖξον, θείαις ἱκεσίαις σου, Πατρὸς καὶ Υἱοῦ, καὶ Ἁγίου Πνεύματος.

Θεοτοκίον.

Ὁ Γαβριήλ σοι τὸ χαῖρε, ἐκ τῶν ὑψίστων πάναγνε κομίζων ἦλθε· σὺν αὐτῷ οὖν ἐκβοῶμέν Σοι· χαῖρε πύλη, μόνος ἣν διώδευσε, Χριστὸς ὁ Θεός, σώζων τὸ ἀνθρώπινον.

ᾨδὴ ε΄. Ἀνάτειλόν μοι Κύριε.

Προγνόντες τὰ θαυμάσια, ἃ ἔμελλες πρωτάγγελε, ἐπιτελεῖν ἐν τῷ τεμένει σου, οἱ κήρυκες τοῦ λόγου, πᾶσι προκατήγγειλαν, ὧν ἡμεῖς τὴ ἔκβασιν, καθορῶμεν τηλαυγῶς.

Τῇ θείᾳ εἰσηγήσει σου, Ἀρχάγγελε ἀνίστησιν, οἶκον εὐκτήριον τῷ ὕδατι, τῷ βρύοντι τὴν χάριν, εἰσβλέψας τὴν ἴασιν, τῆς παιδὸς ὁ πάλαι σου, βλασφημῶν τὰς δωρεάς.

Τῇ σκέπῃ τῶν πτερύγων σου, τοὺς δούλους σου περίσωσε, πειρατηρίων ἐκ παντοίων, Ἀρχάγγελε Κυρίου, Μιχαὴλ πάναγνε, τοὺς τῷ θείῳ οἴκῳ σου, προσιόντας εὐσεβῶς.

Προσέλθετε ἀρύσασθε, χάριν ὁμοῦ καὶ ἔλεος· τῶν ἰαμάτων ἡ ἀέναος, πηγὴ πρόκειται πᾶσιν, ἣν ὁ ἀρχιστράτηγος, θείαις ἐπινεύσεσιν, ἐφανέρωσεν ἡμῖν.

Τυφλοῖς τὸ βλέπειν δίδοται, καὶ τοῖς κωφοῖς ἐνώτισις, χωλοῖς δὲ πᾶσιν εὐδρομία, ἀλάλοις εὐφωνία, ἐν τῷ θείῳ οἴκῳ σου, Μιχαὴλ πρωτάγγελε, παροχεῦ τῶν ἀγαθῶν.

Βαρβάρων θραῦσον φρύαγμα, ζητούντων σου τὸ ποίμνιον, ἐξαφανίσαι Ἀρχιστράτηγε, τοὺς δε γε συλληφθέντας, ὑπ’ αὐτῶν ἀνάῤῥυσαι, αἰχμαλώτους πάντοτε, εὐφημεῖν σε σὺν ἡμῖν.

Μεγίστων Ἀρχιστράτηγε, τὴν γῆν θαυμάτων ἔπλησας, μέγιστος ὢν ἐν τοῖς ὑψίστοις, Κυρίου παραστάτης· διὸ δυσωποῦμέν σε, ἐκ μεγίστων θλίψεων, σῶζε πάντοτε ἡμᾶς.

Θεοτοκίον.

Ἀγγελικῶν δυνάμεων, Παρθένε ὑπερέχουσα, ὡς τετοκυῖα τῶν ἁπάντων, Θεὸν καὶ Βασιλέα, σὺν αὐτοῖς ἱκέτευε, Παναγία Δέσποινα, διασώζεσθαι ἡμᾶς.

 

ᾨδὴ στ΄. Ζάλη με

Τοὺς πάλαι, βουληθέντας ἀφανίσαι, ποταμίοις ῥεύμασι, τὸ ὕδωρ τῆς εὐλογίας, ὃ παρέσχες Ἀρχάγγελε πιστοῖς, ἀπέδειξας ἀπράκτους, ἐπιστασίᾳ φρικώδει σου.

Πάλαι μέν, Μωϋσῆς ἔπληξε πέτραν, καὶ ἐῤῥύη ὕδατα, νῦν δε σου ῥήξαντος πέτραν, κατεπόθησαν ῥεῖθρα ποταμῶν, εἰσέτι μαρτυροῦντα, τὸ θαῦμα θεῖε Ἀρχάγγελε.

Τὸ εἶδος, καὶ ἡ φύσις σου πυρίνη, πιστοὺς μὲν φωτίζουσα, φλογίζουσα δὲ ἀπίστους, ἀρχιστράτηγε θείων λειτουργῶν, προστάτα τῶν ἐν πίστει, εἰλικρινεῖ εὐφημούντων σε.

Οἱ πάλαι, τῇ μανίᾳ τῶν εἰδώλων, ζόφον περικείμενοι, κακοπιστίας τῷ θείῳ, προσερχόμενοι οἴκῳ σου τὸ φῶς, τῆς γνώσεως εὐχαῖς σου, περιφανῶς ἐκομίζοντο.

Τὴν θείαν, τοῦ Δεσπότου εὐσπλαγχνίαν, ἐν πᾶσι μιμούμενος, ὀρέγεις ταπεινοῖς χεῖρα, καὶ ἰᾶσαι συντρίμματα ψυχῶν, καὶ παύεις τὰς ὀδύνας, τῶν προστρεχόντων σοι Ἅγιε.

Στῦλόν σε, φωτοφόρον ὡς κατεῖδεν, Ἄρχιππος ὁ ἔνδοξος, ἐξέστη τῇ διανοίᾳ, μὴ τολμῶν ἀτενίσαι τηλαυγῶς, φωτὶ τοῦ σοῦ προσώπου, ὦ Μιχαὴλ ἀρχιστράτηγε.

Θεοτοκίον.

Τόμον σε, προεώρα ὁ Προφήτης, ἐν ᾧ Λόγος γέγραπται, δακτύλῳ Πατρὸς Παρθένε, Ὃν ἱκέτευε βίβλῳ τῆς ζωῆς, ἡμᾶς καταγραφῆναι, τοὺς εὐσεβῶς Σε δοξάζοντας.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄.  Τῇ εἰκόνι τῇ χρυσῇ

Συνεστῶτά σε ποτέ, ὁ Δανιὴλ ὡς κατεῖδε, δειλίᾳ ὅλως ληφθεὶς πεφόβηται, καὶ τοῖς ποσὶ τοῖς σοῖς προσπελάσας, συνετίζεται σαφῶς, μυστηρίων ἀφανῶν, τὴν δήλωσιν κραυγάζων· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοὺς ἐν πίστει τῷ σεπτῷ, καὶ παναγίῳ ναῷ σου, προσερχομένους καὶ ἀνυμνοῦντάς σε, πειρατηρίων σῶζε παντοίων, δαιμονικῶν ἐπιφορῶν, ἀπροσδοκήτων τε κακῶν, καὶ πάσης ἐπηρείας, ἐπερχομένης ἡμῖν, πρωτάγγελε Μιχαήλ.

Τοὺς ἐθνῶν ἐπαγωγαῖς, ἀπαγομένους δεσμίους, εἰς τόπους λίαν μακρὰν τυγχάνοντας, σὲ δὲ προστάτην προσκαλουμένους, ἀρχιστράτηγε Θεοῦ, προσεπανάγεις ἐν χαρᾷ, κραυγάζοντας πάντοτε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν Ἀγγέλων οἱ χοροί, κατανοοῦντές σε πόθῳ, χοροστασίαις βροτῶν ὑμνούμενον, χαρᾶς πληροῦνται ἀδιαδόχου, καὶ δοξάζουσι Θεόν, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν, τοὺς κάτω συνάψαντα, τοῖς οὐρανίοις μυστικῶς, Ἀρχάγγελε Μιχαήλ.

Τῶν πυρίνων λειτουργῶν, νεύσεσι θείαις πρωτεύων, πᾶσαν διέρχῃ τὴν γῆν τὸ βούλημα, ἀποπληρῶν τοῦ παντοδυνάμου, καὶ πλουσίαις δωρεαῖς, τοὺς πιστοὺς καταπλουτῶν, βοῶντας Ἀρχάγγελε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ποῖος τόμος ἀμοιρεῖ, τῶν σῶν ἀπείρων θαυμάτων; Ποία σε πόλις οὐκ ἔχει πρόμαχον; Ποία ψυχὴ καταπονουμένη, οὐ καλεῖ σε βοηθόν, τὸν Ἀρχιστράτηγον Θεοῦ, χαρμονικῶς βοῶσα·

Πλανωμένων ὁδηγός, ἀδικουμένων προστάτης, ὀλιγοψύχων παραμυθία τε, χειμαζομένων ὑπὸ πνευμάτων, γαληνότατος λιμήν, ἁμαρτωλῶν ἐγγυητής, νοσούντων ἐπίσκεψις, ἐσκοτισμένων φωστήρ, σὺ εἶ Ἀρχάγγελε Θεοῦ

Θεοτοκίον.

Τὸν Σωτῆρα καὶ Θεόν, καὶ λυτρωτὴν καὶ δεσπότην, σαρκὶ τεκοῦσα πάναγνε Δέσποινα, τοῦτον ἀεὶ ἄχραντε δυσώπει, ὅπως λύσιν τῶν δεινῶν, καὶ πολλῶν ἁμαρτιῶν, τὴν ἄφεσιν λάβωμεν, ὑμνολογοῦντες αὐτοῦ, τοὺς ὑπὲρ νοῦν οἰκτιρμούς.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ

Γῆν διέρχῃ ὡς ἀστραπή, βούλημα τὸ θεῖον ἐκπληρῶν, περιπολεῖς τοὺς οὐρανούς, προηγούμενος τῶν Ἀγγέλων, τὸ κλέος σου μέγα, ὑπὲρ νῦν τε τὰ ἄπειρα θαύματα, ἅπερ ἐπὶ πᾶσαν, φρικτῶς τελεῖς τὴν κτίσιν.

Οἱ αὐτόπται τοῦ δι’ ἡμᾶς, σώματι φανέντος ἐπὶ γῆς, Φίλιππος ὁ πανευκλεής, καὶ ὁ μέγιστος θεολόγος, ἐμπνεύσεσιν θείαις, τὴν ἀέναον χάριν δεξάμενοι, σοῦ τῶν ἰαμάτων, προλέγουσιν ἐμφρόνως.

Ῥάβδῳ πάλαι ὁ Μωϋσῆς, ἔτεμε τὴν θάλασσαν· καὶ νῦν, ὁ ἀρχιστράτηγος Θεοῦ, τῇ δυνάμει τῇ ἀοράτῳ, ὡς ῥάβδῳ φανείση, τὰ ἀτάκτως φερόμενα ὕδατα, ὥσπερ ἐν χωνείᾳ, τῇ πέτρᾳ παραπέμπει.

Καθὼς ἔφησε Μιχαήλ, ὁ μέγιστος ἐν πάσαις γενεαῖς, τὸ θεῖον τέμενος αὐτοῦ, διαμένει θεοσεβείαις, ἀπείροις ἐκλάμπον, καὶ λιμὴν τῶν ἐν ζάλῃ δεικνύμενον, ἐν ᾡ τῶν ἁπάντων, δοξάζομεν δεσπότην.

Ὡς παμμέγιστος οὐρανός, δείκνυται ὁ οἶκος ὁ σεπτός, τοῦ τῶν Ἀγγέλου ἀρχηγοῦ, ἐν ᾧ θαύμασιν ὥσπερ ἄστροις, φωτίζονται πᾶσαι, τῶν πιστῶν αἱ καρδίαι δοξάζουσαι, τὸν ἀγωνοθέτην, Θεὸν εἰς τοὺς αἰῶνας.

Ὥσπερ πάλαι τοῦ Βαλαάμ, τὴν ἄλογον ἐκώλυσας ὁρμήν, τῇ τοῦ ἀλόγου στρατηγέ, ἀπειλῇ σου φρικωδεστάτῃ, υἱοὺς τοὺς τῆς Ἄγαρ, κινουμένους ἀλόγως ἑκάστοτε, καθ’ ἡμῶν ἀπράκτους, ἀπόδειξον εὐχαῖς σου.

Θεοτοκίον.

Πῦρ ἐκύησας οὐδαμῶς, φλογίζον Σου Παρθένε τὴν νηδύν, Λόγον ἐγέννησας Πατρός, ἐξαιρούμενον ἀλογίας, τοῖς λόγοις τοῦ πλάνου, ὑπακούσαντας καὶ παρακούσαντας, τοῦ πεποιηκότος, Θεοῦ τοῦ φιλανθρώπου.

 

ᾨδὴ θ΄. Ἐποίησε κράτος.

Ὡς ὤφθης ἀνθρώποις, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπέστησας Ἀγγέλους τούτοις Λόγε, διαφυλάττειν αὐτούς, ἀπὸ βλάβης πονηρᾶς, μεθ’ ὧν Μιχαὴλ τὸν θαυμαστόν· δι’ οὗ σε δυσωποῦμεν, πᾶσιν ἡμῖν δώρησαι, ἱλασμὸν πταισμάτων.

Δαιμόνων ἐφόδους, ἀφανίζεις ἐμφανῶς, βαρβάρων δὲ τὰ θράση καταπαύεις, καθαίρεις πάθη βροτῶν, ἀποπαύεις συμφοράς, χωλοὺς ἀνορθοῖς καὶ χορηγεῖς, φῶς τοῖς μὴ καθορῶσιν, Ἀρχάγγελε τῶν λειτουργῶν, τῶν ἐπουρανίων.

Ἡ κρήνη προχέει, ἰαμάτων ποταμούς, Ἀρχάγγελε ἣν πᾶσι τοῖς ἀνθρώποις, προέθηκας ἐκ πολλῶν, χρόνων τε καὶ γενεῶν, ἐξ ἧς πᾶς γευόμενος πιστῶς, λαμβάνει τὴν ὑγείαν, ἀνυμνῶν τὸν λυτρωτήν, καὶ Θεὸν τῶν ὅλων.

Ἰσχύν τε καὶ κράτος, ὁ πιστός σε βασιλεύς, πρωτάγγελε καὶ σύμμαχον πρὸς ἔθνη, πολέμια καὶ δεινά, κεκτημένος τὴν αὐτῶν, τροποῦται ἀπόνοιαν ἀεί, καὶ εὐχαριστηρίους, διὰ σοῦ τῷ πλαστουργῷ, ᾠδὰς ἀναπέμπει.

ᾨδὴν προσφωνεῖ σοι, ἅπας πάντοτε πιστός, τῷ μέλποντι ἀπαύστως ἐν ὑψίστοις, σὺν μυριάσι πολλαῖς, τὴν τρισάγιον φωνήν· προσάγαγε πάντας τῷ Θεῷ, ἐκ συμφορῶν καὶ πόνων, ἐκλυτρούμενος ἡμᾶς, ἀρχηγὲ Ἀγγέλων.

Σκιρτάτω ἡ κτίσις, ἀνυμνοῦσα μυστικῶς, τὸν μέγιστον Ἀρχάγγελον Κυρίου· ὑπάρχει γὰρ ὁδηγός, πλανωμένων καὶ λιμήν, πολλῶν συμφοραῖς καὶ πειρασμοῖς, ἀεὶ χειμαζομένων, καὶ νοσούντων ἰατρός, καὶ θαυμάτων βρύσις.

Ἡγίασας τοῦτον, τὸν σεβάσμιον ναόν, καὶ ἔδειξας αὐτὸν πηγὴν θαυμάτων, ἐν ᾧ ἑστῶτες ὁμοῦ, ἐκβοῶμέν σοι πιστῶς· Ἀρχάγγελε αἴτησαι ἡμῖν, ἁμαρτημάτων λύσιν, συμφορῶν ἀπαλλαγήν, καὶ πολλὴν γαλήνην.

Θεοτοκίον.

Φανεῖσα Παρθένε, πλατυτέρα οὐρανῶν, ἐχώρησας Θεὸν ἀνερμηνεύτως, Ὃν ἀσωμάτων χοροί, ἀνυμνοῦσι μυστικῶς· Αὐτὸν ἱκέτευε ἁγνή, πάντας ἡμᾶς σωθῆναι, τοὺς Σὲ μακαρίζοντας, φωναῖς ἀσιγήτοις.

***

 

Ὁ β’ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Ἄρχων τῶν ἄνω ταγμάτων, θεοειδής, πεφυκὼς ἐν πνεύματι, τῷ τῶν ὅλων Βασιλεῖ, καὶ Θεῷ παρίστασαι ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν, ἀεὶ αἰτούμενος.

Βασιλικῇ λειτουργίᾳ, προσκαρτερῶν, τοὺς ἐν γῇ Ἀρχάγγελε, λειτουργοὺς τοῦ σοῦ ναοῦ, ἀπὸ πάντων λύτρωσαι δεινῶν, ἱκετεύομεν τὴν σήν, μεγαλειότητα.

Γῆν ἐπὶ πᾶσαν τὸ κλέος, περιφανῶς, τῶν θαυμάτων ᾄδεται, ὧν ἡμέρας καὶ νυκτός, ἐν τῷ σῷ Ἀρχάγγελε τελεῖς, θαυμαζόμενος λαμπρῶς, τεμένει πάντοτε.

Θεοτοκίον.

Δεδοξασμένη Παρθένε, ἡ τῶν πιστῶν, δόξα καὶ κραταίωμα, τῶν Ἀγγέλων ἡ χαρά, σὺν αὐτοῖς ἱκέτευε χαρᾶς, αἰωνίου καὶ ζωῆς, ἀξιωθῆναι ἡμᾶς.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Διόλου νεύσει πρὸς Θεόν, ἄτρεπτος διαμένεις, ἀρχηγὲ τῶν Ἀγγέλων, καὶ ἡμῖν τοῖς ταπεινοῖς, τρεπτοῖς καὶ ἀλλοιωτοῖς, βοηθείας, χεῖρα νέμοις πάντοτε.

Ἑώρα πάλαι Ἰησοῦς, φοβερόν σου τὸ εἶδος, καὶ μαθὼν ὅστις πέλεις, μετ’ ἐκπλήξεως βοᾷ· τί μοι προστάττεις τῷ σῷ, νῦν οἰκέτῃ, θεῖε Ἀρχιστράτηγε;

Ζωῆς μελλούσης κοινωνούς, τοὺς πολλαῖς ἁμαρτίαις, τὰς ψυχὰς νεκρωθέντας, ἀνάδειξον τῇ ζωῇ, τῶν ζώντων παρεστηκώς, μετὰ δόξης, θεῖε Ἀρχιστράτηγε.

Θεοτοκίον.

Ἐν ὥρᾳ δίκης φοβερᾶς, εὕροιμί Σε Παρθένε, ῥυομένην παντοίας, τιμωρίαν τὸν πολλά, ἀφρόνως πράξαντα δεινά, καὶ κολάσει, πάσῃ ὑποκείμενον.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ἡλίῳ ἔοικας, ὑπὲρ τὸν ἥλιον, ἀποπέμπων ἀκτῖνας, θεοειδεῖς, Μιχαὴλ Ἀρχάγγελε, καὶ καταυγάζων τὰς ἡμῶν, διανοίας θείᾳ χάριτι.

Θεοῦ πρωτάγγελε, Θεοῦ διάκονε, βοηθὲ τῶν ἐν θλίψει, ἁμαρτωλῶν, μέγα καταφύγιον, τῆς συνεχούσης με δεινῆς, ἁμαρτίας ἐλευθέρωσον.

Ἰδοὺ ὁ μέγιστος, ναός σου μέγιστε, Ἀρχιστράτηγε δόξης, πάντων πιστῶν, ἔστι καταφύγιον, ἐν ᾧ τὰς λύσεις τῶν δεινῶν, μεσιτείᾳ σου λαμβάνομεν.

Θεοτοκίον.

Οὐ κατεκαίετο, ἐν τῷ φλογίζεσθαι, ἐν φλογὶ πυρὸς βάτος, Σοῦ τὸν φρικτόν, τόκον προχαράττουσα· οὐ γὰρ ἐφλέχθης τὴν νηδύν, πῦρ τεκοῦσα παναμώμητε.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Κατακοσμούμενος θεϊκαῖς, οἷα στρατηγὸς μαρμαρυγαῖς, ὦ Μιχαὴλ ἀστραπόμορφε, πᾶσι τοῖς ἀξίοις ὁρᾶσαι πάντοτε, βουλήματι τῷ θείῳ, διακονούμενος.

Λαὸν καὶ ποίμνην σου ἱεραῖς, σοῦ πρὸς τὸν Θεὸν καταλλαγαῖς, βαρβαρικῆς Ἀρχιστράτηγε, ῥῦσαι μοχθηρίας καὶ μιαιφόνου χειρός, καὶ τῆς ἐκ τῶν δαιμόνων, παρενοχλήσεως.

Μὴ παραδώῃς ἡμᾶς Χριστέ, ἔθνεσιν ἀθέοις καθ’ ἡμῶν, συγκινουμένοις ἑκάστοτε, τύχωσι μηδόλως τῆς προσδοκίας αὐτῶν, ὁ μέγας δυσωπεῖ σε, νῦν ἀρχιστράτηγος.

Θεοτοκίον.

Μόνη ἀνθρώπων καταφυγή, μόνη τῶν Ἀγγέλων χαρμονή, θεοχαρίτωτε Δέσποινα, πάντοτε σὺν τούτοις τὸν εὐσυμπάθητον, δυσώπει αἰωνίου, χαρᾶς τυχεῖν ἡμᾶς.

 

 

 

 

 

 

 

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Νόων προηγούμενος, οὐρανίων Μιχαήλ, τοὺς ἐπὶ γῆς ἑκάστοτε, εὐεργετεῖς καὶ σώζεις ἐκ πειρασμῶν, καὶ πάσης στενώσεως, καθυπείκων τῇ νεύσει τοῦ παντάνακτος.

Ξιφήρης ἱστάμενος, Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ σοῦ τὸ εἶδος μέγιστον, κατανοήσας μέγιστε Μιχαήλ, εἰς γῆν κατεκλίνετο, τί προστάττεις μοι λέγων Ἀρχιστράτηγε.

Ὁρῶντες τὰ θαύματα, τὰ παράδοξα ναῷ, τῷ σῷ ἐπιτελούμενα, ἐπιφοιτήσει σου θείᾳ καὶ φρικτῇ, Θεοῦ ἀρχιστράτηγε, δυσωποῦμέν σε πάντων ἡμῶν μνήσθητι.

Θεοτοκίον.

Παχύτητι σώματος, τὸν ἀσώματον Θεόν, Θεοκυῆτορ τέτοκας, Ὃν ἀσωμάτων τρέμουσιν οἱ χοροί, μεθ’ ὧν Αὐτῷ πρέσβευε, τὰς ψυχὰς ἡμῶν σῶσαι ἀειπάρθενε.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.

Παρεστώς σοι Ἀρχιστράτηγε ἐδέετο, Δανιὴλ συνετίζεσθαι, θείαν ὅρασιν, ἣν ἑώρα πνεύματος φωτί, λαμπόμενός τε καὶ μελῳδῶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥῦσαι πάσης ἡμᾶς θλίψεως πρεσβείαις σου, Ἀρχάγγελε δεόμεθα, καὶ ἰάτρευσον, τῶν σωμάτων τε καὶ τῶν ψυχῶν, ἡμῶν τὰ νοσήματα Χριστόν, ἐκδυσωπῶν τὸν ἀγαθόν, Θεὸν καὶ Κύριον.

Σὲ προστάτην καὶ μεσίτην πρὸς τὸν Κύριον, ἐν πίστει προβαλλόμεθα, ἐξελοῦ ἡμᾶς, ἐξ ἐθνῶν ἀθέων Μιχαήλ, ἀνθρώπων τε πάντων πονηρῶν, ἐπιζητούντων δολερῶς, κακοποιῆσαι ἡμᾶς.

Θεοτοκίον.

Παναγία Μητροπάρθενε κυήσασα, βουλῆς μεγάλης Ἄγγελον, Αὐτῷ πρέσβευε, σὺν Ἀγγέλοις πᾶσιν ἐκτενῶς, σωθῆναι τοὺς ψάλλοντας πιστῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Τὴν θερμήν σου πρεσβείαν, ἡμῖν χορήγησον, καὶ ἐχθροῦ τῶν παγίδων, ἡμᾶς διάσωσον· λάμψον φωτισμόν, καθαρὸν ταῖς ψυχαῖς ἡμῶν, ἵνα σε τιμῶμεν Ἀρχάγγελε Κυρίου.

Ὑφαπλοῦμέν σοι χεῖρας, καὶ γόνυ κλίνομεν, ἀγαθὸς πρὸς τὸν κτίστην, μεσίτης φάνηθι, πᾶσιν ἀρχηγέ, τῶν Ἀγγέλων δεόμεθα, ὅπως ἡμᾶς σώσῃ, κινδύνων καὶ πταισμάτων.

Φαεινόν σε ἀστέρα, καὶ μέγαν ἥλιον, καταυγάζοντα κόσμον, θείαις λαμπρότησι, γνόντες Μιχαήλ, τοῦ Θεοῦ Ἀρχιστράτηγε, σκότους ἁμαρτίας, ῥυσθῆναι δυσωποῦμεν.

Θεοτοκίον.

Ἡ τὸν Λόγον τῷ λόγῳ, κυοφορήσασα, τῶν ἀλόγων παθῶν με, Δέσποινα λύτρωσαι, καὶ τὸν λογισμόν, τῆς ψυχῆς μου φαιδρύνασα, λόγον ἀνυμνεῖν Σε, παράσχου εἰς αἰῶνας.

ᾨδὴ θ΄. Θεόν, ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Χριστοῦ, τὸν μέγιστον ἀρχιστράτηγον, τὸν πρεσβευτήν, καὶ πάντων ἀγαθῶν ἀντιλήπτορα, τὸν ἡμῶν σκεπαστὴν τὸν ῥυόμενον, πάσης ἡμᾶς ἀνάγκης, τὸν συμπαθέστατον, καὶ φωταγωγὸν ἡμῶν πιστῶς, ὑμνολογήσωμεν.

Ψυχῶν, σωτῆρά σε ἐπιστάμεθα, καὶ ἰατρόν, παθῶν σωματικῶν ἀρχιστράτηγε, πολεμίων βαρβάρων ἀντίπαλον, πρέσβυν ἁμαρτανόντων, σῶσον οἰκτείρησον, πάσης ἐξελοῦ ἡμᾶς ὀργῆς, ταῖς προστασίαις σου.

Ὡς φῶς, ὡς ὄρθρος ὡς μέγας ἥλιος, πᾶσαν τὴν γῆν, διέρχῃ Μιχαὴλ Ἀρχιστράτηγε, καταυγάζων τοῦ κόσμου τὰ πέρατα, λύων δαιμόνων σκότος, παύων τὰ σκάνδαλα, πάντας ἀβλαβεῖς διατηρῶν, τοὺς ἀνυμνοῦντάς σε.

Θεοτοκίον.

Ἐκ Σοῦ, τὴν σάρκα Θεὸς ἀνέλαβε, καὶ τοὺς βροτούς, δι’ οἶκτον Παναγία ἐθέωσε, καὶ Ἀγγέλοις συνῆψεν ὡς εὔσπλαγχνος, μεθ’ ὧν ἁγνὴ δυσώπει, πάσης στενώσεως, πάσης περιστάσεως ἡμᾶς, ἀπολυτρώσασθαι.

 

 

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου