ΔΕΚΕΜΒΡΙΟΣ Β΄!!
ΜΥΡΟΠΗ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Νικηφόρου
ἱερομονάχου τοῦ Χίου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας, δευτεροῦντες αὐτά. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες ὑμᾶς.
Μύρα
προσεκόμισας Χριστῷ, παρθενίαν ἄσπιλον, καὶ τοὺς ἱδρῶτας τῶν πόνων σου, θείως
βιώσασα, πάνσεμνε Μυρόπη, εἶτα καὶ τὸ αἷμά σου, καὶ ὅλην σεαυτὴν ὁλοκάρπωμα,
καὶ θῦμα ἄμωμον· ὅθεν δόξης σε ἠξίωσε, σὺν Δικαίων, καὶ Μαρτύρων τάγμασι.
Ἐν
σοὶ διεσώθη ἀκριβῶς, Μυρόπη πανεύφημε, τὸ κατ’ εἰκόνα ἀλώβητον, ἐνθεόις
πράξεσι, καὶ θεομιμήτως, εἰς τὸ καθ’ ὁμοιώσιν, ἀνῆλθες ἀρετῶν ἐπιδείξεσιν, εἶτα
καὶ αἵμασι, μαρτυρίου κατεφοίνιξας, τὴν στολήν σου, καὶ Χριστῷ προσήνεξαι.
Τοὺς
ἄθλους ἰδοῦσα τοῦ κλεινοῦ, Ἰσιδώρου ἔσπευσας, τούτους Μυρόπη μιμήσασθαι· ὅθεν
τὸ λείψανον, τούτου ἀφελοῦσα, ἔτυχες τοῦ πόθου σου, ἀθλήσασα λαμπρῶς
καλλιπάρθενε, καὶ ἐρυθρᾷ στολῇ τῶν αἱμάτων σου ἀνέδραμες, οἷα Νύμφη Χριστῷ τῷ
Νυμφίῳ σου.
Δόξα.
Ἦχος β΄.
Εἰς
ὀσμὴν τῶν μύρων σου δραμοῦσα Χριστέ, Μυρόπη ἠ πανθαύμαστος, τὰ δυσώδη πάθη τῆς
σαρκός, ἐγκρατείᾳ νήψει καὶ προσευχῇ ἀπενέκρωσε, δάκρυσί τε ἐμπόνοις τὴν ψυχὴν
ἐκκαθάρασα, εἰς τὸ στάδιον ἥλασε τῆς ἀθλήσεως, καὶ τοῖς οἰκείοις αἵμασι
φοινιχθεῖσα, Νύμφη ὡραία παρθενία καὶ μαρτυρίῳ κεκοσμημένη, σοὶ τῷ ἀκηράτῳ καὶ
ἀθανάτῳ Νυμφίῳ προσήνεκται· καὶ παρὰ τῆς σῆς ζωαρχικῆς διττῷ στέφει
καταστεφθεῖσα δεξιᾶς, αἰτεῖται μετὰ παῤῥησίας ὑπὲρ ἡμῶν, τὸ μέγα σου ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος
ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ
παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως
Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον,
ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,
καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν
αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀσκήσει τὸ σῶμα Μυρόπη
κατατήξασα, καὶ τὴν ψυχὴν ἀρετῶν τῇ ἰσχύϊ νευρώσασα, ἀπτοήτως ὑπεισῆλθες τοῦ
Μαρτυρίου τὸ στάδιον, καὶ ἀνδρικῶς ἀγωνισαμένη, τυράννων καθεῖλες τὴν ὀφρύν, τῇ
εὐτολμίᾳ τῶν λόγων σου, καὶ τὸν Χριστὸν Θεὸν εἶναι τοῦ σύμπαντος ἀνακηρύξασα,
θάνατον ἀθανασίας πρόξενον εἴληφας ὑπὲρ
αὐτοῦ, ᾧ μὴ ἐλλίπῃς πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀμέμπτως βιώσασα, καὶ
ἀθλητικῶς τελειωθεῖσα, Μυρόπη πανεύφημε, ἐπάξιον ἐδέξω παρὰ Θεοῦ τῆς ἀφθαρσίας
τὸν στέφανον· καὶ νῦν μετὰ τῶν Μαρτύρων, τῷ θείῳ θρόνῳ παρισταμένη, καὶ τῶν ἀπ’
αἰῶνος ἐκλεκτῶν, θεουμένη τε κατὰ μέθεξιν, καὶ τῆς ἐκεῖθεν ἀπαυγαζούσης δόξης
τε καὶ λαμπρότητος πληρουμένη, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ
τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄.
Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον, δεχομένη εὐλαβῶς, πᾶσι
τοῖς πιστοῖς ἐχορήγεις, ἀφθόνως πάνσεμνε, ἐκ τοῦ θείου μνήματος, τῆς Ἑρμιόνης
ποτέ, καὶ ἐκ τούτου τῆς κλήσεως, ἔτυχες Μυρόπη, ἀλλὰ καὶ τὸ αἷμά σου μύρου
ἀλάβαστρον, ὄντως, τῷ Κυρίῳ προσήξας, διὰ τοῦ σεπτοῦ μαρτυρίου, Μάρτυς Ἀθληφόρε
τῷ Νυμφίῳ σου.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅλην, ἀπεκάθῃρας σαυτήν,
πράξεσιν ἐνθέοις καὶ ἔργοις, παντὸς σαρκὸς μολυσμοῦ, καὶ πνεύματος πάνσεπτε,
ᾀεὶ σχολάζουσαι, θεωρίαις ταῖς κρείττοσι, καὶ ἀπαγομένη, ὅλην σου τὴν ἔφεσιν
εἰς οὐρανὸν ἀπὸ γῆς· ὅθεν, καὶ ζωῆς τῆς προσκαίρου, οὐκ ἐφείσω ὅλως Μυρόπη,
ἀλλὰ θάνατον προέκρινας ἑκούσιον.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθηνε τὰ διαβήματά μου.
Σῶμα, Ἰσιδώρου τὸ σεπτόν,
ἔλαθες Μυρόπη λαβοῦσα, τοὺς τούτου φύλακας, καὶ πόθῳ μυρίσασα, τοῦτο ἐκήδευσας,
τοῖς ζητοῦσι δὲ οἴκοθεν, ἐδήλωσας αὖθις· ὅθεν ὡς ὑπεύθυνος τῷ ἱταμῷ δικαστῇ,
ἤχθης, καὶ ἐξήλεγξας τούτου, λόγων εὐτολμίᾳ θεόφρον, τὴν ταλαιπωρίαν καὶ
ἀσέβειαν.
Δόξα. Ἦχος γ΄.
Γενναίῳ φρονήματι, καὶ
ἀπτοήτῳ καρδία, παραστάσα τῷ τυράννῳ, τοιαῦτα ἀπεκρίθης διαπράξασθαι,
καταφρονοῦσα καὶ καταπτύουσα, τὴν ἐκείνου ταλαιπωρίαν καὶ ἀθεότητα· δι’ ὃ καὶ
τύπτεσθαι ἀφειδῶς ῥοπάλοις κελεύσαντος, καὶ ἀνὰ πᾶσαν τὴν πόλιν, ἀπὸ πλοκάμων
τῆς κεφαλῆς περιάγεσθαι, ἔφερες ἀγαλλομένη στεῤῥόψυχε, τὴν ἐν οὐρανοῖς
ἀποσκοποῦσα μακαριότητα, ἧς καὶ τυχοῦσα καὶ ἀπολαύουσα ἤδη, μέμνησο καὶ ἡμῶν,
τῶν ἐκ πόθου τοὺς ἄθλους ὑμνούντων σου.
Καὶ
νῦν. Θεοτοκίον
Ἀσπόρως ἐκ θείου
Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα,
πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας,
καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς
ψυχὰς ἡμων.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ήχος
α`. Της ερήμου πολίτης.
Καλλιμάρτυς Μυρόπη, καὶ Χριστοῦ Νύμφη ἄφθορε, νῦν Αὐτῷ
παρεστῶσα ὡς ὡραία καὶ πάγκαλος, ὡς λίθους φαιδροὺς καὶ διαυγεῖς, τὰ στίγματα
φέρουσα σαρκός, καὶ αἱμάτων τὴν πορφύραν ὡς βασιλὶς περικειμένη ἔνδοξε, δυσώπει
αὐτὸν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σου, ὕμνοις ἐπινικίοις καὶ ῷδαῖς τὴν
θείαν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
καλλιπάρθενον, Μυρόπην ᾄσμασι, καὶ καλλιμάρτυρα, ἀνευφημήσωμεν, τὴν ἐκλεκτὴν
Νύμφην Χριστοῦ, τοῦ ἀκηράτου Νυμφίου· ἥνπερ εἰσεδέξατο, εἰς παστάδα οὐράνιον,
καὶ χορείᾳ ἥνωσε, τῶν παρθένων κατέχουσαν, φαιδρὰν τὴν τῆς ἁγνείας λαμπάδα, ἐν
τῷ νυμφῶνι τῷ ἀφθάρτῳ.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς
παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς
ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Νεάνις
ἐκλεκτή, ἀδιάφθορος κόρη, παρθένος ἀληθής, καὶ ἀμώμητος νύμφη, Μυρόπη ἡ
πανεύφημος, ἀρετῶν τῇ λαμπρότητι, καὶ ἀθλήσεως, κεκοσμημένη ποικίλως, θείοις
στίγμασι, τῷ Βασιλεῖ τῶν ἁπάντων, Χριστὲ σοὶ προσήνεκται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων.
Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις
τοὺς δούλους σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς
ἀνυποίστους αἰκισμοὺς οὓς ὑπέστης, καὶ κεφαλῆς τὰς ἀλγηδόνας Μυρόπη, ἃς
γηθομένη ἔφερες ἀοίδιμε, ἐν τῷ περιάγεσθαι, ἀνὰ πᾶσαν τὴν πόλιν, ἀπὸ τῶν τριχῶν
τῶν σῶν, ἀπηνῶς συρομένη, καὶ τὴν εἱρκτὴν καὶ θάνατον Χριστῷ, εἰς ἱκεσίαν ὑπὲρ
ἡμῶν πρότεινε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν
σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς
δούλους κενούς· σὲ γὰρ καὶ μόνην
ἐλπίδα κεκτήμεθα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Μάρτυρος...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. α΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ἀμέμπτως βιώσασα, καὶ
ἀθλητικῶς τελειωθεῖσα, Μυρόπη πανεύφημε, ἐπάξιον ἐδέξω παρὰ Θεοῦ τῆς ἀφθαρσίας
τὸν στέφανον· καὶ νῦν μετὰ τῶν Μαρτύρων, τῷ θείῳ θρόνῳ παρισταμένη, καὶ τῶν ἀπ’
αἰῶνος ἐκλεκτῶν, θεουμένη τε κατὰ μέθεξιν, καὶ τῆς ἐκεῖθεν ἀπαυγαζούσης δόξης
τε καὶ λαμπρότητος πληρουμένη, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ
τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας.
ᾨδὴ
α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Δυσώδης
καὶ βέβηλος, ἐγὼ ὑπάρχων, Μυρόπη φερώνυμε, τὴν ἁγνὴν καὶ ἄμωμον, καὶ εὐωδίαν
Χριστοῦ, σὲ εὐφημῆσαι ἐγχειρῶ, ἀλλά μοι σύγγνωθι.
Ποθοῦντι
οὖν ᾄσμασι, τῆς σῆς Μυρόπης ὑμνῆσαι ἀθλήσεως, τοὺς ἀγῶνας χάριν μοι, ἐξ
ὑψωμάτων ἱερῶν, κατάπεμψον ταῖς σαῖς λιταῖς, θεοχαρίτωτε.
Τηροῦσα
ἀλώβητον, τὸ κατ’ εἰκόνα, Θεοῦ καὶ ὁμοίωσιν, ἐκ παιδὸς ἀοίδιμε, ἠξίωσαι κοινωνούς,
τῶν παθημάτων τοῦ Χριστοῦ, γενέσθαι ἔνδοξε.
Θεοτοκίον.
Τὸ
φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων ἄχραντε,
τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος, ὑμνῶ τὰ μεγαλεῖά Σου.
ᾨδὴ
γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τῷ
θείῳ τάφῳ προσεδρεύουσα, τῷ τῆς Ἑρμιόνης Μυρόπη σεπτή, τὸ ἀναβλύζον ἐξ αὐτοῦ,
θεῖον μύρον διένειμες, καὶ ἐκ τούτου κλῆσιν εἴληφας, τὴν ὄντως φερώνυμον.
Τοῦ
διωγμοῦ κατακρατήσαντος, πᾶσαν τὴν Ἀσίαν καὶ δὴ καὶ τὴν σέ, ἐναγκαμένην ἀπηνῶς,
τὴν περίπτυστον Ἔφεσον, τῆς μητρὸς πατρίδα εὕρηκας, τὴν Χίον προσφύγιον.
Τῇ
προσευχῇ ἀεὶ σχολάζουσα, καὶ τῇ ἐγκρατείᾳ καὶ νήψει σεμνῇ, τὰς ἀκαθέκτους τῶν
παθῶν, ὁρμὰς πάσας ἐνέκρωσας, καὶ Χριστοῦ μύρον γεγένησαι, βίου καθαρότητι.
Τῷ
θείῳ πόθῳ καὶ τῷ ἔρωτι, τῷ τοῦ Ἀθλοφόρου Μυρόπη σεμνή, κατασχεθεῖσα τὴν ψυχὴν
Ἰσιδώρου ἀπεβαλες, πάντα φόβον καὶ τὸ λείψανον, τὸ τούτου ἀφήρπασας.
Θεοτοκίον.
Τῆς
στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον· καὶ καρποφόρον ἀρεταῖς, τὴν
ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.
Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Αἰκισμῶν
τοῖς στίγμασι, πεποικιλμένη, καὶ βαφαῖς αἱμάτων σου, πεφοινιγμένη νοερῶς,
Χριστοῦ ἐν δόξῃ παρίστασαι, τῷ θείῳ θρόνῳ, Μυρόπη ἀοίδιμε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων Σε, Κόρη πανύμνητε.
ᾨδὴ
δ΄. Ἐν Πνεύματι προβλέπων.
Ὡς
μέγα σου τὸ ἔργον, καὶ λίαν θαυμαστόν, πῶς εἰς μέσον ἥλασας λειψάνου τῶν
φρουρῶν, καὶ ἀφελοῦσα Μυρόπη, ὡς εὐψυχίας, ἡρέμα πάνυ, καὶ οὐκ ἔγνωσαν τὸ
δράμα, οἱ τηροῦντες τοῦτο στεῤῥόψυχε.
Τοῦ
πόθου σου τυχοῦσα, Μυρόπη θαυμαστή, καὶ τὸ θεῖον λείψανον κατέχουσα χερσίν,
ὕμνεις ηὐλόγεις ἐδόξαζες ἐκ καρδίας, Θεοῦ τὸ δῶρον τὸν Ἰσίδωρον καὶ πίστει,
περιπτυσομένη ἐμύριζες.
Κηδεύσας
ἐντίμως, τὸ σῶμα το σεπτόν, ἔχαιρες κατέχουσα ὡς θεῖον θησαυρόν, ἀλλὰ μαθοῦσα
ζητεῖσθαι πρὸς τοῦ τυράννου, τοῦτο συλῆσαι, ἔφησας τοῖς ἐρευνῶσι μηδὲν
πτοηθεῖσα τὸν θάνατον.
Θεοτοκίον.
Παρθένε
Παναγία ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν
Σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα βοηθείας ἵνα κράζω· δόξα Σοι ἁγνὴ
θεοδόξαστε.
ᾨδὴ
ε΄. Τὴν σὴν εἰρήνην.
Ἀνδρικῷ
φρονήματι γενναίᾳ ψυχῇ, ἔστης ἀπτοήτως Μυρόπη πανθαύμαστε, πρὸ τῆς τυράννου
σοβαρότητος, καὶ καθωμολόγεις τὸ σῶμα κεκλοφέναι.
Ὢ
θαῦμα πῶς οὐκ ἔπτηξας τὸ λίαν σοβαρόν, καὶ τὸ ἰταμὸν τοῦ τυράννου καὶ ἄγριον,
καὶ τὴν μανίαν καὶ ἀπήνειαν, θαυμαστὴ Μυρόπη, ἀλλ’ ἤλεγξας εὐτόλμως;
Πῶς
τοῦτο ἐτόλμησας εἰπόντος τοῦ δεινοῦ, ἔφης ἀνδρειόφρον τὴν σὴν καταπτύουσα,
ταλαιπωρίαν καὶ ἀσέβειαν, ὢ τῶν σῶν Μυρόπη, λόγων τῆς εὐτολμίας;
Θεοτοκίον.
Δυσώπησον
ὃν ἔτεκες Παρθένε ὑπὲρ νοῦν, σώζεσθαι τοὺς πίστει Σοὶ κράζοντας· χαῖρε Παρθένε
παναμώμητε, χαῖρε εὐλογημένη, τοῦ κόσμου προστασία.
ᾨδὴ
στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ὑπερβαίνει
ἀληθῶς, καὶ ὑπέρκειται ἡ σή, παῤῥησία ἡ πολλή, τὴν ἐκ λόγων τεχνικῶν,
παράστασιν, καὶ διατύπωσιν ἀξιάγαστε.
Τίς
ἰσχύσει ἐξειπεῖν, καὶ δηλῶσαι ἱκανῶς, καὶ ἐκφράσαι ἐναργῶς, τὸν σὸν πόθον πρὸς
Χριστόν, πανεύφημε· δι’ ὃν θανάτου κατευμεγέθησας.
Τὸ
ἀπτόητον τῆς σῆς, ἀξιάγαστε ψυχῆς, καὶ τῶν λόγων ἡ πολλή, εὐτολμία τὸν δεινόν,
ἐξέμυναν, τύραννον Μάρτυς ὃν ἐμυκτήρισας.
Θεοτοκίον.
Εὐδοκία
τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ Πνεύματος Θεοῦ, ἐν τῇ μήτρᾳ Σου ἁγνή, καὶ
ἔσωσε τὴν πρὶν εἰκόνα, Θεοκυῆτορ σαφῶς.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Φερωνύμως
ἄφθονα, ὦ Ἀθληφόρε Μυρόπη, μῦρα βρύεις χάριτας, τὰς τῶν θαυμάτων καὶ νέμεις,
ἅπασι, τοῖς δεομένοις καὶ ἐκζητοῦσι, πίστει τε, καὶ εὐλαβείᾳ προσερχομένοις, τῇ
σορῷ σου τῇ πανσέπτῳ, ἥτις κατέχει Μάρτυς, τὴν κόνιν τὴν σήν.
Ὁ
Οἶκος.
Ὡς
νυμφευθεῖσα τῷ Χριστῷ, διὰ βίου καθαρότητα, καὶ ἀθλήσεως λαμπρότητα,
καλλιπάρθενε Μυρόπη ἀξιάγαστε, θαυμάτων χάριτας βρύεις φερωνύμως ὡς μῦρα, καὶ
νέμεις πᾶσι τοῖς πίστει καὶ πόθῳ, τῇ παντίμῳ σορῷ σου προσιοῦσι· ἀνεκφοίτητος
γὰρ ἐν αὐτῇ μένει ἡ τοῦ Ἁγίου Πνεύματος χάρις, ὡς ἐν ἑαυτῇ κατεχούσῃ, τὴν ἱερὰν
κόνιν τὴν σήν.
Συναξάριον.
Τῇ
Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.
Ὄντως
μύρον πέφηνε Χριστῷ Μυρόπη,
Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.
Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.
Αὕτη
ἐγεννήθη ἐν τῇ Ἐφεσίων πόλει. Τοῦ δὲ πατρὸς αὐτῆς τελευτήσαντος, ἀνήχθη παρὰ
τῆς μητρός. Καὶ ἀναγεννηθεῖσα διὰ τοῦ ἁγίου Βαπτίσματος, ἦν σχολάζουσα ἡ παῖς
εἰς τὸ μνῆμα τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων τοῦ Ἁγίου Ἀποστόλου
Φιλίππου, μύρον ἐκ τοῦ τάφου αὐτῆς ὑποδεχομένη, καὶ πᾶσιν ἀφθόνως χορηγοῦσα·
ἐκεῖθεν γὰρ τοῦ ὀνόματος τούτου τετύχηκε. Τοῦ δὲ βασιλέως Δεκίου τότε
κρατοῦντος, καὶ διωγμὸν κατὰ τῶν Χριστιανῶν κινήσαντος, ἡ μήτηρ τὴν παῖδα
λαβοῦσα, τὴν τῆς Χίου νῆσον κατέλαβε. Καὶ γονικὴν κληρονομίαν, ὡς ἐξ αὐτῆς
γενομένη, ἔχουσα, ὑπῆρχον ἄμφω ἐν τῇ οἰκίᾳ προσμένουσαι, καὶ τῷ Θεῷ καθ’ ἑαυτὰς
προσευχόμεναι.
Ποτὲ
δὲ καταλαβόντος ἄρχοντός τινος ἐν τῇ νήσῳ τῆς Χίου, ἐκρατήθη ὡς χριστιανὸς ὁ
μακάριος Ἰσίδωρος, ἀπὸ τοῦ αὐτοῦ στρατιωτικοῦ τάγματος ὤν, ἀνὴρ εὐλαβὴς καὶ
θαυμάσιος, ὃν καὶ ἐπειρᾶτο ὁ ἄρχων ἀποστῆσαι τῆς εἰς Χριστὸν πίστεως. Ὡς δ’ οὐκ
ἐπείθετο, μετὰ πολλὰς τὰς βασάνους, τὸν διὰ ξίφους κατεδικάσθη θάνατον. Τοῦ δὲ
Ἁγίου ἀποῤῥιφέντος ἔν τινι φάραγγι εἰς βορὰν ὀρνέων, καὶ φυλάκων παρακαθημένων
τῷ λειψάνῳ, κατὰ τὴν τοῦ ἄρχοντος πρόσταξιν, ἡ ὁσία Μυρόπη, θείῳ ζήλῳ τρωθεῖσα,
νυκτὸς μετὰ τῶν θεραπαινίδων αὐτῆς προσελθοῦσα, τὸ ἅγιον ἀνελάβετο λείψανον·
καὶ ἐντίμως μυρίσασα, ἐν ἐπισήμῳ τόπῳ ἀπέθετο. Μαθὼν δὲ ὁ ἄρχων τὴν τοῦ
λειψάνου κλοπήν, τοὺς φύλακας σιδήροις καταδεσμήσας, προσέταξεν ἀνὰ πᾶσαν τὴν
νῆσον περιπολοῦντας ἐρευνᾶν, ἐπειπών, ὡς εἰ μὴ εὕροιεν τὸ κλαπὲν ἀναμέσον τῆς
δοθείσης αὐτοῖς προθεσμίας, κεφαλικῶς αὐτοὺς τιμωρηθῆναι.
Τότε
ἡ Ἁγία, βλέπουσα καθ’ ἑκάστην τοὺς στρατιώτας ταλαιπωρίᾳ οὐ φορητῇ
προσπαλαίοντας, ὑπό τε τῶν ἐπικειμένων αὐτοῖς σιδήρων, καὶ τῆς ἐκ τούτων
κακοπαθείας, καὶ τῆς ἐπακολουθούσης κεφαλικῆς τιμωρίας, ἔπαθε τὴν ψυχήν,
τοιαῦτα πρὸς ἑαυτὴν ὑποψιθυρίζουσα: Ἐὰν
οὗτοι διὰ τὴν ἐμὴν κλοπὴν πάθωσιν, ἀνάγκη πάντως σπιλωθῆναί μου τὴν ψυχήν, καὶ
οὐαί μοι ἐν τῷ κρίνεσθαι. Καὶ παρευθὺς λέγει τοῖς στρατιώταις: Ὦ φίλοι, ὃ ἀπωλέσατε λείψανον, ἐγὼ
ἀνελαβόμην, ὑμῶν κοιμωμένων. Οἱ γοῦν στρατιῶται, ταύτην συλλαβόντες,
παρέστησαν τῷ ἄρχοντι λέγοντες· Αὕτη
ἐστί, κύριε, ἡ τὸ βιοθανῆ γέροντα κλέψασα. Ὁ δὲ ἄρχων πρὸς τὴν Ἁγίαν: Ἀληθῆ εἰσι τὰ περὶ σοῦ λεγόμενα; Καὶ ἡ
Ἁγία: Ἀληθή. Ὁ ἄρχων εἶπε: Καὶ πῶς ἐτόλμησας, ἐπικατάρατον γύναιον,
τοιαῦτα καταπρᾶξαι; Ἡ Μάρτυς εἶπε: Καταφρονοῦσα,
καὶ καταπτύουσα τῆς σῆς ταλαιπωρίας καὶ ἀθεότητος.
Ταῦτα
οὐ μικρῶς ἐξέμηναν τὸν σοβαρὸν ἐκεῖνον ἄρχοντα· καὶ εὐθέως προσέταξεν αὐτὴν
ῥοπάλοις ἀφειδῶς τύπτεσθαι· εἶθ’ οὕτως ἀνὰ πᾶσαν τὴν πόλιν ἀπὸ τῶν πλοκάμων τῆς
κεφαλῆς περιάγεσθαι, καὶ τύπτεσθαι κατὰ παντὸς τοῦ σώματος. Καὶ τούτου
γενομένου, ἡμιθανῆ τὴν Μάρτυρα ἐν τῇ φυλακῇ ἀποῤῥίψαντες, διὰ τῶν φυλάκων
κατησφαλίσαντο. Περὶ δὲ τὸ μεσονύκτιον, εὐχομένης τῆς Ἁγίας, φῶς μέγα
περιέλαμψεν ἅπαν τὸ οἴκημα, καὶ χορὸς Ἀγγέλων ἐπέστη, καὶ μέσον τούτων ὁ Ἅγιος
Ἰσίδωρος, αἰνούντων τὸν τρισάγιον ὕμνον. Καὶ ὁ Ἅγιος, τῇ Μάρτυρι ἀτενίσας
Μυρόπη: Εἰρήνη σοι, ἔφη, ἤγγγικε γὰρ ἡ δέησίς σου πρὸς τὸν Θεόν, καὶ ἰδοὺ νῦν
ἔρχῃ μεθ’ ἡμῶν, καὶ λήψῃ τὸν ἡτοιμασμένον σοι στέφανον. Καὶ ἅμα τῷ λόγῳ,
παρέδωκε τὸ πνεῦμα τῷ Κυρίῳ, καὶ γέγονε τὸ οἴκημα πλῆρες ἀφάτου εὐωδίας, ὡς καὶ
τοὺς φύλακας καταπλαγῆναι, καὶ ἐξεστηκότας σχεδὸν γενέσθαι.
Ταῦτα
οὕτως ἡμῖν διηγήσατο ὁ ἐπαγρυπνῶν τότε, καὶ ταῦτα εἰδὼς καὶ ἀκούσας, καὶ διὰ
τοῦτο προσελθὼν καὶ βαπτισθείς, καὶ τὸ τῆς μαρτυρίας στέφος ἀναδησάμενος. Τὸ δὲ
τῆς Ἁγίας λείψανον, χριστιανοὶ λαβόντες τῇ τοῦ ἄρχοντος προστάξει, ἐν ἐπισήμῳ
τόπῳ κατέθεντο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
Τάττει
Θεὸς σοι τοὺς πόδας τεθνηκότι,
Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
Οὗτος
ἦν ἐκ φυλῆς Συμεών, υἱὸς Σαφάτ. Εἶδε δέ, πρὸ τῆς αἰχμαλωσίας, περὶ τῆς ἁλώσεως
τοῦ Ναοῦ καὶ τῆς Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα· καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ
εἰς Ἱερουσαλήμ, ἔφυγεν εἰς τὴν ἐν Ἀραβίᾳ ὀστρακίνην, καὶ ἦν παροικῶν εἰς γῆν
Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν εἰς Βαβυλῶνα οἱ Χαλδαῖοι, καὶ οἱ ἐν τῇ ἰουδαίᾳ
καταλειφθέντες Ἰσραηλῖται ἔφυγον εἰς Αἴγυπτον, μετὰ τὴν δολοφονίαν τοῦ
Γοδολίου, τότε καὶ οὗτος ἐπανῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ ἐλειτούγει τοῖς
θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, εἶπε τοῖς ἰδίοις: Πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως
ἐπανελεύσομαι· ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τὸ ἄριστον τοῖς θερισταῖς. Ὅς τις
ἁρπαγεὶς ἐν ῥοπῇ εἰς Βαβυλῶνα, τὴν τροφὴν τῷ Προφήτῃ Δανιὴλ κεκόμικεν, ὄντι ἐν
τῷ λάκκῳ· εἶτα ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπε τὸ γενόμενον·
συνῆκε δέ, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἀπὸ Βαβυλῶνος· καὶ πρὸ δύω ἐτῶν τῆς
ὑποστροφῆς ἀποθνήσκει, καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ.
Οὗτος
τέρας ἔδωκεν ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ ὅτι ὄψονται τὴν
δόξαν τοῦ Θεοῦ· καὶ περὶ τῆς συντεείας τοῦ Ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους
δυτικοῦ γενήσεται· τό, τε ἅπλωμα, φησί, τοῦ Δαβεὶρ εἰς μικρὰ ῥήγματα ῥαγήσεται·
καὶ τὰ ἐπίκρανα τῶν δύω στύλων ἀφαιρεθήσονται, καὶ οὐδεὶς γνώσεται ποῦ εἶεν.
ταῦτα δὲ ὑπὸ Ἀγγέλου ἀπενεχθήσονται ἐν τῇ ἐρήμῳ, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ Σκηνὴ τοῦ
μαρτυρίου, καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει Κύριος, καὶ φωτίσει τοὺς
διωκομένους ὑπὸ τοῦ ὄφεως ἐξ ἀρχῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτοῦ
Ἀσκήσεως ἀμπεχόμενος πορφύραν,
Λαμπρὰν εἰσῆλθες, Πορφύριε εἰς πόλον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἰώαννου, Ἡρακλείμωνος,
Ἀνδρέου καὶ Θεοφίλου των ἐρημιτῶν.
Ἀνδρῶν
τετρακτὺς εἰς ἄλυπον χωρίον,
Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.
Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.
Οὗτοι,
ὥρμηντο ἐκ πόλεως λεγομένης Ὀξυρίχου, Χριστιανῶν γονέων ὑπάρχοντες τέκνα.
Σχολάσαντες δὲ συχνὸν χρόνον ἐν τῇ τῶν Γραφῶν ἀναγνώσει, καὶ κατανυγέντες, ἐπὶ
τὴν ἐνδοτέραν ἔρημον γίνονται· ἐν ᾗ, ἄνδρα περιτυχόντες ἅγιον, καὶ εἰς γῆρας
ἐληλακότα, ἔμειναν παρ’ αὐτῷ χρόνον ἕνα. Κἀκείνου δὲ τὸν βίον ἀπολιπόντος,
ἔμειναν οὗτοι ἐν τῷ τόπῳ χρόνους ἑξήκοντα, σκληραγωγίᾳ καὶ νηστείᾳ ἑαυτοὺς
ἐκδεδωκότες. Ἦν δὲ ἡ βρῶσις αὐτῶν ὀπώρα, καὶ τὸ ποτὸν ὕδωρ, ὧν δὶς τῆς
ἑβδομάδος μετελάμβανον. Πάσας δὲ τὰς ἡμέρας αὐτῆς χωριζόμενοι, καὶ διαφόροις
ὄρεσι καὶ σπηλαίοις περινοστοῦντες, καὶ κατὰ μόνας Θεῷ συγγινόμενοι, Σαββάτῳ
καὶ Κυριακῇ εἰς ἓν συνήρχοντο· καὶ τὴν προσήκουσαν εὐχαριστίαν τελοῦντες, ὑπὸ
θείου Ἀγγέλου ἐν μεθέξει τῶν ἁγιασμάτων ἐγίνοντο. Τᾶυτα διηγήσαντο ἡμῖν ὁ μέγας
ἐρημίτης Παφνούτιος, ὁ καὶ αὐτόπτης αὐτῶν γενόμενος, καὶ συγγραφεὺς τοῦ βίου
αὐτῶν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σολομώντος,
ἀρχιεπισκόπου Ἐφέσου.
Θνήσκει
Σολομών, οὐχ’ ὁ τοῦ Δαβὶδ γόνος,
ἀλλ’ ὁ Σολομὼν ἀρχιποιμὴν ποιμένων.
ἀλλ’ ὁ Σολομὼν ἀρχιποιμὴν ποιμένων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβίβου.
Πρὸς
πῦρ Ἄβιβος εἶπεν ἀλγεῖν οὐκ ἔχω,
ἔχων συνόντα τοῦ πυρὸς τὸν Δεσπότην.
ἔχων συνόντα τοῦ πυρὸς τὸν Δεσπότην.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μωϋσέως τοῦ Ὁμολογητοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββακοὺμ τοῦ ἐν Κύπρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλουν τοῦ Φιλεώτου.
Ὕλης ὑπερβάς,
τὴν δυάδα παμμάκαρ,
παρίστασαι
νῦν, τῇ ἀΰλῳ Τριάδι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ ἐν
Σερβίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ
ἐγκλείστου, τοῦ ἐν τῷ Σπηλαίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς
Γεροντίσσης τῆς Μονῆς Παντοκράτορος Ἁγίου Ὄρους.
Πυρὸς
ἡμᾶς ἔσωσας μανίας Κόρη,
ἔνθεν
τὰ σῶστρά σοι ἐκτίνομεν πίστει.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲε ὁ Θεός, ἐλέησον καὶ σώσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Κελεύσαντος
ῥοπάλοις μαστίζεσθαι, τοῦ ἰταμοῦ τυράννου τὸ σῶμά σου, ὑπήνεγκας τοὺς πικρούς,
καὶ ἀλγεινοὺς αἰκισμούς.
Τὸ
σῶμά σου πληγαῖς κατεξαίνετο, ῥοαῖς δὲ τῶν αἱμάτων ἐχραίνετο, ἀλλὰ τῷ πόθῳ
Χριστοῦ, ἤνεγκας πάντα στεῤῥῶς.
Βαφαῖς
τᾶις ἐξ αἱμάτων ἐφοίνιξας, στολὴν παρθενικὴν παναοίδιμε, καὶ ἐνυμφεύθης Χριστῷ
τῷ Βασιλεῖ τοῦ παντός.
Θεοτοκίον.
Νεφέλην
Σε γινώσκω Θεόνυμφε, τὸν ἥλιον τῆς δόξης κυήσασαν, φωταγωγοῦντα πάντα, τὰ
νυκτώδη μου ἐγκλήματα.
ᾨδὴ
η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Νουμέριον
ᾔσχυνας, τὸν ἄμοιρον νοός, καὶ ὅλως παράφρονα, καὶ θῆρα ἰταμόν, τὸν κελεύσαντά
σε, εἰς αἰσχύνην τὴν σήν, ἀπὸ τῶν πλοκάμων ἕλκεσθαι ἐν τῇ Πόλει.
Αἰκίζοντες
ἅπαν σου, τὸ σῶμα ἀφειδῶς, καὶ ἕλκοντες βίᾳ σε ἐκ τῶν τῆς κεφαλῆς, πλοκάμων
Παρθένε τοῦ θανάτου ἐγγύς, εἴασαν Μυρόπη ἐν τῷ δεσμωτηρίῳ.
Νυκτὸς
εὐχομένης σου, θερμῶς ἐν τῇ εἱρκτῇ, φῶς μέγα ἐπέλαμψε, καὶ Ἄγγελοι φαιδροί,
ἐπέστησαν ἄφνω, καὶ ὁ σὸς ποθητός, Ἰσίδωρος ἔφη, εἰρήνη σοι Μυρόπη.
Θεοτοκίον.
Ἀνάστησον
κείμενον εἰς βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με πολέμησον ἐχθρούς·
τρωθεῖσαν ἀτόποις ἡδοναῖς τὴν ψυχήν, ἁγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῶσον.
ᾨδὴ
θ΄. Τὴν φωτοφόρον νεφέλην.
Τὴν
λαμπροτάτην ψυχήν σου, ἡ τῶν Ἀγγέλων χορεία, σὺν Ἰσιδώρῳ τῷ κλεινῷ, μετ’
εἰρήνης λαβόντες, ἀνήγαγεν εἰς οὐρανούς, Χριστῷ τῷ Νυμφίῳ σου ὡς ἄμωμον, ὃς
συνέταξε ταύτην ταῖς παρθένοις, εἰς παστάδα νοητήν.
Τῆς
ἀληθοῦς ἀφθορίας, τὴν φανωτάτην λαμπάδα, κατέχουσα ἐν ταῖς χερσί, καὶ διάδημα
κάλλους, καὶ ἀλουργίδα μυστικήν, χρωσθεῖσαν βαφαῖς ταῖς τῶν αἱμάτων σου,
Ἀθληφόρε λαμπρῶς περικειμένη, βασιλεύεις σὺν Χριστῷ.
Τῶν
αἰκισμῶν τὰς ὀδύνας, καὶ ἑλκηθμούς, τῶν πλοκάμω, καὶ σπαραγμοὺς τῆς κεφαλῆς,
καὶ αἱμάτων τὴν χύσιν, καὶ τὰ τοῦ σώμματος παντός, πανίερα στίγματα προσάγαγε
τῷ Χριστῷ, εἰς πρεσβείαν ὑπὲρ πάντων, τῶν τιμώντων σε πιστῶς.
Θεοτοκίον.
Φιλαμαρτύμων
ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον ἁγνή, τὸ ἀδέκαστον τρέμω· ἐν ᾧ με
τήρησον ταῖς Σαῖς, ἁγίαις δεήσεσι Θεόνυμφε, ἀκατάκριτον ὅπως ὡς προστάτην,
μακαρίζω Σε ἁγνή.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Διήνυσας
τὸν δρόμον, πάνυ ζεούσῃ τῇ ψυχῇ, τοῦ μαρτυρίου θεοφρον, καὶ νῦν οἰκεῖς τοῦ
οὐρανοῦ, τοὺς ἀκηράτους νυμφῶνας, Παρθενομάρτυς Μυρόπη.
Θεοτοκίον.
Ὁ
γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε
Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ
Χριστῷ θεἰῳ ἔρωτι, τετρωμένη πανεύφημε, χαίρουσα εἰσέδραμες εἰς τὸ στάδιον, τοῦ
μαρτυρίου καὶ ἤνεγκας, αἰκίας καὶ τραύματα, καὶκατέβαλες ἐχθρῶν, τὴν ὀφρὺν καὶ
τὸ φρύαγμα, τῇ ἐνστάσει σου, Ἀθληφόρε Μυρόπη καὶ τὸ στέφος, ἐκομίσω καὶ τὰ
γέρα, τῶν σῶν ἀγώνων ἐπάξια. (Δίς)
Τὸ
πανίερον λείψανον, Ἰσιδώρου πανθαύμαστε, ἀνδρικῶς ἁρπάσασα καὶ κηδεύσασα, καὶ
ὡς προστάτην πλουτήσασα, αὐτὸν ἀκαταίσχυντον, τὸν λαμπρὸν ἐν Ἀθληταῖς,
ὑπεισῆλθες τὰ σκάμματα, τῆς ἀθλήσεως, καλλιμάρτυς Μυρόπη ὃς ἐπέστη, ἐν εἱρκτῇ
σοι βεβλημένη, θείαν εἰρήνην δωρούμενος.
Τοὺς
τελοῦντας τὴν μνήμην σου, καὶ τοὺς ἄθλους γεραίροντας, σκέπε φρούρει φύλαττε
ταῖς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον, Μυρόπη πανεύφημε,
καλλιμάρτυς τοῦ Χριστοῦ, Ἀθληφόρε ἀήττητε, καὶ περίδοξε, ἐκ παντοίων δεινῶν τε
καὶ κινδύνων, καὶ λοιμοῦ τοῦ φρικαλαίου, ᾀεὶ τὴν ἔφοδον κώλυε.
Δόξα.
Ἦχος πλ. δ΄.
Μάγους
ἀστὴρ ὁδηγήσας, δωροφόρους σοὶ τῷ νοητῷ τῆς δικαιοσύνης ἡλίῳ παρέστησε, Χριστὲ
ὁ Θεός, ὑπὲρ ἡμῶν νηπιάσαντι, τὸ φῶς δὲ τοῦ θείου νόμου τὴν καλλιπάρθενον
Μυρόπην ποδηγετήσασαν, ἐν δεξιᾷ καθημένῳ τοῦ Πατρός· ἀντὶ μὲν χρυσοῦ, τὴν τῆς
παρθενίας λαμπρότητα· ἀντὶ δὲ λιβάνου, φερωνύμως τὰ μύρα τῶν ἀρετῶν· καὶ ἀντὶ
σμύρνης, τὸν ὑπὲρ σοῦ ἑκούσιον θάνατον, δωροφοροῦσαν ἀνήγαγεν· ἧς ταῖς
εὐπροσδέκτοις πρεσβείαις, καὶ ἡμᾶς ἀξίωσον τηρῆσαι τὰς σωτηρίους σου ἐντολάς,
καὶ σῶον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου