Πέμπτη 5 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 3. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΓΓΕΛΗΣ ΕΝ ΧΙΩ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ Γ΄!!
ΑΓΓΕΛΗΣ ΝΕΟΜΑΡΤΥΣ ΕΞ ΑΡΓΟΥΣ ΕΝ ΧΙῼ
ΑΚΟΛΟΥΘΙΑ
(Νικηφόρου ἱερομονάχου τοῦ Χίου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δόξα τῇ Σῇ ἀγαθότητι, Υἱὲ καὶ Λόγε Θεοῦ, Ἰησοῦ ὑπεράγαθε, ὅτι οὐκ ἠθέλησας, ἀπολέσθαι τὸ ποίημα, τῶν Σῶν ἀχράντων, χειρῶν φιλάνθρωπε, ἀλλ’ εὐδοκίᾳ, τῇ Σῇ χάριτι, πρὸς τὴν ἐπίγνωσιν, τὸν ἀπαρνησάμενόν Σε Ἀγγελήν, ἤγαγες τοῦ πτώματος, τοῦ τῆς ἀρνήσεως.

Μάρτυς Ἀγγελή πανθαύμαστε, τοῦ ἀρχεκάκου ἐχθροῦ, τὰ ποικίλα σοφίσματα, θεοσόφως ἔλυσας, ταῖς μωραῖς προσποιήσεσι, καὶ οὐρανόφρων, ὑπάρχων ἔλαθες, τοὺς σὲ ὁρῶντας, κρύπτων ὡς οἷόν τε, τὴν σὴν οὐράνιον, πολιτείαν ἔνδοξε, μόνῳ Χριστῷ, ζῶν καὶ γινωσκόμενος, τῷ σὲ ποιήσαντι.

Ἐν ἐπιγνώσει γενόμενος, Μάρτυς Χριστοῦ Ἀγγελή, τοῦ δεινοῦ τῆς ἀρνήσεως, πτώματος οὗ πέπονθας, ἐν νηστείαις καὶ δάκρυσι, τὸ θεῖον ᾔτεις, καὶ μέγα ἔλεος, καὶ τὴν ἐξ ὕψους, θείαν βοήθειαν, ἣ καὶ ἐνέπλησε, θάρσους καὶ δυνάμεως τὴν σὴν ψυχήν, καὶ τὴν ἧτταν ἔπεισεν, ἀναπαλαίσασθαι.

Χριστοῦ ποιεῖν τὸ ποτήριον, ἐπιποθῶν Ἀγγελή, ἐλογίσω ὡς σκύβαλα, τὰ τερπνὰ ὡς μάταια, τὰ τοῦ κόσμου μακάριε, πλοῦτον καὶ δόξαν, ἅ σοι προέτειναν, οὐδὲ ἐφείσω, ὅλως τοῦ σώματος, ἀλλὰ αὐτόκλητος, φέρων σαυτὸν δέδωκας τοῖς ἀλγεινοῖς, καὶ ζωῆς προέκρινας, βίαιον θάνατον.

Μάρτυς Χριστοῦ ἀγγελώνυμε, σὺν τοῖς Ἀγγέλων χοροῖς, τῷ Θεῷ παριστάμενος, καὶ τοῖς δῆμοις ἅπασι, τῶν Ἁγίων μακάριε, αἴτησαι πᾶσι, πιστοῖς τὰ πρόσφορα, τοὺς ἐν ἠπείρῳ, φρούρει πρεσβείαις σου, τοῖς ἐν θαλάσσῃ δέ, κόπασον τοὺς κλύδωνας, ἡ τὸ σεπτόν, δεξαμένη σῶμά σου, τάφος σοι γέγονε.

Συμπρεσβευτάς σοι παράλαβε, ὑπὲρ ἡμῶν πρὸς Θεόν, τοὺς πρὸς σοῦ ἀγγελώνυμε, ὧδε ἐναθλήσαντας, σὺν Μυρώπῃ Ἰσίδωρον, σὺν τῇ Μαρκέλλῃ, τὸν δεσμοφύλακα, σὺν Θεοφίλῳ, καὶ τὸν Νικόλαον, καὶ σὺν τῷ Μανουήλ, τὸν Νικήταν Μάρκον τε, καὶ τὴν σεπτήν, Ματρώναν καὶ στήσατε, λοιμοῦ τὴν ἔφοδον.

Δόξα. Ἦχος β΄.
Νέος Μάρτυς, καὶ οἷον ἱερὰ προσθήκη, τῶν πρὸ σοῦ Μαρτύρων Ἀγγελὴ πανθαύμαστε γεγονώς, νέαν ὑπόθεσιν τῇ Ἐκκλησίᾳ, ἑορτῆς καὶ πανηγύρεως παρέσχηκας, ἐν ᾗ πιστῶς συναθροιζόμενοι, εὐφημοῦμέν σε λέγοντες· χαίροις, ὁ τὸν Χριστὸν δοξάσας θεοπρεπῶς, τῇ πεπαῤῥησιασμένῃ ὁμολογίᾳ σου, καὶ τοὺς ἐχθροὺς καταισχύνας, σῇ εὐτολμίᾳ τῶν λόγων σου· χαίροις, ὁπλῖτα τῆς τοῦ οὐρανίου Βασιλέως παρατάξεως, καὶ στρατιῶτα ἀήττητε· χαίροις, ὁ τὸ βασίλειον τῆς εὐπρεπείας εἰληφώς, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου δεξάμενος· Ὃν ἱκετεύων μὴ παύσῃ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Συντετριμμένῃ καρδίᾳ καὶ ψυχῆς ζέοντι πόθῳ, τοῦ μαρτυρίου ποιεῖν ἐφιέμενος τὸ ποτήριον, ἔστης νῦν τοῦ πόθου, τῆς ἐφέσεως τυχών, ἀγγελώνυμε πανθαύμαστε· δι’ ὃ μαρτυρικῇ παῤῥησίᾳ καὶ δόξῃ τῷ Χριστῷ παριστάμενος, αἴτησαι τοῖς ποθοῦσί σε πᾶσι, τὸ θεῖον αὐτοῦ καὶ πλούσιον ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Μακάριος εἶ ὡς ἀληθῶς καὶ τρισόλβιος, Ἀθλητὰ τοῦ Χριστοῦ, ἀγγελώνυμε καλλίνικε, εἰ γὰρ καὶ πρὸς καιρὸν ἐν βουλῇ ἀσεβῶν ἐπορεύθης, καὶ ἐν ὁδῷ ἔστης ἁμαρτωλῶν, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν ἐκάθισας, ἀλλ’ ἐν τῷ νόμῳ Κυρίου τὸ σὸν ἐπαναγαγὼν θέλημα, καὶ ἐν αὐτῷ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν μελετήσας, εἰς τὸ στάδιον ἥλασας τοῦ μαρτυρίου, καὶ τοῖς τιμίοις σου αἵμασι ἀρδευθείς, ὡς τὸ ξύλον τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ἐν τῇ ἀθλήσει καρποὺς ἐξήνθησας σωτηρίους, καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, καὶ τῆς θεώσεως τυχών, μνημόνευε καὶ ἡμῶν τῶν ἐκ πόθου εὐφημούντων σε.

Καὶ νῦν... ὁ αὐτὸς Προεόρτιον
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρων, παραδέδωκας σαυτόν, τοῖς ἰταμοτάτοις τυράννοις, Μάρτυς Χριστοῦ Ἀγγελή, ὅλως παναοίδιμε, τῷ θείῳ ἔρωτι, τὴν ψυχὴν πυρπολούμενος, καὶ διψῶν ἐκ πόθου, πιεῖν τὸ ποτήριον, τὸ τῆς ἀθλήσεως, ὅπερ καὶ πιὼν Ἀθλοφόρε, ξίφει ἐκτμηθεὶς τὴν σὴν κάραν, ζῇς ἐν τῷ Χριστῷ ζωὴν τὴν ἄληκτον.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τρὶς ἀνδρειοφρόνως Ἀγγελή, πρὸ δικαστηρίων ἀνόμων, Μάρτυς λαμπρότατε, τὸ τρισσὸν ἐκήρυξας, τῆς Θεαρχίας καὶ ἕν, καὶ τὴν πλάνην τὴν ἄθεον, λόγοις σου πανσόφοις, ἤλεγξας στεῤῥόψυχε, καὶ ἐστηλίτευσας, ἔχων, ἐν καρδίᾳ λαλοῦσαν, τὴν τοῦ θείου Πνεύματος χάριν, ὡς ἡ τοῦ Χριστοῦ φησὶν ὑπόσχεσις.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κύριου, ἐν αὐλαῖς Αὐτοῦ θελήσει σφόδρα.
Μάρτυς, Ἀθλοφόρε Ἀγγελή, ταῖς σαῖς πρὸς Θεὸν ἱκεσίαις, παῦσον τὴν ἔφοδον, τοῦ λοιμοῦ καὶ κόπασον, τὸν μέγαν ὄλεθρον, καὶ ἀπέλασον τέλεον, ἀπὸ τῶν τιμώντων, τὴν σεπτήν σου ἄθλησιν, τὴν δεινὴν μάστιγα, καὶ τὴν φρικαλαίαν ῥομφαίαν, στῆσον καθ’ ἡμῶν φερομένη, τοῦ πικροῦ θανάτου εὐσυμπάθητε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἡ πρεσβεία σου ἀκοίμητος ὑπάρχει πρὸς Θεόν, καὶ ἡ μεσιτεία σου ἀξιόχρεως, ὑπὲρ τῶν τιμώντων σε Νεομάρτυς ἀγγελώνυμε· οὐκ ἔτι γὰρ δουλικῷ φόβῳ, ἀλλὰ φιλικῇ παῤῥησίᾳ καὶ μαρτυρικῇ δόξῃ πρεσβεύεις, ὑπὲρ Αὐτοῦ σφαγιασθεὶς καὶ θανών, καὶ τὴν τελειοτάτην ἀγάπην ἐνδειξάμενος· ἵλεως οὖν ἔπιδε καὶ ἡμᾶς τοὺς σοὺς δούλους, καὶ ἀπάλλαξον τῆς φρικαλαίας καὶ πανολέθρου τοῦ λοιμοῦ ἐπιδημίας, τοὺς ἐκ πόθου τὴν μνήμην τελοῦντάς σου, καὶ ὑμνοῦντας τοὺς θείους ἄθλους σου.

Καὶ νῦν... ὁ αὐτός. Προεόρτιον
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ήχος α'. Χορός αγγελικός.
Χορὸς ἀγγελικός, Ἀγγελὴ Νεομάρτυς, καὶ δῆμος Ἀθλητῶν, ἐπεκρότησαν ἄνω, τὴν σὴν ὑπὲρ τῆς πίστεως, καρτερίαν καὶ ἔνστασιν, καὶ τὸ πνεῦμά σου, μετ` εὐφροσύνης λαβόντες, ἀνεβίβασαν, εἰς ουρανοῦ μετὰ δόξης, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν καρδίας συντριβῇ, καὶ κατανύξει τῆς ψυχῆς, τὸν οἰκτίρμονα Θεόν, καθικετεύων Ἀγγελή, τὴν ἀνομίαν μου ἔκραζες οἶδα πάντως, φιλάνθρωπε Χριστέ, ὁ θέλων πάντας βροτούς, σωθῆναι τὴν ἐμὴν δέξαι μετάνοιαν, καὶ τῶν δακρύων ἴδε μου, τοὺς σταλαγμοὺς τοῦ ἀθλίου, καὶ μὴ ἀπώσῃ με δέομαι, νῦν δὲ τοῦ πόθου, τυχὼν τρισμάκαρ, τῶν τιμώντων σε μέμνησο.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὃν ἐπόθησας, Χριστὸν γνησίως, ἀγγελώνυμε, Μάρτυς στεῤῥόφρον, καὶ ὡς θυσίαν σεαυτὸν προσενήνοχας, μὴ διαλίπῃς ἐνθέοις πρεσβείαις σου, ὑπὲρ ἡμῶν ἱκετεύων τῶν δούλων σου, τῶν τὴν μνήμην σου, τὴν ἱερὰν καὶ σεβάσμιον, τελούντων ἐν ᾠδαῖς τε καὶ ᾄσμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸ σεπτόν σου πρόσωπον, στίλβον ὡρᾶτο, ἐκ τῆς θείας χάριτος, τοῖς θεωμένοις Ἀγγελή, ἐν ἐξαισίᾳ λαμπρότητι, δηλοῦν τὴν δόξαν, ἣν ἔσχες ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κύριου, ἐν αὐλαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Νέος Μάρτυς, καὶ οἷον ἱερὰ προσθήκη, τῶν πρὸ σοῦ Μαρτύρων Ἀγγελὴ πανθαύμαστε γεγονώς, νέαν ὑπόθεσιν τῇ Ἐκκλησίᾳ, ἑορτῆς καὶ πανηγύρεως παρέσχηκας, ἐν ᾗ πιστῶς συναθροιζόμενοι, εὐφημοῦμέν σε λέγοντες· χαίροις, ὁ τὸν Χριστὸν δοξάσας θεοπρεπῶς, τῇ πεπαῤῥησιασμένῃ ὁμολογίᾳ σου, καὶ τοὺς ἐχθροὺς καταισχύνας, σῇ εὐτολμίᾳ τῶν λόγων σου· χαίροις, ὁπλῖτα τῆς τοῦ οὐρανίου Βασιλέως παρατάξεως, καὶ στρατιῶτα ἀήττητε· χαίροις, ὁ τὸ βασίλειον τῆς εὐπρεπείας εἰληφώς, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου δεξάμενος· Ὃν ἱκετεύων μὴ παύσῃ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Ἀχλὺν ἀγγελώνυμε τὴν τοῦ νοός μου, εὐχαῖς σου πρὸς Κύριον, Μάρτυς διασκέδασον, ὑμνῆσαί σου ἐν ᾠδαῖς, προθυμουμένου τὴν σεπτὴν καὶ θείαν ἄθλησιν.
Ἡ ἔνδοξος ἄθλησις καὶ ἡ σφαγή σου, φαιδρᾶς ἡμῖν γέγονεν, ἑορτῆς ὑπόθεσις, καλλίνικε Ἀγγελή, ἐν ᾗ ᾀσμάτων ἐν ᾠδαῖς ἀνευφημοῦμέν σε.
Τὰ ἄνω σκηνώματα, τὸ θεῖον πνεῦμα, τὸ σὸν ὑπεδέξαντο Μάρτυς ἀγγελώνυμε, ὁ δὲ θαλάσσῃ βυθός, ὠμότητι τῶν δικαστῶν, τὸ σῶμα ἔκρυψεν.
Θεοτοκίον.
Ἐλέους τὴν ἄβυσσον ἡ τετοκυῖα, ἐλέησον οἴκτειρον, τὴν ἐμὴν ἀσθένειαν θεοχαρίτωτε, καὶ χειραγώγησον πρὸς φῶς τῆς κατανύξεως.

Ἕτερος. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Ὡς φίλον σε τοῦ Δεσπότου γνήσιον, πιστῶς γεραίρομεν, ὡς παῤῥησίαν ἔχοντα πολλήν, πρὸς Αὐτὸν ἀγγελώνυμε, ὡς ἀθλητὴν ἀήττητον, καὶ ἀριστέα ἀξιάγαστον.
Ὑπέστης πόθῳ Χριστοῦ καὶ ἔρωτι, χαίρων τῷ πνεύματι, εἱρκτὴν βασάνους καὶ τὴν ἐκτομήν, Νεομάρτυς τῆς κάρας σου, καὶ ὡς θυσία ἄμωμος, καὶ προσφορὰ αὐτῷ προσήνεξαι.
Προσώπου σου τὴν πολλὴν λαμπρότητα, πάντες ἐθαύμασαν, τὴν ἐξαίσιαν Μάρτυς Ἀγγελή, ἣν νεκρὸν ἤδη ἔστιλβεν, πάντως ἐκ θείας χάριτος, δοξαζομένου παναοίδιμε.
Θεοτοκίον.
Κυρίως καὶ ἀληθῶς γεγένηκας, Θεὸν καὶ Κύριον, καὶ Θεοτόκος μόνη ἀληθῶς, καὶ κυρίως ἐκλήθης ἁγνή· δι’ ὃ πιστῶς γεραίρομεν, καὶ κατὰ χρέος Σε δοξάζομεν.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Πυρποληθείσης τῆς καρδίας σου, τῷ τοῦ θείου πόθου ἀΰλῳ πυρί, φέρων παρέδωκας σαυτόν, εἰς σφαγὴν ἐθελούσιον, ἀγγελώνυμε πανθαύμαστε· δι’ ὃ εὐφημοῦμέν σε.
Αὐτομολήσας πρὸς τὰ σκάμματα, ἔφερες γενναίως Χριστοῦ Ἀθλητά, πάσας βασάνους Ἀγγελή, καὶ εἰς τέλος τὸν θάνατον, καὶ θυσία ὄντως ἄμωμος, Χριστῷ προσενήνεξαι.
Τοὺς συνδραμόντας ἐν τῇ μνήμῃ σου, καὶ ἀνευφημοῦντας ἐν πίστει θερμῇ, τοὺς σοὺς ἀγῶνας Ἀγγελή, καὶ σφαγὴν τὴν ἑκούσιον, ἐκ λοιμώδους νόσου φύλαττε, καὶ πάσης κακώσεως.
Θεοτοκίον.
Δεῖξόν μοι τρίβον τὴν σωτήριον, δι’ ἧς Βασιλείαν οὐράνιον, κληρονομήσω ἀγαθή, ὁ ἀνάξιος δοῦλός Σου, καὶ ἀκούσω τὴν τρισάγιον ᾠδὴν ἀγαλλόμενον.

Ἕτερος. Εὐφραίνεται ἐπὶ σοί.
Γηθόμενος ἐν εἱρκτῇ, δεινὰς αἰκείας Ἀγγελὴ ἔφερες, σύ μου Χριστὲ δύναμις, κράζων καὶ ἰσχύς μου ἀήττητος.
Κατέβαλες ἀνδρικῶς, τῶν μεγαλαύχων τὴν ὀφρὺν κράτιστε, Ἀγαρηνῶν λόγοις σου, τὴν αὐτῶν ἐλέγξας δυσσέβειαν.
Ὑμνοῦμεν τοὺς αἰκισμούς, καὶ τὴν ἐν ζόφῳ Ἀγγελὴ κάθειρξιν, ἃ καρτερῶς ἤνεγκας, καὶ τὴν ἐκτομήν, τὴν τῆς κάρας σου.
Θεοτοκίον.
Χωρίον φωτοειδὲς τῆς ὑπερφωτοῦ ἀληθῶς φύσεως, φῶς θεϊκὸν ἄχραντε, καὶ φωτὸς ἀκτῖνα παράσχου μοι.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ῥείθροις αἱμάτων σου, τὴν γῆν ἐπίανας, ἀλλὰ καὶ θάλασσαν, σὺ καθηγίασας, τῷ σώματί σου Ἀγγελή, ὃ ἔῤῥιπται ἀπηνείᾳ, καὶ δεινῇ ὠμότητι, ἐν αὐτῇ τοῦ δικάζοντος· ὅθεν δυσωποῦμέν σε, τοὺς ἐν γῇ καὶ τοὺς πλέοντας, περίσωζε ἐκ παντὸς κινδύνου, τῇ θείᾳ σου Ἀθλητὰ ἐπισκέψει.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Τοῦ Πνεύματος ἡ χάρις, σκηνώσασα ἐν σοί, πάντα καταλείψασθαι τοῦ κόσμου τὰ τερπνά, Μάρτυς γενναῖε παρέπεισε καὶ ἡδέα, καὶ τελευταῖον Ἀγγελὴ κάρπωμα θεῖον, τῷ Θεῷ γενέσθαι καὶ σφάγιον.
Ἡ ἄθλησίς σου Μάρτυς, θεόφρον Ἀγγελή, Ἑορτῆς ὑπόθεσιν προὐξένησε λαμπράν, τοῖς σὲ ποθοῦσιν ἀήττητε Ἀθλοφόρε, τῶν νεοάθλων ἐγκαλλώπισμα καὶ κλέος· ὅθεν συνελθόντες ὑμνοῦμέν σε.
Τοὺς ὄντας ἐν θαλάσσῃ, ἢ τάφος σου τελεῖ, ἀοράτως πάρεσο καὶ ῥύου τῶν δεινῶν, πρὸς σὲ βοῶντας, ἐν πίστει καὶ εὐλαβείᾳ, καὶ τὴν θερμήν σου προστασίαν ἐξαιτοῦντας, ἐν ταῖς τρικυμίαις καὶ κλείδωσι.
Θεοτοκίον.
Ἐλέησόν με μόνη, ἐλαίους τὴν πηγήν, Θεοτόκε τέξασα καὶ λῦσον τὴν δεινήν, ψυχῆς μου νόσον καὶ πώρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, δοῦσα καὶ δεινῶν ἀπολύτρωσιν.

Ἕτερος. Ἐπαρθέντα σε ἰδοῦσα.
Πρὸ νεκρώσεως νενέκρωσαι προαιρέσει, καὶ τοῦτο δῆλον γέγονε, ἐκ τῶν τοῦ προσώπου, καὶ στήθους κρουσμάτων σου· δι’ ὧν σεαυτὸν κατετίτρωσκες.
Μετὰ δέους τε καὶ πόθου Μάρτυς Κυρίου, τοὺς σοὺς ὑπὲρ τῆς πίστεως, εὐφημῶ ἀγῶνας, καὶ τὴν ἱεράν σου σφαγήν, καὶ χύσιν τοῦ αἵματος, καὶ τὸν πρὸς Χριστὸν θεῖον ἔρωτα.
Ταῖς πρεσβείαις σου πρὸς Κύριον Νεομάρτυς, τοὺς σὲ τιμῶντας φύλαττε, ἐκ παντὸς κινδύνου, σώματος ὁμοῦ καὶ ψυχῆς, ἐν γῇ καὶ θαλάσσῃ τε, ἐν παντὶ καιρῷ ἀγγελώνυμε.
Θεοτοκίον.
Νομοθέτην ἡ τεκοῦσα καὶ φωτοδότην, τὴν χαλεπὴν ἀπέλασον, σκοτιὰν νοός μου, Σοῦ τῶν πρεσβειῶν τῷ φωτί, καὶ σῶσόν με Δέσποινα, τὸν μεμολυσμένον ἀμόλυντε.











ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην.
Ταῖς σαῖς πρεσβείαις δὸς ἡμῖν Χριστοῦ Ἀθλητά, λύσιν τῶν δεινῶν, καὶ πταισμάτων συγχώρησιν, τοῖς εὐφημοῦσί σου τὴν ἄθλησιν, καὶ ἀσπαζομένοις τὸν τύπον τῆς μορφῆς σου.
Ὡς φίλον σε πιστότατον ὑμνοῦμεν Χριστοῦ, Μάρτυς ὡς Αὐτοῦ τῶν παθῶν κοινωνήσαντα, καὶ τὴν τελείαν καὶ ἀσύγκριτον, πρὸς Αὐτὸν ἀγάπην παμμάκαρ ἐσχηκότα.
Ὡς ἥλιος ἀνέτειλεν ἡ μνήμη σου φαιδρά, πάντων τὰς καρδίας ἐνθέως φαιδρύνουσα, καὶ πρὸς τὸν ἔρωρα θερμαίνουσα, τοῦ Θεοῦ τῶν ὅλων τοῦ στέψαντός σε μάκαρ.
Θεοτοκίον.
Βασίλισσαν Παρθένον Σε κηρύττει ὁ Δαβίδ, ἄχραντε ἁγνή· διὸ ἱκετεύω σε, τῆς οὐρανίου Βασιλείας με, ποίησον κληρονόμον, ἵνα Σε μακαρίζω.

Ἕτερος. Σὺ Κύριέ μου φῶς.
Τὴν μάστιγα λοιμοῦ, τὴν δεινὴν καὶ πανόλεθρον, πρεσβείαις σου Νεομάρτυς, πρὸς τὸν Κύριον στῆσον, καὶ παῦσον ἀγγελώνυμε.
Τὴν ἔφοδον λοιμοῦ, ταῖς πρεσβείαις σου κώλυσον, τῶν εὐφημούντων σου πόῤῥω, ἀγγελώνυμε Μάρτυς, τὴν μνήμην τὴν πανίερον.
Μὴ νόσος ἡ δεινή, μετελθέτω τοὺς δούλους σου, ἡμᾶς τοὺς σὲ εὐφημοῦντας, λοιμώδης ἡ φρικαλέα, εὐχαῖς σου ἀγγελώνυμε.
Θεοτοκίον.
Παράδεισος ζωῆς, Θεοτόκε ὑπάρχουσα, θανάτου τῆς ἁμαρτίας, καὶ παθῶν πολυτρόπων, ἐκλύτρωσαί με τάχιον.

















ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ὑπερβαίνει ἀληθῶς, καρτερία ἡ πολλή, ἐγκωμίων τοὺς θεσμούς, ἣν ἀνέδειξας ἀθλῶν, πανθαύμαστε, Μαρτύρων νέων τὸ σεμνολόγημα.
Τὸ οὐράνιον ἐν σοί, πῦρ ἀνήφθη Ἀθλητά, ὃ ὁ Κύριος βαλεῖν, ἦλθε μάκαρ ἐπὶ γῆς, καὶ ἔφλεξε τὴν σὴν καρδίαν, εἰς θεῖον ἔρωτα.
Ἐν χαρᾷ πνευματικῇ, Νεομάρτυς Ἀγγελή, εὐσεβούντων ἡ πληθύς, τὴν σὴν μνήμην ἐκτελεῖ, ὑμνοῦσά σου, τοὺς θείους ἄθλους καὶ τὰ παλαίσματα.
Θεοτοκίον.
Τὴν Μητέρα τοῦ Θεοῦ, καὶ καλὴν ἐν γυναιξί, δυσωπῶ Σε ἐκτενῶς, μὴ παρίδῃς με ἁγνή, ἀλλ’ οἴκτειρον, καὶ πάσης βλάβης σῶον συντήρησον.

Ἕτερος. Θύσω σοι μετὰ φωνῆς.
Ἔχει σε Ἀγγελὴ πολιοῦχον καὶ φύλακα, καὶ ἀντιλήπτορα μέγαν ἐν κινδύνοις, πᾶσιν ἡ νῆσος Χίος, ἐν ᾗ μάκαρ, τὸ πανίερον αἷμα ἐξέχεας.
Τιμῶντές σου Ἀγγελὴ τὴν σφαγὴν τὴν ἑκούσιον, καὶ τοὺς γενναίους ἀγῶνας, ἑορτὴν ἐτήσιον ἐκτελοῦμεν, καὶ τὴν σὴν προστασίαν αἰτούμεθα.
Τὸ αἷμά σου δεξαμένη ἡ γῆ καθηγίασται, ὁ δὲ ἀὴρ τὸ σὸν πνεῦμα, καὶ ὁ τῆς θαλάσσης βυθὸς τὸ σῶμα· δι’ ὃ σῶζε, τοὺς ἐν γῇ καὶ θαλάσσῃ πρεσβείαις σου.
Θεοτοκίον.
Μόνην Σε τιμιωτέραν ἔγνωμεν πάναγνε, τῶν Χερουβὶμ ὡς τεκοῦσαν, τοῦ φωτὸς τὸν πρύτανιν Θεοτόκε, Ὃν δυσώπει, πρὸς τὸ φῶς με σκηνῶσαι τὸ ἄδυτον.

Κοντάκιον. Ἦχος γ΄.
Ἱερὰν προσθήκην σε, ἡ τῶν Μαρτύρων χορεία, Ἀγγελὴ ἐδέξατο, ἐν οὐρανῷ γηθομένη, ἤθλησας, καὶ γὰρ νομίμως νῦν γενναιόφρον, ᾔσχυνας, τὸ τῶν τυράννων ἄθεον θράσος, καὶ τὸ στέφος ἐκομίσω, τῆς ἀφθαρσίας, ξίφει τὴν κάραν τμηθείς.
Ὁ Οἶκος.
Τὴν ἄνω ζωὴν τὴν ἀγήρω καὶ ἄληκτον, ποθῶν ἐπιτεύξασθαι ἀγγελώνυμε, καὶ ἀγγελόφρον Ἀγγελή, Νεομάρτυς τοῦ Χριστοῦ ἀξιάγαστε, τὴν κάτω τὴν φθαρτὴν καὶ ἐπίκηρον νουνεχῶς καταλέλοιπας· δι’ ὃ ἐθελουσίως φέρων σαυτὸν παρέδωκας τῇ ὠμότητι καὶ ἰταμότητι τῶν τυράννων, καὶ τὸ αὐτὸν ἄθεον θράσος, καὶ ὀφρὺν τὴν ἐπηρμένην κατέῤῥαξας, τῷ ἀπτοήτῳ σου παραστήματι καὶ τῇ εὐτολμίᾳ τῶν λόγων σου· δι’ ὧν τὴν μὲν ἐκείνων ἀσέβειαν ἤλεγξας, τὸν δὲ Χριστὸν τρανῶς ἐκήρυξας, Θεὸν τέλειον καὶ τέλειον ἄνθρωπον, παρ’ οὗ τὸ στέφος τῆς ἀφθαρσίας εἴληφας, ὑπὲρ αὐτοῦ ξίφει τὴν κάραν τμηθείς.


Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἀγγέλης ὁ ἰατρός, ὁ ἐξ Ἄργους καὶ ἐν Χίω ἀποκεφαλισθείς, ἐν ἔτει 1813 τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
Ὁ πρὶν βοήσας τῇ Σιών· χαῖρε σφόδρα,
Χαίρει, παραστὰς τῷ Θεῷ Σοφονίας.
Οὗτος ἑρμηνεύεται· Σκοπιὰ Κυρίου, ἤ· Συνιεὶς κρυπτά, υἱὸς ὤν Χουσί, ἐκ φυλῆς Συμεὼν τοῦ Πατριάρχου, υἱοῦ Ἰακώβ, ἐξ ἀγροῦ Σαβαραθά· ὅς καὶ ἐδέξατο προφητείας χάρισμα, καὶ προεφήτευσε περὶ τῆς ἁλώσεως καὶ ἐρημώσεως Ἱερουσαλήμ, καὶ περὶ τῆς καταστροφῆς τῶν Ἰουδαίων· καὶ ὁς γενήσεται περιούσιος λαὸς τοῦ Θεοῦ ὁ ἐξ Ἐθνῶν, καὶ ἔσται αἰσχύνη μὲν τῶν ἀσεβῶν, δόξα δὲ τῶν δικαίων· καὶ γενήσεται Κριτὴς καὶ Βασιλεὺς πάσης πνοῆς Χριστὸς ὁ Κύριος, καὶ ἀνταποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.Ὅς, μετὰ τὸ εἰπεῖν ταῦτα πάντα, τελευτήσας ἐν τῷ οἴκῳ αὐτοῦ, ἐτάφη ἐν τῷ ἰδίῳ ἀγρῷ, ἐκδεχόμενος τὴν τελευταίαν μεγάλην Ἀνάστασιν. Ἧν δὲ ὅμοιος κατὰ τὸν χαρακτῆρα τοῦ σώματος Ἰωάννῃ τῷ Θεολόγῳ, μικρὸν τὸ γέννειον ἔχων στρογγυλώτερον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Ἐν Πατριάρχαις καὶ Θεόδωρος μέγας,
Κὰν τοῖς ἀθληταῖς τοῖς διὰ ξίφους μέγας.
Οἱ ἐν Ἀλεξανδρείᾳ τῆς Αἰγύπτου ἄνθρωποι, καὶ μάλιστα Ἕλληνες καὶ ἄπιστοι, πικροὶ καὶ δύσκολοι καὶ ὠμοὶ ἐγένοντο εἰς τοὺς Ἁγίους, ἐξ ὧν ἐγένετο καὶ ὁἍγιος Θεόδωρος. Μαθόντες γὰρ ὁ τῶν Ἀλεξανδρέων λαός, ὅτι ὁμολογεῖ τὸν Χριστόν, καὶ λατρεύει Αὐτῷ, διδάσκει δὲ καὶ τοὺς Ἕλληνας εἰς Αὐτὸν πιστεύειν, μετὰ πικρίας συνέδραμον ἐπ’ αὐτόν· καὶ κρατήσαντες, πρῶτα μὲν ἐτιμωρήσαντο ἰσχυρῶς· ἔπειτα, πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐστεφάνωσαν αὐτόν, καὶ ἔτυπτον εἰς τοὺς αὐτοῦ ὀφθαλμούς, καὶ ἐγελᾶτο, καὶ ἐνεπαίζετο. Εἴτα ἐῤῥίφθη ἐν τῇ θαλάσσῃ· καὶ ὑγιὴς ἐξ αὐτῆς ἐξελθών, τῇ προστάξει τοῦ ἄρχοντος, ἐτμήθη τὴν κεφαλήν.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδούλου, τοῦ ἀπὸ Ἐπάρχων.
Ἐπαρχίαν γῆς οὐρανῶν ἐπαρχίας,
ὁ Θεόδουλος ἀντέδωκεν ἐμφρόνως.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου, Πατρίκιος καὶ Ἔπαρχος Πραιτωρίων· ὅς ἀνεπιλήπτως ζῶν, καὶ γυναικὶ συνεζευγμένος, καὶ ὁρῶν τὰς ἁρπαγὰς καὶ πλεονεξίας τῶν καταδυναστευόντων, ἀπεβάλετο τὴν ἀρχήν. Ἐπεὶν δὲ καὶ ἡ γυνὴ αὐτοῦ μετέστη τοῦ βίου, τὴν ὕπαρξιν αὐτοῦ, πολλὴν οὖσαν, ὡσεὶ χρυσίον λιτρῶν 550, τοῖς πτωχοῖς διανείμας, τὴν Ἔδεσσαν καταλαμβάνει. Καὶ ἐπί τινος κίονος ἀναβάς, 30 χρόνους ἐν αὐτῷ διήρκεσε, τὸν μονήρην βίον ὑπελθών, ὅθεν καὶ θείων χαρισμάτων καταξιοῦται. Οὐκ ἔτι γὰρ μεταλάμβανε τροφῆς παχυτέρας, ἀλλ’ ἤ μόνον κατὰ Κυριακήν, τοῦ τιμίου Σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς Ἁγίας ἀναφορᾶς.
Μετὰ ταῦτα ἐνωχλήθη ἀπὸ λογισμῶν, καὶ παρεκάλει μαθεῖν, τίνι τῶν τῷ Θεῷ εὐαρεστησάντων παρεξισώθη. Καὶ ἤκουσεν· ὅτι Κορνηλίῳ τῷ ἐκ μίμων ἴσον εἶναι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τῷ τὴν Δαμασκὸν οἰκοῦντι, καὶ λεγομένῳ Πανδούρῳ. Εἰς ψυχικὴν σύγχυσιν τοῦτο τὸν Ὅσιον μικροῦ δεῖν κατηνάγκασεν, ἔργον παντὸς τοῦ ἐχθροῦ τῶν ἠμετέρων ψυχῶν, τὸ οὕτως αὐτὸν συγχυθῆναι. Καὶ δὴ τὴν Δαμασκὸν καταλαβών, καὶ εὑρὼν τὸν Κορνήλιον, ἔπεσεν εις τοὺς πόδας αὐτοῦ, τὸν τρόπον μαθεῖν ζητῶν τῆς αὐτοῦ πολιτείας. Ὁ δε, ἁμαρτωλὸν αὐτὸν εἶναι ἔλεγεν, μηδὲν ἀγαθὸν ἔχοντα. Ὡς δὲ ἐνέκειτο ὁ γέρων δακρύων καὶ δεόμενος, ἀναγκασθεὶς εἶπεν· Ἐγώ, φησί, Πάτερ, ἐν νεαρᾶς ἡλικίας, μίμοις καὶ ἀγύρταις συναναστραφείς, πολὺν χρόνον ἐκεῖθεν ἐποριζόμην τὰ πρὸς τὸ ζῆν ἀφορμάς. Ὀψὲ δέποτε καὶ μόλις εἰς ἔννοιαν ἐλθὼν τῶν πολλῶν μου κακῶν, καὶ τῆς μελλούσης κρίσεως τὴν ἀνταπόδοσιν ἐπὶ νοῦν λαβών, πάντων τῶν κακῶν ἀπεσχόμην, τοῦ καθαροῦ βίου καὶ τῆς ἐλεημοσύνης κατὰ τὸ δυνατὸν ἐπιμελούμενος.
Ὡς δὲ ἐνέκειτο και πάλιν ὁ γέρων παρακαλῶν, καὶ ἐνορκῶν αὐτὸν εἰπεῖν καὶ τὰ ἑξῆς, ἀπεκρίθη ἐκεῖνος: Πρὸ ὀλίγου καιροῦ Πάτερ Ἅγιε, γυνή τις περιφανής, καὶ πλούτῳ και δόξῃ καὶ σωφροσύνῃ περιλαμπομένη, ἀνδρί τινι ὑπὸ τῶν οἰκείων εἰς γἀμον ἐξεδόθη. Ὅς, ἀκολάστου καὶ δαπανηρᾶς τυχῶν προαιρέσεως, οὐ μόνον τῆς γυναικὸς τὴν περιουσίαν κατηνάλωσε, καὶ τὴν ἰδίαν, ἀλλὰ καὶ ἕτερα προσδανεισάμενος, κατέφαγε. Καὶ διὰ τοῦτο τῇ εἱρκτῇ ἐνεκλείσθη παρὰ τῶν δανειστῶν ἐπὶ πολὺν χρόνον, ἀπαραμύθητον τῇ γυναικὶν τὴν θλίψιν ἐπενεγκών· ἥτις βλέπουσα τὸν ἐλεεινὸν ἐκεῖνον λιμαγχονούμενον ἐν τῇ φυλακῇ, καὶ αὐτὴν τὴν ψυχὴν ἀπελέγετο· ὅμως ἤρξατο προσαιτεῖν, ὡς ἐπὶ τρυτάνης σαλεύουσα τὴν ψυχήν, καὶ φοβουμένη τὸν τῆς πορνείας ὄλισθον, διὰ τὸ εἶναι ταύτην εὐπρόσωπον. Ταύτῃ περιτυχὼν ἐγώ, καὶ τὴν αἰτίαν μαθών, ἤλγησα τὴν ψυχήν, καὶ δακρύσας εἶπον αὐτῇ: πόσον σου το χρέος γύναι; Ἡ δε: 400 νομίσματα Κύριέ μου. Ἐγὼ δε, ἀκριβολογήσας ἐμαυτόν, εὑρέθην ἔχων νομίσματα 230, καὶ μὴ ἀρκοῦντα πρὸς τὸ ποσόν, διαπωλήσας κινητά τινα εἴδη καὶ κόσμια, ἔτι δὲ καὶ τῶν ἐνδυμάτων τὰ κάλλιστα, καὶ τὸ ποσὸν συναγαγὼν τῶν 400 νομισμάτων, δέδωκα εἰς τὰς χεῖρας τῆς γυναικός, τοῦτο ἐπειπών: λάβε ταῦτα γύναι καὶ ἄπελθε ἐν εἰρήνῃ, καὶ τὸν ἄνδρα σου τῆς φυλακῆς ἐλευθέρωσον, δυσωποῦσα ἐξ ὅλης καρδίας τὸν φιλάνθρωπον Θεὸν ἐλεῆσαί με ἐν ἡμέρᾳ κρίσεως.
 Ταῦτα ἀκούσας ὁ Θεόδουλος, καὶ τῷ Θεῷ εὐχαριστήσας, αὖθις τῷ κίονι ἐπιβάς, καὶ μικρὸν ἐπιβιώσας χρόνον, μετὰ χρηστῆς ἐλπίδος πρὸς Κύριον ἐξεδήμησεν.

   Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου, Ἐπισκόπου Κολωνίας τοῦ ἡσυχαστοῦ.
Οὐχ ἡσυχάζω, καὶ θανόντα γὰρ στέφω,
Τὸν ἡσυχαστὴν Ἰωάννην τοῖς λόγοις.
Τῷ 4ῳ ἔτει τῆς βασιλείας Μαρκιανοῦ τοῦ εὐσεβεστάτου βασιλέως, οὗτος γεννᾶται ἐν πόλει Νικοπολιτῶν τῆς Ἁρμενίας. Τὰ ἱερὰ δὲ γράμματα παιδευθείς, τῶν γεννητόρων αὐτοῦ ἀποβεβιωκότων, καὶ διασκορπίσας τὰ προσόντα αὐτῷ τοῖς πένησιν, ᾠκοδόμησεν Ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, καὶ ἦν μονάζων ἐν αὐτῷ, μετὰ καὶ ἑτέρων μοναχῶν δέκα. Περιβόητος οὖν τῇ ἀρετῇ γεγονώς, Ἐπίσκοπος Κολωνίας χειροτονεῖται. Καὶ ἐπὶ χρόνοις 9 εἰς σύστασιν τῶν τῆς Ἐκκλησίας πραγμάτων ἀσχοληθείς, καὶ πάντα κατὰ σκοπὸν ἐκτελέσας καλῶς, τὰ προς Ἱεροσόλυμα μακρὰ πελάγη διαπερᾷ, καὶ καταλαβών, καὶ προσευξάμενος, ἀφίκετο εἰς τὴν τοῦ Ἁγίου Σάββας Λαύραν. Ὁ δὲ τοῦτον δεξάμενος, μὴ γνούς, ὡς τῷ Θεῷ ἔδοξεν, ὁποῖος ὁ προσελθών, διὰ τοῦ ξενοδοχείου, εἶτα καὶ τοῦ μαγειρείου, ἐζήτει τὸ ἀπὸ τούτου δοκίμιον. Ὡς δὲ καὶ ἐν ἀμφοτέροις καλῶς παρ’ ἐλπίδα εἶδε τοῦτον διαπρέψαντα, ἡσυχάζειν ἀναχωρητικῷ κελλίῳ τὰς πέντε τῆς ἑβδομάδος ἡμέρας ἐκέλευσε, μήτινος βρώσεως ἤ πόσεως μεταλαμβάνοντα, Σαββάτῳ δὲ καὶ Κυριακῇ ἐν ταῖς συνάξεσιν ἀφικνεῖσθαι, καὶ ψάλλειν καὶ ἐσθίειν μετὰ τῶν ἀδελφῶν. Τοῦτον ἰδὼν ὁ μακάριος Σάββας κατὰ Θεὸν προκόπτοντα, προσέφερε τῷ ἁγιωτάτῳ Ἠλίᾳ, Πατριάρχῃ Ἱεροσολύμων, ἱερατικῷ τιμῆσαι χαρίσματι. Ὁ δὲ Ὅσιος Ἰωάννης: Ἄνες, ὦ Δέσποτα, μικρὸν πρότερον ἐν γνώσει δεόντων ἐπταισμένων μοι γενέσθαι με, καὶ τότε τὸ δοκοῦν διαπράξασθαι. Ὡς οὖν κατ’ ἰδίαν γεγόνασιν, ἔῤῥιψεν ἑαυτὸν ὁ Ὅσιος εἰς τοὺς πόδας τοῦ θεσπεσίου Ἠλία, ὁρκίζων μὴ ἐκφράσαι τὸ δρᾶμα τινί. Ὁ δὲ κατέθετο, ὡς ἀτόπημά τι ὑπολαβὼν ἐνωτίσασθαι. Ὡς δε: Κολωνίας Ἐπίσκοπος, γέγονα, ἤκουσε, ἐξεπλάγη, καὶ πρὸς τὸν μακάριον Σάββαν φησί: Μὴ ὀχλήσῃς αὐτὸν ἕνεκεν τούτου, πρεσβύτερος γὰρ ὁ Ἰωάννης οὐ γίνεται.
Οὗτος ποτέ, ἐν ὁδῷ πορευόμενος, καὶ κοπιάσας, ἐλιποθύμησεν μέν, προσευξάμενος δε, καὶ ἁρπαγεὶς αἰθέριος, ἐν τῷ κελλίῳ εὑρέθη, ἀπέχοντι μίλια πέντε. Πέρσαι ποτέ, τὰ ἐν τῇ ἐρήμῳ τῶν μοναχῶν κελλία καταστρέψεντες, ἀφίκοντο καὶ ἐπὶ τὸ κελλίον τοῦ Ὁσίου, τὸ αὐτὸ ποιῆσαι· λέων δὲ φανεὶς παρ’ ἐλπίδα, καὶ τοὺς βαρβάρους διώξας, τὴν κέλλαν ἀβλαβῆ διετήρησεν. Ἀνήρ τις ὀρθόδοξος, πρὸς αὐτὸν ἐλθών, ἔλαβε μετ’ αὐτοῦ καὶ ἕτερον ἑτερόδοξον, τὴν εὐλογίαν ζητῶν ἀμφοτέροις δοθῆναι. Ὁ δε: Σοὶ μέν, ὡς εὐσεβεῖ καὶ πιστῷ, τὴν εὐλογίαν δίδωμι. Τούτῳ δε, οὐδαμῶς, εἰ μὴ ἐν τῆς Σεβήρου ἐπιστρέψῃ αἱρέσεως. Τούτων ἀκούσας ὁ πιστὸς ἐκεῖνος ἀνήρ, ἐπὶ τῷ τοῦ Ὁσίου διορατικῷ· ὁ δε γε ἑτερόδοξος, ἐξεστηκώς, καὶ ὥσπερ ἐξ ἄλλου γενόμενος, ὀψέποτε εἰς ἑαυτὸν ἐλθών, καὶ τῶν ποδῶν τοῦ Ὁσίου ἀψάμενος, ἠντιβόλει μαθεῖν τὶ πρακτέον. Ὁ δε, τοῦτον ἀναστήσας, καὶ τὰ δέοντα κατηχήσας, πᾶσαν αἵρεσιν ἀναθεματίσαι παρεσκεύασε, καὶ τὴν τοῦ Σεβήρου, ᾗ κατείχχετο, κἀκεῖθέν τε τῇ καθολικῇ προσελθεῖν Ἐκκλησίᾳ, καὶ παῤῥησίᾳ ἀπαρνήσασθαι, καὶ ἀναθεματίσαι τὴν τοῦ Σεβήρου, ὡς ἔφημεν, πρὸς ταῖς λοιπαῖς αἱρέσεσι. Τούτου δὲ γενομένου, καὶ ἀμφοτέρους αὖθις εὐλογήσας, καὶ ἐπευξάμενος, καὶ τῷ Ἁγίῳ φιλήματι ἀσπασάμενος, ἀπέστειλεν οἴκαδε χαίροντας.
Τούτου τοῦ μακαρίου, μία τῶν συγγενίδων γυναικῶν, ἀναμαθοῦσα τὰ περὶ αὐτοῦ, μετασχηματίσαι ἑαυτὴν ἐβουλεύσατο, καὶ τῷ τοιούτῳ τρόπῳ λαθεῖν, καὶ θεάσασθαι αὐτόν. Ὁ δὲ μακάριος, τῷ διορατικῷ χαρίσματι τὸ μελετώμενον γνούς, δεδήλωκεν αὐτῇ, λέξας οὐτωσίν: Εἰ οὐκ ἀφίξῃ ἐνταῦθα, ὀφθήσομαί σοι, καὶ μαθήσῃ τὰ ἐκ Θεοῦ δηλωθέντα μοι. Καὶ μετ’ οὐ πολὺ κατ’ ὄναρ αὐτῇ ἐπιστάς, ὑπέθετο τὰ δέοντα, περὶ ὧν ἤδη κἀκείνη μαθεῖν ἐγλίχετο. Πυθομένη δὲ αὕτη καὶ περὶ ἑτέρων, καὶ πάντα καλῶς ἀναδιδαχθεῖσα, αὕτη μὲν τὴν εὐχαριστίαν ἐπὶ τούτοις ἐδίδου· ὁ δὲ μαάριος ἐξ ὀφθαλμῶν τῆς γυναικὸς γέγονεν.
Οὗτος ποτέ, ἀνίκμῳ πέτρᾳ προσπελάσας ἰσχάδα, λέγει τοῖς ἀδελφοῖς: Ἐὰν ταύτῃ βλαστὸς γένηται, γνῶτε ὅτι ὁ Θεὸς δωρεῖταί μοι τόπον ἐκεῖ ἀναπαύσεως. Ἡ δὲ βλαστήσασα καὶ καρπὸν ἔφερε, σύκα τρία, καὶ λαβὼν αὐτα μετὰ δακρύων ὁ μακάριος, καταφιλήσας καὶ εὐχαριστήσας ἔφαγε μετὰ τῶν ἀδελφῶν. Οὗτος, 28 χρόνων ὤν, γέγονεν Ἐπίσκοπος, καὶ διέπρεψεν ἐν τῷ θρόνῳ αὐτοῦ ἔτη δέκα· εἰς τὸν Ῥουβᾶν χρόνους ἕξ· ἐν τῇ Λαύρᾳ δώδεκα· ἐν τῇ ἡσυχίᾳ χρόνους 48· ὡς εἶναι τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον τέσσαρας πρὸς τοῖς ἑκατόν. Καὶ εἰς βαθύτατον γῆρας ἐλθών, ἐκοιμήθη ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἀγάπιος, Σέλευκος, Μάμας, Ἴνδης, Δόμνα, Γλυκέριος καὶ ἕτεροι 40 ἐν Σοφιαναῖς, ξίφει τελειοῦνται.
Τρεῖς ἄνδρες, Ἀγάπιος, Σέλευκος, Μάμας,
Πόθῳ Πλάσαντος ἠγάπησαν καὶ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδούλου τοῦ Κυπρίου τοῦ σαλλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Πατριάρχης Κωνσταντινουπόλεως, ἀπαγχονισθεὶς τελειοῦται ἐν ἔτει 1659.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Νέος Ὁσιομάρτυς Κοσμᾶς ὁ Ἀγιαννανίτης, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1760 τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μωϋσέως τοῦ Οἰκονόμου

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γεώργιος ὁ ἐν τῇ Ἱ. Μ. Τσερνίκας τῆς Ῥουμανίας, ἐν εἰρήνῃ τελειοῦται, ἐν ἔτει 1806.

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν τελοῦμεν ἐν τῇ Ἱερᾷ Μονῇ Κορώνης, τῇ παρᾷ τὴν Καρδίτσα, τῆς Εἰκόνος τῆς Θεοτόκου  τῆς Παμμακαρίστου, ἧς εὕρηται ἐν τῇ ῥηθείσῃ Μονῇ, ἄφλεκτος διαφυλαχθεῖσα ἐκ τοῦ πυρός, ἔνθα ἐῤῥίφθη ὑπὸ τῶν ἀσεβῶν.
Εἰκών Σου ἡ πάντιμος Θεοκυῆτορ,
Καύχημα ἡμῶν καὶ στήριγμα ὑπάρχει.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Αἰκίας τὰς πολλὰς ἃς ὑπήνεγκας, εἱρκτῆς τὰ ἀλγεινὰ καὶ τὸν θάνατον, ἀγγελώνυμε πίστει, ἀνευφημοῦμεν καὶ δοξάζομεν.
Ὢ τοῦ θερμοῦ σου πρὸς Κύριον ἔρωτος, ὼ τοῦ σοῦ πόθου καὶ φίλτρου πανθαύμαστε, ἅ σε τῆς ἐπικήρου, ζωῆς ἐξήγαγες πρὸς ἄληκτον.
Νομίμως Ἀθλοφόρε ἠγώνισαι, τὴν πίστιν πρὸς τὸν Κτίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι, τὸ νίκης στέφος ἀγγελώνυμε.
Θεοτοκίον.
Νεφέλην Σε γινώσκων Θεόνυμφε, τὸν Ἥλιον τῆς δόξης κυήσασαν, φωταγωγοῦντα πάντα, τὰ νυκτώδη μου ἐγκλήματα.

Ἕτερος. Ὁ διασώσας ἐν πυρί.
Δεῦτε οἱ φίλαθλοι λαοί, δράμωμεν προθύμῳ καρδίᾳ, καὶ τὴν ἐτήσιον λαμπρῶς, ἑορτὴν ἐνθέως τιμήσωμεν, τοῦ λαμπροῦ Νεομάρτυρος, ἐν ᾠδαῖς τὰς ἀριστείας αὐτοῦ κροτοῦντες.
Ὅπου ὡς γέγραπται ἐν σοί, Μάρτυς ἐπλεόνασε πάντως, ἡ ἁμαρτία Ἀγγελή, ὑπερεπερίσσευσεν ὕστερον, χάρις ἡ ἁγία τοῦ Πνεύματος, διὰ μετανοίας καὶ μαρτυρίου.
Σὺν Ἰακώβῳ Ἀγγελή, καὶ σὺν Παγχαρίῳ ὑμνοῦμεν, καὶ Μείρακι τοῖς Ἀθληταῖς, καὶ σὺν Πέτρῳ τῷ πάνυ δοξάζομεν, μαθητῶν τῇ ἀκρότητι, ὡς τὴν ἥτταν ἀναπαλαισάμενον κατ’ ἐκείνους.
Θεοτοκίον.
Τὴν ἀποῤῥήτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, οἱ πιστοὶ προσκυνήσωμεν, ὡς Μητέρα τοῦ Κυρίου εὐλογημένην.
















ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Κατέπληξας ἄνωθεν Ἀγγέλων τοὺς χορούς, καὶ θάμβος προὐξένησας ἀνθρώποις Ἀγγελή, καὶ φάλαγξ δαιμόνων, τὴν σπουδὴν πρὸς σφαγὴν ἔφριξεν ὁρῶσα καὶ τέτρωται καιρίως.
Ἡ μάχαιρα σώματος ἐχώρησε τοῦ σοῦ, ψυχήν σου τὴν ἄσπιλον, ἀλλ’ ἥνωσαι Χριστῷ, καὶ νῦν βασιλεύεις σὺν αὐτῷ Ἀγγελή, καὶ συζῇς ἐν δόξῃ εἰς πάντας τοὺς αἰῶνας.
Τὸ πνεῦμά σου ἥνωται Ἀγγέλων τοῖς χοροῖς, τὸ δὲ σῶμα ἔριπται θαλάσσης τῷ βυθῷ, ὃ φανὲν ἐλέγξει, τοὺς τυράννους πικρῶς, ἐν τῇ ἀδεκάστῳ κρίσει τῶν πεπραγμένων.
Θεοτοκίον.
Ἀνάστησον κείμεον ἐις βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με πολέμησον ἐχθρούς, τρωθέντα ἀτόποις ἡδοναῖς τὴν ψυχήν, ἁγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῶσον.

Ἕτερος. Λυτρωτὰ τοῦ παντός.
Κεφαλῆς καὶ τοῦ στήθους τὰ κρούσματα, καὶ ὀμμάτων τὰ ἔμπονα δάκρυα, καὶ τοὺς ἐκ βάθους ἅπαντας στεναγμοὺς τῆς καρδίας, ὁ Πανοικτίρμων ἐπακούσας ἀθλῆσαι ἠξίωσεν.
Ἀταπείνωτον ἔσχες τὸ φρόνημα, καὶ ψυχῆς σου τὸν τόνον ἀνένδοτον, ἐν τῷ ἀθλεῖν θαυμάσιε, καὶ τυράννων τὰ θράσι, μὴ πτήξας ὅλως, μέχρι τέλους γενναίως ἐνήθλησας.
Ἀνυμνοῦντες τὸ κλέος τῶν ἄθλων σου, πρὸς Θεόν σε μεσίτην προβάλλομεν, δεινῶν τὴν ἀπολύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν θεόφρον Μάρτυς, διὰ σοῦ ἐξαιτοῦμεν οἱ δοῦλοί σου.
Θεοτοκίον.
Οἱ πολλοί Σου ἡμᾶς διασώζουσιν, οἰκτιρμοὶ Παναγία Μητρόθεε, ἁμαρτημάτων κρίσεως, καὶ ποικίλων κινδύνων· Σὺ γὰρ τεκοῦσα, τὸν Θεὸν ἐλεεῖς κόσμον ἅπαντα.














ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Τὴν φωτοφόρον ψυχήν σου αἱ τῶν Ἀγγέλων χορεῖαι, καὶ τῶν Μαρτύρων Ἀγγελή, καὶ Δικαίων οἱ δῆμοι, πόθῳ παρέλαβον φαιδρῶς, Χριστῷ ἀγαγόντες τῷ παντάνακτι, ὃς ἐδέξατο ταύτην γηθοσύνως, οἵαν Νύμφην ἐκλεκτήν.
Λίαν φαιδρὰ ἡ ἡμέρα, καὶ πανευφρόσυνος ὤφθη, Μάρτυς Κυρίου Ἀγγελή, ἐν ᾗ ἤθλησας πόθῳ, καὶ θείῳ ἔρωτι Χριστοῦ, δοξάσας Αὐτὸν τοῖς θείοις ἄθλοις σου, καὶ τὸ στέφος δεξάμενος τῆς νίκης, ἀνηνέχθης πρὸς Αὐτόν.
Φαιδρὰ καὶ νῦν ἡ ἠμέρα, καὶ λαμπροφόρος ἐπέστη, ἐν ᾗ τὰ πλήθη τῶν πιστῶν, ἐκτελεῖ σου τὴν μνήμην, καὶ τοὺς ἀγῶνάς σου κροτεῖ καὶ τέλος δοξάζει τὸ μακάριον, ἀγγελώνυμε Μάρτυς Ἀθλοφόρε, φρυκτωροῦσα τοὺς τιμῶντάς σε πιστῶς.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, καὶ ῥαθύμως βιοῦντα καὶ παροργίζοντα Θεόν, πανάμωμε φώτισον, ὁδήγησον, πρὸς καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.

Ἕτερος. Τῇ ἐμψύχῳ κιβωτῷ.
Συγχορεύεις τοῖς τῶν Ἀγγέλων χοροῖς, Μαρτύρων τε τοῖς δήμοις συναγάλλῃ, ἐν τοῖς οὐρανοῖς ἐν Ἐκκλησίᾳ πρωτοτόκων, ὑμνῶν ἀσιγήτως Μάρτυς ἔνδοξε, τὴν μονομαχικὴν θεαρχίαν, αἴγλης ἀπροσίτου μάκαρ, ἐκ ταύτης ἀπολαύων ἀεί.
Ἐν ταῖς οὐρανίαις Μοναῖς κατοικῶν, ἐν τόπῳ νοητῷ Μάρτυς Κυρίου, ὅπου οἱ χοροὶ πάντων Ἀγγέλων καὶ Ἁγίων, ὁρῶσι τὸ κάλλος τὸ ἀμήχανον, ὃ μακαριότης ἀκούει, πάντων ὑπερεύχου μάκαρ, τῶν πίστει τιμώντων σε νῦν.
Τῷ ἐκ πόθου τὴν θείαν μνήμην ᾠδαῖς, δοξάσαντι τὴν σὴν Μάρτυς θεόφρον, δίδου Ἀγγελὴ σαῖς ἱκεσίαις εὐπροσδέκτοις, δεινῶν λυτρωθῆναί τε καὶ θλίψεων, καὶ τῶν ὀφλημάτων τὴν λύσιν, ἔχων παῤῥησίαν πλείστην, ὡς Μάρτυς Χριστοῦ τοῦ Θεοῦ.
Θεοτοκίον.
Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος, χάριν δὲ Θεὸν ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· ὄντως ἀνωτέρα πάντων ὑπάρχεις, Παρθένε ἁγνή.







Ἐξαποστειλάριον. Ἐν Πνεύματι ἱερῷ.
Πίστιν τὴν θείαν Ἀγγελή, ἣν ἠρνήσω τὸ πρῶτον, ἀνέλαβες μακάριε, καὶ ἐκήρυξας αὖθις πρὸ τῶν ἀθέων τυράννων, καὶ σφαγεὶς σῷ αἵματι, ἐκύρωσας Ἀθλοφόρε, ἣ κατήργηταί σοι νῦν, μένει δέσει τοῦ λοιποῦ, ἐλπίς τε καὶ ἀγάπη.
Ἕτερον. Ὅμοιον.
Τὰ ἐλπιζόμενά σοι νῦν, ἀγαθὰ Ἀθλοφόρε, λαβὼν τὰ τελεώτατα, ἐν ἡμέρᾳ τῆς δίκης, ἀποβαλεῖς τὴν ἐλπίδα, καὶ ἑξῆς οὐκ ἔσται σοι, ἡ πρὸς Θεὸν δὲ ἀγάπη, καὶ πρὸς πᾶσαν τὴν πληθύν, ἔσται μόνη ἀκραιφνής, Ἀγγέλων τε καὶ Ἁγίων.
Θεοτοκίον.
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν Σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔραις τῶν παθῶν, καὶ λιμένα πρὸς Θεοῦ ἐμβίβασον θελημάτων.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δέξαι τὸν πόθον τὸν ἔνθεον, νέε Χριστοῦ Ἀθλητά, τῶν πιστῶς ἐν τῇ μνήμῃ σου, συνδραμόντων σήμερον, εὐφημῆσαι τοὺς ἄθλους σου, καὶ τοὺς ἀγῶνας, οὓς ἀγγελώνυμε, χαίρων ὑπέστης, τῷ θείῳ ἔρωτι, καὶ τὴν ἑκούσιον, τῆς παντίμου κάρας σου ἀποτομήν, καὶ τὴν σὴν σωτήριον δίδου ἀντάμειψιν.

Σὺν Παγχαρίῳ σε μέλψομεν, Μάρτυς Χριστοῦ Ἀγγελή, καὶ σὺν Μείρακι ἅπαντες, εὐφημοῦμεν πόθῳ σε, καὶ πιστῶς σε δοξάζομεν, σὺν Ἰακώβῳ τῷ Πέρσῃ ᾄσμασι, καὶ σὺν τῷ θείῳ Πέτρῳ ἀοίδιμε, τῷ κορυφαίῳ σε, ἐν ᾠδαῖς γεραίρομεν ὡς κατ’ αὐτούς, ἀναπαλαισάμενον, τὴν ἧτταν ἄθλοις σου.

Ὄμματι ἰλέῳ ἔπιδε, τοὺς σοὺς οἰκτροὺς ὑμνητάς, καὶ πρεσβείαις σου δώρησαι, πᾶσι τὰ αἰτήμα, θεῖε Μάρτυς τὰ πρόσφορα, πρὸς σωτηρίαν, ψυχῆς καὶ σώματος, ὡς παῤῥησίαν, ἔχων πρὸς Κύριον, Ὃν ἐπεπόθησας, καὶ αὐτοῦ τῷ ἔρωτι, ὡς ἀληθῶς, θάνατον ἐλόμενος, ζωὴν ἠλόγησας.

Λοιμώδους νόσου τὴν ἔφοδον, Μάρτυς Χριστοῦ Ἀγγελή, τὴν δεινὴν καὶ πανόλεθρον, σαῖς εὐχαῖς πρὸς Κύριον, καὶ πρεσβείαις ἀπέλασον, ἐκ τῶν ἐν πίστει, ἐξαιτουμένων σου, τὴν θείαν χάριν καὶ τὴν ἀντίληψιν, ἡμῶν τῶν δούλων σου, τῶν θερμῶς ποθούντω σε καὶ ἐν δεινοῖς, ῥύστην κεκτημένων σε, καὶ θεῖον φύλακα.




Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ὁδὸν τοῦ μαρτυρίου ἀνύσας, ἀγγελώνυμε Μάρτυς τοῦ Χριστοῦ, τῆς ἐφέσεως ἔστης, τῆς ὡς ἐν κινήσει νοουμένης τοῦ ἐφετοῦ, Χριστὸν ἀπολαβών, τὸν ὅρον ἔσχατον ὄντα καὶ πέρας, καὶ ἐφετῶν τὸ ἀκρότατον· δι’ ὃ νῦν ἐν ταῖς ἐπουρανίοις μοναῖς κατοικῶν, καὶ ἀχράντοις νοὸς ἐπιβολαῖς, τὰς πανολβίους αὐγὰς τῆς Θεότητος εἰσδεχόμενος, πρέσβευε καὶ ὑπὲρ ἡμῶν τῶν ἐν τῷ σκότει τοῦ βίου πορευομένων, ἵνα τοῦ θείου τύχωμεν φωτισμοῦ, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν ἀεισέβαστον μνήμην σου.
         
Καὶ νῦν... Προεόρτιον, ὁ αὐτός
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθλοφόρε νέε Χριστοῦ, Ἀγγελὴ τρισμάκαρ, σὺν Ἀγγέλων νῦν τοῖς χοροῖς, καὶ τοῖς τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων, ὡς παρεστὼς τῷ θρόνῳ, τοῦ Παντοκράτορος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου