ΔΕΚΕΜΒΡΙΟΣ
Δ΄!!
ΒΑΡΒΑΡΑ
ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰακώβου μοναχοῦ Ἁγιοπαυλίτου)
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Πολυειδέσι βασάνοις ἐγκαρτερήσασα,
νικητικὰ βραβεῖα, ἐκομίσω Βαρβάρα, ἀθλουσῶν ὡραιότης· ὅθεν καὶ νῦν, τὴν
σεβάσμιον μνήμην σου, ἐπιτελοῦμεν δεόμενοι ἐκτενῶς, τοῦ πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν.
Τῆς Ἀθληφόρου Βαρβάρας τὴν μνήμην ἄνθεσι,
κοσμήσωμεν αὐτὴ γάρ, ἀπ’ ἀρχῆς νυμφευθεῖσα, Χριστῷ τῷ ἀθανάτῳ παμβασιλεῖ, πρὸς
Πατρὸς ὠμοτάτου ποινάς, καρτερικῶς ὑπομείνασα καὶ σφαγήν, Βασιλείαν ἐκληρώσατο.
Ἐν οὐρανίοις θαλάμοις Βαρβάρα
πάνσεμνε, χοροβατοῦσα λόγῳ, τῷ Δεσπότῃ τῶν ὅλων, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν
τελούντων τὴν ἔνδοξον, ἐν τῷ ναῷ σου νῦν μνήμην περιχαρῶς, ἐκ κινδύνων
περισώζεσθαι.
Ἡ τῶν φρονίμων παρθένων χορεία
πάνσεμνε, λελαμπρυσμένην αἴγλῃ, καλλοναῖς ταῖς τῶν ἀθλῶν, Βαρβάρα ὑπεδέχθη καὶ
σὺν αὐταῖς, εἰσελήλυθας χαίρουσα, εἰς τὸν νυμφῶνα τὸν θεῖον ἔνθα Χριστός, ὁ
Νυμφίος σου πανένδοξε.
Δόξα. Ἦχος β΄.
Μαρτύρων τὴν εὔκλειαν ποθήσασα, καλλιμάρτυς
Χριστοῦ Βαρβάρα πανεύφημε, γενναίως ἐχώρησας Πατρὸς τὰ σκάμματα τῆς ἀθλήσεως.
Καὶ μέχρι τέλους ὑπομείνασα, τὸν ἀμαράντινον ἀπείληφας στέφανον, ἐκ χειρὸς τοῦ
Κυρίου σου. Ὃν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὢ θαύματος καινοῦ, ὢ ξένου
μυστηρίου, τῆς Εὔας ἡ θυγάτηρ, τὸν δράκοντα τὸν μέγαν, Βαρβάρα ὄντως ὤλεσε.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τέτρωται ὁ ἐχθρός, ὡς ἐν διστόμῳ
ξίφει, τῆς Μάρτυρος Βαρβάρας, τῇ τοῦ Χριστοῦ δυνάμει, καὶ πέπτωκεν ὁ δόλιος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Οὐ ξίφος οὐδὲ πῦρ, οὐδὲ βάσανος ἄλλη,
τῆς τοῦ Χριστοῦ ἀγάπης, Βαρβάραν τὴν Ἁγίαν, χωρίσαι ὅλως ἴσχυσεν.
Δόξα.
Ὕψιστε Βασιλεῦ, Υἱὲ Θεοῦ παντάναξ,
τὰ Σὰ ἐλέη δίδου, ἡμῖν τοῖς ἐκτελοῦσι, μνήμην Βαρβάρας δούλης Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἔργον θεοπρεπές, Παρθένος μετὰ
τόκον, ὁ τόκος Θεὸς Λόγος, ὁ δοξάσας ἀξίως, Βαρβάραν τὴν πανένδοξον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ'
Βαρβάραν
τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη
ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ Πάνσεμνος.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν
Ἁγίαν Βαρβάραν ἀνευφημήσωμεν, ἐν χαρμοσύνοις ἐπαίνοις ἐγκωμιάζοντες, χαῖρε
λέγοντες αὐτῇ κλέος τερπνότατον, τῶν ἀθλουσῶν πανευκλεές, χαῖρε ἁγνείας
τιμαλφές, ὡράϊσμα καὶ λαμπρότης, χαῖρε ἀμνὰς τοῦ Κυρίου σφαγιασθεῖσα, δι’ Αὐτὸν
πάνσεμνε.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς
Ἁγίας. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ νεᾶνις Χριστοῦ, πῶς ἐν γῇ ἐβίωσεν, ὡς ἄγγελος
οὐρανοῦ, τὸν μόνον Κύριον, δόξασασα εὐσεβῶς, ἐπιποθοῦσα δὲ θείας ἐλλάμψεως,
ὑπέφερε τὰ δεινά, καὶ τὴν σφαγήν, ἡ Βαρβάρα ἡ πάνσεμνος· ὅθεν ἀνεκφράστου
δόξης, νῦν ἀπολαμβάνουσα, χαίρει μετὰ τῶν παρθένων, εἰς οὐράνια σκηνώματα.
Δεῦτε
οἱ πιστοὶ τὴν εὔσημον, ἑορτὴν τῆς θείας Βαρβάρας τιμήσωμεν, ἐν ὕμνοις τε καὶ
ᾠδαῖς, ἣν ἀνεδέξατο, ἡ ἄληκτος χαρμονή, ὡς παῤῥησίᾳ τὴν πίστιν κηρύξασαν, καὶ
μέλη καὶ κεφαλήν, ἀποτμηθεῖσαν ἀγάπῃ τοῦ κτίσαντος. Τὴν νικοποιὸν ἐν ἄθλοις,
στήλην τῆς ἀθλήσεως, ἧς τῇ θείᾳ πρεσβείᾳ, τῶν δεινῶν ἀπαλλαττόμεθα.
Ἐν
τῇ καρτερᾷ ἀθλήσει σου, πάνσεμνε Βαρβάρα, τυράννους κατήσχυνας, πατέρα τε τὸν
ὠμόν, ἐχθρὸν τῆς φύσεως, καὶ ἔφερες ἀνδρικῶς, τὰ τῶν βασάνων ἐπίπονα σκάμματα,
ἐνίσχυε γὰρ Χριστός, σὲ ἐναθλοῦσαν, καὶ ῥῶσιν παρέσχετο, ὁ ταχὺς παρθενομάρτυς,
πάντων εἰς βοήθειαν, καὶ παρέχων τῷ κόσμῳ, ταῖς εὐχαῖς σου μέγα ἔλεος.
Ἦχος
β'. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅτε
ἐν σταδίῳ τῷ φρικτῷ, Ἰουλιανὴ διεσκόπει ἡ παμμακάριστος, Μάρτυρα τὴν ἔνδοξον,
Βαρβάραν μάστιξιν, ἐναθλοῦσαν βασάνοις τε, ποικίλοις τὸ σῶμα, ἄπαν
συγκοπτόμενον, θερμοῖς τοῖς δάκρυσι, Λόγε τοῦ Θεοῦ ἀνεβόα· Ταύτης κοινωνὸν με
γενέσθαι, ἄρτι καταξίωσον φιλάνθρωπε.
Μίαν
ἡ Βαρβάρα ἀληθῶς, Ἰουλιανή τε τὴν γνώμην, πρὸς τὴν εὐσέβειαν, ἔχουσαι αἱ ἅγιαι
κατηγωνίσαντο, τοῦ ἐχθροῦ, καὶ νικήσασαι, αὐτὸν κατὰ κράτος, δόξης ἠξιώθησαν,
παρὰ Χριστοῦ τοῦ Θεοῦ· ὅθεν λοιμικῶν παθημάτων, λώβην ἀφανίζουσαι πᾶσι, τοῖς
πιστοῖς παρέχουσιν ἰάματα.
Ὅτε
ἀπεφάνθη κατὰ σοῦ, Μάρτυς σεμνοτάτη Βαρβάρα, ὁ γλυκὺς θάνατος, χαίρουσα καὶ
σπεύδουσα, τὸν δρόμον ἤνυσας, ἀσεβοῦς δὲ γεννήτορος, χερσὶ παρανόμοις, τέθυσαι
καὶ κάρπωμα, Θεῷ προσήνεξαι· ὅθεν, ταῖς φρονίμοις Παρθένοις, ὄντως συγχορεύουσα
βλέπεις, Χριστοῦ τοῦ νυμφίου σου τὴν ἔλλαμψιν.
Δόξα. Ἦχος
πλ. β'
Πατρίδα,
γένος, ὕπαρξιν, καταλιποῦσα Βαρβάρα, καὶ τὸν ἀσεβῆ πατέρα μισήσασα, Θεὸν
ἠγάπησας, ᾧ ἐνυμφεύθης, καὶ γέγονας μεγαλέμπορος κληθεῖσα· Αὐτὸν ἱκέτευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Σπήλαιον
εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑπεδέχου, τὸν
τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες
ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ
λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ
Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ
προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι
ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας
δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ
φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς
ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ
αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς
γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ
γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ
ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς
ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ
δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος
γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ
ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ
πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ
ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει
αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς
ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις
σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις
εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία
πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις
αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ
παγίδος θανάτου.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν
καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός,
καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ
εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ
οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Λιτή. Ἦχος α'. Ἀνατολίου
Τῆς
γεηρᾶς τρυφῆς, τὴν ἀπόλαυσιν ὑπεριδοῦσα, καὶ πατρὸς τὸν ὄλβον ὁμοῦ τε καὶ δόξαν
μισήσασα, τὸν οὐράνιον Νυμφίον ἐπεπόθησας, Βαρβάρα παναοίδιμε· τῷ ξίφει γὰρ τὴν
κάραν τμηθεῖσα, σὺν ταῖς φρονίμοις συνεισῆλθες Παρθένοις, τῷ Νυμφίῳ Χριστῷ·
ὅθεν καὶ τὴν λοιμικὴν νόσον ἐκδιώκουσα, τοὺς πιστοὺς θεραπεύεις, ἐνεργείᾳ τοῦ
Πνεύματος, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Ἀξίως,
ὦ θεοτίμητε Βαρβάρα πολύαθλε, πᾶσα τῶν πιστῶν ἡ ὁμήγυρις τιμᾷ σου, τὴν
σεβάσμιον ἄθλησιν, καὶ προσκυνεῖ σου τὴν ἱερὰν τῶν λειψάνων θήκην, ἰαμάτων
πηγὰς τοῖς προσιοῦσι βλύζουσαν. Τὸν γὰρ Ὀλοφέρνην τύραννον, ὡς Ἰουδὶθ τῇ
δυνάμει τοῦ Σταυροῦ ἀνδρείως κατέβαλες· ὅθεν συνελθόντες τιμῶμεν τὴν μνήμην
σου, ἐν τῷ πανσέπτῳ ναῷ σου σήμερον, ἵνα ἐκ τῆς ἁγίας εἰκόνος σου ἀπαντλήσωμεν
ἀφθόνως, τῶν νοσημάτων τὴν ἴασιν. Αἰτούμενοι συγχώρησιν παρὰ Χριστοῦ τοῦ Θεοῦ,
ταῖς εὐχαῖς σου λαβεῖν, καὶ τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Ἐν
τῇ καρτερᾷ ἀθλήσει τῆς παρθενοάθλου Βαρβάρας, Ἀγγέλων ηὐφράνθη ἡ πληθύς,
δαιμόνων δὲ ᾐσχύνθησαν φάλαγγες, καὶ πιστῶν τὰ στίφη ἠγαλλιάσαντο, καὶ ἀσεβῶν
παρατάξεις ἐτράπησον, ὁ γὰρ Χριστὸς ἀοράτως παρίστατο, ἐνισχύων Αὐτοῦ τὴν
Μάρτυρα, καὶ ψευδωνύμων θεῶν σέβας ἐσβέννυτο, ὁ μὲν εὐσεβῶς καὶ πιστῶς
δοξαζόμενος, οἱ δὲ ὡς καπνὸς καὶ σκιὰ διαλυόμενοι. Ἀλλ’ ὦ Μάρτυς πανένδοξε
Βαρβάρα καλλιπάρθενε, τοὺς ταύτην τὴν ἐτήσιόν σου μνήμην, ἐν τῷ πανσέπτῳ σου
ναῷ τελοῦντας, ἀπήμονας φύλαττε ἐκ παντοίων νόσων καὶ κακώσεων, καὶ τῆς
μελλούσης κολάσεως αἴτησαι, λυτρωθῆναι τοὺς τιμῶντάς σε, καὶ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Ἦχος
β'. Βυζαντίου
ᾘσχύνθη
ὁ βάσκανος ἐχθρός, ὑπὸ γυναικὸς ἡττώμενος, ὅτι τὴν Προμήτορα ἔσχεν ὄργανον πρὸς
ἁμαρτίαν· ὁ γὰρ ἐκ Παρθένου σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἀτρέπτως καὶ ἀφύρτως,
ὡς οἶδε μόνος αὐτός, τὴν κατάραν ἔλυσε τῆς Εὔας καὶ τοῦ Ἀδάμ, Χριστὸς ὁ
στεφανώσας ἀξίως, Βαρβάραν τὴν Μάρτυρα, καὶ δι' αὐτῆς δωρούμενος τῷ κόσμῳ,
ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Ἡ
θεόκλητος Μάρτυς Βαρβάρα, ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Δεινὰ μὲν τὰ παρόντα
κολαστήρια, ὦ δικαστά, οὐ προκρίνω δὲ ὅλως, τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο
τέμνετε, ξέετε τὰς σάρκας, πυρὶ παραδότε με· χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου
Χριστόν. Ἧς ταῖς ἱκεσίαις Σωτήρ, τὰ ἐλέη σου κατάπεμψον ἡμῖν, καὶ σῶσον τοὺς
τὴν ἄθλησιν αὐτῆς, ἐκτελοῦντας πιστῶς.
Ὁ
αὐτός.
Τὴν
πανήγυριν σήμερον τῆς ἀθληφόρου Βαρβάρας, δεῦτε λαοὶ ὑμνήσωμεν· ταύτην γὰρ οὔτε
ξίφος, οὔτε πῦρ, οὔτε ἄλλη βάσανος, οὔτε τοῦ πολυπλόκου βελίαρ τὰ ἔνεδρα
ἐτροπώσατο. Χριστὸν ἱκέτευε Καλλιμάρτυς πανένδοξε, δωρηθῆναι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Σήμερον,
τοῦ ἐπουρανίου Βασιλέως, ἡ ἀμίαντος νύμφη, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν
πνευματικήν, Βαρβάρα ἡ πανένδοξος. Δεῦτε οὖν φιλέορτοι εἰς ἓν συνέλθωμεν, καὶ
τοῖς τῶν ᾀσμάτων τερπνοῖς μελῳδήμασιν, αὐτὴν ἀνευφημήσωμεν, ἐν φαιδραῖς στολαῖς
ἁγνείας καὶ εὐποιΐας κατηγλαϊσμένοι. Αὕτη γὰρ τῷ τῆς παρθενίας κάλλει, ὡς ἁγνὴ
περιστερὰ τῷ Σωτῆρι νυμφευθεῖσα, ὁλικῶς τὴν Ἁγίαν Τριάδα ἐν ἑαυτῇ εἰσῳκήσατο,
ἣν καὶ ποθοῦσα ὑπὲρ αὐτῆς τὸ αἷμα ἐξέχεε, καὶ νῦν ἐν ἐπουρανίοις σκηνώμασι, τὸ
πνεῦμα αὐτῆς χοροβατοῦν, πρεσβεύει ὑπὲρ τῶν πίστει καὶ πόθῳ, ἐκτελούντων τὴν
θείαν μνήμην αὐτῆς.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Μὴ
στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ
χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα
τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ
σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Χάριν
τῶν ἰάσεων, καὶ τῶν θαυμάτων ἐπλούτησας, ὦ Βαρβάρα πανένδοξε, παθῶν γὰρ
νοσήματα, καὶ σαρκὸς τὸν ζόφον, καὶ τὰς τρικυμίας, ἀπετινάξω καὶ φαιδράν, τὴν
τῆς ψυχῆς εἰργάσω κατάστασιν· ἐντεῦθεν καὶ ἐνήθλησας, ἀνδρειοφρόνως ἀοίδιμε,
καὶ τὸν στέφανον εἴληφας, ἐκ Θεοῦ Παντοκράτορος.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε
τῆς φωνῆς τῆς δεήσεώς μου.
Θείαις ἐπιγνώσεσι, τὴν καθαράν σου
διάνοιαν, καταυγάσας ὁ Κύριος, ἁγνοίας λυτροῦταί σε, πατρὸς ἀθεΐας, ἥλιος ὑπάρχων,
δικαιοσύνης ἀληθοῦς, Βαρβάρα Μάρτυς ἀξιοθαύμαστε· ἐντεῦθεν τὰ σεβάσματα, τῆς
πονηρίας συνέτριψας, καὶ Χριστοῦ τὰ παθήματα, καρτερῶς ἐξεικόνισας.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Πόνους
καρτερήσασα, καὶ τὴν σφαγὴν πρὸς τὴν ἄπονον, μεταβέβηκας χαίρουσα, ἀπόλαυσιν
ἔνδοξε, ἔνθα γενομένη, καθωραϊσμένη, οἷάπερ νύμφη ἐκλεκτή, Χριστοῦ Βαρβάρα
ἀξιοθαύμαστε. Τῶν πίστει τὸ μνημόσυνον, ἐν τῷ ναῷ σου τελούντων νῦν, Ἀθληφόρε
μνημόνευε, καὶ κινδύνων περίσωζε.
Δόξα.
Ἦχος δ΄.
Σταυρὸν
ὡς ὅπλον κραταιὸν χερσὶ κατέχουσα, Βαρβάρα πανένδοξε, τὴν πίστιν ὡς θώρακα,
ἐλπίδα θυρεόν, ἀγάπην τόξον, τῶν τυράννων τὰς τιμωρίας ἐνίκησας ἀνδρείως. Καὶ
δαιμόνων τὰς παρατάξεις κατήργησας ἐνθέως. Τὴν κεφαλὴν δὲ τμηθεῖσα, χερσὶ
πατρὸς ἀσεβοῦς, εἰς οὐρανοὺς στεφανηφόρος ἀνέδραμες, σὺν παρθένων χορείαις,
λαμπαδηφόρος χορεύουσα ἐν Χριστῷ. Πρεσβεύουσα ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου
τελούντων, τὴν χαρμόσυνον πανήγυριν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἡσαΐα
χόρευε, λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι,
καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ
Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ
ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ'
Βαρβάραν
τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη
ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ Πάνσεμνος.
Ἕτερον.Ὁ
αὐτός. Ταχὺ προκατάλαβε.
Ἁγνείας
λαμπρότησι κρῖνον ὡς εὔοσμον, ἐξήνθησας πάνσεμνε ἐξ ἀκανθῶν σου πατρός, Βαρβάρα
πολύαθλε, ὀδμαῖς μαρτυρίου σου, πάντας εὐωδιάζων, νόσου δὲ τῆς λοιμώδους,
ἀπελαύνουσα βλάβην· διό σου τὴν παγγέραστον μνήμην γεραίρομεν.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν
Ἁγίαν Βαρβάραν ἀνευφημήσωμεν, ἐν χαρμοσύνοις ἐπαίνοις ἐγκωμιάζοντες, χαῖρε
λέγοντες αὐτῇ κλέος τερπνότατον, τῶν ἀθλουσῶν πανευκλεές, χαῖρε ἁγνείας
τιμαλφές, ὡράϊσμα καὶ λαμπρότης, χαῖρε ἀμνὰς τοῦ Κυρίου σφαγιασθεῖσα, δι’ Αὐτὸν
πάνσεμνε.
Καὶ νῦν.. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας. Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἐν
τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς,
δεσμὰ, βασάνους, φυλακάς, Βαρβάρα
παναοίδιμε· Ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας,
ψυχικῶς καὶ προσέδραμες· αὐτὸς καὶ τὰς ἰάσεις παρέχει, πᾶσι τοῖς πίστει
προσιοῦσί σοι.
Δόξα.
Ὅμοιον.
Ἡ
περιδέξιος, καὶ καλλιπάρθενος, νύμφη ἡ ἄσπιλος, καὶ πανακήρατος, Βαρβάρα σήμερον ἡμᾶς, ἀμνὰς Χριστοῦ ἡ ἄμωμος,
ἅπαντας συνήθροισε, φιλεόρτους ἐν πνεύματι, μέλψαι τὴν χαρμόσυνον, ἑορτὴν αὐτῆς
ᾄσμασι. Συνδράμωμεν οὖν πίστει γεραίροντες, τὰ ἆθλα τῶν ἀγώνων αὐτῆς.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ
καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ
ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ
Κεχαριτωμένη.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’.
Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν τῆς σῆς, ψυχῆς ἀνδρείας
τὸ στεῤῥόν, καὶ Ἀγγέλων καὶ βροτῶν, καὶ τῶν δαιμόνων ὦ σεμνή, αἱ στρατιαί τε καὶ
γένη Μάρτυς Βαρβάρα. Πῶς σῶμα ἁπαλόν, περιφέρουσα, ἀσάρκους δυσμενεῖς,
παντεπάλαισας, καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κορυφῇ σου ἀοίδιμε. Χριστὸν
δυσώπει, ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν μνήμην σου.
Δόξα. Ὁ αὐτός. Ὁ ὑψωθείς.
Τὸν Νυμφίον σου Χριστὸν ἀγαπήσασα,
τὴν λαμπάδα σου φαιδρῶς ὡραΐσασα, ταῖς ἀρεταῖς διέλαμψας Βαρβάρα ἀληθῶς· ὅθεν εἰσελήλυθας,
σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ’ Αὐτοῦ δεξαμένη, ἀλλ’ ἐκ
κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας Βαρβάρα τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Μετὰ
τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ
νύμφη τοῦ Χριστοῦ, τετρωμένη τῷ πόθῳ, Βαρβάρα τοῦ αὐτῆς, οὐρανίου Νυμφίου,
ὀπίσω τούτου ἔδραμε, τὴν λαμπάδα κατέχουσα, τὴν δι’ ἔλαιον, τῶν ἀρετῶν
ἀνημμένην, ταύτης ἅπαντας, ῥῦσαι πρεσβείαις κινδύνων, Σωτὴρ ὡς φιλάνθρωπος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε
ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη κραταιά, τῶν πιστῶν προστασία, ἡ γάλακτι θρέψασα,
σαρκωθέντα τὸν Κύριον· ἐκδυσώπησον, πάντας ἡμᾶς οἰκτειρῆσαι, τοὺς τιμῶντάς Σε,
ὡς Θεοτόκον κυρίως, πανύμνητε Δέσποινα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ
α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε
τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας καὶ κατεύθυνε τὰ
διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Ματθαῖον:
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν
ταύτην· Ὠμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πατρίδα,
γένος, ὕπαρξιν, καταλιποῦσα Βαρβάρα, καὶ τὸν ἀσεβῆ πατέρα μισήσασα, Θεὸν ἠγάπησας,
ᾧ ἐνυμφεύθης, καὶ γέγονας μεγαλέμπορος κληθεῖσα· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας δύο.
Ὁ α’ Κανὼν τῆς Ἁγίας. Ποίημα Στεφάνου Σαββαΐτου.
ᾨδὴ
α'. Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτέ
Ὢ
Τριὰς ὑπέρθεε σεπτή, ἡ τῶν ὑπὲρ ἔννοιαν, τὴν δωρεὰν σοῖς οἰκέταις βραβεύουσα,
φωτοφόρον ἔμπνευσον, τῇ ζοφώδει μου, διανοίᾳ ἀμάρυγμα, τὴν σὴν εὐφημῆσαι Μάρτυρα,
Βαρβάραν τὴν ἀοίδιμον.
Ἐγκωμίων
ἅπαντα θεσμόν, ὄντως ὑπερβέβληκε, τῶν σῶν Μαρτύρων ἡ δόξα Φιλάνθρωπε, ἀλλὰ τὸ
ἐκ πίστεως κατὰ δύναμιν, δεδεγμένος ἐφύμνιον, ἀντικαταπέμποις, Δέσποτα πλουσίως
τὴν ἀντίδοσιν.
Ἀκανθώδους
ῥίζης ἐκφυέν, ῥόδον ἱερώτατον, τὴν Ἐκκλησίαν Χριστοῦ εὐωδίασεν, ἡ τῷ ἐρυθήματι,
τῆς ἀθλήσεως, φοινιχθεῖσα δι' αἵματος, ἔνδοξος Βαρβάρα, ἣν περ ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον.
Ἰσωθῆναι
πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ ὡς αἰχμάλωτον ἥρπασε· διὰ
σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα
γεγέννηκας.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς:
Πόθῳ ἄγει νῦν σοί, Ἰάκωβος, τόδε.
ᾨδὴ
α’. Ἦχος α’. Χριστὸς γεννᾶται.
Πιστῶς τιμῶμεν ἐν ᾄσμασι,
Βαρβάραν σε πιστῶν ὡς ἀντίληψιν, πόθῳ ἐκτελοῦντες ἄριστα, μνήμην σου τὴν ἁγίαν
θεοπρεπῶς, κράζοντες· Ἁγία, ταῖς λιταῖς σου πρὸς Θεὸν ἡμᾶς οἰκτείρησον.
Ὁ πάντων πλάστης καὶ
Κύριος, τὸ κάλλος τῆς ψυχῆς σου θεώμενος, Βαρβάρα λαμπρῶς ἐδόξασε, δόξαν
οὐρανίαν καὶ ἀληθῆ, Μάρτυρα ὡς οὖσαν· διὸ πάντες εὐσεβῶς σὲ μακαρίζομεν.
Θελήσει λαμπροτάτῃ σου
πάνσεμνε, κατέπτυσας πατρός σου ἀσέβειαν, πλοῦτόν τε καὶ δόξαν πάνσεμνε,
Βαρβάρα τὰ οὐράνια συνετῶς, μόνα σὺ ποθοῦσα, καὶ Χριστὸν τὸν Ποιητήν· δι’ Ὃν
ἐνήθλησας.
Θεοτοκίον.
Ὡς μόνη ἄγαν ὑπέρφωτος,
Θεοῦ ἐκ δεξιῶν μόνη ἕστηκας, ὥσπερ ὁ Δαβὶδ προείρηκε, πανύμνητε Παρθένε
ὑπερφυῶς· ὅθεν Σὲ ὑμνοῦμεν, Παναγία ἀγαθή, Θεοχαρίτωτε.
ᾨδὴ
γ'. Ἐξήνθησεν ἡ ἔρημος
Τετρωμένη
τοῦ πόθου σου, ὡς νυμφίου Δέσποτα, τῷ γλυκυτάτῳ βέλει, ἡ ἀθληφόρος Βαρβάρα,
ἅπασαν πατρικὴν ἀθεΐαν ἑβδελύξατο.
Οὐ
τρυφῆς ἡ τερπνότης, οὐκ ἄνθος κάλλους πλοῦτός τε, οὐχ ἡδοναὶ νεότητος, ἔθελξάν
σε Βαρβάρα ἔνδοξε, τῷ Χριστῷ νυμφευθεῖσα καλλιπάρθενε.
Πρὸς
τελείους ἀγῶνας, οὐδὲν ἐδείχθη κώλυμα, τὸ ἀσθενὲς τοῦ θήλεος οὗ τὸ νέον τῆς
ἡλικίας Χριστέ, ἀκηράτῳ σου σθένει δυναμούμενον.
Θεοτοκίον.
Τὰ
τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι
ἐπὶ τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέβομεν.
Ἕτερος.
Τῷ πρὸ τῶν αἰώνων.
Ἄγει σοι Βαρβάρα, ὑμνῳδίας
ᾠδάς τε καὶ ᾄσματα, πιστῶν χορεία τῆς Ἰθάκης, προσκυνοῦσα τὸν Κτίστην, ὡς μόνον
Θεὸν παντάνακτα, σὲ ἀνυψώσαντα γῆθεν πρὸς οὐρανόν, εἰς ἀΐδιον ἀπόλαυσιν.
Ἄγγελοι τιμῶσι, σοῦ Βαρβάρα
ἀγῶνας καὶ ἔπαθλα, βροτοὶ τιμῶσι τὸν Σωτῆρα ὡς Θεὸν τῶν ἁπάντων, λαμπρῶς σε
σεμνὴ δοξάσαντα· διὸ τελοῦντες τὴν σὴν ἑορτήν, τὸν Χριστὸν δοξάζομεν.
Γένος τῶν ἀνθρώπων, εὐφημεῖ
τοὺς ἀγῶνάς σου πάνσεμνε, ὅτι καθεῖλες τὸν βελίαρ, ἀνδρικῶς ἐναθλοῦσα, Βαρβάρα
καὶ στέφος εἴληφας, ὑπὲρ ἡμῶν τὸν Χριστὸν ἐκτενῶς, Μάρτυς καθικέτευε.
Θεοτοκίον.
Ἔχεις Παναγία, κυριότητα
πάντων ὡς πέλουσα, Μήτηρ τοῦ πάντων Βασιλέως, Ὃν δυσώπει ἀπαύστως, σῶσαι πάντας
τοὺς ὑμνοῦντάς Σε, καὶ ἀπαλλᾶξαι φθορᾶς καὶ παθῶν, καὶ γεέννης ἅπαντας.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν
ὡραῖον ἐν κάλλει ὑπὲρ υἱούς, τῶν ἀνθρώπων ποθοῦσα Μάρτυς Χριστοῦ, πατέρα
ἐμίσησας, δυσσεβῆ πλοῦτον δόξαν τε, καὶ θεοὺς τῶν Ἑλλήνων, ὡς κόνιν ἐλέπτυνας,
ἔργα χειρῶν ἀνθρώπων, ὡς ὄντας πανένδοξε· ὅθεν καὶ βασάνους, τῶν ἀνόμων
ἀνδρείως, σεμνὴ ὑπομείνασα, νίκης στέφανον εἴληφας, Βαρβάρα πανθαύμαστε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί,
συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ
ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ
Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι
πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα
Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις
Πανάμωμε.
ᾨδὴ
δ'. Ἐλήλυθας, ἐκ Παρθένου
Ἐκ
Παρθένου, γεννηθεὶς ἐδωρήσω νεάνισι, Παρθένοις τὸ φρύαγμα, καταβαλεῖν τοῦ ἀλάστορος·
ὅθεν ἡ καλλίνικος Βαρβάρα, τούτου τὸ θράσος κατεπάτησε.
Τῷ
Σταυρῷ σου, τοῦ θανάτου τὴν δύναμιν ἔλυσας, ἐντεῦθεν τοῦ σώματος, Κόρη Χριστὲ
ἀφειδήσασα, φέρει γενναιότατα, τοὺς αἰκισμοὺς ἡ Βαρβάρα στεῤῥοτάτη φρενί.
Ἡ
προμήτωρ, μηχαναῖς τοῦ δολίου θελχθεῖσα τὸ πρίν, τρυφῆς ἐξωστράκισται, τοῦ
Παραδείσου, Βαρβάρα δέ, τοῦτον ἐκφαυλίσασα, ἐν οὐρανίῳ νυμφῶνι νῦν αὐλίζεται.
Θεοτοκίον.
Σὲ
λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα·
σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.
Ἕτερος.
Ῥάβδος ἐκ τῆς ῥίζης.
Ἵνα σε Βαρβάρα εὐσεβῶς,
ὑμνοῦντες μακαρίζομεν, τῶν ἀθλουσῶν τὸ ἐγκαλλώπισμα, ἱκέτευε τὸν Χριστόν,
ἐκτενῶς ἀείμνηστε, ῥῦσαι τοὺς πιστῶς σε εὐφημοῦντας, ἐκ νόσου φθοροποιοῦ, καὶ
τῶν ἀντιπάλων σκαιότητος.
Νόες οἱ οὐράνιοι σεμνή,
τιμῶσί σε ἀοίδιμε, Βαρβάρα Μάρτυς ἀξιάγαστε, ἱκέτευε τὸν Χριστόν, ῥῦσαι τοὺς
τιμῶντάς σε, πάντων δυσχερῶν καὶ ἐναντίων, δωρούμενον τοῖς πιστοῖς, ἔλεον καὶ
χάριν οὐράνιον.
Ὕμνους καὶ ᾠδὰς πρὸς τὸν
Θεόν, ἀνέπεμπες ἀείμνηστε, ἐν ταῖς βασάνοις ὑπομένουσα· διὸ εἰς ἄνω μονάς,
ἤρθης καὶ σκηνώματα, Θεὸν προσκυνοῦσα ἀεννάως, Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν
πιστῶς εὐφημούντων σε.
Θεοτοκίον.
Ναὸς καὶ ἀνάκτορον Θεοῦ,
γεγένησαι πανύμνητε, Θεὸν τεκοῦσα τὸν ἀθάνατον, τὸν πάντας ἁμαρτωλούς, ἐλεοῦντα
χάριτι· Ὃν ἀεὶ ὑμνοῦντες ὡς Δεσπότην, τιμῶμέν Σε ἀγαθή, ῥῦσαι τοὺς πιστοὺς τῆς
κολάσεως.
ᾨδὴ
ε'. Μεσίτης Θεοῦ
Θυρίσι
τρισί, τὸ λουτρὸν φωτίζεσθαι κελεύσασα, μυστικῶς διέγραψας, Βάπτισμα Βαρβάρα
τῆς Τριάδος φωτί, τῶν ψυχῶν σελασφόρον, ὑπάρχον καθαρτήριον.
Μανίαν
δεινήν, τοῦ πατρὸς ἐκκλίνουσαν, Βαρβάραν σχισθέν, εὐθὺς ὑπεδέξατο, ὄρος, ὥσπερ
πάλαι τὴν ἀοίδιμον, πρωτομάρτυρα Θέκλαν, Χριστοῦ τερατουργήσαντος.
Τοῦ
ὄντως Θεοῦ, πυρωθεῖσα ζήλῳ ψευδωνύμων θεῶν, εἰς αἰσχρὰ ἐνέπτυσε, πρόσωπα Βαρβάρα
ἡ Πανεύφημος, καταπαίζουσα Κόρη, τοῦ δῆθεν κοσμοκράτορος.
Θεοτοκίον.
Δυσώπει
τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας
περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
Ἕτερος.
Θεὸς ὢν εἰρήνης.
Σὲ πάντες τιμῶμεν, Βαρβάρα
σεμνή, ὡς Χριστὸν ὁλοψύχως ποθήσασαν, καὶ πάντα καταλείψασα τὰ τῇδε νουνεχῶς·
ὅθεν τῶν οὐρανίων, ἠξιώθης παστάδων, σὺν ταῖς παρθένοις χαίρουσα, εἰς τοὺς
αἰῶνας πανσεβάσμιε.
Ὁ πάντων Δεσπότης, Χριστὸς
ὁ Θεός, οὐρανίων θαλάμων ἠξίωσε, τιμήσας σε ἀοίδιμε ὡς Μάρτυρα Αὐτοῦ· διὸ ἐν
τοῖς ὑψίστοις, Αὐτῷ παρισταμένη, ὑπὲρ πάντων πρέσβευε, τῶν σὲ τιμώντων
καλλιπάρθενε.
Ἱκέτευε Μάρτυς, Χριστὸν τὸν
Θεόν, οἰκτειρῆσαι ἡμᾶς τοὺς τιμῶντάς σε, λίαν γὰρ ἁμαρτάνοντες οἱ ἄθλιοι ἡμεῖς,
πτοούμεθα εἰκότως, τὴν ὀργὴν τὴν δικαίαν, ἐξ ἧς ἡμᾶς λύτρωσαι, Βαρβάρα Μάρτυς,
ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ἰδόντες Σου Κόρη, Μαρία
σεμνή, τὸ ὑπέρτατον ὕψος τῆς δόξης τῆς Σῆς, ὑμνοῦντες προσκυνοῦμέν Σε, βοῶντες
ἀγαθή· ἀπείρῳ Σου ἐλέει, ῥῦσαι ἡμᾶς κινδύνων, τῆς γεέννης καὶ πάντων τῶν
δυσχερῶν, καὶ πάσης θλίψεως.
ᾨδὴ
ς'. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος
Ὡς
ὑπέσχου σοφίαν δεδώρησαι, Σῶτερ θεοδίδακτον, τοῖς σὲ κηρύττουσι, δικαστικοῦ πρὸ
βήματος, ἧς Βαρβάρα ἡ Μάρτυς ἐμπέπλησται.
Τῶν
ἀθέων τὴν πλάνην διήλεγξε, λόγῳ θεοσόφῳ, Βαρβάρα ἡ ἔνδοξος· ὑπομονῇ τῶν ἔργων δέ,
τῶν Τυράννων τὰς φρένας ἐξέστησεν.
Αἰκισμοῖς
ἀφειδῶς καταξαίνεσθαι, ῥάκεσι τριχίνοις εὐτόνως τε τρίβεσθαι, διὰ Χριστὸν ἡ
ἄμεμπτος, Ἀθληφόρος τὸ σῶμα προδίδωσιν.
Θεοτοκίον.
Ἀπειράνδρως
Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ
Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.
Ἕτερος.
Σπλάγχνων Ἰωνᾶν.
Ἅπαντες πιστοί, τιμῶμεν τὴν
μνήμην σου, Βαρβάρα σεμνὴ Μάρτυς πανθαύμαστε, πόθῳ κράζοντες· τοὺς τιμῶντάς σε
νόσων ἀπάλλαξον, ταῖς πρεσβείαις σου, ἀθλουσῶν τὸ ἐγκαλλώπισμα, ἵνα εὐσεβῶς ἐν
ᾄσμασι, τὴν σεπτήν σου τελῶμεν πανήγυριν.
Κλέος ἀθλουσῶν, Βαρβάρα
πανεύφημε, νῦν ἐν οὐρανοῖς περιχορεύουσα, καθικέτευε, ὑπὲρ πάντων τῶν πίστει
τιμώντων σε, τοῦ ῥυσθῆναι ἐκ κινδύνων καὶ κολάσεως, ἵνα πόθῳ ἐκτελῶμεν ᾄσμασι,
τὴν λαμπρὰν καὶ σεπτήν σου πανήγυριν.
Ὅλην ἐκ ψυχῆς, Βαρβάρα
γεραίρομεν, τὴν μνήμην σεμνὴ τῆς σῆς ἀθλήσεως, εὐφραινόμενοι, καὶ ὑμνοῦντες
Χριστὸν τὸν ὑπέρθεον, δυσωποῦντες ἐλεῆμον ταῖς δεήσεσι, ταύτης τῶν δεινῶν
ἀπάλλαξον, καὶ κολάσεως ῥῦσαι ἀθάνατε.
Θεοτοκίον.
Βλέψον εἰς ἡμᾶς, Παρθένε
πανύμνητε, καὶ ῥῦσαι δεινῶν καὶ περιστάσεων, ὡς ἰσχύουσα, οἷα Μήτηρ Θεοῦ οὖσα
Δέσποινα, ἵνα πόθῳ πάντες μεγαλύνομεν, καὶ τιμῶμεν τὴν σεπτὴν εἰκόνα Σου,
Θεοτόκε πιστῶν ἡ ἀντίληψις.
Κοντάκιον.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῷ
ἐν Τριάδι εὐσεβῶς ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδώλων ἔλιπες
σεβάσματα, μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα Βαρβάρα, τυράννων οὐ κατέπτηξας,
ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί, Τριάδα σέβω τὴν μίαν θεότητα.
Ὁ
Οἶκος
Τὴν
νυμφευθεῖσαν τῷ Χριστῷ διὰ τοῦ μαρτυρίου, Βαρβάραν συνελθόντες τιμήσωμεν ἀξίως,
ὅπως αὐτῆς ταῖς προσευχαῖς λύμης ψυχοφθόρου λυτρωθέντες, καὶ λοιμοῦ, σεισμοῦ τε
καὶ καταπτώσεως, τὸν βίον ἐν εἰρήνῃ διέλθωμεν, καταξιωθέντες μετὰ πάντων τῶν Ἁγίων,
τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, διάγειν ἐν φωτί, καὶ μέλπειν ἀξίως, ἐθαυμάστωσας
Σῶτερ τὰ σὰ ἐλέη πᾶσι τοῖς πίστει ὁμολογοῦσι, Τριάδα σέβω τὴν μίαν θεότητα.
Συναξάριον
Τῇ Δ' τοῦ αὐτοῦ μηνός,
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.
Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα,
Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου.
Βαρβάρα ἀμφὶ τετάρτῃ χερσί, τοκέως
ἐτμήθη.
Αὕτη ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, τῶν ἀφ’ ἡλίου ἀνατολῶν, θυγάτηρ Διοσκόρου τινὸς Ἕλληνος, ἐν ὑψηλῷ πύργῳ παρὰ τοῦ πατρὸς φυλαττομένη, διὰ τὴν ἐπανθοῦσαν αὐτῇ σωματικὴν ὡραιότητα. Παρθένος δὲ οὖσα, καὶ τὸν Χριστὸν σεβομένη, οὐ διέλαθε τὸν πατέρα. Γνοὺς γὰρ τὰ κατ’ αὐτήν, ἐξ ὧν ἐκεῖνος μέν, ἐπὶ τῷ οἰκοδομουμένῳ λουτρῷ παρ’ αὐτοῦ, δύο θυρίδας εἶπε γενέσθαι, ἡ δὲ προσέταξε τρεῖς, καὶ τὴν αἰτίαν ἐρωτηθεῖσαν· Ἐπ’ ὀνόματι, ἔφη, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ταῦτα ἀκούσας ἐκεῖνος, εὐθὺς ὥρμησε τῷ ἰδίῳ ξίφει ἀνελεῖν αὐτήν. Ἐκφυγούσης δὲ αὐτῆς, καὶ εἰς διαιρεθεῖσαν πέτραν ὑπεισελθούσης, ἐπεὶ καταδίωκων αὐτὴν ὁ πατὴρ εὗρε, τῶν τριχῶν ἀψάμενος αὐτῆς, παρέδωκεν αὐτὴν τῷ τῆς χώρας ἡγεμόνι. Οὗ κατ’ ἐνώπιον ὁμολογήσασα τὸν Χριστόν, καὶ τὰ εἴδωλα καθυβρίσασα, τύπτεται δεινῶς, τὰς σάρκας ξέεται, τὰς πλευρὰς κατακαίεται, καὶ σφαίραις κατὰ κεφαλῆς παίεται. Εἶτα, τὴν πόλιν γυμνὴ περιάγεται, καὶ τύπτεται, καὶ τὴν διὰ ξίφους δέχεται τελευτήν, αὐτοῦ τοῦ ἰδίου πατρὸς ταῖς οἰκείαις χερσίν, ἀνελόντος, ὃς καὶ λέγεται, μετὰ τὴν ταύτης σφαγήν, ἐκ τοῦ ὄρους κατερχόμενος, κεραυνῷ βληθῆναι, καὶ τὴν ψυχὴν ἀποῤῥῆξαι.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἰουλιανὴ ξίφει τελειοῦται.
Ἰουλιανὴν ὡς περιστερὰν δέχου,
Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται.
Συνωνυμών σοι, παρθένε Χριστοδούλη,
Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ.
Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης,
Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Λέοντος τοῦ Ἰσαύρου, καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ, ἐκ Δαμασκοῦ τῆς πόλεως,
ἐκ γένους περιφανοῦς, καὶ τῇ ὀρθοδόξῳ διαπρέποντος πίστει. Τυχὼν δὲ καὶ
φιλαρέτου πατρός, ἐπαιδεύθη πᾶσαν τὴν ἑλληνικὴν παίδευσιν, καὶ τὸν βυθὸν τῆς
θεοπνεύστου Γραφῆς καλῶς ἐξηρεύνησε. Τὸν μονήρη δὲ βίον μετὰ Κοσμᾶ τοῦ
μακαριωτάτου, τοῦ συνανατραφέντος αὐτῶ, γεγονότος δὲ ὕστερον Ἐπισκόπου Μαϊουμᾶ,
ὑπῆλθεν. Οὗτοι οὖν ἄμφω παρ’ ἑνὸς διδασκάλου ἐξεπαίδευθησαν, Κοσμᾶ κἀκείνου
τοὔνομα, καὶ Ἀσηκρίτης ἐπιλεγομένου, ἐξωνηθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ
ἑτέρων αἰχμαλώτων. Εἰς ἄκρον δὲ σοφίας ἐληλακότες, τοιούτου διδασκάλου
τυχόντες, εἶτα γενόμενοι Μοναχοί, ἐσχόλαζον ἀμφότεροι Θεῷ.
Ὁ δὲ Ἰωάννης, τῷ προεστῶτι τῆς Μονῆς τοῦ Ἁγίου Σάββα ἰδίως παραδοθείς, τὴν μακαρίαν ὑπακοὴν ὑπ’ αὐτοῦ ἐδιδάσκετο, ᾧ καὶ ἐμφανισθῆναι κατ’ ὄναρ τὴν Ὑπεραγίαν Θεοτόκον λέγεται, καὶ εἰπεῖν (ἐν ὅσῳ εἰσέτι ὁ Ἰωάννης συνῆν τῷ διδασκάλῳ), ἢ μᾶλλον ἐντείλασθαι αὐτῷ, ἐπιτρέψαι τῷ αὐτοῦ μαθητῇ Ἰωάννῃ ὕμνους συνθεῖναι, εἰς δόξαν τοῦ ἐξ αὐτῆς τεχθέντος ἀσπόρως, καὶ καύχημα τῶν ἐκ μέσης καρδίας ὀφειλόντων ταύτην γεραίρειν, ὃ δὴ καὶ πεποίηκε, τὴν ὑπόθεσιν ταύτην λογογραφίᾳ θέμενος.
Ἐπίσης οὖν τὴν ἄσκησιν μετελθόντες, ὁ μὲν μακάριος Κοσμᾶς, πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ καταλελοιπώς, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ὁ δὲ ἀοίδιμος Ἰωάννης, καὶ αὐτὸς τὰ ὅμοια καὶ πλεῖστα διαπραξάμενος, καὶ τῇ τῶν λόγων αὐτοῦ δυνάμει, καὶ τῶν Γραφῶν σοφαῖς ἀποδείξεσι, πλεῖστα στηλιτεύσας τὴν δυσσεβῆ τῶν Εἰκονομάχων αἵρεσιν, καὶ πολλὰ συγγράμματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταλελοιπώς, δι’ ὧν σχεδὸν παντὸς τοῦ ζητουμένου γνῶσις ἐναργὴς εὑρίσκεται, ἐν γήρᾳ πίονι καταλύει τὸν βίον, ζήσας ἔτη ἑκατὸν πρὸς τοῖς τέσσαρσι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ.
Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης,
Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ,
Οὗτος νέος ὢν ἤδη, τρυφὰς ἐμίσει καὶ ἡδονάς, νηστείᾳ δὲ μᾶλλον καὶ σωφροσύνῃ τὸν ἑαυτοῦ κατεκόσμει βίον. Ὅθεν καὶ Ἐπίσκοπος Πολυβότου χειροτονεῖται, πρότερον
τοὺς ἐκκλησιαστικοὺς βαθμούς, διελθών. Ἤδη δὲ προστασίαν λαοῦ ἐμπιστευθείς,
ἀγῶνας ἀγῶσι προστέθεικε, κόποις τε κόπους. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος, ἀναξίως τῶν
σκήπτρων τῆς βασιλείας ἐδράξατο, καὶ κατὰ τῶν Ἁγίων Εἰκόνων βλασφημεῖν
ἐπεχείρησεν, οὗτος ὁ ἱερὸς ἀνὴρ ἰσχυρῶς ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν, εἶτα πρὸς
τὸ ποίμνιον αὐτοῦ, τὴν πίστιν ἐξηκριβώσατο, τοὺς δὲ Ἀγαρηνούς, τοὺς τὸ Ἀμόριον
κατοικοῦντας, θεηλάτως πλήξας, τοὺς Χριστιανούς, οὓς εἶχον αἰχμαλώτους,
ἀποχαρίσασθαι αὐτῷ παρεσκεύασε. Καὶ τὸ σῶμα τὸ ἴδιον εἰσέτι καὶ νῦν ἄφθαρτον
διετήρησε. Καὶ κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν ἀνίστωσιν αὐτόν, καὶ τὴν
ἀρχιερατικὴν στολὴν ἐνδύουσι, καὶ τῇ θείᾳ τραπέζῃ προσερείδουσι, καὶ οὕτως
ἵσταται ὄρθιος, καὶ ἐν τῷ συνθρόνῳ ἀναβιβάζουσι, καὶ ὑπὸ δύο στηριζόμενος, διὰ
πάσης ἄπτωτος τῆς ἱερᾶς μυσταγωγίας ἵσταται. Τὰ δ’ ἄλλα, ὅσους δαιμονῶντας
θεραπεύει, καὶ νόσους ἑτέρας, ἀδύνατόν ἐστιν ἡμῖν γραφῇ παραδοῦναι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Δώδεκα Προφητῶν, ἐν τῇ τῶν Ἱεροσολύμων Ἁγίᾳ
Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κασσιανοῦ, τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Δαμάσου τοῦ Α΄, Πάπα Ῥώμης, τοῦ Πορτογάλου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Σεραφείμ, ὁ Φαναρίου ἐπίσκοπος, ὁ
μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται.
Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος,
Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων.
Οὗτος, ἤκμασε περὶ τὰ τέλη
τοῦ δεκάτου ἕκτου καὶ ἐν ἀρχῇ τοῦ δεκάτου ἑβδόμου αἰῶνος. Ὥρμητο ἐκ χώρας
Ἀγράφων, τῆς δευτέρας Θετταλίας, γεννηθεὶς ἔν τινι χωρίῳ, ᾧ ἡ κλῆσις Μπεζήλα,
ἐκ γονέων εὐσεβῶν, παρ’ ὧν καλῶς ἀνήχθη ἐν φόβῳ Θεοῦ, καὶ ἤθεσι σεμνοῖς. Θείῳ
δὲ τρωθεὶς πόθῳ, ἐκ νεαρᾶς ἡλικίας ἠκολούθησε Χριστῷ, γενόμενος μοναχός, ἐν τῇ
ἐκεῖσε Μονῇ, τῇ καλουμένῃ τῆς Κορώνης, ἐν ᾗ ὁσίως διαπρέψας καὶ εὐδοκιμήσας, τῇ
κατὰ Χριστὸν ζωῇ, θείῳ ψήφῳ ἐγένετο ἀρχιερεὺς καὶ ποιμὴν κατέστη τῆς ἐν Φαναρίῳ
καὶ Νεοχωρίῳ Ἐκκλησίας τοῦ Θεοῦ. Καὶ ἧν θεοφιλῶς ποιμαίνων καὶ διάγων τὴν
λαχοῦσαν αὐτῷ ποίμνην, ὅτε, φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος ἐχθροῦ,
συλληφθεὶς ὑπὸ τῶν κρατούντων Ἀγαρηνῶν, ὡς στασιάζων τάχα κατ’ αὐτῶν, ποικίλαις
ὑπεβλήθη τιμωρίαις καὶ ποιναῖς, ἵνα τὴν πρὸς Χριστὸν πίστιν ἀρνήσηται, ἐπαγωγὴν
γὰρ ἐπαλλήλως σκληρῶν ἤνεγκε ῥαβδισμῶν καὶ μαστιγώσεων, τομὴν ῥινός, εἱρκτῆς
κάθειρξιν, ἐπίθεσιν ἐπὶ τῆς γαστρὸς λίθου βαρυτάτου, καὶ ἐν πᾶσιν ἄτρεπτος, ἐν
ἀπτοήτῳ φρονήματι φανείς, καὶ τὴν τῆς εὐσεβείας καλὴν ὁμολογίαν διατόρων
ὁμολογῶν καὶ κηρύττων, τέλος ὑπέστη, τυραννικῇ ἀπηνείᾳ καὶ ὡμότητι, τὸν δι’
ἀνασκολοπισμοῦ πολυώδυνον θάνατον, καὶ συνηριθμήθη τοῖς ἀπ’ αἰῶνος Ἁγίοις
Ἱεράρχαις καὶ Μάρτυσιν, ὡς εὐκλεὴς Ἱερομάρτυς, μέγας θαυματουργός, πρὸς Χριστοῦ
ἀναδειχθείς.
Ἡ
γὰρ σεπτὴ αὐτοῦ Κάρα, Ἁγίῳ Πνεύματι χαριτωθεῖσα, ἀενάως βλυστάνει τὰ ἰάματα
τοῖς εὐλαβῶς προσιοῦσιν, ἀσθενείας παύουσα δεινάς, καὶ πᾶσαν ἀῤῥωστίαν, καὶ
ἐξαιρέτως τὴν πανώλεθρον καὶ βροτολοιγὸν πανώλην, ἣν πάραυτα ἐκποδὼν ποιεῖται,
ἅμα τῇ ἐμφανίσει αὐτῆς. Ταύτην δὲ τὴν τρισόλβιον Κάραν, θησαυρίζει ἡ τῆς
Κορώνης εὐαγὴς Μονή. Οὕτω γὰρ
δοξάζει Χριστός, τοὺς Αὐτὸν
δοξάζοντας. Ἐγένετο δὲ ἡ μαρτυρία αὐτοῦ, ἐν ἔτει σωτηρίῳ 1601, τῇ Δ΄ Δεκεμβρίου
μηνός.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ'. Ἀντίθεον πρόσταγμα
Ὁ
γῆν καταλήψεσθαι καὶ ἐξαλείψειν, τὴν θάλασσαν Τύραννος, εἰκαίως φρυαττόμενος,
ὡς παίγνιον πρόκειται, Βαρβάρας κόρης ποσί· τοῦτον ἐκνευρίσας γὰρ Χριστός,
ὥσπερ στρουθίον σαθρὸν ἐδέσμευσε.
Πληγαῖς
ἀφορήτοις σου καταξανθέντος, τοῦ σώματος ὅλου τε, βαφέντος ἐν αἱμάτων ῥοαῖς,
λαμπάσιν ὑπέμεινας, φλογιζομένη πλευράς, Μάρτυς παναοίδιμε, Χριστῷ
εὐχαριστοῦσα, Βαρβάρα ἔνδοξε.
Ὢ
τῆς ἀπανθρώπου τε καὶ ἀναλγήτου, Τυράννων ὠμότητος, καὶ πλείστης ἀθεότητος!
μαστοὺς γὰρ τῆς Μάρτυρος, ὡς ἐν μακέλλῳ δεινῶς, ξίφεσι κατέτεμνον, τὸν νοῦν
προσερειδούσης τῷ ζωοδότῃ Χριστῷ.
Θεοτοκίον.
Ἁγίων
Ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον Παρθένε ἀμόλυντε,
Μήτηρ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ
σου.
Ἕτερος.
Οἱ Παῖδες εὐσεβείᾳ.
Ὁμήγυρις πᾶσα εὐσεβούντων,
Βαρβάρα εὐφραίνεται σήμερον σκιρτῶσα, τιμῶσά σου τοὺς ἀγῶνας μετ’ ἐκπλήξεως,
καὶ πρὸς Θεὸν ἀνακράζει, εὐφροσύνως μέλπουσα· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Σήμερον Βαρβάρα σὲ
ὑμνοῦμεν, τιμῶντές σου τοὺς ἀγῶνας ἀεισέβαστε, οὓς ἔτλης νεανικῶς ἀθλοῦσα
πάνσεμνε, καὶ εὐσεβῶς βοῶμεν πρὸς Κύριον· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Τοῦ κόσμου Βαρβάρα τὴν
ἀπάτην, καὶ ὄλβον τὸν πατρικόν, καὶ πᾶσαν εὔκλειαν, ἐμίσησας διὰ Χριστὸν
θαυμασιώτατα, ἀθλοῦσα δι’ αὐτὸν πρὸς Ὃν καὶ ἔκραζες· ὁ τῶν Πατέρων Θεός,
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Οἰκετῶν Σου τὰς δεήσεις
Θεοτόκε, ἐπάκουσον ἀνυμνούντων Σε Μητρόθεε, πάντας τῶν δεινῶν νῦν ἀπαλλάττουσα,
βοῶντας μετὰ πόθου πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ
η'. Κάμινος ποτέ
Ὤφθη
σοι Χριστός, φωτὶ ἐν ἀπροσίτῳ, ἐγκαθειργμένη ὦ Βαρβάρα, φρουρᾷ, θαῤῥεῖν
προτρεπόμενος, καὶ τοὺς μώλωπας ἰώμενος, καὶ χαρμονὴν δωρούμενος· ὅθεν
ἀνεπτερώθης, τοῦ σοῦ Νυμφίου τῷ ἔρωτι.
Ἄγγελος
φαιδρός, στολὴν φωτοειδῆ σε, διὰ Χριστὸν γεγυμνωμένην, σεμνὴ Βαρβάρα ἠμφίασε,
καὶ ὡς νύμφην περιήγαγε· τὰ πάθη τῇ ἐσθῆτι γάρ, Μάρτυς συνεξεδύσω, θείαν
ἐκστᾶσα ἀλλοίωσιν.
Δέδεικται
σαφῶς, Χριστὲ ἡ πρόῤῥησίς σου, πεπληρωμένη· πατὴρ τέκνον γάρ, εἰς φόνον
προδίδωσιν, αὐτουργός τε τῆς σφαγῆς γεγονώς, ὁ δείλαιος γεννήτωρ, τῆς σῆς
Μάρτυρος, οὐρανίῳ· ὅθεν πυρὶ κατηνάλωται.
Θεοτοκίον.
Σὺ
τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως
συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων
ἡμῶν ἐπιστάμεθα.
Ἕτερος.
Θαύματος ὑπερφυοῦς.
Δόξαν τῷ Κυρίῳ ἐν σταδίῳ
Μάρτυς, ἐναθλοῦσα ἔπεμπες Βαρβάρα, δεομένη δοῦναί σοι, καρτερίαν ὑπομονήν,
τελειῶσαι τὸ μαρτύριον καὶ σθένος σοι, οὐρανόθεν ὁ Δεσπότης ἐδωρήσατο,
εὐλογεῖτω βοῶσαν ἡ κτίσις τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἔσω ἐν τῷ πύργῳ κεκλεισμένη
Μάρτυς, θεοὺς τοὺς πατρώους συνετρίψω, βίον δὲ σὺ ἄριστα τὸν ἐπίπονον
θαυμαστῶς, ἀπηρτίσω ὦ Βαρβάρα ἀνακράζουσα· εὐλογεῖτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θαύματος μεγίστου ὄντος
πάλαι, ἡ σεπτή σου ἄθλησις Βαρβάρα, πόνους γὰρ ὑπέμεινας Μάρτυς νεανικῶς,
καταισχύνασα βελίαρ τὸ ὑπέρογκον· διό σε πιστῶς ἀεὶ δοξάζομεν, ἐκτελοῦντες τὴν
μνήμην σου ᾄσμασι, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄνασσα τῶν οὐρανῶν παντός
τε κόσμου, Σὺ ὑπάρχεις Θεοτόκε Μαρία, ὑπὲρ νοῦν κυήσασα, τὸν παντάνακτα ἀληθής,
Θεοτόκος ἐχρημάτισας Θεόνυμφε· διό Σε πιστῶς πάντες δοξάζομεν· ἀνυμνοῦμέν Σε
Κόρη Θεόνυμφε, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Ἀνάρχου Γεννήτορος
Τὴν
ἔνδοξον μέλλουσα, κομίζεσθαι τελείωσιν, διὰ ξίφους Βαρβάρα, τοῦ μαρτυρίου σου,
σὺν Ἰουλιανῇ τῶν στεφάνων, μαρτυρικῶς καταξιουμένη, φωνῆς θείας ἤκουσας,
τελειούσης τὰς ἐντεύξεις σου.
Πληρῶν
σου τὴν αἴτησιν, Βαρβάρα ἀθληφόρε Χριστός, τὰς ἰάσεις βραβεύει, τοῖς ἐκτελοῦσί
σου, πίστει τὴν ἐτήσιον μνήμην, ὡς ἀληθῶς· θαλάσσης γὰρ ψάμμον, τὰ σὰ
ὑπερβέβηκεν, εὐκλεῆ τερατουργήματα.
Τῷ
σῷ συναφθεῖσα νῦν, παντάνακτι νυμφίῳ Χριστῷ, καὶ ἀστράπτουσα δόξῃ, Βαρβάρα
θείου φωτός, ἐν ἐπουρανίοις θαλάμοις, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύοις, παθῶν
ἀπαλλάττουσα, καὶ προσάγουσα τῷ ζῶντι Θεῷ.
Θεοτοκίον.
Ὡς
πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ δεξαμένη ἡμῖν ἐκύησας, τὸν
τὴν ἀμβροσίαν διδοῦντα, τοῖς εὐσεβῶς, αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον,
Θεοτόκον καταγγέλλουσιν.
Ἕτερος.
Τύπον τῆς ἁγνῆς.
Πόθῳ σοι βοῶ ἀοίδιμε,
Ἀθληφόρε ὁ νῦν σοι θεὶς τὰ ἐφύμνια, θείαις σου λιταῖς, ἀμπλακημάτων ἀπάλλαξον,
καὶ κολάσεως ῥῦσαί με τάχιστα, ἵνα πιστῶς ὑμνῶ σε, εἰς τοὺς αἰῶνας ἀξιάγαστε.
Τύπος ἀθλουσῶν ἀοίδιμε, τῇ
σῇ πατρίδι γεγονυῖα ἀπέδειξας, ἅπαντα πιστόν, ἰσχύειν ῥᾷον ἐργάσασθαι, ἐντολὰς
τοῦ Κυρίου βουλόμενον, Βαρβάρα Ἀθληφόρε· διό σε πόθῳ μακαρίζομεν.
Θεοτοκίον.
Πάντα οὐρανῶν στρατεύματα,
δοξολογεῖ Σε ὑπερύμνητε Δέσποινα, Σὺ γὰρ ἀγαθή, πάντας κατηύγασας χάριτι, ὡς
τεκοῦσα Θεὸν τὸν παντάνακτα· διό Σε ἱκετεύων, κἀμὲ οἰκτείρησον ἐλέησον.
Ἐξαποστειλάριον
τῆς Ἁγίας. Ἦχος γ'. Ἐν Πνεύματι τῷ Ἱερῷ
Τὴν
χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, Βαρβάρα παναοίδιμε, τοῦ ἰᾶσθαι τὰς νόσους,
τῶν πίστει προστρεχόντων σοι, τὸν Θεὸν δοξάζουσα, τὸν ἐπὶ πάντων Δεσπότην,
ῥῦσαι πάντας κινδύνων, λοιμικῆς ἀσθενείας, καὶ ψυχικῶν νοσημάτων.
Θεοτοκίον.
Ἐκύησας
Πανάχραντε, τὸν τοῦ τῷ Θεοῦ Θεὸν Λόγον, κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα
πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς
πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
Αἶνοι.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἡ τοῦ Κυρίου ἀμνάς, Βαρβάρα μάρτυς ἀθλουσῶν
ἐγκαλλώπισμα, ἁγνείας τερπνὸν ταμεῖον, καὶ παρθενίας λαμπρόν, καὶ φαιδρὸν
δοχεῖον ἀξιάγαστε, ἡ κόσμον μισήσασα, καὶ Χριστὸν ἀγαπήσασα, καὶ ὑπὲρ τὰς
βασάνους καὶ μάστιγας, ὑπομείνασα, στεῤῥωτάτῳ φρονήματι· ὅθεν τὴν παναοίδιμον,
καὶ θείαν πανήγυριν, ἐπιτελοῦμέν σου πόθῳ, χαρμονικῶς ἑορτάζοντες· Χριστὸν Ὃν
δυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος. (Δίς)
Χαίροις,
περιστερὰ ἐκλεκτή, κεχρυσωμένη διανοίας ταῖς πτέρυξιν, τρυγών τε ὡραιοτάτη, καὶ
χελιδὼν νοητή, κελαδοῦσα ἄλσει πεδιάδι τε, Χριστοῦ Ἐκκλησίας, καὶ τῶν πιστῶν
καθηδύνουσα, τὰς διανοίας, ἀκοάς τε ἡ τέρπουσα, καὶ ὀσφραίνουσα, μυριπνόοις τῶν
ἄθλων σου, ἄνθεσι καλλιπάρθενε, καὶ πάντας προτρέπουσα, τοῦ ἀνυμνεῖν τὴν
Τριάδα, τὴν σὲ Βαρβάρα δοξάσασαν, ἣν νῦν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Ἄνω,
σὺν τοῖς Μαρτύρων χοροῖς, καὶ Ἀθληφόρων στεφηφόρος παρίστασαι, Βαρβάρα Χριστῷ τῷ Λόγῳ, δοξολογοῦσα Αὐτοῦ, τὴν
μεγαλοσύνην παναοίδιμε, ἡμῖν δὲ ἐφίστασαι, νοητῶς τοῖς σοῖς θαύμασι,
ἐκλυτρουμένη, τῶν δεινῶν καὶ τῶν θλίψεων, τῶν τιμώντων σου, τὴν ἁγίαν
πανήγυριν, ἥνπερ νῦν ἑορτάζοντες, αἰτοῦμέν σε πάνσεμνε, ῥῦσαι παθῶν καὶ
κινδύνων, νόσων δεινῶν τε καὶ θλίψων, τοὺς πίστει καὶ πόθῳ, καὶ καρδίας
κατανύξει, ἀνευφημοῦντάς σε.
Δόξα.
Ἦχος πλ. β'. Ἰωάννου Μοναχοῦ
Ἀθλητικὴν
ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν
Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ
Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς
τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις
σου.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Σπήλαιον
εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑπεδέχου, τὸν
τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες
ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ
λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ
Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ
προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης,
ὁ Λυτρωτής μου καὶ Θεός;
Μεγάλη
Δοξολογία καὶ Ἀπόλυσις.
Μεγαλυνάρια
Τὴν
Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὴν σεμνὴν παρθένον ἀσθενούντων καταφυγή, τὴν ἐκ
Νικομηδείας, καὶ Βιθυνίας χώρας, Βαρβάραν τὴν Ἁγίαν πάντες τιμήσωμεν.
Εἰς
ὃς ἐνομίζετο σὸς πατήρ, σὲ χερσὶν ἀνεῖλεν, ὁ ἀντίθεος μιαραῖς, ὃν Πατέρα ἔσχες,
ἀληθινὸν Χριστόν σου, ἔχεις καὶ νῦν ἐν πόλῳ, Βαρβάρα στέφοντα.
Δέσποτα
Βαρβάρας σεπταῖς λιταῖς, τῆς Σῆς Ἀθληφόρου, ἴασαί μου τοῦ ταπεινοῦ, τὰ πάθη καὶ
ἄλγη, καὶ τὰς πολλὰς ὀδύνας, οἷς ἀναιδῶς ἑκών τε, ἀσώτως πέπληγμαι.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος
τοῦ Ἱερέως, ὁ ΡΜΒ΄ ψαλμός.
Εἰς
τὸ Θεὸς Κύριος, τὸ τροπάριον. Ἦχος δ΄. Τῇ Θεοτόκῳ.
Τῆς
Ἀθληφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τῇ εἰκόνι τῆς αὐτῆς προσκυνήσωμεν, ἀπὸ
βαθέων κράζοντες ψυχῆς πρὸς αὐτήν· Βαρβάρα πανένδοξε, ἀπὸ πάσης ἀνάγκης,
λύτρωσαι τοὺς δούλους σου, καὶ ἐχθρῶν ἐπηρείας, καὶ τῆς λοιμώδους νόσου τῆς
δεινῆς, ἵνα σὲ πόθῳ, ἐν ὕμνοις γεραίρομεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ
Ν΄ ψαλμός· καὶ ὀ Κανών.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βαρβάραν
πάντες τὴν ἐν θείαις πράξεσιν ἐπαρθεῖσαν φαιδρῶς, καὶ γεγενημένην, σκεῦος
ἱερωτάτον, τοῦ παναγίου Πνεύματος, εὐφημεῖν ὀφείλομεν, ὡς τὸν Βελίαρ νικήσασαν,
καὶ Χριστὸν ἀνδρείως κηρύξασαν.
Ἀπὸ
νεότητος σεμνὴ ἀπέῤῥιψας πᾶσαν τρυφὴν τῆς σαρκός, πλοῦτόν τε καὶ δόξαν, καὶ
πατέρα δύσθεον, καὶ τὸν Χριστὸν ἐπόθησας, καὶ τὸ αἷμά σου Μάρτυς, ὑπὲρ ἀγάπης
ἐξέχεας· ὅθεν καὶ τὸν στέφανον εἴληφας.
Ῥωμαλαιότητι
φρενῶν κατέβαλες τὸν παλαιὸν πτερνιστήν, οὐκ ἀνασχομένη, ὡσεὶ ψιθυρίσαι σου,
Βαρβάρα παναοίδιμε· ἀλλ’ ὡς νύμφη ἐχέφρων, θανεῖν ἠγάπησας ἔνδοξε, καὶ στέφος
ἀμάραντον ἔλαβες.
Θεοτοκίον.
Ἀγαθοδότως
ὁ Υἱός Σου πάναγνε εὐηργετήσας ημᾶς, πᾶσι τοῖς ἀνθρώποις, προστασίαν ἄμαχον,
καὶ κραταιὰν βοήθειαν, Σὲ παρέσχε· διό Σοι, προσπίπτοντες ἀνακράζομεν, σῶσον
ἡμᾶς θείαις πρεσβείαις Σου.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὑπεραθλήσας
στεῤῥῶς, Βαρβάρα Μεγαλομάρτυς, τὴν ζωὴν τὴν ἀκατάλυτον εὗρες, καὶ νῦν ζῆς ἐν
οὐρανοῖς, μετὰ Μαρτύρων ἔνδοξε, καὶ ἰαμάτων ῥεῖθρα, πᾶσι παρέχεις καλοῦσί Σε.
Κατακοσμήσασα
σαυτήν, τῶν ἀρετῶν ποικιλίᾳ, ὡραιότης Ἀθληφόρε Βαρβάρα, καὶ ᾐράσθη σου σεμνή,
τοῦ κάλλους ὁ Δεσπότης σου, καὶ διὰ μαρτυρίου, τούτῳ ἠρμόσθης πανένδοξε.
Ἐπαίνους
στέφεται πολλοῖς, ἡ Ἰωὴλ καθελοῦσα, τὸν Σισάραν ἐν ξυλίνῳ πασάλλῳ, σὲ δὲ τίς
παναληθῶς, Βαρβάρα ἐπαινέσειε, Σταυρῷ τῷ τοῦ Σωτήρος, συντρίψασα τὸν ἀρχέκακον.
Θεοτοκίον.
Υἱὸν
ἐγέννησας σαρκί, Ὃν ὁ Πατὴρ πρὸ αἰώνων, συνάναρχος ἐξ ἰδίας οὐσίας, ἀπεγέννησεν
Ἁγνή, ἀΰλως· διὸ πάντες Σε, κυρίως Θεοτόκον, ὁμολογοῦντες σωζόμεθα.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δοῦλούς σου Ἀθληφόρε, ὅτι σὲ εν πειρασμοῖς ἀεὶ προβαλλόμεθα,
μεγίστην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ...
Κάθισμα.
Πρεσβεία θερμή.
Πολλοῖς
ἐν δεινοῖς, κυκλούμενοι οἱ δοῦλοί σου, πρὸς σὲ τὴν ἡμῶν, προστᾶτιν
καταφεύγομεν, Ἀθληφόρε Βαρβάρα ἔνδοξε, δρᾶμε πρόσπεσον Χριστῷ τῷ Θεῷ, καὶ ἴλεων
Αὐτὸν ἡμῖν ποίησον.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς.
Ἡ
Ἰουδήθ, νηστείαις τε καὶ δεήσεσιν, ὁπλισθεῖσα, ἀνδρικῶς κατέλαβε, τὸν Ὀλοφέρνην
δεινὸν ἐχθρόν, σὺ δὲ Ἀθληφόρε, βασάνοις ἐγκαρτερήσασα, πολλαῖς ἀνδρειοφρόνως,
κοσμοκράτορα σκότους, τῇ ἰσχύϊ Χριστοῦ ἐθανάτωσας.
Νοῦν
ἀμιγῆ, τῶν χαρακτήρων φυλάττουσα, τῶν τοῦ κόσμου, ὅλη ἐνητένιζες, τῷ
Παντοκράτορι καὶ Θεῷ, ἐξ οὗ φωτισθεῖσα, τὴν τῆς Τριάδος ἐπίγνωσιν, ἀνέλαβες
Βαρβάρα, καὶ Πατρὸς ἀθεΐαν, ἐβδελύξω καὶ ἤθλησας ἄριστα.
Τίς
τοὺς πολλούς, ἀγῶνας τῆς σῆς ἀθλήσεως, εξισχύσει, συγκεφαλαιώσασθαι Βαρβάρα
Μαρτυς νύμφη Χριστοῦ; μαστῶν ἐκκοπήν τε, τοὺς ξεσμοὺς ῥαβδισμούς τε, τῆς κάρας,
ἐκτομήν τε καὶ πατρὸς ἀσπλαγχνίαν, οἷς ζωὴν ἐξωνήσω τὴν μέλλουσαν.
Θεοτοκίον.
Ὅλην
ἐν Σοί, ἠνώθη ἡ ὑπεράρχιος φύσις Κόρη, ἐν μιᾷ τελείᾳ τε,τῇ ὑποστάσει τῇ ἑαυτῆς,
λόγῳ τῷ Ἀνάρχῳ, Ὃν ἐν σαρκὶ ἀποκύησας, ἐν δυὸ ταῖς οὐσίαις, τὸν Αὐτὸν Υἱὸν ἕνα,
ἐνωθέντα σαρκὶ καθ’ ὑπόστασιν.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ποία
γλῶσσα βροτεία, σοῦ τὰς ἀνυποίστους βασάνους ἔνδοξε, ἐξειπεῖν ἰσχύσει, καὶ τὸν
πρὸς τὸν Κτίστην σου πόθον σοφή, οὗπερ παραδόξως, πόθῳ τρωθεῖσα Ἀθληφόρε, τὰ
ἐπίπονα ἤνεγκας σκάμματα.
Τὸν
χείμαῤῥον πιοῦσα, τῆς τρυφῆς πανένδοξε Βαρβάρα, γέγονας πηγῆς θεῖον ὕδωρ,
ἐπιβλύζουσα τῆς τῶν ἰάσεων, ἐξ οὗ οἱ πιόντες, ἐν εὐφροσύνῃ εὐφημοῦσι, τοὺς
ἀγῶνας καὶ τὰ ἄθλα σου πάνσεμνε.
Βαρυτάτῳ
φορτίῳ, τῶν ἀνομιῶν μου δεινῶν πιεζόμενος, τὴν σὴν εὐσπλαγχνίαν, ἱκετεύω
ἐλάφρυνον Κύριε, τοὺς μεγίστους πόνους, δυσωπηθεὶς σεμνῆς Βαρβάρας, καὶ ψυχῆς
σωτηρίαν μοι βράβευσιν.
Θεοτοκίον.
Ὑπὲρ
πᾶσαν οὐσίαν, κτίσεως ὑπέρκεισαι Μαρία ἔνδοξε, Σὺ γὰρ μόνη ὄντως, τὴν οὐσίαν
τοῦ Πλάστου Σου δέδεξαι, ἐν γαστρὶ καὶ σάρκα, ἐδάνεισας ἐκ τῶν αἰμάτων, καὶ
Υἱόν Σου καλέσαι ἠξίωσας.
ᾨδὴ
στ΄. Τὴν δέησιν ἐκχεώ.
Ἐδόθη
σοι, τῶν θαυμάτων δύναμις, ἰάσεων Βαρβάρα ἡ χάρις, ὅτι πολλάς, τιμωρίας ὑπέστης·
ὅθεν καὶ πάλιν καὶ νῦν ἐπιτέλεσας, θαύματα πολλὰ σοφή, τοῖς καλοῦσι τὸν θεῖόν
σου ὄνομα.
Παθῶν
μου, τὸν σκοτασμὸν ἀπέλασον, Ἀθληφόρε καὶ τῶν νόσων ὀμίχλην, καὶ φωτισμόν, καὶ
ὑγείαν παράσχου, καὶ εὐωδίας τῶν μύρων σου πλήρωσον, ὡς ἔχουσα πρὸς τὸν Θεόν,
παῤῥησία πολλὴν παναοίδιμε.
Εὐφραίνονται,
Ὀρθοδόξων τὰ πλήθη, σὲ πλουτοῦντες προστασία Βαρβάρα, καὶ διά σου, λυτρουμένοι
κινδύνων, χρεωστικῶς ἑορτάζουν τὴν μνήμην σου, ἐδόξασε γάρ σε Χριστός, Ὃν ἐδόξασα
ἄθλοις σου ἔνδοξε.
Θεοτοκίον.
Ἰατρευσον,
ἀνιάτως νοσοῦσαν, καὶ τῷ δείγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν
μου Κόρη, καὶ τῆς ἐν Σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, πεποιθότα
Πανάχραντε Δέσποινα.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δοῦλούς σου Ἀθληφόρε, ὅτι σέ, εν πειρασμοῖς ἀεὶ προβαλλόμεθα,
μεγίστην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.
Ἄχραντε...
Κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθληφόρε
Χριστοῦ Βαρβάρα παναοίδιμε, ἀθλουσῶν καλλονὴ παρθένων ἐγκαλλώπισμα, τῆς πόλεως
ἡμῶν ὡς προστατεύουσα θερμῶς, διαφύλαττε αὐτήν, ἀπὸ παντοίων συμφορῶν,
παῤῥησίαν ὡς ἔχουσα. Σπεῦσον οὖν ἐν ἀνάγκαις, λύτρωσαι τῶν κινδύνων, τῶν συνεχόντων
νῦν ἡμᾶς, ἵνα σὲ πόθῳ γεραίρομεν.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Εὐαγγέλιον.
Κατὰ Μᾶρκον.
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Βλέπετε ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς
συνέδρια καὶ εἰς συναγωγάς· δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθε
ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι
τὸ Εὐαγγέλιον. Ὅταν δὲ ἀγαγώσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε,
μηδὲ μελετᾶτε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ
ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. Παραδώσει αδελφὸς ἀδελφὸν εἰς
θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν
αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ Ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς
τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὄντως
ὡς παρθένον σε, καὶ Ἀθληφόρον Κυρίου, Βαρβάρα πανεύφημε, χρυσὸν καὶ ἀδάμαντα,
καὶ πᾶν τίμιον, κορυφὴν θεῖάν τε, αὐτουργὸν θαυμάτων, ὀλετῆρα τῶν δαιμόνων τε,
καὶ πάσης θλίψεως, ἀξιοπρεπῶς εὐφημοῦμέν σε, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ
ἀντιλήψει προστρέχοντες, καὶ παρακαλοῦντες, διάσωζε ἡμᾶς ἐκ πειρασμῶν, καὶ τὸν
Σωτῆρα ἱκέτευε, εὑρεῖν ἡμᾶς ἔλεος.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων.
Γνώμην
φιλόθεον ἐκτήσω, καὶ ἐνήθλησας στερῥῶς σεμνὴ Βαρβάρα, εὐλογοῦσα Θεόν, καὶ
ψάλλουσα προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος
ὀ πόθος σου Βαρβάρα, ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτὸν
ὑμνοῦσα καὶ βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Δέδωκας
σῶμά σου Βαρβάρα, τοις κολάσεσιν ἀνυποίστων βασάνων, δι’ ἀγάπην τοῦ Χριστοῦ,
πρὸς Ὃν βοᾷς ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λύων
τῆς Εὔας τῆς κατάραν, τὴν πανάμωμον κατώκησας Παρθένον, εὐλογίαν πηγήν,
βλυστάνων τοῖς βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾨδὴ
η΄. Τῷ ἐν ὄρει ἁγίῳ.
Συνεκράθης
Κυρίου ἀγάπη, Ἀθληφόρε καὶ ἔδραμες ἀόκνως, πρὸς μαρτυρίου τρίβον ἀνακράζουσα·
Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Παρθενίαν
φυλάξασα αγῶνας, ὦ Βαρβάρα σεμνὴ τοῦ μαρτυρίου, ἀνδρειοφρόνως ἔφερες πανένδοξε·
ὅθεν ἐκδιώκεις, λωβὴν ψυχοφθόρον, ἡμῶν των σὲ ὑμνούντων.
Ἐκ
παντοίων δεινῶν ἐπερχομένων, τοῦ δολίου Βαρβάρα Ἀθληφόρε, ἡμῶν τὴν πόλιν
λύτρωσαι τὴν μέλπουσαν, πόθῳ καὶ τελοῦσαν, σοῦ τὴν θείαν μνήμην, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον.
Οἱ
μαστοί Σου ὡς δίδυμοι δορκάδες, νεβροὶ Κόρη ἐδείχθησαν ὡραῖοι, καὶ ἡ κοιλία Σου
Θεὸν χωρήσασα, ὥσπερ θημωνία σίτου καθωράθη, ἐν κρίνοις πεφραγμένοις.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Συνήφθης
σὺν παρθένων, νῦν χοροστασίαις, καὶ ἐκλεκτῶν ὁμηγύρει Βαρβάρα σεμνή, ὑπὲρ ἡμῶν
δυσωποῦσα τῶν εὐφημούντων σε.
Ἀῤῥήτου
εὐφροσύνης, καὶ Θεοῦ τῆς δόξης, ἐπιτυχοῦσα Βαρβάρα πολύαθλε, τῶν μεμνημένων σου
πίστει, ἡμῶν μνημόνευε.
Σωμάτων
αλγηδόνας, καὶ ψυχῶν τὰς νόσους, ἀπὸ τῶν δούλων σου Μάρτυς απέλασον, τῶν
προστρεχόντων ἐν πίστει τῷ θείῳ οἴκῳ σου.
Θεοτοκίον.
Φωτὸς
οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καὶ
εξωτέρου με σκότους ῥῦσαι πρεσβείαις Σου.
Ἄξιον ἐστί... καὶ τὰ Μεγαλυνάρια.
Τὴν
λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας τὸν ἀσύλητον θησαυρόν, τὴν Νύμφην
Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Βαρβάραν τὴν Ἁγίαν πάντες τιμήσωμεν.
Βρύει
ἰαμάτων ὁ σὸς ναός, ἔνδοξε Βαρβάρα, ἀεννάως θείαν πηγήν, καὶ ἀποδιώκει, λοιμώδη
πάσαν νόσον, τῶν πόθῳ προστρεχόντων καὶ εὐφημούντων σε.
Τὴν
παρθενομάρτυρα τοῦ Χριστοῦ, ἐν ὕμνοις τιμῶντες, εὐφημήσωμεν οἱ πιστοί, τὴν
ἄσπιλον Νύμφην, Χριστοῦ τοῦ Βασιλέως, Βαρβάραν τὴν Αγίαν ἐνθέοις ἄσμασι.
Δεῦτε
Ἐκκλησίας προσκυνηταί, μέλψωμεν εν ὕμνοις τὴν Βαρβάραν τὴν θαυμαστήν, τὴν ἡμῶν
προστάτιν, παρέχουσαν ἰάσεις, τοῖς πόθῳ τῷ τεμένει αὐτῆς προστρέχουσιν.
Εἷς
ὃς ἐνομίζετο σὸς πατήρ, σὲ χερσὶν ἀνεῖλεν ὁ ἀντίθεος μιαραῖς, Ὃν πατέρα ἔσχες,
ἀληθινὸν Χριστόν σου, ἔχεις καὶ νῦν ἐν πόλῳ, Βαρβάρα ἔνδοξε.
Τῆς
ψυχῆς ἐδήλου τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἠρμόσθης
Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Βαρβάρα Ἀθληφόρε· ὅθεν τιμῶμέν σε.
Πάντες
οἱ ἐν νόσοις παντοδαπαῖς, καὶ κινδύνοις ἄλλοις, συνεχόμενοι τῷ ναῷ, τῆς σεμνῆς
Βαρβάρας, προσδράμωμεν σὺν πόθῳ, καὶ λύσιν τούτων πάντων ἀποληψόμεθα.
Δέχου
τὰς αἰτήσεις παμβασιλεῦ, τῆς καλλιπαρθένου, νῦν Βαρβάρας τῆς ευκλεοῦς, καὶ τὴν
πόλιν ταύτην, ἀπήμονα συντήρει, ἐχθρῶν καὶ πάσης βλάβης, ὅπως δοξάζῃ σε.
Πᾶσαι
τῶν Ἀγγέλων αἰ στρατιαί...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Βαρβάραν
τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη
ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.
Ἐν
τῇ Ἀπολύσει, τὸ Τροπάριον. Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντες,
οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων δεινῶς θλιβομένοι, νῦν ἔνθα τὰ ἰάματα
τῆς Ἀθληφόρου Χριστοῦ, νῦν Βαρβάρας ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῶα, σπεύδοντες
προφθάσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ· ῥῦσαι, ἐκβοῶντες σους δούλους, ὦ Βαρβάρα
νόσων ποικίλων, καὶ παντοίων θλίψεων πανεύφημε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου