Δευτέρα 9 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 31. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΗΛΙΑΣ ΑΡΔΟΥΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΛΑ΄!!
ΗΛΙΑΣ ΝΕΟΜΑΡΤΥΣ ΑΡΔΟΥΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Χαρμονικῶς συνελθόντες ὕμνοις τιμήσωμεν, τὸν ἐν ἀσκήσει πρῶτον, εἶτα δὲ ἐν ἀθλήσει, τὸν δράκοντα γενναίως ὅλῃ ψυχῇ, καταβαλόντα καὶ κράξομεν· σῶσον ἡμᾶς τῶν ἁπάντων Δημιουργέ, ταῖς πρεσβείαις Ἠλιοὺ τοῦ Νεομάρτυρος. (Δίς)

Ἡ καρτερία σου μάκαρ ἐχθροὺς κατήσχυνε, καὶ ἡ ἐπωνυμία, Χριστοῦ τὴν Ἐκκλησίαν, ἐδρόσισε τῷ ὄντι πανευκλεῶς, ἥτις ἄγει σου σήμερον, χαρμονικῶς τὰ μαρτύρια ἱερά, καὶ ὑπέρλαμπρα μνημόσυνα.

Τὸν ἕνα τῆς Τριάδος καθωμολόγησας, ἐν παῤῥησίᾳ μάκαρ, τοὺς πεσόντας ἐγείρας, καὶ ἤθλησας γενναίως στέφος διπλοῦν, ἐνεδύσω θεόληπτε, ὡς παῤῥησίας τυχὼν δὲ παρὰ Θεοῦ, εὔχου πᾶσι τοῖς τιμῶσί σε.

Πεσὼν ἀνέστης τρισμάκαρ λαμπροφανέστατα, Θεὸν ὑπερδοξάσας, τῇ καλῇ μαρτυρίᾳ, καὶ πλήθη δυσσεβούντων θροήσας στεῤῥῶς, τῇ γενναίᾳ ἐνστάσει σου, τῶν Καλαμαίων τὰ πλήθη πιστοποιεῖς, πρὸς Θεὸν μεσίτην σε προβάλλοντα.

Τὸν Νεομάρτυρα δεῦτε Ἠλίαν στέψωμεν, ἄνθεσιν ἐγκωμίων, οἱ τῶν ἄθλων τῶν θείων, τρυφήσαντες ἐνθέως καὶ πρὸς αὐτόν, ἐκβοήσωμεν χαίροντες· μὴ ἐπιλάθου τῶν πίστει τὴν ἱεράν, ἐκτελούντων σου πανήγυριν.

Δόξα. Ἦχος πλ. α’.
Ἑλκόμενος ἐπὶ σφαγήν, οὕτως ἐβόας Ἅγιε· Ἵνα τί με κατέχετε δυσσεβεῖς, τὸν αὐτόκλητον ἐλθόντα, ὅπως τῇ ἐκχύσει τοῦ αἵματος, ἀποπλύνω τῆς ἀρνήσεως τὸ αἶσχος, καὶ εὕρω ὃν ἀπώλεσα μαργαρίτην, τὴν πίστιν τὴν ἀμώμητον; Ὅθεν τμηθεὶς τὸν δεξιὸν ὦμον, ἀντέσχες ὡς ἀδάμας στεῤῥός, Ἠλία μεγαλώνυμε, τῶν Καλαμαίων τὸ καύχημα, καὶ ὑπογραμμὸς τῶν πιπτόντων ἀκριβέστατος, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ, εἰρήνην καὶ τὸ μέγα ἔλεος.


Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Συνεργείᾳ ἀφανεῖ τοῦ παμπονήρου διαβόλου, καὶ παραχωρήσει θείᾳ ἀπηρνήσω, ὡς ὁ Πέτρος τὸν διδάσκαλον Χριστόν, ἀλλ’ ὡς οὗτος τῆς δεσποτικῆς καὶ φοβερᾶς ἀποφάσεως, τῆς· ὅστις ἀρνήσεταί με, λεγούσης, ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου, ἀναμνησθείς, γενναίως ἀνέστης τοῦ πτώματος, καὶ τῆς δυσσεβοῦς ἔξω γενόμενος αὐλῆς, καὶ θρήνοις κοπτόμενος καὶ ὀδυρμοῖς, τὸ θεῖον ἐξελιπάρεις ἐνισχύσασθαί σε, ἵνα δι’ ὑπερφυῶν ἀγώνων καταπαλαίσας, τὸν νοητὸν δράκοντα ἀνακτήσεις, ἣν ἀπώλεσας δραχμήν· ὅθεν, τὰ μὲν δάκρυα καὶ ἡ θερμή σου ὁμολογία, ἐξήλειψαν τὸ μέγα τῆς ἀρνήσεως ἀνόμημα, ἡ δὲ ἑκουσία ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ὁλοκαύτωσις, δέδωκέ σοι τῆς ἁγιότητος τὴν τελειότητα, καὶ τῇ κεφαλῇ σου ἐπέθηκε τὸν ἀμαράντινον στέφανον τῆς Βασιλείας τῶν οὐρανῶν, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, οἱ τιμῶντές σε ταῖς πρεσβείαις σου πανθαύμαστε.

Ὁ αὐτός.
Τὸ σῶμά σου καιόμενον καὶ μὴ καταφλεγόμενον, καθορῶντες οἱ ἀσεβεῖς καὶ φρυάττοντες, ἀπέτεμον τὴν πάντιμον κάραν σου. Εἶτα, τὸ οὐράνιον φῶς ἐπὶ τὸ θεσπέσιόν σου λείψανον βλέποντες, ἔλεγον παραμυθούμενοι, οὐρανόθεν τοῦτο πυρπολεῖσθαι· ἡ δὲ μακαρία σου ψυχὴ ἀναπτᾶσα ἀνῆλθεν εἰς τὰ φωταυγῆ σκηνώματα τῆς ἀνεσπέρου Βασιλείας, νικητηρίοις κοσμουμένη στεφάνοις, καὶ πρεσβεύουσα ὑπὲρ τῶν ἑορτάζοντων εὐλαβῶς, τὴν φωταυγῆ ἡμέραν τῆς σῆς ἀθλήσεως.







Ὁ αὐτός.
Ὅσος ἐγκάρδιος ἔρως, ὅλον σε πρὸς τὸν Σωτῆρα ἐκδέδωκας πανόλβιε, καὶ δὴ παῤῥησιασάμενος τὴν εὐσέβειαν, καὶ ὁμολογήσασα σταθερῶς τὴν καλὴν ὁμολογίαν, ταῖς φλοξὶ παρεδόθης, εὐωδίαις πνευματικαῖς τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατευωδιάσας, Ἠλία τοῦ Θεσβίτου συνώνυμε, τῶν Καλαμῶν τὸ καύχημα, καὶ τῶν Μαρτύρων ἀγλάϊσμα.

Δόξα. Ἦχος δ’.
Χαῖρε ἐν Κυρίῳ ἡ πόλις τῶν Καλαμῶν, διὰ τὴν σὴν περιφανῆ ὁμολογίαν, καὶ σκιρτῶσα λαμπρῶς, πανηγυρίζει σοῦ τὴν ἄθλησιν, ὡς αὐτὴν καθαγιάσασαν διὰ τῆς χύσεως τοῦ αἵματός σου, καὶ τῆς εὐωδίας τῆς σῆς ὁλακαυτώσεως, καὶ στηρίξασαν ὀρθῶς τοὺς κλονουμένους τῇ πίστει, καὶ ἐν ναυαγίῳ πεσεῖν κινδυνεύοντας. Πολιοῦχον καὶ προστάτην θερμὸν ἀναγράφει σε ῥόδον ὡραιότατον, κρίνε εὐωδέστατε, θῦμα Χριστοῦ τελειότατον, περιφρούρει ταύτην διηνεκῶς ἀπὸ πάσης ἐπηρείας καὶ κακώσεως, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Βλέπων, ὁ χριστώνυμος λαός, δρόμον τῆς ἀθλήσεως τρέχειν, μετὰ θερμότητος, σὲ μακαριώτατε πρὸς τὴν πυρὰν εὐθαρσῶς, τὴν κατήφειαν ἔλυσε, χαρᾶς ἀμυθήτου, ἔμπλεος γενόμενος, Θεῷ ἀνέκραζε· Πάτερ, ἐπουράνιε σῶσον, τοὺς λατρεύοντάς σε οἰκτίρμων, ἀπὸ πειρασμῶν καὶ περιστάσεων.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Δεῦτε, Καλαμαίων ἡ πληθύς, δεῦτε καὶ ὑμνήσαντε πάντες, μετ’ εὐλαβείας θερμῆς, κρίνον τὸν λευκότατον τῆς Ἐκκλησίας Χριστοῦ, Ἠλίαν τὸν ἔνδοξον, τὸν ἐν Ἀθλοφόροις, καλλίνικον Μάρτυρα, ἐπιβοῶντες αὐτῷ· πρόφθασον καὶ λύτρωσον πάντας, πόθῳ τοὺς τιμῶντας σὴν μνήμην, ἀπὸ πάσης βλάβης καὶ κάκωσεως.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε, τῶν Ἀγγέλων οἱ χοροί, δεῦτε καὶ οἱ δῆμοι Μαρτύρων, δεῦτε συγχάρητε, τῷ Ὁσιομάρτυρι, Ἠλίᾳ τῷ φαεινῷ, ὑπαντῶντες ἐν ᾄσμασι, καὶ ἐν ἐγκωμίοις, αὐτὸν εἰσδεχόμενον, εἰς θεῖα σκηνώματα, ἔνθα, ἡ τρυφὴ ἡ ἀγύρως, δόξα ἡ ἀνέκφραστος πέλει, καὶ Βασιλεία ἡ αἰώνιος.


Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, Ὁσιομαρτύρων τὸ καύχημα, ἐν ᾠδαῖς πνευματικαῖς, Ἠλίαν τὸν Ὁσιομάρτυρα ἐγκωμιάσωμεν· χαίροις, λέγοντες, τὸν ἀγῶνα διπλοῦν ἀγωνισάμενος· χαίροις, τῶν Ἀγγέλων ἐφάμιλλε, τῶν Ἀθλητῶν ἡ καλλονή, καὶ τῆς πατρίδος τὸ ἐγκαλλώπισμα· χαίροις, τῶν πιστῶν ἀντιλήπτωρ θερμός, καὶ τῶν πασχόντων ἀκέστωρ ἑτοιμότατος· χαίροις, ὁ τὰ ἄνω Βασίλεια εἰληφώς, ἀντάξια τῶν ἀγώνων σου· διὸ ἐν τῇ μνήμῃ σου Ἀθλητά, πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ, εἰρηνεῦσαι τὸν κόσμον καὶ σῶσαι τὰς ψυχάς, τῶν πιστῶς τιμώντων τὴν σεβάσμιον κάραν σου.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Καλαμῶν θεῖος γόνος καὶ ἐγκαλλώπισμα, Ὁσιομάρτυς Ἠλία ἀξιοθαύμαστε, ἀνεδείχθης ἀληθῶς δόξῃ τῇ κρείττονι, ὡς ἀσκήσας ἱερῶς, καὶ ἀθλήσας ἀνδρικῶς, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος. Ὃν ἐκδυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.












ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τρόπαιον λαμπρόν, ἀνεγείρας τρισμάκαρ, κατὰ τῆς μυσαρᾶς, ὦ γενναῖε ἀπάτης, Χριστὸν ὡμολόγησας, ὑπὲρ οὗ καὶ ἐνήθλησας· ὅθεν σήμερον, τὴν ἱερὰν ἄθλησίν σου, ἑορτάζοντες, δεινῶν Ἠλία τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ Πελοπόννησος, ἡ πολυθαύμαστος, γεννησαμένη σε, Ἠλία ἔνδοξε, καὶ θρεψαμένη καλλοναῖς, αὐγάζεται τῆς δόξης σου· μᾶλλον δ’ ἡ περίδοξος, Καλαμῶν πόλις τέρπεται, σοῦ ὡς μαρτυρήσαντος, ἐν αὐτῇ καρτερώτατα, ἐγκαυχωμένη τοῖς ἄθλοις, καὶ τιμῶσα κατέχει σου τὰ λείψανα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χαρὰν ἀνεκλάλητον καὶ θυμηδίαν τερπνήν, ἀγῶσιν ἀσκήσεως καὶ μαρτυρίου λαβών, μακάριε φύλαττε, πάντων πειρατηρίων, καὶ δεινῶν ἀνωτέρους, πάντας τοὺς τὴν σὴν μνήμην, ἐκτελοῦντας σὺν πόθῳ, Ἠλία τῶν πιπτόντων κανὼν καὶ ὑπόδειγμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἠλία Ὁσιομάρτυς πανεύφημε, τὸ σῶμά σου τὸ ἅγιον ὑπὲρ Χριστοῦ ταῖς φλοξὶ παρεδέδωκας, προβάλλων εἰς ἱκεσίαν, φρούρει τοὺς τιμῶντάς σε, ἀπὸ πάσης ἀνάγκης λυτρούμενος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Φαεινὸν ἄνδρα γεραίρω τοῖς ἐπαίνοις. Νεόφυτος.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Φωτὶ ἐλλαμπόμενος νοητῷ, μάκαρ φώτισόν μου, διανοίας τὸν σκοτασμόν, ὅπως τὸν καλόν σου τιμήσας μάκαρ δρόμον, ἐγκωμιάσω σου τὴν ἄθλησιν.
Ἀπάτῃ τοῦ ὄφεως ὑπαχθείς, Χριστὸν ἐξηρνήσω, καὶ ἠνίασας τοὺς πιστούς, αὖθις ἀνανήψας καὶ ἀθλήσας, ἐνδόξως παραμυθίας αὐτοὺς ἔπλησας.
Ἐλέησον Δέσποτα καὶ Θεέ, ἐκραύγαζες Μάρτυς, ταῖς φλοξὶ τῆς πυρκαϊᾶς, τὸν ἀρνήσαντά σε καὶ παράσχου, τῇ ταπεινῇ μου ψυχῇ τὴν συγχώρησιν.
Ἱλέῳ τῷ ὄμματι ἐπιδών, τῷ παραπεσόντι, ἐξανάστησον ὡς Θεός, δακρύων προσχύσεσιν ἐβόα, ὁ Ἀθλητὴς τῷ Δεσπότῃ θερμότατα.
Ἀσκήσει ἐπιμόνῳ ἐνισχυθείς, Χριστοῦ τῇ δυνάμει, ὡμολόγησας σταθερῶς, τὴν πίστιν τὴν ἄμωμον παμμάκαρ, καὶ τὸ σὸν σῶμα ταῖς φλοξὶ παραδέδωκας.
Θεοτοκίον.
Ὁλόκληρον δοχεῖον τοῦ πονηροῦ, ἐκ τῆς ἁμαρτίας, ἐχρημάτισα θρηνωδῶς, Παρθένε οἰκτείρησον καὶ σῶσον, τῷ Σῷ ἐλέει τὸν πίστει προστρέχοντα.









ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Νίκης διαδήματι, ἐταινιώθης πανόλβιε, παρὰ Χριστοῦ τοῦ παμβασιλέως, ἐναθλήσας στεῤῥότατα.
Πλάνης ὀχυρώματα, σὺ καταῤῥήξας ἐνέδειξας, ἐν γενεαῖς ταῖς ἐπερχομέναις, ὡς καλὸν τὸ ὑπόδειγμα.
Ἅπασαν τὴν ἔφεσιν, ὡς πρὸς τὸν Σωτῆρά σου, δέδωκας σῶμα, φθαρτὸν ὅλῃ προθυμίᾳ, ἐναθλῶν σὺ στεῤῥότατα.
Ἄφθαρτον διέμεινε, τὸ πυρπολούμενον σῶμά σου, σὺν τῇ στολῇ, ἵνα σε ὁ Κτίστης, ἀναδείξῃ δοξαζόμενον.
Ὕψιστε τὸ πνεῦμά μου, ἐν ταῖς φλοξὶ μάκαρ ἔψαλλες, δαυϊτικῶς, ἐν σκηναῖς σου δέξαι, καὶ ἀνάπαυσον Δέσποτα.
Θεοτοκίον.
Ὅλη εὐσπλαγχνίας Συ, καὶ συμπαθείας τὸ πέλαγος, ἐλεεινόν, ὄντα με Παρθένε, κατοικτείρησον Ἄνασσα.

Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τιμήσωμεν πιστοί, τὴν πανέντιμον μνήμην, ἐν ὕμνοις καὶ ψαλμοῖς, Ἠλιοὺ τοῦ Ὁσίου, καθεῖλε γὰρ τὸν δράκοντα, καὶ τῆς πλάνης τὸ φρύαγμα, ὦ καλλίνικε, ἀναβοῶντας ἐν τάχει, ἐλευθέρωσον, τῶν ἀναγκῶν καὶ κινδύνων, τοὺς πόθῳ τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Νεκρωθέντα με οἴκτειρον, τῶν παραπτωμάτων ὄντα τὸ πέλαγος, καὶ ἐλέησον φιλάνθρωπε, ἱκεσίαις τοῦ Ὁσιομάρτυρος.
Γηθοσύνως ἀπαίροντα, πρὸς τὰ ἐπουράνια Μάρτυς ὑπήντων σε, τῶν Ἀγγέλων τὰ στρατεύματα, ἐν σκηναῖς σε θείαις εἰσάγονττα.
Ἐνορῶντες τὸ ἄμετρον, παῖδες οἱ τῆς Ἄγαρ τῆς καρτερίας σου, ἀποροῦντες ἐφρυάττοντο, καὶ τῷ πυρὶ ταχέως σε παρέπεμψαν.
Ῥωμαλαίως ἐξέδραμες, κατὰ τοῦ ἀλάστορος ὦ μακάριε, καὶ νικήσας τοῦτον ηὔφρανας, τῶν ὀρθοδοξούντων τὰ συστήματα.
Ἀθεΐαν ἐφαύλισας, παῤῥησιασάμενος τὴν εὐσέβειαν, καὶ τὸν δράκοντα κατέῤῥηξας, τῇ λαμπρᾷ ὁμολογίᾳ σου.
Θεοτοκίον.
Ἱκετεύοντες πάναγνε, ἐν θερμοῖς τοῖς δάκρυσι Σοῦ δεόμεθα, συντριβέντες παραπτώμασιν, ἡμᾶς σῶσον Σοὶ προστρέχοντας.



ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ῥαντισθέν σου τὸ σῶμα, Μάρτυς παναοίδιμε ῥοαῖς αἱμάτων τῆς δεξιᾶς, ὡς ἀετὸς λευκοφόρος πρὸς πόλον ἀνέδραμες· διὸ καὶ χαίρων ἐν ταῖς σκηναῖς ταῖς οὐρανίαις, ὁ Χριστός σε λαμπρῶς ὑπεδέξατο.
Ὡς τὸν ἄνω Δεσπότην, ἔρωτι παμμάκαρ θερμῷ κατεφίλησας, γεηρᾷ τὰ τῇδε εὐφροσύνως θεόφρον κατέπτυσας, καὶ ἐφεπόμενος μὴ καταφλεχθείς, συμβασιλεύεις Θεῷ τῷ παντοκράτορι.
Τιτρωσκόμενος ξίφει, ἕνεκεν τοῦ Κτίστου τρανῶς ἐτραυμάτισας, τὸν ἐχθρὸν τρισμάκαρ ἀπωλείας συντρίψας τὰ αἴσχιστα, Ἠλία γενναιόφρον τῶν εὐσεβῶν καύχημα, θεῖον καὶ Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Οἱ πεσόντες ἀθλίως, πίστεως τῆς θείας καλῶς ἀνανήψατε, τὸν Χριστὸν ἐν τάχει, παῤῥησίᾳ γενναίως κηρύξατε, ὡς ὁ νέος Ἠλίας, ὑπογραμμὸν πεπλουτηκότες, καὶ βραβείων Θεοῦ ἐπετεύξητε.
Ἰατρεῖον εὑρόντες, κάραν σου τιμίαν ταχὺ ἐκλυτρούμεθα, τῶν δεινῶν ἁπάντων, καὶ ἐκ τῆς ἐρυσίβης ἀείμνηστε· ὅθεν κατὰ χρέος, εἰλικρινῶς εὐχαριστοῦντες, μετὰ πόθου ἀεί σε γεραίρομεν.
Θεοτοκίον.
Συμπαθῶς ὦ Παρθένε, τὸ τῆς ἁμαρτίας βάρος ἀπόσεισον, καὶ τῆς θείας δόξης, κοινωνόν με εὐσπλάγχνως ἀνάδειξον, ἵνα κατὰ χρέος, ὑμνολογῶν ἀνακηρύττω, τὸ πολὺ πρὸς τὸν δοῦλόν Σου ἔλεος.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἐδέξω πανευκλεῶς, τοῦ μαρτυρίου τὸ στάδιον, ῥιφθεὶς δὲ ἐν ταῖς φλοξίν, ἀνδρείως ὑπέμεινας, δευτέροις ῥυπώμασιν, ἁλυσιτελέστερον, βαπτισμάτων πάντων, Ἀθλοφόρε καρτερώτατε.
Παράταξιν ἀσεβῶν, καταθροήσας πανένδοξε, ἐνστάσει σου καρτερᾷ, εἰς τέλος ἐβύθισας, καὶ στέφανον εἴληφας, τῆς δικαιοσύνης, Χριστομάρτυς γενναιότατε.
Ἀνάπαυλαν τῶν δεινῶν, καὶ τῶν κακῶν ἀπολύτωσιν, πανεύφημε Ἀθλητά, παράσχου τοῖς δούλοις σου, τοῖς πόθῳ τιμῶσί σε, καὶ ἀσπαζομένοις, κάραν Μάρτυς σου τὴν ἔντιμον.
Ἵνα τὸν πάντων Θεόν, Ὃν ἀπηρνήσω καλλίνικε, ἐξιλεώσῃς παθῶν, ποτήριον ἔπιες, ἐνδίψως πανόλβιε, τὸ τοῦ μαρτυρίου, ταῖς φλοξὶν αὐτὸ ἐξέπιες.
Νικήταν τὸν φωταυγῆ, Πολύδωρον καὶ Δημήτριον, τοὺς ἐν ὑστέροις λαμπρῶς, τοῖς χρόνοις ἀθλήσαντας, λαβὼν ὡς ὑπόδειγμα, τῶν ἀρκύων πλάνης, ἀπεπήδησας πανόλβιε.
Θεοτοκίον.
Ὃν ἐν τῇ κοιλίᾳ τῇ Σῇ, βαστάσασα πολυΰμνητε, τὸν ζωοδότην Χριστόν, ἱλέωσαι Δέσποινα, κακῶν ἡμᾶς ἅπαντας, καὶ ἐρυσίβης, ἐκλυτρώσασθαι τοὺς δούλους Σου.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἰατρείαν ἔχοντες, παντοίων νόσων, τὴν σὴν κάραν ἔνδοξε, Ἠλία θῦμα τοῦ Χριστοῦ, εὐχαριστοῦντές σοι κράζομεν· Χαίροις Μαρτύρων, φαιδρὸν ἀγαλλίαμα.
Ὁ Οἶκος.
Δεῦτε πιστοί, τὸν νεοφανῆ ἀστέρα τῆς Ἐκκλησίας, Ἠλίαν τὸν Ὁσιομάρτυρα, ἐγκωμίοις ἐπαινέσωμεν πρέπουσι. Φενακισθεὶς γὰρ τῇ τοῦ δυσμενοῦς ἀπάτῃ, τῇ ἀνδρικῇ ἡλικίᾳ διατελῶν. τὸν τρισυπόστατον Θεὸν ἐξηρνήσατο, ἀλλ’ ἐξαναστὰς ταχέως τοῦ πτώματος, καὶ τῶν ἀρκύων ὡς δορκὰς ἐκκλίνας τῆς δυσσεβείας, καὶ αὐτὸν ἐν θερμοῖς τοῖς δάκρυσι προαγνίας, καὶ ὑπερφύσιν ἀσκητικοῖς ἀγωνίσμασιν, ὡμολόγησε λαμπρῶς, Ὁν κακῶς ἐξηρνήσατο, τὸν δράκοντα ἐκφαυλίσας, καὶ τὰ ἐξάγιστα δόγματα· ὅθεν ταῖς φλοξὶ παραδοθείς, ὡς ἀετὸς λευκοφόρος ἀνελήλυθεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, πρεσβεύων ὑπὲρ ἡμῶν τῶν ἐκβοώντων· Χαίροις Μαρτύρων, φαιδρὸν ἀγαλλίαμα.

Συναξάριον.
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἠλίας ὁ Ἀρδούνης, ὁ ἐν Καλάμαις τῆς Πελοποννήσου, μαρτυρήσας ἐν ἔτει 1686, πυρὶ τελειοῦται.
Οὐ πῦρ φλέγει σε Ἠλία στεφηφόρε,
ἔνδον γὰρ εἶχε, πῦρ Θεοῦ τῆς ἀγάπης.
Ῥιφθεὶς τῇ πυρᾷ δεξιᾶς τομὴν φέρων,
πατεῖ Ἠλίας ἐχθροῦ, δυσμενεστάτην κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κύρου καὶ Ἰωάννου· καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας, καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας.
Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,
συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.
Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,
πόθῳ Πατρὸς θνήσκουσι τοῦ πάντων ξίφει.
Ἰατροὶ γεννάδες, πρώταθλοι σταδίου,
συνηθλήσατε, Κῦρε καὶ Ἰωάννη.
Οὗτοι οἱ Ἅγιοι Μάρτυρες, Κῦρος καὶ Ἰωάννης, ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ Βασιλέως· ὁ μὲν Κῦρος, ἐκ τῆς Ἀλεξανδρέων πόλεως, ὁ δὲ Ἰωάννης ἐξ Ἐδέσσσης. Διὰ τὸν ἐπικρατοῦντα οὖν διωγμόν, καὶ τοὺς Χριστιανοὺς ἐκπορθοῦντα, τὸν πρὸς τὴν Ἀραβίαν τόπον θαλάσσιον καταλαβὼν ὁ Κῦρος, καὶ τὸ μοναχικὸν ἀμφιασάμενος σχῆμα, ἐν αὐτῷ κατοικεῖ. Ὁ δὲ Ἰωάννης, ἐν τοῖς Ἱεροσολύμοις γενόμενος, περὶ τῶν θαυματουργιῶν τοῦ Ἁγίου Κύρου ἀκούσας (καὶ γὰρ ἦν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐξιώμενος), παρεγένετο εἰς Ἀλεξάνδρειαν, κἀκεῖθεν κατὰ φήμην, ἔνθα διέτριβεν, ἀπελθών, συνῆν μετ᾿ αὐτοῦ.
Συλληφθείσης δὲ γυναικός τινος, οὕτω καλουμένης Ἀθανασίας, μετὰ τῶν τριῶν αὐτῆς θυγατέρων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως, καὶ μελλουσῶν παρίστασθαι τῷ δικάζοντι, δείσαντες οἱ Ἅγιοι μήτι πάθωσιν, οἷα πάσχειν γυναῖκας εἰκός, τοῦ ἀγῶνος τὸ μέγεθος καταπτήξασαι, παραγενόμενοι ἐθαρσοποίουν αὐτάς, καὶ πρὸς τοὺς ἀγῶνας ὑπήλειφον. Συγκατασχεθέντες οὖν καὶ οὗτοι καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, Θεὸν ἀληθινὸν ὄντα, ὁμολογήσαντες, καὶ αἰκισμοῖς ὑποβληθέντες πολλοῖς, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν ἅμα ταῖς ῥηθείσαις γυναιξί. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ Μαρτυρίῳ αὐτῶν, τῷ ὄντι ἐν τοῖς Φωρακίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.
Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.
Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,
ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.
Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος·
εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἰ τοῦ ξίφους στέρξω σε τῷ φόβῳ βίε,
καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον;
Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,
καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυγῆς τύχῃς.
Οὗτοι, ἐπὶ Δεκίου τοῦ Βασιλέως, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν συσχεθέντες, καὶ ἀχθέντες Τερτίῳ τῷ Ἀνθυπάτῳ, ἐν Κορίνθῳ τὴν ἀρχὴν τῆς Ἑλλάδος διέποντι (ἐκ Κορίνθου γὰρ ὥρμηντο οἱ Ἅγιοι), μετὰ πλείστας αἰκίας καὶ ἀνυποίστους, διαφόρους ἐδέξαντο τελευτάς. Οὐϊκτωρῖνος γάρ, καὶ Οὐΐκτωρ, καὶ Νικηφόρος, ἐν ὅλμῳ βληθέντες, ἀπέδωκαν τὰς ψυχάς. Ὁ δὲ Κλαύδιος, τμηθεὶς χεῖρας καὶ πόδας τοῦ βίου μετέστη. Ὁ δὲ Διόδωρος τὸ διὰ πυρὸς ἐδέξατο τέλος. Σαραπῖνος δὲ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ δὲ Παπίας καταποντισθεὶς διήνυσε τὸ μαρτύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.
Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,
καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.
Αὕτη ἦν ἐκ πόλεως Κυζίκου, τῆς ἐν τῷ Ἑλλησπόντῳ κειμένης, θυγάτηρ Ἀναστασίου τινὸς Συγκλητικοῦ, καὶ μητρὸς Σωκρατίας Χριστιανῆς. Κατέστη δὲ εἰς τὸ Μαρτύριον, οὐχ ὑφ᾿ ἑτέρων ἀχθεῖσα, ἀλλ᾿ αὐτὴ ἑαυτὴν προσενέγκασα. Διεχλεύαζε γὰρ τὰ αἰσχρὰ καὶ διέσυρεν οἷς τοὺς θεοὺς αὐτῶν οἱ ἄφρονες τιμῶντες ᾤοντο, καὶ ἀποστῆναι τῶν ματαίων ἐδίδασκε, καὶ ἐπιστροφὴν ἐκ Θεοῦ πεμφθῆναι ἐπηύχετο. Ὅθεν, προστάξαντος Καισαρίου Ἡγεμόνος, ἐν καμίνῳ ἐμβάλλεται. Ῥυσθεῖσα δὲ παραδόξως ἐκεῖθεν, ἐπὶ μετεώρου κρεμᾶται· καὶ ἀποῤῥιφθεῖσα, τοῖς ὑποκειμένοις ἥλοις ἐμπείρεται. Εἶτα θηρίοις ἀφίεται· καὶ τὰ μὲν ἄλλα τῶν θηρίων ταύτης οὐχ ἥψαντο· εἷς δὲ ὕστερον πελάσας ταῦρος, καὶ διακερατίσας, διέσχισε ταύτην, ἔνθα προσέβαλε. Λέγεται δέ, ἐνῷ τὸ αἷμα αὐτῆς ἐῤῥύη, προελθεῖν πηγὴν ὕδατος διειδοῦς· ἐξ οὗ αἱ μετὰ τὸ τεκεῖν ἀποροῦσαι γάλακτος, εἴτε ἄνθρωποι εἶεν, εἴτε κτήνη, ἀρυόμεναι καὶ μετέχουσαι, εὐθὺς τοῖς νεογνοῖς τὸ γάλα προχέουσι.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀὲντ (Aed) τοῦ Φὲρνς τῆς Ἰρλανδίας


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ νέου, τοῦ ἐν Πάρῳ.
Ἁγίων Ἀρσένιε τὸν βίον ζήσας,
σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ.

Τῇ αὐτῇ ἡμέρα, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Δακρυῤῥοούσης ἢ Κορωνιώτισσης ἐν Κεφαλληνίᾳ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Ἵστασο Μάρτυς θαρσαλέως, πρὸ τοῦ βήματος τῶν δυσσεβούντων λέγων· τὸν Χριστόν μου ὑμνῶ, λατρεύω ὡς Θεόν μου, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, ὑπεξέκλινας τὰ βάραθρα τοῦ πλάνου, καὶ βραβεῖα λαβών, τῆς ἄνω κληρουχίας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Σῶτέρ μου πλάστα μὴ παρίδῃς, τὸν ἱκέτην Σου πολλὰ πλημεληκότα, ἀλλὰ ῥῦσαι τῆς ζοφερᾶς ὀδύνης, τοῦ Ἀθλητοῦ πρεσβείαις με, ἵνα ψάλλω εἰς αἰῶνας.
Νέκρωσιν μάκαρ ἐνεδύσω, προαθλήσεως τῆς θείας ζωηφόρου, καὶ στεῤῥῶς ἐναθλῶν, ἀπείληφας τὸ στέφος· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δέσποινα ῥῦσαι ἁμαρτίας, τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, καὶ ἀγάπην Θεοῦ, ἀνάδειξον τελείαν, ἵνα πιστῶς δοξάσω Σε, Θεοτόκε εἰς αἰῶνας.
















ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ῥητορευόντων στόματα, ἀνυμνεῖσται οὐ σθένουσιν, ὦ γενναῖε Μάρτυς, τὸν θερμόν σου ἔρωτα, Θεὸν γὰρ ἠγάπησας, τῶν ἐπὶ πάντων ἁγνοπρεπῶς, καὶ πυρποληθείς, τῆς Βασιλείας λαμβάνεις τὴν οἴκησιν τῆς ἄνω, καὶ βοᾶς γηθοσύνως· λαοὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ ὑπηρέται ἔχθιστα ἐν τῇ πυρᾷ συνοδεύοντες, σὲ ὁμολογοῦντα πίστιν τὴν ἀμώμητον, τὴν δεξιὰν  ἀπέτεμον, ἀλλὰ τὰ ἐπίχειρα φρικωδῶς, σὺν τῇ ἐκτομῇ τῆς αὐθαδείας λαμβάνει, ἐκπίπτων ἐν τοῖς κάτω, καὶ ἀφρίζων ἀθλίως· λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁδηγῶν σε δήμιος, προτροπὴν ἀρνήσεως, δευτέρας ἐπρότεινεν, ἀλλὰ σὺ ἐκραύγαζες· Θεὸς εἷς ἀληθέστατος, καὶ τῶν ἁπάντων δημιουργός, τὸν δὲ λαοπλάνον καὶ δυσώδη ἐκεῖνον, ἀρνούμενος ἐμφρόνως, καταπτύω ἐσχάτως, λαοὶ ὑμνολογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σεσοφισμένοις ῥήμασι, καὶ θωπείαις κατέσπευδον οἱ τῆς ἀσεβείας, τῆς αἰσχρᾶς συνήγοροι, τοῦ Χριστοῦ ἀποστῆναί σε, ἀλλ’ ὦ Χριστομάρτυς εἰλικρινῶς, τὴν θεοτερπῆ ὁμολογίαν ἐβόας· ὁ Κύριος ὑπάρχει, καὶ Θεός μου ὦ πλάνοι, Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φῶς οὐράνιον ἤστραπτεν, ἐπὶ τὸ σὸν σῶμα καλλίνικε· τοῦτο οἱ συνήγοροι τῆς ἀσεβείας βλέποντες, ἐβόων πρὸς ἀλλήλους· ἴδετε αὐτὸν ὡς ὁ Θεὸς ὠργίσθη· διὸ καὶ ἄλλας φλόγας, πρὸς αὐτὸν καταπέμπει, λαοὶ Χριστὸν ὑψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σεσορευμένην πάθεσι, τὴν ψυχήν μου πανάμωμε, τῇ Σῇ βοηθείᾳ τρέχων ὁ πανάθλιος, θερμῶς ἀνακράζω Σοι ταχὺ Παρθένε ἁγνοπρεπῆ, δεῖξον τὸν ναὸν τοῦ γλυκυτάτου Υἱοῦ Σου, ἵνα χαρᾷ ἁπλέτῳ μελῳδῶν, ἀναμέλπω· τὴν Δέσποιναν ὑμενῖτε, πιστοὶ εἰς τοὺς αἰῶνας.
















ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Νῦν δὲ χριστομάρτυς χρεωστικῶς, εὐλαβῶς συγκροτοῦντες τὴν μνήμην σου, τὴν ἱεράν, ᾄσμασι τελοῦμεν χαρμονικῶς, ἥτις καθαγιάζουσα, ἐπιπολλαζόντων τῶν ἀλγεινῶν, λυτροῦται ἡμᾶς πάντας, τοὺς ἀσιγήτως μακαρίζοντας.
Ἔχει ὦ σεβάσμιε Ἀθλητά, σὲ τὸν ἀγῶνα τελέσαντα, ἡ σὴ πατρίς, μεσίτην προθυμότατον πρὸς Θεόν, τὴν πόλιν ἐν ᾗ ἤθλησας, σῶζε ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ βράβευσον εἰρήνην, πᾶσι τοῖς σὲ ποθοῦσι, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.
Ὅλων τῶν Ὁσίων καὶ Ἀθλητῶν, τοῖς χοροῖς κατετάχθης πανόλβιε, γέρα λαβών, τῆς ὁμολογίας σου τῆς λαμπρᾶς, καὶ τῆς θερμῆς ἀσκήσεως, πάντων προστατεύων ἐκ τῆς φθορᾶς, τῆς νῦν ἐπικρατούσης, καὶ ἐπιπολλαζούσης, τοὺς σὲ ὑμνοῦντας παναοίδιμε.
Φωτοφανὲς τὸ κλέος Σου Ἀθλητά, καὶ ἡ δόξα Κυρίου ἣν ἔλαβες, πρὸς ἀμοιβήν, πᾶσαν ῥητορείαν ὑπερνικᾷ, καὶ διὰ τοῦτο δέομαι, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, δεχόμενος παμμάκαρ, ὡς τὸ λεπτὸν τῆς χήρας, τὸ εὐτελὲς τοῦτο ἐφύμνιον.
Θεοτοκίον.
Ὑμνῶ Σε Μητροπάρθενε ἐκτενῶς, τοὺς ἡμᾶς πολεμοῦντας πολέμησον, τῇ κραταιᾷ, καὶ παντοδυνάμῳ Σου δεξιᾷ, τοῖς ἐν ἀνάγκαις πρόστηθι, τῶν ἀδικουμένων ἀντιλαβοῦ, πταισμάτων λυτρουμένη, ταῖς Σαῖς ἱκετηρίαις, ὅσα γὰρ θέλεις Κόρη δύνασαι.

Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Τὰ πλήθη άκουτίσθητε, τῶν Ὀρθοδόξων σήμερον, τὴν ἔκλαμπρον μαρτυρίαν, Ἠλιοὺ τοῦ νέου καὶ πάντες, φαιδρῶς ἀγαλλιάσθητε, τὰς χεῖρας καὶ κροτήσατε, τοῦ δράκοντος ὁ ἔνδοξος, καθεῖλε γὰρ τὰς δυνάμεις, τῇ ἀντιλήψει Κυρίου.
Μαρτύρων τοῖς στρατεύμασι, καὶ τῶν Ὁσίων ἔνδοξε, συναυλιζόμενος ὄντως, μὴ διαλείπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τὸ αἷμά σου τὸ ἅγιον, εἰς ἱκεσίαν πρόβαλε, τὸ ἐκχυθὲν ὑπὲρ τούτου, καλλίνικε Χριστομάρτυς.
Θεοτοκίον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας μὴ Σαρὰν ἡμᾶς λάβῃ, μὴ ᾅδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ Σου τῷ φοβερῷ, ἀνευθύνους Δέσποινα παραστῆναι, ὦ Θεομῆτορ ἄχραντε, ὅσα θέλεις ἀνίεις.






Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀρεταῖς ἀστραπτόμενος, Χριστομάρτυς πανένδοξε, μαρτυρίου κάλλεσι φαιδρυνόμενος, τῶν Ὀρθοδόξων συστήματα, φωτίζεις ὡς ἥλιος, ἀκηράτῳ φωτισμῷ, ἀπελαύνων νοσήματα, τῶν τελούντων σου, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ ἁγίαν, μνήμην Μάρτυς Ἀθλοφόρε, τῶν προσκυνούντων τὴν κάραν σου.

Τῶν ποδῶν σου πατήμασι, τῶν ὡραίων συνέτριψας, κάραν τὴν δρακόντιον καὶ ἐβύθισας, τοῖς τῶν δακρύων σου ῥεύμασι, τῆς πλάνης πανύψωμα, καὶ ἐδόξασας Χριστόν, τῇ καλῇ μαρτυρίᾳ σου· διὸ Ἄγγελοι, γεγηθότες ὑπήντων σε θεόφρον, ἐν φαιδρᾷ τῇ Βασιλείᾳ, πανευκλεῶς ἐνοικίζουσι.

Τὸν ἀγῶνα τὸν ἔνθεον, ἠγωνίσω πανόλβιε, καὶ Χριστοῦ τὸ ὄνομα σὺ ἐκήρυξας, μέσον τυράννων λαμπρότατα, καὶ χαίρων ἐξέπιες, μαρτυρίου τὸ γλυκύ, τοῦ Χριστοῦ σου ποτήριον, καὶ ἐνέδραμες, ἐν σκηναῖς οὐρανίαις ἐποπτεύων, τὰ ἀπόῤῥητα τῆς δόξης, τῆς Τρισηλίου Θεότητος.

Τὴς ζωῆς κατεφρόνησας, τῆς προσκαίρου πανόλβιε, καὶ ζωὴν ἀδάπανον καὶ αἰώνιον, χαίρων ἀπείληφας Ἅγιε, συγχαίρων τοῖς τάγμασι, τῶν Ἁγίων καὶ φαιδρῶς, Ἠλία ἐλλαμπόμενος, τῆς Θεότητος, ἐν φωτὶ ἀνεσπέρῳ καὶ κινδύνων, ἐκλυτρούμενος τοὺς πόθῳ, ὑμνολογοῦντας πανένδοξε.

Δόξα. Ἦχος πλ. β΄.
Ὅτε παρέστη τῷ ἀδίκῳ κριτῇ, ὁ κλεινὸς λαμπρᾷ τῇ φωνῇ ἀνεβόησε· Θεὸς ὑπάρχει ἀληθής, ὁ ἐκ Παρθένου σαρκωθείς, κριτὴς ζώντων τε καὶ νεκρῶν ἐλευσόμενον· τούτῳ πιστεύω, τούτῳ λατρεύω, τὰ δὲ ὑμέτερα ὦ ἄδικε κριτά, ὡς ἐρεσχελίας ἀνάμεστα, καταπτύω καὶ ἀπογράφομαι· τέμνετε τοίνυν παντοίαις με κολάσεσι καθυποβάλλετε, τὸ αἷμά μου καταχέετε· ὁμολογῶ γὰρ καλῶς, ὃν ἀφρόνως ἠρνησάμην, δέχομαι ἀπὸ μυχῶν καρδίας, ὃν ἀνοήτως ἀπέβαλον. Ὅθεν ἐγκαρτερήσας τῇ ἐκτομῇ τῆς ὠμοπλάτης, καὶ τῇ πυρᾷ ἐν χειρὶ τοῦ Θεοῦ τὸ πνεῦμα παρέδωκεν· ἐκρότησαν ἄνωθεν οἱ Ἄγγελοι, καὶ ἔφριξαν κάτωθεν οἱ ἄνθρωποι, καθορῶντες τὴν ἄκραν εὐσπλαγχνίαν, καὶ ὑπερφυῆ ἐν ταῖς φλοξὶ καρτερότητα, ἐκβοῶντες· ἔργον τοῦτο σὸν Κύριε, μέγα καὶ ὑπερένδοξον, πολυέλεε δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἠλίαν τὸν γενναῖον, καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸ ῥόδον τὸν κρίνον, ὑάκινθον τὸ μῆλον, τὸ εὔοσμον Κυρίου, τὸν οὐρανόφρονα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου