Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ Β. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΡΑΣΜΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ Β!!

ΕΡΑΣΜΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό· Κύριε ἐκέκραξα, ἰστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ γ’ τοῦ ἤχου  καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἀρετῶν τὸ δοχεῖον ἡ τῶν θαυμάτων πηγή, ἀρχιερέων κλέος, Ἀθλητῶν ἡ τερπνότης, Ἔρασμος ὁ θεῖος πάντας ἡμᾶς, τοὺς πιστοὺς συνεκάλεσεν, χαρμονικῶς συνελθόντες τὴν παμφαῆ, τούτου μνήμην ἐκτελέσωμεν.

 

Ἀθλητικῇ καρτερίᾳ τὸν πολυμήχανον, καταβαλὼν τοῖς ὄμβροις, τῶν αἱμάτων ἀρδεύεις, Χριστῷ τὴν Ἐκκλησίαν καὶ θείαις πλοκαῖς, τῶν πανσόφων δογμάτων σου, τοὺς τῶν αἱρέσεων θήρας ἀποσοβεῖς, ἐν εὐσεβείᾳ συντηρῶν τοὺς πιστούς.

 

Ἀρχιερέων τερπνότης τῶν Ἀθλητῶν καλλονή, τῶν εὐσεβῶν δογμάτων, ἀκριβέστατος φύλαξ, βρύσις ἰαμάτων Χριστοῦ μιμητά, ἱερώτατε Ἔρασμε, τὴν ἀξιέπαινον μνήμην σου τοὺς πιστῶς, ἐκτελοῦντας περιφύλαττε.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὡς τὴν χάριν τῶν θαυμάτων οὐρανόθεν κομισάμενος, καὶ τὴν πλάνην τῶν εἰδώλων στηλιτεύσας ἐν τοῖς δόγμασιν, ἀρχιερέων ὑπάρχεις δόξα τε καὶ καύχημα, Ἱερομάρτυς Ἔρασμε, καὶ πάντων τῶν πατέρων διδασκαλίας ὑπόδειγμα, παῤῥησίαν ἔχων πρὸς Θεόν, Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Ὅλην ἀποθέμενοι.

Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, δι' ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με.

Ἢ Σταυροθεοτοκίον ὅμοιον

Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

ΟΡΘΡΟΣ

 

Ὁ Κανὼν τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Ἐράσμου ἡ παμφαὴς πανήγυρις, ἐξανατείλασα, τοὺς φιλεόρτους πάντας συγκαλεῖ, εἰς ἑστίασιν ἔνθεον, ἀθλοπρεπῶς γὰρ εἴληφε τῶν ἰαμάτων τὰ χαρίσματα.

Ῥανίσιν ἀθλητικῶν αἱμάτων σου, εὐφραίνεις κόσμον Ἅγιε, τῇ ῥωστικῇ τοῦ Πνεύματος πηγῇ, συγκραθεὶς μυστικώτατα, ἱεροφάντορ Ἔρασμε· διόπερ πάντες γεραίρομεν.

Σπινθῆρσι πνευματικοῖς πυρούμενος, ἔνδοξε Ἔρασμε, τῶν σαρκικῶν ὀρέξεων ἐκτός, γεγονὼς καὶ ὑπήκοος, Θεοῦ φωνὴ πανίερε, πρὸς τὸν ἀγῶνα εὐθυδρόμησας.

Θεοτοκίον.

Ἡ μόνη ὑπερφυῶς κυήσασα, Χριστὸν τὸν Κύριον, τοὺς τὴν σεπτὴν εἰκόνα Σου σεμνή, προσκυνοῦντας περίσωζε, καὶ ἐκ παντοίας λύτρωσαι, διαφθορᾶς ταῖς ἱκεσίαις Σου.

 

Ἕτερος, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.

Ἀκτῖσι θείαις ταῖς τῶν θαυμάτων, φωταγωγοῦσα τοὺς πιστούς, τοῦ Ἱερομάρτυρος ἡ μνήμη ἐφέστηκεν, ὡς ἔαρ πνευματικόν, τὰς δωρεὰς ἐφαπλοῦσα τοῦ Κυρίου.

Ἐπὶ τὸ ὄρος τῆς ἀπαθείας, ἀναδραμὼν ταῖς ἀρεταῖς, καὶ τῷ θείῳ γνόφῳ καλυφθεὶς Μάρτυς Ἔρασμε, γνῶσιν τὴν τοῦ Θεοῦ, καὶ τῶν θαυμάτων τὴν χάριν ὑπεδέξω.

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Μάρτυς, τὸν πολεμήτορα ἐχθρόν, ἔπνιξας καὶ τούτου τὰς δυνάμεις κατέκλυσας, τὴν ποίμνην σου κυβερνῶν, εἰς μαρτυρίου λιμένα θεοσόφως.

Θεοτοκίον.

Γνώσεως θείας Θεοκυῆτορ, ἀξιωθέντες διὰ Σοῦ, τὸν δημιουργὸν καὶ λυτρωτὴν ἐπεγνώκαμεν· διό σε ὡς θησαυρόν, καὶ χορηγὸν τῆς σοφίας ἀνυμνοῦμεν.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Μωσέα συμβολικῶς, ταῖς πρακτικαῖς σου ἀρεταῖς νέον σε, πᾶσι Χριστὸς ἔδειξεν, ἱεροπρεπέστατε Ἔρασμε.

Σὺ θείαν Πάτερ στολήν, ὡς Ἀαρὼν παρὰ Θεοῦ κίδαριν, καὶ τὸν ποδήρη δέδεξαι, ὡραιομορφώτατε Ἔρασμε.

Σὺ ὥσπερ Μελχισεδέκ, κατὰ τὴν τάξιν ἱερεὺς γέγονας, ἁγιασμοῦ χάριτι, ἀγγελομορφώτατε Ἔρασμε.

Πατέρα σὲ μυστικόν, λαῷ εὐγνώμονι Χριστὸς ἔδειξεν, ὡς Ἀβραὰμ ἔθνεσιν, ἀξιομακάριστε Ἔρασμε.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοὶ τὸ χαῖρε κραυγάζομεν.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος.

Τῇ ῥάβδῳ τῆς πίστεως, Ἱερομάρτυς τοῦ Χριστοῦ, τῶν εἰδώλων συνέτριψας, βωμοὺς καὶ σεβάσματα, καὶ τὴν εἰκόνα τῆς πλάνης, εἰς χοῦν ἀπελέπτυνας, δυνάμει τοῦ Θεοῦ ἡμῶν.

Ἀνάψας ἀοίδιμε, τὸν τοῦ Πνεύματος πυρσόν, ἐν μετεώρῳ τῷ σκάμματι, ἑστὼς τῆς ἀθλήσεως, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης, ὑπάρχοντας Ἔρασμε, ὡδήγησας πρὸς φῶς τοῦ Χριστοῦ.

Ἱδρῶσιν ἐκέρασας, τῆς ἀσκήσεως σοφέ, τῶν αἱμάτων τὴν πρόσχυσιν, καὶ μίαν ἐτέλεσας, ἁγιασμοῦ κολυμβήθραν, ἐξ ἧς ἀρυόμεθα, τὰ νάματα τῆς χάριτος.

Θεοτοκίον.

Ὡς ἥλιος λάμπουσα, Θεοτόκε τοῖς πιστοῖς, ἡ πολύφωτος χάρις Σου, τὴν νύκτα τῶν θλίψεων, εἰς φωτισμὸν εὐφροσύνης, καὶ θείας ἐλλάμψεως, χαρὰν μεταποιεῖ ἐμφανῶς.

 

Κάθισμα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἰατῆρα σοφώτατον, τοῖς νοσοῦσιν ἀνέδειξεν, ὁ Χριστὸς σὲ μάκαρ τῇ θείᾳ χάριτι, πᾶς γὰρ προστρέχων τῇ σκέπῃ σου, θεόληπτε Ἔρασμε, τὰς ἰάσεις τῶν παθῶν, ἀοράτως κομίζεται· ὅθεν ἅπαντες, εὐφημοῦμεν τοὺς γενναίους ἀγῶνας, καὶ τὰ παλαίσματα ἔνδοξε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

ς πρεσβείαν κοίμητον, καπαράκλησιν μμονον, κεκτημένη Πάναγνε, πρς τν Κύριον, τος πειρασμος κατακοίμισον, τκύματα πράϋνον, τς θλίας μου ψυχς, καὶ ἐν θλίψει πάρχουσαν, τν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπσε, καχαρίτωσον τν νον μου, ὅπως ξίως δοξάζω σε.

Ἢ Σταυροθεοτοκίον.

ν σταυρσε τεινόμενον, κατος λοις πηγνύμενον, καπλευρν τλόγχσε τιτρωσκόμενον, κατανοοσα Μήτηρ σου, θρηνοσα κραύγαζεν· Ομοι Τέκνον ποθεινόν! πς σε δμος ὁ ἄνομος, ἐθανάτωσε, τν ζων τος ν δχορηγοντα; ἀλλ' ἀνάστηθι συντόμως, χαροποιν ος γαπησας.

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σὲ ἰδοῦσα.

Ἰατῆρα σὲ σοφώτατον τοῖς νοσοῦσιν, ὁ Ἰησοῦς παρέσχεν, καὶ μέγαν προστάτην, τοῖς ἀνευφημοῦσί σε, θεόληπτε Ἔρασμε, διὰ τὴν στεῤῥὰν καρτερίαν σου.

Συμπαθέστατον σωτῆρα σὲ ἐν ἀνάγκαις, καὶ κραταιὸν ὑπέρμαχον, Πάτερ θλιβομένων, Κύριος ἀνέδειξεν, θεοφόρε Ἔρασμε, διὰ τὰ φαιδρά  σου παλαίσματα.

Τῶν Ἀγγέλων σὲ συνόμιλον ἐν ὕψιστοις, καὶ τῆς οἰκείας Βασιλείας, φαιδρὸν κληρονόμον, δείκνυσιν ὁ Κύριος, θεόκλητε Ἔρασμε, διὰ τὴν τιμίαν σου ἄθλησιν.

Ὀλβιώτατον λαμπτῆρα τῆς Ἐκκλησίας, καὶ φαεινὸν σὲ ἥλιον, Χριστὸς ἐπαξίως τῷ κόσμῳ ἀνέδειξε, θεάρεστε Ἔρασμε· ὅθεν γηθοσύνως ὑμνοῦμέν σε.

Θεοτοκίον.

Ὡς δεσπόζουσα Παρθένε τῶν ποιημάτων, καὶ τοὺς πιστοὺς φυλάττουσα τὸ θρέμμα τῆς Ἄγαρ, ἄνελε πρεσβείαις Σου, ὑπάρχεις γὰρ ἄχραντε, τεῖχος καὶ λιμὴν τοῖς ὑμνοῦσί Σε.

 

Ἕτερος. Εἰσακήκοα τὴν ἀκοήν.

Ἐράσμιος ἀθλητά, ἀνεδείχθης Κυρίῳ, φερωνύμως, ὑπ’ Αὐτοῦ ἀγαπηθεὶς καὶ κληθείς.

Διέῤῥηξας τῆς πικρᾶς, ἀσεβείας θεόφρον, τὴν ἀπάτην, καὶ τὴν ποίμνην σου διέσωσας.

Ἐπάταξας κραταιῶς, τοῦ ἐχθροῦ τὰς δυνάμεις, διακόψας, τῶν τυράννων τὰ φρονήματα.

Θεοτοκίον.

Ἡ μνήμη σου μυστική, πανδαισία ὑπάρχει, εὐωχοῦσα, τοὺς πιστοὺς Ἔρασμε θείαν τρυφήν.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ἰταμῶς δικαστὴν ἀνομοῦντα κατήσχυνας, σὺ Ἔρασμε μυστηπόλε, χεόμενος μολύβδῳ τὰ φαιδρά σου μετάφρενα.

Σοῦ βλύσασα ἡ σάρξ, ταῖς τῶν βάκλων αἰκίσεσι, φῶς Ἔρασμε μυστολέκτα, ἀμαυροῦται ὁ πλάνος, σὺν τοῖς αὐτοῦ ὁμόφροσιν.

Ἔννομος λειτουργός, τοῦ Θεοῦ γιγνωσκόμενος, σὺ Ἔρασμε μυστηπόλε, σελασφόρῳ σιδήροις τοῖς ὄνυξι γεγηθὼς κατετέτμησο.

Ῥήγνυται ὁ ἐχθρός, ἐπὶ σοὶ οἷς εἰργάσατο, ὦ Ἔρασμε μυστηπόλε, ὡς τῇ κάρᾳ ἐδέξω, τὸ πυρφόρον περίχυμα.

Θεοτοκίον.

Ὕπερθεν Σαῖς λιταῖς, ἀοράτως τοὺς Ἄραβας, πῦρ ἔδεται Θεοτόκε, ἐπὶ Σοὶ γᾶρ πεποίθαμεν, πάντοθεν πολεμούμενοι.

 

 

Ἕτερος. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Τὸν φωτισμὸν τοῦ Κτίστου, ἐν τῇ καρδίᾳ δεξάμενος Ἔρασμε, ἔλαμψας ταῖς ἀκτῖσι, τῆς ὑπομονῆς καὶ ἀθλήσεως.

Τὴν ἱερὰν στολήν σου, τοῖς τῶν αἱμάτων ποικίλαις ῥαντίσμασιν, ἔδειξας λαμπροτέραν, Μάρτυς κεχρωσμένη τῇ χάριτι.

Ἐν τῇ φαιδρᾷ σου μνήμῃ, ὡς ἐν λειμῶνι ποικίλῳ συντρέχοντες, Ἔρασμε ἀθλοφόρε, ἄνθη τῶν θαυμάτων δρεπόμεθα.

Θεοτοκίον.

Γῆ τῆς ἀρᾶς τῆς πρώην, ἀπαλλαγεῖσα Παρθένε τῷ τόκῳ Σου, νεουργεῖσθαι ἐλπίζει, τῇ ἐλευθερίᾳ τῶν τέκνων Θεοῦ.

 

ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.

Ἄτρωτον ἐκ τῆς φθορᾶς Χριστὸς διεσώσατο, καθάπερ Πέτρον τηρῶν σε, εἰς πολλῶν ἀνόρθωσιν πεπτωκότων, παραδόξως καθοδηγῶν σε τίμιε Ἔρασμε.

Σύντρομος, τῷ παραδόξῳ γέγονε τέρατι, ὁ σοβαρὸς δικολόγος τὰς γὰρ εἰς κόνιν ἐναλλαγήσας, καὶ τὰ κλοῖα τῶν πειρασμῶν ἑώρα σοι Ἔρασμε.

Μέγιστον, χρηματισθεὶς ὑπὸ Θεοῦ τετέλεκας, θαῦμα θανέντα γὰρ παῖδα τοῦ Ἀναστασίου ἤγειρας· ὅνπερ, σὺν γονεῦσι, καὶ πανοικεῖ ἐφώτισας Ἔρασμε.

Θεοτοκίον.

Ὤλεσον τὸν Ἰσμαὴλ μετ’ ἤχου θεόνυμφε, τὴν κληρουχίαν Σου ταύτην, ἀνελεῖν βουλόμενον ἐν μαχαίρᾳ, ἵνα πάντες χαρμονικῶς, τὸ χαῖρέ Σοι κράζωμεν.

 

Ἕτερος. Χιτῶνά μοι παράσχου φωτεινόν.

Τὸν κλύδωνα αἰσίως Ἀθλητά, τῆς πλάνης διέδραμες, τὸ Πνεῦμα τὸ ἅγιον, κυβερνήτην ἀπλανῆ προστησάμενος.

Τὸ αἷμά σου σταγόνες τοῖς πιστοῖς, ἐδείχθησαν Ἔρασμε, ποτίζουσα ἴαμα, καὶ τῆς πλάνης ἀποσμήχουσαι τὸ μίασμα.

Τῷ κύτει τῶν θαυμάτων σου σοφέ, τῆς πλάνης τὰ ἅρματα, ἐβύθισας Ἔρασμε, καὶ διήγαγες Θεῷ κληροδοσίαν πιστῶν.

Θεοτοκίον.

Ἰδοὺ ἡ παῤῥησία τῶν πιστῶν, ἰδοὺ ἡ ἀντίληψις, ἰδοὺ ἡ βοήθεια, Σὺ ὑπάρχεις ἡ ἡμῶν Θεοτόκε χαρά.

 

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.

Τὸν ἐν κινδύνοις θερμώτατον ἀντιλήπτορα, καὶ τοῖς αἰτοῦσιν εὐεπήκοον προστάτην, Ἔρασμον πάντες ὕμνοις τιμήσωμεν, τούτου γὰρ ἡ φωσφόρος καὶ πανυπέρλαμπρος μνήμη, ἐγείρει κράζειν· Κύριε δόξα Σοι.

Ὁ Οἶκος.

 

Πῶς ἱκανῶς τὸν θεῖον ἐπαίνοις καταστέψω Ἔρασμον, ἀμαθέστατος ὢν καὶ ῥύπου πλήρης τὰς φρένας, ὅμως ὡς ἔχω λόγων ἰσχύος, λέγω ὅτι ἐφ’ ὅσον τὴν οἰκουμένην ζωγονεῖ ταῖς φαειναῖς ἀκτῖσιν ὁ ἥλιος, τοσοῦτον ὁ θεοφόρος ταῖς ἀπείροι αὐτὸν περιέλαμψε θαυματουργίαις, μαρτύριον ἠνυκὼς ὃς καὶ κράζειν προτρέπεται· Κύριε δόξα Σοι.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐράσμου, τοῦ ἐν Χερμελίᾳ τῆς Ἀχρίδος.

Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ἄλκιμος ὤφθης, τοῖς παγκλέεσι κόποις καὶ προσηνής, Μάρτυς, ὡς τῆς θείας χάριτος μετασχών, τοῖς λαοῖς γὰρ ψάλλων ἔφασκες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ὁ ἐξ ἀνοίας, τῶν δυσσεβῶν χαλκὸς τιμώμενος, ὤφθη διὰ σοῦ αισχύνη τῷ δικαστῇ, ἀνεκήρυττες γὰρ Ἔρασμε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Σὺ τὸν φανέντα, ἐκ τοῦ ἀψύχου ἔμπνουν δράκοντα, Μάρτυς ἐκβοὼν ἐλαύνεις προστακτικῶς, ἀνελόντα κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Πυρίπνουν χλαῖναν, ἀμφιεσθεὶς γυμνὸν χαλκότευκτον, Μάρτυς δροσοβόλον ἔδειξας παρευθύς, καὶ ἐβόας ἀγαλλόμενος· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

 

Ἕτερος. Ὁ ἐν ἀρχῇ.

Ὁ μυστικήν, εὐφροσύνην τῷ κόσμῳ, τοῦ Ἀθλητοῦ, ἀναδείξας τὴν μνήμην, εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεός, τῶν Πατέρων ἡμῶν.

Ἐν τῷ πυρί, τῶν βασάνων θεόφρον, τὸ καθαρόν, ὡλοκαυτώσας σῶμα, καὶ εὐωδία, Θεοῦ ἐδείχθης, τῇ ὀσμῇ τῇ μυστικῇ, τοῦ μαρτυρίου σου.

Τῇ νοητῇ, τοῦ Πνεύματος μαχαίρᾳ, καθοπλισθείς, ἱεράρχα ἀνδρείως, ὑπερηφάνων, τῶν πολεμούντων, διέκοψας κεφαλάς, Ἔρασμε ἔνδοξε.

Ὑπὲρ ἡμῶν, τῶν πόθῳ ἐκτελούντων, τὴν μνήμην σου, ἱκέτευε ἀπαύστως, Ἱερομάρτυς, ἵνα τῆς θείας, καὶ μακαρίας ζωῆς, ἀξιωθείημεν.

Θεοτοκίον.

Ὁ τὴν χαράν, τὸ γένος τῶν ἀνθρώπων, διὰ τῆς Σῆς, Μητρὸς καταπλουτίσας, εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεός, τῶν Πατέρων ἡμῶν.

 

 

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

Ῥοιζοῦντι προσάγεται πυρί, τῷ ἐν τῷ λέβητι, ὁ θεῖος Ἔρασμος, ἐπὶ τοῦ ὕδατος ὥσπερ δέ, ἀναπαύσεως ψυχούμενος, δείκνυσιν ἔκκαυμα ἐχθρῶν, τῶν μὴ κραζόντων Χριστῷ, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στέφανον χαρίτων ἐκ Θεοῦ, σοφὲ ἀπείληφας, διὰ ἀθλήσεως, καὶ στεφανίτης ἀνέδραμες, τὴν φθορὰν ἀποσεισάμενος, πρὸς Ὃν ἐπόθησας ἀεὶ Χριστὸν καὶ ἔκραζες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τέτρωται παράνομος ἐχθρός, Χριστῷ τὸν ἔρασμον, ὡς ἐθεάσατο, δι’ αἰκισμῶν τίμιον σφάγιον, προσαχθέντα καὶ κραυγάζοντα, μετὰ Μαρτύρων ἱερῶν· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Λύτρωσαι ἡμᾶς τῶν δυσχερῶν, ἀγνὴ Μητρόθεε, καὶ ἀπειρόγαμε, καὶ τοὺς ἐχθροὺς ἡμᾶς ὤλεσον, καὶ εἰς τέλος ἐξαφάνισον, ἵνα βοῶμεν ἐν χαρᾷ, πόθῳ κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ἕτερος. Τὸν ἐν ὄρει.

Ταῖς βολίσι, τῶν λόγων σου θεόφρον, τῶν τυράννων, κατέτρωσας τὰς φρένας, καὶ νικηφόρος ὤφθης τῇ τοῦ Πνεύματος, Ἔρασμε σοφίᾳ, καὶ ἀπταίστῳ γνώμῃ, στεῤῥῶς ὀχυρωμένος.

Πρὸς τὸ ὕψος, τῆς ἄνω Βασιλείας, ταῖς βασάνοις, ὡς κλίμακι ἐχρήσω, καὶ ἀναβάσει θείας ἐνστησάμενος, τῇ ὑπομονῇ σου, ἔφθασας σοφέ, οὐρανῶν κατασκηνώσεις.

Ὡς χρυσίον, δόκιμον ἀνεδείχθης, ὁμιλήσας, πυρὶ τοῦμαρτυρίου, καὶ καθαρὸν ἐξέλαμψας τῆς πίστεως, Ἔρασμε τὸ κάλλος, τὸν δημιουργόν, ἀνυμνῶν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὑπερέχει, τὸ θαῦμά Σου Παρθένε, πάντα λόγον, καὶ νόησιν Ἀγγέλων, καὶ ὑπὲρ πάντα πλοῦτον τὰ τῆς χάριτος, βρύουσί Σου ῥεῖθρα, ἃ τὶς Σὲ ποθοῦσιν, ἀεὶ ἐποχετεύεις.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Ἄνθραξ παμφαέστατος φλέγων, τοὺς ἀπειθεῖς εἰδωλολάτρας, ὑπ’ αὐτοῦ τοῦ Λόγου αὐγασθείς, ἱερομύστα πέφηνας Ἔρασμε, φωταγωγός τε μέγιστος, τοῖς ἐπαξίως ἀνυμνοῦσί σε.

Τέττιξ μελῳδὸς τῶν ἀῤῥήτων, λαῷ εὐγνώμονι καὶ θείῳ, πίστει διὰ πράξεως δειχθείς, θεογνωσίαν πᾶσιν ἐτράνωσας, ἱερομύστα Ἔρασμε· διό σε πάντες μεγαλύνομεν.

Σέλας ζωηφόρου παράσχου, τοῖς ἐκτελοῦσί σου τὴν μνήμην, σοῖς ὑμνηταῖς ἀμαρτωλοῖς, τὴν Ἐκκλησίαν φρούρει ἀκράδαντον, ἱεροφάντορ Ἔρασμε, ἵνα σὲ πάντες μεγαλύνωμεν.

Θεοτοκίον.

Ἥνπερ ἐστερέωσας πόλιν, πρεσβευτικῶς πρὸς πολεμίους, τήρησον ἀλώβητον ἀεί, Παρθενομῆτορ τοῦ Βασιλέως Χριστοῦ, χαρμονικῶς ὦ Δέσποινα, ὅπως Σὲ πάντες μεγαλύνωμεν.

 

Ἕτερος. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Τὸ τοῦ μαρτυρίου σοφὲ περίδοξον κάλλος, ὡς διάδημα φέρουσα, ἡ σεπτὴ Ἐκκλησία, ὡραΐζεται καὶ φαιδρύνεται τούτῳ, καὶ τοῖς σοῖς λαμπρύνεται παλαίσμασιν.

Σὺ τὴν προσφορὰν ἔνδοξε ὀρθῶς διερείσας, τὴν τοῦ σώματος Ἔρασμε, ἀνήνεγκας ἀξίως, εἰς τὸ ἄνω θυσιαστήριον ταύτην, ἣν ὁ Βασιλεὺς Χριστὸς ἐπένευσεν.

Ἐν τῇ εὐωδίᾳ Μάρτυς καὶ τῇ μυρωδίᾳ, τῶν θαυμάτων σου Ἔρασμε, κατέθελξας τὸν πόθῳ, εὐφημοῦντα τὴν σὴν ἀνδρείαν καὶ τοῦτον, τῇ τοῦ μαρτυρίου ἐφελκύσω ὀσμῇ.

Θεοτοκίον.

Ὑπὸ Σοῦ Παρθένε ἁγνὴ φρουρούμενοι πάντες, οἱ πιστῶς τὴν Σὴν ἔχοντες, ἀπροσμάχητον ὄντως, δυναστείαν καὶ κραταιὰν προστασίαν, τῶν ἐχθρῶν τὰ θράση συμπατοῦμεν ἀεί.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἑρασμιώτατος ὤφθης Χριστοῦ πανάριστε, τὴν τοῦ Θεοῦ σοφίαν, ἐχρημάτισας ὄντως· διὸ καὶ ἀνεβόας Χριστῷ τῷ Θεῷ, καὶ εὐαγγελίοις ὡμίλεις σαφῶς, καὶ ἐκ κοράκων ἐπέμπετο ἡ τροφή σου, παμμάκαρ ἀξιάγαστε.

 

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ καρδία αὐτοῦ σύνεσιν.

Ἐρασμιώτατος ὤφθης Θεῷ πανόλβιε, ὡς τῆς Αὐτοῦ ὑπάρχων, Ἐκκλησίας δομήτωρ, μέχρι τῶν ἐσχάτων, τερμάτων τῆς γῆς, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον ἀνακηρύττων, καὶ φαίνων καὶ πρὸς τὸ φῶς, ἐπανάγων ἀληθέστατα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ποιμαντικῶς διαπρέψας ἱερομάρτυς Χριστοῦ, ἀθλητικοὺς ἀγῶνας, ὑπομείνας γενναίως, καὶ δι’ ἀμφοτέρων στέφος λαβών, ἐν ἑκατέροις κοσμούμενος, δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου