ΙΟΥΝΙΟΣ Β΄!!
ΝΙΚΗΦΟΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Ἀληθείας ἑδραίωμα, καὶ τῆς
πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γινώσκομεν, τῆς
εὐσεβείας συνήγορον, ἁγνείας τε σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας
τοῦ Πνεύματος, καὶ παμμέγιστον,θησαυρὸν διδαγμάτων
καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, ἱεροφάντα θεόπνευστε.
Ἀποστόλων
διάδοχον, Ἀθλοφόρων ὁμότροπον, Ἀσκητῶν ὁμόζηλον εὐφημοῦμέν σε, καὶ Διδασκάλων ἐκσφράγισμα,
καὶ θεῖον ἐκτύπωμα, καὶ Χριστοῦ μυσταγωγόν, Ἱεράρχα
μακάριε, καὶ θεόῤῥυτον, ποταμὸν ἰαμάτων
τὰς ἀνόμους, καὶ βλασφήμους διανοίας, κατακαλύπτοντα πάνσοφε.
Τῆς
σοφίας τὸ τάλαντον, πλεονάσας πανόλβιε, τῆς χαρᾶς ἠξίωσαι
τοῦ Κυρίου σου, πεποικιλμένος τῇ χάριτι, τῆς
θείας ἐλλάμψεως, καὶ τῇ αἴγλῃ νοητῶς, ἀποστίλβων
τοῦ Πνεύματος, νῦν παρίστασαι, δεξιᾷ ζωηφόρῳ λαμπηδόσιν, οὐρανίοις ἀενάως, καταστραπτόμενος ἔνδοξε.
Ἕτερα.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Λόγῳ
τὰ πάθη πανόλβιε, καθυποτάξας σαφῶς, τὴν ψυχὴν κατελάμπρυνας, ἀρετῶν ἐν
χρώμασι, καὶ δογμάτων φαιδρότητι, τὸν τῆς σοφίας πλοῦτον δρεψάμενος, καὶ
διανείμας τοῖς σοὶ προστρέχουσι· λύχνος πολύφωτος, γεγονὼς τῇ χάριτι θεοπρεπῶς,
ὄντως ἐγκαλλώπισμα, τῇ Ἐκκλησίᾳ Χριστοῦ.
Νίκην
κατ’ ἐχθρῶν ἀράμενος, δικαιοσύνης λαμπρῷ, νῦν στεφάνῳ κεκόσμησαι, Νικηφόρε
πάνσοφε, τῆς ἁγνείας διδάσκαλε, τῆς εὐσεβείας στύλος ἀκράδαντος, τῆς Ἐκκλησίας
ἀκαταμάχητος, πύργος γενόμενος, τῶν ἀφρόνων ἅπασαν αἱρετικῶν, φάλαγγα
τροπούμενος, θεόφρον Ὅσιε.
Ἔνδον
τῶν ἀῤῥήτων πέφηνας, εἰς οὐρανοὺς ἀναβάς, ἀρετῶν εὐωχούμενος, θεοῤῥῆμον ἅρμασι,
διφρηλάτης αἰθέριος, ὡς ὁ Θεσβίτης νῦν ἀνυψούμενος, οὗ καὶ τὸν ζῆλον
ἐκμιμησάμενος, ξίφει τοῦ πνεύματος, τῆς αἰσχύνης ἅπαντας τοὺς ἱερεῖς, ἄριστα
κατέσφαξας, μακαριώτατε.
Δόξα.
Ἦχος δ΄.
Ὥσπερ
ἡδύπνοον ῥόδον τῇ Ἐκκλησίᾳ ἐξήνθησας, Νικηφόρε πολύαθλε, ταῖς ὀδμαῖς τῶν ἀρετῶν
καὶ δογμάτων σου, καταμυρίζων τῶν πιστῶν τὰ συστήματα, καὶ τοῖς ἐξαισίοις ἀγῶσί
σου καταφαιδρύνων οἰκουμένης τὰ πέρατα· διὸ συναθροισθέντες σήμερον ἐπὶ τῇ
πανσέπτῳ πανηγύρει σου, καὶ πόθῳ ζέοντι εὐφημοῦντές σε ἱκετεύομεν, μὴ ἀποκάμης
ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Δεσπότην σου καὶ Κύριον, λυτροῦσθαι ἐκ παντοίων κινδύνων
καὶ αἱρέσεων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα
ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι
εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ
πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ
τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον,
Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ
μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου,
εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ
γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν
ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ
λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ
ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν
ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ
ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ
αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ
Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ
ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου
χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Ἀγάλλου
ἐν Κυρίῳ πόλις τοῦ Κωνσταντίνου καὶ σκίρτησον σήμερον, τοὺς πιστοὺς συγκαλοῦσα
πρὸς πανήγυριν φαιδράν, καὶ μυστικὴν εὐφροσύνην, ἐν τῇ σεβασμίᾳ μνήμῃ τοῦ
σεπτοῦ σου πολιούχου καὶ ποιμενάρχου, Νικηφόρου τοῦ τρισμάκαρος, τοῦ ἐκ σοῦ μὲν
ἐκβλαστήσαντος, τὴν δὲ οἰκουμένην πᾶσαν καταφαιδρύναντος καὶ καταισχύναντος,
καὶ πάσας τὰς αἱρέσεις ἐκ ποδῶν ποιησαμένου· καὶ εὐχαρίστως Θεῷ καὶ Πατρὶ
ἀναβόησον· δόξα Σοι Χριστέ, τῷ ἐνδοξαζομένῳ ἐν τοῖς Ἁγίοις Σου.
Ὁ
αὐτός.
Τὸ
τοῦ Πνεύματος θειότατον ὄργανον, τῆς σοφίας τὴν πηγὴν τὴν ἀκένωτον, τῶν
οὐρανίων τὸν μύστην, καὶ τῶν ὑψηλῶν δογμάτων τὸ πέλαγος, τὸν τῆς Ἐκκλησίας
κοσμήτορα, καὶ ἱεραρχῶν τὸν ὑπέρτατον, εὐσεβούντων τὸ κλέος, καὶ αἱρετιζόντων
ἀντίπαλον, Νικηφόρον τὸν μέγιστον ἀριστέα, κατὰ χρέος εὐφημήσωμεν, ἵνα πρεσβεύῃ
ἀκαταπαύστως τῷ διδασκάλῳ αὐτοῦ Χριστῷ, ὑπὲρ τῶν ἐκ πόθου ἑορταζόντων τὴν
μνήμην αὐτοῦ τὴν σωτήριον.
Ἦχος
β΄.
Ὅτε
παρέστης τῷ παρανόμῳ βασιλεῖ θεσπέσιε, τῆς Ὀρθοδοξίας προϊστάμενος, τότε ὑπὸ
σοῦ διήλεγκται ὡς ἐμβρόντητος καὶ εὐηθέστατος, τῇ δυνάμει τῶν εὐστοχοτάτων σου
λόγων καταβληθείς· ἀπειλαῖς δέ σε καθυποβαλών, καὶ φυλακαῖς, καὶ στενοχωρίαις
ἐν τῇ ὑπερορίᾳ, οὐκ ἴσχυσεν ὁ παράφρων, μέχρι τέλους τὸ τῆς ψυχῆς σου ἀνένδοτον
χαυνῶσαι εἰς τὸ προδοῦναι τὴν εὐσέβειαν· διὸ ὡς ὁμολογητὴς τὰ γέρα τῶν πόνων
σου κομισάμενος πρὸς τοῦ Δεσπότου σου, καὶ παῤῥησίαν πολλὴν πλουτῶν πρὸς Αὐτόν,
ἀκαταπαύστως πρέσβευε ὑπὲρ τῆς Ἐκκλησίας· τὸν καλὸν ἀγῶνα διατηρῶν αὐτῆς, καὶ
τὸ κάλλος ἀλώβητον, ταῖς τῶν ἐναντίων προσβολαῖς καὶ προσρήξεσι· τοῖς δὲ
ἀνευφημοῦσί σου τοὺς ἀγῶνας, καὶ πιστῶς ἐπιτελοῦσι τὸ ἱερόν σου μνημόσυνον,
αἴτησαι σωτηρίαν ψυχικήν, καὶ τὸ μέγα ἔλεος.
Ἦχος
δ΄.
Ἀρετῶν
εἰς μέγιστον ὕψος ἀναβάντα σε θεασάμενος, ὁ Δεσπότης σου Χριστός, Νικηφόρε
τρισόλβιε, ἐπὶ τὴν ὑψηλὴν λυχνίαν ἐνιδρύσατο, ποιμενάρχην σεπτὸν τῆς
βασιλευούσης τῶν πόλεων ἀπεργασάμενος, καταπυρσεύοντα μὲν ἐκεῖθεν τὴν ὑφήλιον
πᾶσαν ταῖς φαειναῖς σου ἀρεταῖς, καὶ ἐνθέοις διδάγμασι, καὶ δόγμασι,
κατατέρποντα δὲ τῶν εὐσεβούντων τὴν ὁμήγυριν τοῖς ξένοις θαυμασίοις σου· καὶ
μεταστὰς ἐκ τῆς προσκαίρου ζωῆς πρὸς τὴν ἀεὶ διαμένουσαν, ἐποπτεύεις θεόφρον
τοὺς πιστῶς ἀνευφημοῦντάς σε, δωρούμενος αὐτοῖς τῶν αἰτημάτων τὴν χάριν,
σωτηρίαν ψυχικὴν καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Σήμερον
ἀνέτειλεν ὑπὲρ τὸν ἑωσφόρον, ἡ πανεύσημος μνήμη καὶ φαιδροτάτη ἑορτή, Νικηφόρου
τοῦ τρισμάκαρος ποιμενάρχου, τοὺς πιστοὺς ἀοράτως κατατέρπουσα, τοῖς
ἀποστολικοῖς καὶ ἀθλητικοῖς αὐτοῦ ἀγῶσιν. Οὗτος γὰρ ὁ ἀοίδιμος, τὸ πρότερον μὲν
ἐν ἀσκήσει διαπρέψας, ἱερωσύνης δὲ ὕστερον κοσμηθεὶς ταῖς λαμπρότησι, πάντα τὸν
κόσμον ἐφώτισε, τοῖς πανσόφοις αὐτοῦ δόγμασι· τὰς δὲ αἱρέσεις πάσας ἐκποδῶν
ἐποιήσατο· ὅθεν τῆς Ἐκκλησίας προστάτης καὶ τῆς εὐσεβείας προασπιστὴς ἐδείχθη
ἀπαράμιλλος· διὸ παριστάμενος τῇ μακαρίᾳ Τριάδι, ὡς ἱεράρχης θεόληπτος, ὡς
Μάρτυς ἄνευ αἵματος ἐννομώτατος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου
ἀνευφημούντων τὰ γενναῖα αὐτοῦ παλαίσματα, καὶ χαρμονικῶς ἑορταζόντων τὴν
πάμφωτον καὶ θείαν αὐτοῦ πανήγυριν.
Καὶ
νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθώς.
Χαίροις,
ὁ ἱεράρχης Χριστοῦ, ὁ καταπτύσας τὰ ἐπίκηρα ἅπαντα, καὶ κόσμον καταφαιδρύνας,
τῶν ἀρετῶν σου σοφέ, καὶ δόγματων θείων τοῖς πυρσεύμασι· πηγὴ χαῖρε ἔμπλεως,
χαρισμάτων τοῦ Πνεύματος, ἀρχιερέων, τὸ σεπτὸν ἀκροθίνιον, χαῖρε καύχημα,
Ἐκκλησίας καὶ στήριγμα· χαίροις ὁ παριστάμενος, Χριστῷ τῷ Κυρίῳ σου, καὶ σὺν
Ἀγγέλοις χορεύων, καὶ τῶν Ἁγίων τοῖς τάγμασι· μεθ’ ὧν ἐκδυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
ἡ ἱερὰ κεφαλή, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος, τὸ κλέος τῶν Βυζαντίων, ὁ τῶν
πιστῶν στηριγμός, τὸ τοῦ Παρακλήτου θεῖον ὄργανον, ὁ νοῦς ὁ σοφώτατος, ὁ
διδάγμασιν ἅπαντας, καταφωτίσας, καὶ φαιδρύνας τὴν σύμπασαν, τῇ ἐνστάσει σου,
καὶ πολλοῖς ἀγωνίσμασι· χαίροις ὅτι κατήσχυνας, δεινῶς αἱρετίζοντας, καὶ
τροπωσάμενος τούτος ὡς νικηφόρος θεόληπτος· Χριστὸν ἐκδυσώπει, παρασχεῖν ἡμῖν
εἰρήνη, καὶ μέγα ἔλεος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις,
ὁ ἱερώτατος νοῦς, ὁ ἀπὸ βρέφους ἀγαπήσας τὸν Κύριον, καὶ πᾶσαν ἐκπλῆξας φρέναν,
τῇ καρτερίᾳ τῇ σῇ, καὶ εἰκονομάχους τροπωσάμενος, καὶ νῦν κατεσκήνωσας, ἔνθα ἦχος
ἀκούεται, ἑορταζόντων, ἔνθα φῶς τὸ ἀνέσπερον, ὅπου χαίρουσι, τῶν Ἁγίων τὰ
τάγματα· οἷς καὶ συναυλιζόμενος, θεόφρον Πατὴρ ἡμῶν, λύσιν πταισμάτων παράσχου,
τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀγάλλεται
σήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἐν τῇ πανσέπτῳ σου μνήμῃ, Νικηφόρε πανσέβαστε, ὡς
ποιμένα σε πανάριστον θεόθεν εὐμοιρήσασα· εὐφραίνεται δὲ καὶ ἡ βασιλὶς τῶν
πόλεων ἐν κόλποις κατέχουσα ὡς πολυτίμητον θησαυρόν, τὸ πολύαθλον σῶμά σου· ἡ
δὲ οἰκουμένη πᾶσα, προστάτην σε κηρύττει θερμότατον, ὡς διὰ σοῦ τὴν εὐσέβειαν
διακρατοῦσα· διὸ τοὺς ἐκτελοῦντάς σου τὴν πάμφωτον μνήμην, καὶ θαυμασίαν
ἑορτήν, καὶ προσκυνοῦντάς σου τὸ ἱερώτατον σκῆνος, περίσωζε ἐκ παντοίων νόσων
καὶ περιστάσεων, ταῖς ἀκοιμήτοις πρεσβείαις σου πρὸς Θεὸν τὸν σὲ δοξάσαντα.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγα
καύχημα, τῆς Ἐκκλησίας, μέγα στήριγμα, τῆς Βυζαντίδος, μέγα κλέος τῶν πιστῶν
ἀναδέδειξαι· ὡς εὐσεβείας προστάτης θερμότατος, καὶ κακοδόξων γενναῖος ἀντίπαλος,
Νικηφόρε ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ὅμοιον.
Νίκην
ἤνεγκε, τῇ Ἐκκλησίᾳ, ἡ σὴ ἔνθεος, ὁμολογία, Νικηφόρε Ἱεράρχα θεόληπτε, τὴν γὰρ
Εἰκόνα τοῦ Λόγου σεβόμενος, ὑπερορία ἀδίκως ὠμίλησας. Πάτερ Ὅσιε, Χριστὸν τὸν
Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἥλιος λαμπρός, Νικηφόρε θεόφρον, ἡ μνήμη σου σοφέ, ἐπεφάνη τῷ κόσμῳ, ἁπάντων
καταυγάζουσα, τῶν πιστῶν τὰ συστήματα, καὶ ἐγείρουσα, ἀνευφημεῖν σοὺς ἀγῶνας,
καὶ τὰ σκάμματα, καὶ τὸν Σωτῆρα δοξάζειν, τὸν σὲ μεγαλύναντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας
ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε,
εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ
φαιδρά σου σήμερον, μνήμη ἐπέστη, Νικηφόρε πάνσοφε, φωταγωγοῦσα τοὺς πιστούς,
καὶ διεγείρουσα ᾄσμασιν, ἀνευφημῆσαι, τοὺς θείους ἀγῶνάς σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὰς
ἀχράντους χεῖράς Σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ Σέ,
καὶ τῷ Υἱῷ Σου κραυγάζοντας, πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη Σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πρὸς
ὑπερκόσμια, θεῖα σκηνώματα, σὺ μεταβέβηκας, ὦ ἱερώτατε, γέρα ληψόμενος σοφέ,
ἀγώνων σου τῶν πανσέπτων· ὅθεν τοὺς τελοῦντάς σου, τὴν σεβάσμιον κοίμησιν, καὶ
ἀσπαζομένους σου εὐλαβῶς τὸ σὸν λείψανον, φύλαττε εὐχαῖς σου Νικηφόρε, παντοίων
νόσων καὶ κινδύνων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς
παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς
ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
τρισμάκαρ ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ
μαθητής, ὁ τυθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε Νικηφόρε
πολύαθλε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου ὁ παρών,
οὗ ἡ Ἀκροστιχίς: Τὸν Νικηφόρον ὡς νικηφόρον ᾄσμασι μέλπω.
Θεοφάνους.
ᾨδὴ α' Ἦχος
δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Τὴν πρᾶξιν τῆς
θεωρίας ἔδειξας, σαφῶς ἐπίβασιν· τὴν γὰρ ψυχὴν ῥυθμίσας
πρακτικῶς, Νικηφόρε πανόλβιε, πρὸς θεωρίαν ἄριστον, τὴν ἀκροτάτην ἀνεπτέρωσας.
Ὁ λόγος ὡραϊσμένος
πράξεσιν, ὁ βίος λόγῳ δέ, κεκοσμημένος ὤφθη σου
λαμπρῶς, Νικηφόρε θεόληπτε· διὸ ἐπὶ τοῦ θρόνου σε, τοῦ
ὑψηλοῦ Χριστὸς ἀνέθετο.
Νοσήσας τοῦ Μαμωνᾶ τὴν
αἵρεσιν, Λέων ὁ δείλαιος, καὶ τῇ στεῤῥᾷ σοι πέτρᾳ προσβαλών, Νικηφόρε
συντέτριπται, καὶ θαυμαστή τις γέγονεν, ἡ συμφωνία τῆς
σοφίας σου.
Νεκρώσας τὰ ἐπὶ γῆς
φρονήματα, σὺ δι' ἀσκήσεως, καὶ τὴν ψυχὴν ἰθύνας ἐμμελῶς,
Νικηφόρε θεόπνευστε, πρὸς τοὺς λιμένας ἔφθασας, τῆς ἀκυμάντου
καταστάσεως.
Θεοτοκίον
Ἰάσω τὴν συντριβὴν πανάμωμε, τῆς ἀνθρωπότητος, τὸν
ποιητὴν τεκοῦσα τοῦ παντός, τὸν ἡμᾶς ἀνορθώσαντα, καταῤῥαγέντας
πτώματι, τῶν Προπατόρων Θεονύμφευτε.
ᾨδὴ γ'.
Οὐκ ἐν σοφίᾳ.
Κατακοσμήσας, ἀρετῶν ταῖς ἰδέαις
τὸν βίον σου, καὶ φωστὴρ λόγον ζωῆς, σαφῶς ἐπέχων
γενόμενος, Χριστοῦ τὴν πανίερον, ποίμνην ἐποίμανας.
Ἡ θεοῤῥήμων, καὶ πυρίνη
σου γλῶσσα καὶ ἔνθεος, τῷ πυρὶ τῷ νοητῷ, τὰς
ἀκανθώδεις κατέφλεξεν, αἱρέσεις θεόσοφε, Πάτερ ἀοίδιμε.
Φιλοσοφίᾳ, τῆς σοφίας
τὸ βάθος ἠρεύνησας, καὶ δογμάτων σου
πλοκαῖς, τοὺς ἀθετοῦντας εἰκόνα
Χριστοῦ, τρανῶς ἀπηγχόνησας, ἀξιοθαύμαστε.
Θεοτοκίον
Ὁμολογοῦντες, τὸν
Πατρὶ πρὸ αἰώνων συνάναρχον, ἐπ' ἐσχάτων ἐκ τῆς
σῆς, γαστρὸς τεχθέντα Πανάμωμε, κυρίως δοξάζομεν, σὲ Θεομητορα.
Κάθισμα Ἦχος
α'. Τὸν τάφον σου Σωτήρ.
Χοροὶ Πατριαρχῶν, τὴν ἁγίαν
σου μνήμην, ἐν ὕμνοις καὶ ᾠδαῖς, Νικηφόρε τιμῶσι· προσθήκην
γὰρ ἐδέξαντο, τὴν ψυχήν σου τὴν ἔνδοξον· ὅθεν
σήμερον, καὶ ἡ σεπτὴ Ἐκκλησία, μεγαλύνουσα, τὸν Βασιλέα
δοξάζει, τὸν μόνον φιλάνθρωπον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Μητέρα
σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ
τόκον ὀφθεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν
σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν,
ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς
σωτηρίαν, τὴν μόνην πανάμωμον.
ᾨδὴ δ'.
Ἐπαρθέντα σε ἰδοῦσα.
Ῥώμῃ τῇ θείᾳ τὰς
μύλας ἱεροφάντα, τῶν ἀσεβῶν συνέθλασας, τῷ στεῤῥῷ σου
λόγῳ, τούτους τροπωσάμενος, καὶ σέβειν ἐδίδαξας, θεῖον
τοῦ Σωτῆρος εἰκόνισμα.
Ὁμολογία τὴν θείαν ἱερωσύνην, περιφανῶς ἐφαίδρυνας, Πάτερ
Νικηφόρε, Λέοντος ὠμότητι, ὑπεροριζόμενος, μύστα τῶν ἀῤῥήτων
θεόληπτε.
Νεανικῶς προϊστάμενος
Νικηφόρε, τῶν εὐσεβῶν δογμάτων, τῆς σεπτῆς Ἐκκλησίας, μάστιγι
τῶν λόγων σου, τοὺς λύκους ἐδίωξας, πίστιν τὴν ὀρθὴν
καπηλεύοντας.
Ὡς παράδεισον τὴν καρδίαν
σου κεκτημένος, ξύλον ζωῆς ἐν μέσῳ ταύτης πεφυτευμένον, πᾶσιν ἐφανέρωσας
τὸν λόγον τῆς πίστεως, Πάτερ Νικηφόρε θεόπνευστε.
Θεοτοκίον
Σεσαρκωμένον
τὸν ἄσαρκον πρὶν τεκοῦσα, Λόγον Θεοῦ πανύμνητε
Κεχαριτωμένη, κόσμον ἀνεκαίνισας· διὸ σε θεόνυμφε, πίστει
ὀρθοδόξῳ γεραίρομεν.
ᾨδὴ ε'.
Σὺ Κύριέ μου φῶς.
Νοῦν ἔχων
καθαρόν, οὐρανοὺς ἐμβατεύοντα, τῆς γνώσεως
καὶ σοφίας, τὸ ἀμάραντον ἄνθος, ἐδρέψω παμμακάριστε.
Ἰάματα ψυχαῖς,
ὀρθοδόξοις ἑβράβευσας, τοὺς λόγους σου θεοφάντορ, τὴν
δὲ γῆν τῶν ἀφρόνων, κατέστρεψας τοῖς δόγμασι.
Καὶ λόγον πρακτικόν, καὶ ζωὴν ἔχων ἄμεμπτον,
ὡς ἥλιος ἐξαστράπτων, τῆς σεπτῆς Ἐκκλησίας, λαμπρύνεις
τὸ στερέωμα.
Θεοτοκίον
Ἡ λύσις
τῆς ἀρᾶς, τῆς προμήτορος γέγονας, πανάμωμε
συλλαβοῦσα, τὸν ἡμᾶς εὐλογίαις, ταῖς θείαις στεφανώσαντα.
ᾨδὴ ς'.
Θύσω σοι, μετὰ φωνῆς.
Φωσφόρος, ταῖς ἀκτῖσιν ἐκλάμπων
τοῦ Πνεύματος, ταῖς Ἐκκλησίαις θεόφρον, ἀνεδείχθης στῦλος
οὐρανομήκης, καὶ νεφέλη, πρὸς κληρουχίαν ἄγων οὐράνιον.
Ὅλην σου, τὴν ζωὴν
τῷ Θεῷ καθιέρωσας, διαφερόντως ἐντεῦθεν, καὶ εἰς
πᾶσαν ἄρχων τὴν οἰκουμένην, κατεστάθης, ἱεροφάντα Πάτερ μακάριε.
Ῥήγνυσι, τὰς πλοκὰς
τῶν ἀθέων αἱρέσεων, σοῦ ὁ θεόπνευστος λόγος, τῷ διστόμῳ ξίφει
τοῦ Παρακλήτου, τὸ δὲ φεγγος, τῆς ἀληθείας πᾶσι
προδείκνυσι.
Θεοτοκίον
Οἱ νόμοι, παραδόξως
τῆς φύσεως λύονται, ὅτι Παρθένος νῦν τίκτει, καὶ θηλάζει Κόρη ἀπειρογάμως, συλλαβοῦσα, τὸν
τῶν ἁπάντων Κτίστην καὶ Κύριον.
Κοντάκιον Ἦχος
δ'. Ἐπεφάνης σήμερον
Τὸν
τῆς νίκης στέφανον, ὦ Νικηφόρε, οὐρανόθεν σήμερον, ὡς εἰληφὼς
παρὰ Θεοῦ, σῷζε τοὺς πίστει τιμῶντάς σε, ὡς ἱεράρχην ὁμοῦ καὶ διδάσκαλον.
Ὁ
Οἶκος.
Τὸν
ἱεράρχην τοῦ Χριστοῦ, φωστῆρα τῆς Ἐκκλησίας, τὸν μυηθέντα μὲν καλῶς ἐκ νέου τοῦ
σώματος, καὶ τῷ Θεῷ ἑαυτὸν ἀναθέμενον, καὶ τὸν σταυρὸν τοῦ Κυρίου ἀναλαβόντα
ἐπὶ ὤμων, ποιμενάρχην δὲ πιστὸν τῆς βασιλίδος τῶν πόλεων ἐκ Θεοῦ ἀναδειχθέντα,
καὶ πᾶσαν τὴν οἰκουμένην καταυγάσαντα, ταῖς φαειναῖς αὐτοῦ ἀρεταῖς, διδάγμασί
τε καὶ δόγμασι, Νικηφόρον τὸν ἀοίδιμον κατὰ χρέος οἱ πιστοὶ ἀνευφημήσωμεν
σήμερον, ὡς ἱεράρχην ὁμοῦ καὶ
διδάσκαλον.
Συναξάριον.
Τῇ
Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νικηφόρου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως, τοῦ Ὀμολογητοῦ.
Τοῦ
Πατριάρχου Πατριάρχης πλησίον,
θείου
γέροντος Ἀβραὰμ Νικηφόρος.
Δευτερίη
Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.
Οὗτος,
ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ δυσσεβοῦς Κοπρωνύμου, γέννημα καὶ
θρέμμα τῆς Βασιλίδος τῶν πόλεων. Πατέρες δὲ αὐτῷ ἐξ εὐπατρίδων, καὶ περιωνύμων,
Θεόδωρος καὶ Εὐδοκία. Οὗτος ὁ Θεόδωρος γέγονεν ἀπογραφεὺς τῶν βασιλικῶν
ἐνταλμάτων. Καὶ διαβληθεὶς ὡς προσκυνητὴς τῶν θείων εἰκόνων, μάστιξι
καταξαίνεται, καὶ ἐπὶ Μύλλασαν στέλλεται τὸ δεινότατον φρούριον. Καὶ μετὰ ταῦτα
ἀνακληθείς, και μὴ εἴξας τοῖς βασιλικοῖς προστάγμασι, πάλιν ὑπὲρ τὴν Νίκαιαν
ὑπερορίζεται. Κἀκεῖσε διαρκέσας χρόνους ἕξ ἐν κακώσει πολλῇ, τὸν βίον
καταλιμπάνει.
Ὁ
δὲ τούτου παῖς, ὁ τίμιος Νικηφόρος, τοὺς τῆς ὀρθοδοξίας στεφάνους ἐξ αὐτῆς τῆς
λοχείας ἐνειλίσσεται, καὶ εὐσεβείας γάλακτι τρέφεται. Καὶ τὸ νηπιῶδες
παραμειψάμενος, καὶ καλῶς παιδευθείς, εἰς τοὺς συγγραφεῖς κατατάττεται. Ἔπειτα,
σκύβαλα πάντα, καὶ ὡς ἀράχνην λογισάμενος, ἀναχωρεῖ τῆς πόλεως, καὶ τὴν
Προποντίδα τοῦ ἄστεος καταλαμβάνει. Κἀκεῖσε μόνος μόνῳ Θεῷ προσανεῖχε,
πλείστοις πόνοις καὶ ταλαιπωρίαις προσομιλῶν. Ἐπεὶ δὲ Ταράσιος ὁ μέγας
ἀρχιερεὺς ἀπεβίω, Νικηφόρος οὗτος ὑπὸ Νικηφόρου ἄνακτος βιασθείς, καὶ
παρακληθείς, τὸν θρόνον ὑπεισέρχεται Κωνσταντινουπόλεως. Καὶ μετὰ μικρὸν τοῦ
αὐτοῦ βασιλέως ἀναπαυσαμένου, καὶ Σταυρακίου τοῦ υἱοῦ αὐτοῦ διαδεξαμένου τὴν
βασιλείαν, καὶ αὐτοῦ τάχιον ἀποβιώσαντος, Μιχαὴλ ὁ εὐσεβέστατος τῆς βασιλείας
τὰ σκῆπτρα διαδέχεται.
Τοῦτον
δὲ καθελὼν Λέων ὁ θηριώνυμος τῆς βασιλείας, καὶ ταύτης ἐγκρατὴς γενόμενος, κατὰ
τῶν Ἁγίων Εἰκόνων χωρεῖ, καὶ κατὰ τῆς εὐσεβοῦς ἡμῶν πίστεως. Ὅσα δὲ καὶ ὁποῖα ὁ
σεβάσμιος Πατὴρ ἡμῶν Νικηφόρος πρὸς τὸν ἀσεβῆ καὶ ἀλιτήριον διεξῆλθε
παῤῥησιασάμενος, ἀδύνατον λέγειν καὶ γράφειν. Ὁ δὲ θεομισής, παραυτίκα καθελὼν
αὐτὸν τοῦ θρόνου, καὶ ὑπερορίσας, καὶ εἱρκτῇ τοῦτον ἀποῤῥίψας, μηδεμιᾶς
παραμυθίας παρ’ οἱουδήποτε προστάττει τοῦτον μεταλαβεῖν. καὶ οὕτω διήρκεσεν ὁ
γεννάδας ταλαιπωρούμενος μέχρις ἄν ὁ δείλαιος οὗτος τὴν ψυχὴν ἀπέῤῥηξεν, ὑπὸ
τῶν οἰκείων μαχαίραις μεληδὸν κατακοπείς, ἐν τῷ τοῦ Φάρου νεῷ. Ὁ δὲ μακάριος
οὗτος, χρονίαις ταλαιπωρίαις καὶ κακοπαθείαις καταπονηθείς, ἑβδομηκοστόν που
χρόνον πληρώσας εἰς χεῖρας Χριστοῦ τοῦ Θεοῦ τὸ πνεῦμα παρέθετο, ἐννέα ἐν τῇ
ἀρχιερωσύνῃ διατελέσας χρόνους, δεκατρεῖς δὲ ἐν ἐξορίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐράσμου,
τοῦ ἐν Χερμελίᾳ τῆς Ἀχρίδος.
Ἔρασμον
ἀθλήσαντα σοῦ Σῶτερ χάριν,
ἐρασμίως
τρέχοντα εἰς πόλον δέχου.
Οὗτος
ὁ Ἅγιος κατήγετο μὲν ἀπὸ τὴν Ἀντιόχειαν, ἤκμαζε δὲ κατὰ τοὺς χρόνους
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἐν ἔτει 209, ἀσκητικὴν δὲ ζωὴν ζήσας πρότερον, εἰς
τόσην τελειότητα ἔφθασεν, ὥστε ἐλάμβανε τροφὴν διὰ μέσου τῶν κοράκων, καὶ
χαρισμάτων πολλῶν παρὰ Θεοῦ ἠξιώθη, διὸ καὶ χωρὶς νὰ θέλη ἔγινεν ἀρχιερεύς.
Εἶτα ζῆλον θείον λαβὼν εἰς τὴν ψυχήν του, ἐπεριπάτει πανταχοῦ ἀποστολικῶς,
κηρύττων τὸν λόγον τοῦ Εὐαγγελίου, καὶ ποιῶν θαυμάσια πάμπολλα. Καταντήσας δὲ
εἰς τὴν ἐν Ἀχρίδι πόλιν Λυχνιδῶν, ἀνέστησεν ἐκεῖ παιδίον ἀποθαμένον καὶ τὸν
πατέρα τοῦ παιδίου, Ἀναστάσιον ὀνόματι, ἐβάπτισεν ὁμοῦ μὲ ἄλλους πολλούς. Καὶ
τὰ ἐκεῖσε εὑρισκόμενα εἴδωλα συντρίψας, εἰς διάστημα ἑπτὰ ἡμερῶν ἐδίδασκε τὸν
λαόν, ὁδηγῶν αὐτὸν εἰς τὸ φῶς τῆς θεογνωσίας. Ἐνῷ δὲ εὑρίσκετο ὁ Μαξιμιανὸς εἰς
τὴν Ἑρμούπολιν τὴν ἐν τῷ Ἰλλυρικῷ κειμένην, ὑπῆγέ τις και ἐφανέρωσεν αὐτῷ ὅτι
οἱ θεοί τους ἐσυντρίφθησαν ἀπὸ ἕναν ἄνθρωπο Ἀντιοχέα, ὅστις κηρύττει Θεόν,
Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὁ δὲ βασιλεὺς πέμψας ἀνθρώπους, καὶ προσαγαγὼν τὸν
Ἅγιον ἔμπροσθέν του, ἠρώτησεν αὐτὸν ποῖος εἶναι καὶ ποῖον Θεὸν προσκυνεῖ.
Ἐπειδὴ δὲ ὁ Ἅγιος ἐσιώπα, ὁ τύραννος θυμωθείς, ἐπρόσταξε νὰ δείρωσιν αὐτὸν εἰς
τὸ πρόσωπον, ὁ δὲ Ἅγιος ἠρώτα νὰ μάθη τὴν αἰτίαν. Ὁ τύραννος ἀπεκρίθη, διότι
δὲν προσκυνεῖ τοὺς θεούς. Καὶ τοῦ λέει ὁ Ἅγιος
να τοῦ δείξει ποῖον θεὸ νὰ προσκυνήσει. Ὁ βασιλεύς, ἔδειξεν αὐτῷ τὸ
εἴδωλον τοῦ Διός, τὸ ὁποῖον ἦτο χάλκινον, δώδεκα ποδῶν τὸ ὕψος καὶ ἕξ τὸ
πλάτος. Τότε ὁ Ἅγιος εἶδεν αὐτὸ μὲ βλοσυρὸν ὄμμα καὶ παρευθὺς ἔπεσε καὶ
συνετρίβη εἰς λεπτὰ τμήματα, ἀπὸ δὲ τὸ εἴδωλον ἐξῆλθε δράκων φοβερός, ὅστις
ἠφάνισε πολὺ πλῆθος ἀνθρώπων. Καὶ τότε πίστευσαν τῷ Χριστῷ καὶ ἐβαπτίσθησαν ἀπὸ
τὸν Ἅγιον Εἴκοσι Χιλιάδες ἄνθρωποι.
Ὕστερον,
θανατώσας ὁ Ἅγιος τὸν δράκοντα, καὶ πιασθεὶς ἀπὸ τοὺς στρατιώτας, ὁμοῦ μὲ ὅλον
τὸν βαπτισθέντα λαόν, παρεστάθη εἰς τὸν βασιλέα, ὅστις τὰς μὲν εἴκοσι χιλιάδας
τῶν βαπτισθέντων ἀπεκεφάλισε, τὸν δὲ Ἅγιον ἐνέδυσε μὲ ἔνδυμα χάλκινον
πεπυρωμένον, ἀλλ’ ὑπὸ τῆς θείας χάριτος εἰς ψυχρότητα κρυστάλλου τὸ πῦρ
μετεβλήθη. Εἶτα κλείεται εἰς φυλακήν, δι’ ἐπιφανείας ὅμως τοῦ Ταξιάρχου Μιχαήλ,
λυτρώνεται ἀπὸ τὴν φυλακήν, καὶ μετεφέρθη ὑπὸ τοῦ Ἀρχαγγέλου εἰς τὴν πόλιν
Φρυμὸν τῆς Καμπανίας, διὰ νὰ κηρύξη τὸν λόγο τοῦ Εὐαγγελίου. Τελευταῖον ἐλθὼν
εἰς τὴν πόλιν Χερμελίαν ἐκατοίκησεν ἐκεῖ. Καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῆς αὐτοῦ
τελειώσεως, ἐπροσκύνησε κατ’ ἀνατολὰς τρεῖς φοράς, καὶ παρακαλέσας τὸν Θεόν, νὰ
χαρίζει ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον εἰς ὅσους τὸν ἐπικαλεσθοῦν μετὰ
πίστεως, ἤκουσε θείαν φωνὴν ἄνωθεν νὰ ἐπικυρώνη τὸ ζητούμενο. Εἶτα, εἶδεν ἕνα
ὑπέρλαμπρον στέφανον καταβαίνοντα εἰς αὐτόν, καὶ τὴν θριαμβεύουσα ἐκκλησία
ἐρχόμενη διὰ νὰ τὸν ὑπαντήση. Ὅθεν εἰπών· Κύριε
Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου, ἀνῆλθεν χαίρων εἰς τὰ ουράνια.
Τῇ
αὐτῇ ἡμέρᾳ, αἱ διὰ τοῦ Ἁγίου Ἐράσμου, πιστεύσασαι τῷ
Χριστῷ εἴκοσι χιλιάδες, ξίφει τελειοῦνται.
Κάρας Ἀθλητῶν
τὰς ξίφει τετμημένας,
εὕρης πεσόντων
χιλιάδας δὶς δέκα.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τριακονταοκτὼ Μάρτυρες, ἐν
λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης, τελειοῦνται.
Μάτην
Ἀθληταῖς φράττεται λουτροῦ θύρα,
Χριστὸς γὰρ
ἐγγὺς ἐκβοῶν· ἐγὼ θύρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μήτηρ μετὰ τῶν Ἁγίων Τριῶν Τέκνων
αὐτῆς, ξίφει τελειοῦται.
Σὺν παιδίοις
τμηθεῖσα, Μῆτερ καλλίπαις,
ἰδού, βοᾷς,
ἐγώ τε καὶ τὰ παιδία.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐν
Σοτζαβίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐν
Ἀσπροκάστρῳ μαρτυρήσας εν ἔτει 1492ῳ, ξίφει τελειοῦται.
Δοὺς αἷμα
βραχύ, ὦ Ἰωάννη μάκαρ,
ἐξηγόρασας
βασιλείαν τοῦ πόλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος ὁ ἐν
Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει 1657ῳ, μαχαίρᾳ τελειοῦται.
Φρίττει σε
Δημήτριε, καὶ πῦρ εἰκότως,
ὑπὲρ Θεοῦ
θανόντα, Ὃν φρίττει κτίσις.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Κωνσταντίνου
τοῦ ἐξ Ἀγαρηνῶν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαρίνου τοῦ Βαάνη.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, διὰ πυρὸς
τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεάνδρου τοῦ ἐξ
Ἠπείρου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν
ἀδελφῶν τοῦ Κιέβου, ἐν Ῥωσσίᾳ.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ'.
Ἐν τῇ καμίνῳ
Ναόν σε
ζῶντα, Θεοῦ τοῦ ζῶντος ἐπιστάμεθα, ἔνδον ὡς λυχνίαν ἔχοντα
χρυσαυγῆ, τὴν Τριάδα καὶ κραυγάζοντα· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς
δόξης σου Κύριε.
Αἱρετιζόντων, τὰς
γλωσσαλγίας καταλέλυκας, πείθων τὴν εἰκόνα σέβειν τὴν
τοῦ Χριστοῦ, Νικηφόρε τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν
τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Σοφίας πλοῦτον, καὶ πολιτείαν ἔχων ἔνθεον, πᾶσαν
διαβὰς τὴν αἴσθησιν νοερῶς, τῷ Χριστῷ ψάλλων παρίστασαι·
Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Μὴ διαιροῦντες, τὰ
ἡνωμένα μηδὲ συγχέοντες, ἕνα τὸν Χριστὸν δοξάζομεν τὸν ἐκ
σοῦ, σαρκωθέντα Λόγον κράζοντες· Εὐλογημένη, σὺ ἐν γυναιξίν, ὑπάρχεις
πανάμωμε.
ᾨδὴ η'.
Παῖδες εὐαγεῖς.
Αἵματι
Χριστοῦ λελυτρωμένος, τῇ γνώμῃ τὸν
δι' αὐτὸν ὑπέστης θάνατον· τῆς γὰρ συνειδήσεως, ἤνεγκας μαρτύριον,
ὁμολογίας χάριτι καταλαμπόμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σῶμα καὶ ψυχὴν
κεκαθαρμένος, τὸν λόγον τῷ παντεπόπτῃ Λόγῳ τέθεικας,
τοῦτον πρὶν ἀσώματον ἄναρχον δεικνύοντα, καὶ συμπαθῶς
γενόμενον ἄνθρωπον ὕστερον, τόν Κύριον ὑμνεῖτε
κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵνα κληρουχίας
οὐρανίου, καὶ δόξης ἀδιαδόχου τύχης ἔνδοξε, δόξαν τὴν
εὐμάραντον, Πάτερ καταλέλοιπας, ὑπερορίας ἅπασαν φέρων
πικρότητα, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μόνην
καθαρὰν ὁ καθαρὸς σε, νυμφίος ὁ νοητὸς εὑρὼν πανάμωμε, κρίνον
εὐωδέστατον, ἄνθος ὡραιότατον, καὶ φωτοφόρον θάλαμον νύμφην
προσήκατο· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'.
Λίθος ἀχειρότμητος.
Εὗρες τὸ μακάριον
τέλος, ὑπεξελθόντων τῶν ἐσόπτρων, καὶ τῆς ἀληθείας
φανείσης, τῇ θεωρίᾳ τοῦ ἀκηράτου κάλλους, οὗπερ νῦν ἐμφορούμενος, ταῖς
σαῖς πρεσβείαις ἡμῶν μέμνησο.
Λάρνακα κυκλοῦντες τὴν
θείαν, τοῦ θεοφόρου Νικηφόρου. Δεῦτε χριστοφόροι προθύμως, ὡς
νικηφόρον τοῦτον ὑμνήσωμεν, καὶ τὴν αὐτοῦ πανήγυριν, μέτ' εὐφροσύνης ἑορτάσωμεν.
Πᾶσαν ἀρετὴν ἐξασκήσας,
ἐπὶ τῷ τέλει τῶν ἀγώνων, τῆς ὁμολογίας τῷ στέφει,
Ἱερομάρτυς ὤφθης κοσμούμενος, ᾧ καθωραϊζόμενος τῷ σῷ Δεσπότη
νῦν παρίστασαι.
Θεοτοκίον
Ὡς ῥίζαν πηγὴν
καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ
πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον,
ἀθανασίαν ἡμῖν ἔβλυσας.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸ
μέγα σεμνολόγημα, ἱεραρχῶν ὑμνήσωμεν, τῆς Ἐκκλησίας τὸν πύργον, καὶ εὐσεβείας
προστάτην, τὸ Βυζαντίδος καύχημα, καὶ τῶν πιστῶν προσφύγιον, Νικηφόρον τὸν
πάνσοφον, ὅπως ταῖς τούτου πρεσβείαις, πάσης ἀνάγκης ῥυσθῶμεν.
Ἕτερον.
Ὁ οὐρανὸς τοῖς ἄστροις.
Φερώνυμε
Ἱεράρχα, εἰκονομάχων τὰς πλοκάς, διέλυσας ὡς ἀράχνην, Ἁγίων πείθειν προσκυνεῖν,
καὶ τοῦ Χριστοῦ τὰς εἰκόνας, καὶ τῆς Ἁγνῆς Θεοτόκου.
Θεοτοκίον.
Ὁ
γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε
Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
φιλεόρτων τὰ πλήθη δεῦτε συνδράμωμεν, καὶ τὴν φωσφόρον μνήμην, ἑορτάσωμεν
πάντες, τοῦ θείου Νικηφόρου ταῖς ἀρεταῖς, καὶ δογμάτων λαμπρότησι,
καταπυρσεύσαντος ὄντως πᾶσαν τὴν γῆν, καὶ αἱρέσεις ἀνατρέψαντος.
Ὀρθοδοξίας
ἐμπρέπων θείοις ὑψώμασιν, ἀρχιερέων κλέος, τῇ λυχνίᾳ ἐτέθης, ὡς ἄξιος ἐργάτης,
μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος, καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ,
ἐκομίσω πανσεβάσμιε.
Τὸν
ἀληθῆ ἱεράρχην καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ’ Αὐτοῦ λαβόντα, τὴν τοῦ
Πνεύματος χάριν, τιμήσωμεν ἀξίως καὶ ἐν ᾠδαῖς, Νικηφόρον τὸν πάνσεπτον, τῆς
Ἐκκλησίας τὸν στύλον καὶ τῶν πιστῶν, ἐγκαλλώπισμα καὶ καύχημα.
Σὺν
τοῖς χοροῖς τῶν Ἀγγέλων καὶ τῶν Ἁγίων σοφέ, παρεστηκὼς τῷ θρόνῳ, τῆς Ἁγίας
Τριάδος, ἀπαύστως ἐκδυσώπει ὑπὲρ ἡμῶν, Νικηφόρε πολύαθλε, τῶν ἐκτελούντων τὴν
μνήμην σου φαιδράν, καὶ προσκυνούντων σου τὰ λείψανα.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
πιστοὶ ἐνθέως σήμερον, τὸν φωστῆρα τῆς πίστεως, καὶ μέγαν ἱεράρχην τῆς
βασιλίδος τῶν πόλεων, Νικηφόρον τὸν ἀείμνηστον, ᾀσματικοῖς ἐγκωμίοις
εὐφημήσωμεν λέγοντες· χαίροις, ὁ ἀπὸ βρέφους τὸν Θεὸν ἀγαπήσας, καὶ πᾶσαν
καταπτύσας κοσμικὴν ἡδυπάθειαν· χαίροις, φωστὴρ τηλαυγέστατε, ὁ δαδουχῶν τὴν
σύμπασαν τῶν δογμάτων φαιδρότησι· χαίροις, ὁ καταισχύνας στίφη αἱρετιζόντων,
καὶ ἐπιστηρίξας πλήθη τῶν Ὀρθοδόξων· χαίροις, ὁ γενναῖος ἀδάμας τῆς ὑπομονῆς,
καὶ ἐν περιστάσεσιν ἀκατάβλητος· διό, δυσωποῦμέν σε πολύαθλε, μὴ παύσῃ
πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῆς ποίμνης σου ταύτης, καὶ πάντων πιστῶν, τῶν ἐκ
πόθου καὶ χαρμονικῶς ἑορταζόντων, τὴν πανεύσημον καὶ πανέορτον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις
Ἐκκλησίας ἔμπνους εἰκών, καὶ Εἰκονομάχων καθαιρέτης ὁ ἰσχυρός· χαίροις
θεοσδότων, δογμάτων ὁ προστάτης, θεόφρον Νικηφόρε, πίστεως ἔρεισμα.
Τὸν
τῆς εὐσεβείας προασπιστήν, καὶ τῆς Ἐκκλησίας ποιμενάρχην τὸν θαυμαστόν, τῶν
πιστῶν προστάτην, καὶ Βυζαντίδος κλέος, τὸν θεῖον Νικηφόρον, ὕμνοις τιμήσωμεν.
ΠΑΡΑΚΛΗΣΙΣ
(Χαραλάμπους Μπούσια)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
εὐθαρσῶς ὑπὲρ ἁγίων εἰκόνων, τῆς προσκυνήσεως παθόντα ἐν ὕμνοις, τιμήσωμεν
στεῤῥότατον ὁπλίτην Χριστοῦ, Κωνσταντινουπόλεως, Νικηφόρον ποιμένα, καὶ
δογμάτων πίστεως, ὀρθοδόξων ταμεῖον, ἀναβοῶντες· νίκας κατ’ ἐχθρῶν, βεβήλων
δίδου, τοῖς πόθῳ τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός
καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ
προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν
ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Νικηφόρε, νίκας κατ’ ἐχθρῶν δίδου μοι. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Νικῆσαι πολέμιον νοητόν, ἀξίωσον πάντας, τοὺς τιμῶντάς
σε εὐλαβῶς, σεπτὲ Νικηφόρε ἱεράρχα, Ὀρθοδοξίας περίβλεπτον καύχημα.
Ἱκέτευε Κύριον ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει, ἀνυμνούντων
σὰς ἀρετάς, σοφὲ ἀρχιθῦτα Νικηφόρε, καὶ δι’ εἰκόνων προσκύνησιν μόχθους σου.
Κοσμούμενος στέφει ἀρχιερεῦ, τῆς ὁμολογίας, νῦν
εὐφραίνῃ ἐν οὐρανοῖς, Χριστὸν δυσωπῶν ὑπὲρ τῶν πόθῳ, μεγαλυνόντων ψυχῆς σου
εὐσθένειαν.
Θεοτοκίον.
Ἡ μόνη τοῦ κόσμου καταφυγή, ἁγνὴ Θεοτόκε, Νικηφόρου
θερμαῖς εὐχαῖς, κατάπεμψον πᾶσιν οὐρανόθεν, τοῦ Σοῦ Υἱοῦ τὸ ἀμέτρητον ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φύλαξ θείων δογμάτων
προασπιστὰ ἄγρυπνε, τῶν εἰκόνων τῶν παναγίων, καὶ ὀλετήριον, εἰκονομάχων
δεινόν, φρούρει καὶ φύλαττε πάντας, Νικηφόρε πάνσεπτε, τοὺς ἀνυμνοῦντάς σε.
Οὐρανίων δωμάτων νῦν
θαυμαστὲ ἔνοικε, Νικηφόρε τοὺς καθ’ ἑκάστην, σὲ μεγαλύνοντας, δεῖξον ἀφθίτου
χαρᾶς, τῶν οὐρανῶν κληρονόμους, ἱεράρχα ἔνδοξε, ξαὶ θεοείκελε.
Ῥῶσιν αἴτει θεόθεν καὶ
πειρασμῶν λύτρωσιν, καὶ ἀσθενημάτων παντοίων, ταχεῖαν ἴασιν, στεῤῥὲ ὁμολογητά,
καὶ ἰσχυρὲ καθαιρέτα, Νικηφόρε Λέοντος, τοῦ αὐτοκράτορος.
Θεοτοκίον.
Ἐπιπνοίας τῆς θείας σκεῦος
λαμπρὸν δεῖξόν με, κεχαριτωμένη Μαρία, τὴν ἀμαυρότητα, λύουσα πλήθους παθῶν,
τῶν ψυχοκτόνων μου Μῆτερ, παμφαὲς ἀνάκτορον, τοῦ Παντοκράτορος.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις πανένδοξε Νικηφόρε, ἀπὸ βλάβης καὶ πειρασμῶν παντοίων καὶ
θλίψεων, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ, εἰκόνος
προσκυνήσεως, τὸν προασπιστὴν τιμήσωμεν κραυγάζοντες· ἱεράρχα ἔνδοξε, Νικηφόρε
Κωνσταντινουπόλεως, ὑπὲρ ἡμῶν μὴ παύσῃ δυσωπῶν, Χριστὸν τῶν τιμώντων σου τὰ
σκάμματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὰς τοὺς ἱκέτας σου, κατ’ ἐχθρῶν βεβήλων ταχὺ
ἀνάδειξον, Νικηφόρε ἀξιάγαστε, ὁμολογητὰ Χριστοῦ τῆς πίστεως.
Ἴδε Πάτερ ἐν ὄμματι, συμπαθείας θείας καὶ ἱλαρότητος,
ἐπὶ ποίμνην τὴν ὀρθόδοξον, καὶ παράσχου ταύτῃ χάριν ἄφθονον.
Κῦδος πέλεις ἀτίμητον, Κωνσταντινουπόλεως καρτερόψυχε,
Νικηφόρε καὶ ἀγλάϊσμα, Ἐκκλησίας πάσης τῆς τιμώσης σε.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, Ιησοῦν κυήσασα τὸν φιλάνθρωπον,
ἀκλινῶς Αὐτὸν ἱκέτευε, τῷ νοΐ μου δοῦναι θείαν ἔλλαμψιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σπεῦσον δυσωπεῖν, τὸν Χριστὸν ὑπὲρ τῶν ᾄσμασι,
μελῳδούντων Νικηφόρε ἱεροῖς, οὕσπερ ἔτλης ὑπὲρ πίστεως ἀγῶνάς σου.
Καύχημα σεπτόν, τῶν ὀρθοφρονούντων Ἅγιε, Νικηφόρε ῥάβδῳ
στήριξον εὐχῶν, ἐν τῇ πίστει τῇ ὀρθῇ ἡμᾶς ἀόκνων σου.
Ἅπασαν βουλήν, καθ’ ἡμῶν τοῦ πολεμήτορος, διασκέδασον
τῇ σῇ ἐπισκοπῇ, Νικηφόρε οὐρανόθεν τῶν τιμώντων σε.
Θεοτοκίον.
Τεῖχος ἀῤῥαγές, Θεοτόκε τῶν προσφύγων Σου, περιτείχισον
δεήσεσι ταῖς Σαῖς, καὶ ἡμᾶς τοὺς εὐλαβῶς Σε μακαρίζοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, Νικηφόρε πάνσεπτε, τῶν πιστῶς σε καθ’
ἑκάστην ὑμνούντων, ὡς ἱεράρχην σοφὸν καὶ εἰκόνων, τῆς προσκυνήσεως θεῖον
ὑπέρμαχον, καὶ πᾶσαν δόσιν ἀγαθήν, σαῖς πρεσβείαις ἡμῖν Πάτερ δώρησαι.
Χαρίτωσον, τοὺς ὁμολογοῦντάς σε, Ὀρθοδόξων στυλοβάτην
δογμάτων, πατριαρχῶν, Βασιλίδος σεμνότης, θεοειδὲς Νικηφόρε καὶ ἅπασι, παράσχου
θείας δωρεάς, οὐρανόθεν ταῖς σαῖς παρακλήσεσι.
Θυμίαμα, ὥσπερ εὐωδέστατον, Νικηφόρε δέξαι δέησιν
τήνδε, ἥν σοι προσάγομεν πόθῳ καὶ ῥῦσαι, κακοδοξίας καὶ πλάνης αἱρέσεων, τοὺς
ἀνυμνοῦντάς σε πιστῶς, καὶ ταῖς σαῖς προσευχαῖς καταφεύγοντας.
Θεοτοκίον.
Ῥοῦν ξήρανον, Δέσποινα
ψυχόλεθρον, κατακλύζοντα ψυχὰς Σῶν προσφύγων, καὶ εὐφροσύνης ἀνάβλυσον ὕδωρ,
τοὺς εἰς αἰῶνας πιστῶς μακαρίζουσι, Σὲ Μητροπάρθενε ἁγνή, χαριτόβρυτε
Θεογεννήτρια.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις πανένδοξε Νικηφόρε, ἀπὸ βλάβης καὶ πειρασμῶν παντοίων καὶ
θλίψεων, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἱεράρχης Χριστοῦ θείας
πίστεως, καὶ τῶν ἁγίων εἰκόνων ὑπέρμαχος, χαρᾶς οὐρανῶν κατηξίωσαι, ἧς καὶ ἡμᾶς
Νικηφόρε ἀξίωσον, τοὺς πόθῳ τιμῶντας τὴν μνήμην σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν
ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ
ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ
εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν
προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ
τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ
καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει
αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ
γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ
τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ
τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ
γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Νίκας ἡμῖν δώρησαι, κατ’
ἐπιβούλων δολίων, καὶ ἐχθρῶν τῆς πίστεως, Νικηφόρε Ἅγιε, πνευματέμφορε, ὁ
λαμπρὸν στέφανον, ἐκ χειρῶν Κυρίου, τοῦ παντάνακτος χρυσόπλοκον, Πάτερ
δεξάμενος, ὡς σεπτῶν εἰκόνων ὑπέρμαχος, καὶ μάρτυρος πανεύοσμον, τέκνον κατὰ
σάρκα τῆς πίστεως, ἵνα ὁλοθύμως, τιμῶμέν σε ὡς ὁμολογητήν, ὀρθῶν δογμάτων καὶ
ἄσειστον, ἀληθείας θέμεθλον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς στεῤῥόν σε ὀλέτην αὐτοκράτορος πλάνου τιμῶντες
Λέοντος, βοῶμεν· Νικηφόρε, κατάβαλε μανίαν, τοῦ δεινοῦ πολεμήτορος, δι’ ἧς
πειρᾶται ἡμᾶς, ἀπὸ Θεοῦ μακρύνειν.
Νόσων καὶ ψυχοφθόρων ἀπολύτρωσαι τάχος παθῶν σοὺς
πρόσφυγας, τοὺς πόθῳ Νικηφόρε, ὑμνοῦντας ἐξορίαν, καὶ πληθὺν τῶν σῶν θλίψεων,
ἅσπερ ὡς ἄκμων στεῤῥός, ὑπέμεινας εἰς τέλος.
Δὸς ὑγείαν πᾶσι Νικηφόρε κατ’ ἄμφω τοῖς ἀνυμνοῦσί σε,
ὡς τῶν σεπτῶν εἰκόνων, ὑπέρμαχον καὶ πλάνης, καθαιρέτην τοῦ ἄνακτος, τοῦ
δυσσεβοῦς καὶ δεινοῦ, εἰκονοκλάστου μάκαρ.
Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους Παναγία Παρθένε Θεογεννήτρια,
ἀσθενειῶν μου ἄλγη, ἀπέλασον ταχέως, καὶ ὑγείαν βράβευσον, ἱκέτῃ Σου ταπεινῷ,
τῷ μεγαλύνοντί Σε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δυσχερειῶν με, καὶ πειρασμῶν καὶ κινδύνων, Νικηφόρε
ἀπάλλαξον κράζω, σὲ τὸν ἀνυμνοῦντα, ἱεραρχῶν ὡς κλέος.
Ὁδοῦ Κυρίου, ἐξ ἐντολῶν πλανηθέντα, ἕλκυσόν με πρὸς τῆς
σωτηρίας, τρίβον Νικηφόρε, ἰθῦντόρ μου πρὸς πόλον.
Ὑπὲρ τῶν πόθῳ, ὑμνολογούντων σε Πάτερ, Νικηφόρε Χριστὸν
ἐκδυσώπει, καὶ ἀπαύστως δίδου, ἡμῖν σὴν εὐλογίαν.
Θεοτοκίον.
Μῆτερ Ὑψίστου, κατὰ παθῶν χαμαιζήλων, σθένος δός μοι
καὶ κάθαρον νοῦν μου, κεχαριτωμένη, ἐκ λογισμῶν ἀτάκτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁμόσκηνος Ἀγγέλων, πέλων Νικηφόρε, σὺν τούτοις πάντοτε
πρέσβευε Ἅγιε, πάσης στενώσεως ῥύεσθαι τοὺς ἱκέτας σου.
Ἰσχύν μοι καθ’ ἑκάστην, δίδου Νικηφόρε, τῷ καταφεύγοντι
σοῦ ταῖς δεήσεσι, καὶ ἀνυμνοῦντι τοῦ βίου σου κατορθώματα.
Χαρίτων θείων πλῆσον, νοῦν μου Νικηφόρε, καὶ τῆς ἐν
κόσμῳ ἀπάτης ὑπέρτερον, αὐτὸν ἀνάδειξον Πάτερ θεοφορούμενε.
Θεοτοκίον.
Μετὰ τοῦ Νικηφόρου, καὶ Ἁγίων Πάντων, τὸν Σὸν Υἱὸν καὶ
Θεὸν καθικέτευε, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων Θεογεννήτρια.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Πίστεως δογμάτων
προασπιστά, καὶ σεπτῶν εἰκόνων, προσκυνήσεως ἀληθῶς, πρόμαχε τὴν πλάνην,
καθεῖλες Νικηφόρε, τοῦ Λέοντος καὶ ὤφθης, πίστεως ἔρεισμα.
Ἤνεγκας ἀνδρείως ὑπὲρ
σεπτῆς, τοῦ Χριστοῦ εἰκόνος, ἐξορίαν ἱεραρχῶν, κλέος Νικηφόρε, καὶ θλίψεις
κατωδύνους, ὡς ἔσχατος μερόπων, Πάτερ θεόσοφε.
Κωνσταντινουπόλεως τὸν
πυρσόν, καὶ σεπτῶν εἰκόνων, προσκυνήσεως τὸν φανόν, φαίνοντα τῇ κτίσει, ἁπάσῃ
εὐψυχίας, βολίσι Νικηφόρον, πάμφωτον μέλψωμεν.
Χαίροις ὁ στεῤῥότητι
ψυχικῇ, τὸν εἰκονοκλάστην, τροπωσάμενος ἀκλινῶς, ἄνακτα καὶ πίστιν, κρατύνας
τὴν ἁγίαν, τρισμάκαρ Νικηφόρε, ἀξιοθαύμαστε.
Χαίροις πατριάρχα θεοειδές,
πρόμαχε εἰκόνων, προσκυνήσεως τῶν σεπτῶν, χαίροις Νικηφόρε, ὁμόζηλε Μαρτύρων,
ὡς νικητὴς ὁ γέρα, θεῖα δεξάμενος.
Στήριξον ἐν πέτρᾳ ἡμᾶς
ὀρθῶν, καὶ σεπτῶν δογμάτων, τοὺς τιμῶντάς σε εὐλαβῶς, Νικηφόρε θεῖε, ἱεραρχῶν
φαιδρότης, καὶ καύχημα πατέρων, πολυτιμότατον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός
Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Στῦλε, τῶν δογμάτων τῶν
ὀρθῶν, Κωνσταντινουπόλεως εὖχος, καὶ γέρας ἱεραρχῶν, Νικηφόρε πάνσοφε, ἀπαύστως
πρέσβευε, τῷ Θεῷ τῷ οἰκτίρμονι, στηρίξαι ἐν πίστει, τῇ ὀρθῇ σοὺς πρόσφυγας, καὶ
κρηπιδώματα, δεῖξαι ἀῤῥαγῆ ἀληθείας, τοὺς εἰλικρινῶς σε τιμῶντας, καὶ
δοξολογοῦντας τοὺς καμάτους σου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου