Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 8. ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΘΕΟΦΑΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ Η΄!!
ΘΕΟΦΑΝΗΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν ἀστέρα τὸν πάγχρυσον, Θεοφάνην τὸν Μάρτυρα, ἐπαξίως ἅπαντες εὐφημήσωμεν· ὅτι τοῦ κόσμου κατέλιπε, τρυφὴν καὶ τὴν δόξαν τε, καὶ προσέδραμε πολλοῖς, τὸν Χριστὸν κηρυττόμενος καὶ ἐξήγγειλεν, ὡς Θεόν τε τῶν ὅλων· Ὃν κινδύνων ἱκετεύεις ἐκλυτρῶσαι, τοὺς ἐφυμνοῦντας τὴν μνήμην σου. (Δίς)

Σταθηρᾷ διανοίᾳ σου, σταυρωθεὶς ὦ Θεόφανες, συνελόντι ἅπαντα ἐμυκτήρισας· ὅτι τὸ μέλλον ἑώρακας, Χριστῷ ἠκολούθησας, καὶ προείλου δι’ Αὐτόν, καὶ Σταυρὸν καὶ ἀθρέμβολα· Ὃν δυσώπησον, ἐκ παντοίων βασάνων ἐξελέσθαι, καὶ ἡμᾶς σου δεομένους, καὶ ἀνυμνοῦντάς σε σήμερον. (Δίς)

Ἐν τῇ πίστει ἐλπίδι τε, καὶ ἀγάπῃ νευρούμενος, ἐξεδάρης λώροις τε τιμωρούμενος· τότε διάνοιαν ἔῤῥιψας, πρὸς μόνον Θεάνθρωπον, καὶ ἀπέλαβες ἐξ οὗ, τὴν πορφύραν καὶ στέφανον· ὅθεν Ἅγιε, ἐκ παντοίων κακούργων ἱκετέυεις, καὶ ἡμᾶς ἐνοχλουμένους, ἐκλυτρωθῆναι δεόμεθα.

Τὰ βασίλεια λέλοιπας, τὰ ἐπίγεια ἅπαντα, καὶ θερμῶς ἐδίδαξας μὴ γινώσκοντας, ὅτι τὰ πάντα πεποίηκε, Χριστὸς ὁ Θεάνθρωπος, ὧν ἐδέξω παρ’ Αὐτοῦ, Βασιλείαν οὐράνιον καὶ ἀΐδιον, εἰς αἰῶνας αἰώνων σὺν Προφήταις, Ἀποστόλοις καὶ Ἀγγέλοις, μετὰ Μαρτύρων γηθόμενος.

Δόξα. Ἦχος πλ. β΄.
Τὸν τὴν Σοφίαν τοῦ Θεοῦ, τρανῶς ἐν πᾶσι μηδὲν ὑποστειλάμενον, ἀλλὰ γενναίως πορὔργου καὶ ἐκφαντορικῶς, Θεὸν εἶναι Πατρὶ καὶ Πνεύματι συνδοξαζόμενον, ὁμοούσιον παντουργὸν καὶ πανταίτιον, Θεοφάνην τὸν νέον μεγαλομάρτυρα, καθαρωτάτῳ νοΐ καὶ σταθηρᾷ διανοίᾳ, ἀναφανδὸν μεγάλως ἐκδογματίσαντα, δεῦτε συμφώνως καὶ ἁρμοδίως, ἐγκωμίοις μυρίοις, ὡς οἷόν τε καταστέψωμεν λέγοντες· χαίροις, ὁ τῷ ὀνόματι φερωνύμως τὴν πολιτείαν εὑράμενος, Ὁσιομαρτύρων Θεόφανες· χαίροις, ὁ πάντων τῶν ἐπικήρων καταφρονήσας, καὶ τὸν σταυρὸν ἐπ’ ὤμων ἀράμενος· δι’ οὗ τὰς μηχανὰς τῶν ἐναντίων, ἐκ βάθρων τροπωσάμενος, ὅπου μετ’ Ἀγγέλων καὶ Μαρτύρων, παρεστὴς τῇ Τριάδι ἀμέσως περιλαμπόμενος· μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
























Λιτή. Ἦχος α’.
Τὴν τοῦ μεγαλομάρτυρος πιστοὶ Θεοφάνους ἡμέραν, δεῦτε τερψιθύμοις καὶ ποικίλαις ᾠδῶν, σὺν διανοίᾳ καθαρωτάτῃ πανηγυρίσωμεν. Οὗτος γὰρ ἀνδρικῶς καὶ μαρτυρικῶς, ἤθλησεν ἐπὶ τῶν τυράννων, καταβαλὼν τὸν πολυμήχανον δράκοντα, ὧν τάς τε στρεβλώσεις καὶ παντοῖα εἴδη κολάσεων, τὸ παράπαν μηδὲ ὅλως ἀναλογισάμενος, παρὰ τοῦ Κυρίου περιφραξάμενος. Οὗ ταῖς πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Ὁ αὐτός.
Ἐν τῇ φρουρᾷ παρὰ τῶν δυσμενῶν, περιεχομένου σου Ἅγιε, πρὸς οὓς ἀκριβῶς, περί τε εὐσεβείας καὶ ἀσεβείας διαλεγομένου, καὶ τῆς φρικώδους ἐκείνης τοῦ Σωτῆρος ἀποφάσεως, σεισμὸς ἐγεγόνει, ὥστε ἅπαντας ταραχθῆναι· μεθ’ ὃ φῶς περιήστραψε, καὶ αἴφνης τὰ δεσμὰ διελύθη. Τότε οἱ ἀπηνεῖς ἐκεῖνοι, μεταβαλλόμενοι προσέπιπτον κράοζντες· ὄντως ἡ τοῦ Χριστοῦ μεγάλη εὐσέβεια! Οὗπερ αἰτήσειας ἡμᾶς σῶσαι τῶν παρόντων, καὶ μελλόντων δεινῶν ὡς φιλάνθρωπος.

Ὁ αὐτός.
Ὁσιομαρτύρων ἐγκαλλώπισμα Θεόφανες, καθαρῶς ἐποπτεύων τὴν τρισυπόστατον Θεότητα, ταύτης ἐνδιαίτημα γέγονας, καὶ διὰ τὸ καθ’ ὑπερβολὴν τῶν σῶν ἀρετῶν, πάντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ἐφάνης περιγενόμενος. Παῤῥησίαν οὖν πρὸς Θεὸν εὑράμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Εὐφραίνονται τῷ Κυρίῳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἅπαντες σήμερον, ἐπὶ τῇ λαμπροφόρῳ πανηγύρει, καὶ φαιδρᾷ μνήμῃ Θεοφάνους τοῦ Νεομάρτυρος· ὄντως τὰ ἑαυτοῦ λείψανα, τοῖς θερμῶς προσεχομένοις, ἰαμάτων τὴν χάριν παρέχουσιν ἄφθονον· διὸ πρέσβευε τῷ Κυρίῳ ὑπὲρ ἡμῶν μακάριε.

Δόξα. Ἦχος δ΄.
Ἔχει μὲν ἤδη ἅπασα τῶν εὐσεβῶν ἡ ὁμήγυρις, τὰ τῶν σεαυτοῦ λειψάνων θαύματα, Ἅγιε Μάρτυς Θεόφανες· ἔχει δὲ ἡ οὐράνιος Βασιλεία, τὸ πνεῦμά σου τὸ ἅγιον, ὅπερ Χριστὸς ὁ Θεὸς προσελάβετο, ὡς τῆς καθαρότητος ὃν ἀκρότατον. Σὺ γὰρ τὴν Ἁγίαν Τριάδα, ἐν μονάδι προσκυνουμένην, τῶν τυράννων ἐνώπιον ἀκριβῶς ἐδογμάτισας· ἥνπερ διηνεκῶς ἐκδυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Νῦν Θεοφάνην οἱ πάντες τὸν Νεομάρτυρα, τὸν παρεστῶτα θρόνῳ, τοῦ παντάνακτος Λόγου, μετέχοντα τῆς αἴγλης τῆς θεϊκῆς, συνελθόντες ὑμνήσωμεν, ἵνα πρεσβεύων κινδύνων πάντας ἡμᾶς, τῷ Σωτῆρι ἐκλυτρώσηται.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Οἱ τὴν εὐσέβειαν πάντες ἐγκολπωσάμενοι, τὸ τῶν Μαρτύρων κλέος, τὴν δόξαν τῶν Ὁσίων, ἀθλήσαντα ἐν χρόνοις τοῖς καθ’ ἡμᾶς, καὶ καλῶς διαπρέψαντα, ἵνα συστήσῃ εὐσέβειαν τὴν ἡμῶν, Θεοφάνην εὐφημήσωμεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τρισαριστέα τοῖς ὕμνοις μεγαλομάρτυρα, τὸν καθαιρέτην πλάνης, τὸν ἀκράδαντον στῦλον, Θεὸν ἠγαπηκότα μέχρι θανεῖν, ὁμοφρόνως δοξάσωμεν· ὅτι κινδύνων ἁπάντων πάντας ἡμᾶς, λιτανεύων ἐκλυτρώσηται.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν νοερῶς φρονήσαντα περὶ Τριάδος ἀδελφοί, Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος, ἑνότητός τε καὶ ὑποστάσεως, καθαρῶς βασιλέων καὶ τυράννων ἐνώπιον δογματίσαντα, πνευματικῶς εὐφημήσσωμεν, Θεοφάνην τὸν Μάρτυρα· ὃς ὑπὲρ Αὐτῆς ποικίλα τῶν κολάσεων εἴδη ὑπέμεινεν, ἀπάρας πρὸς Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν τὸν ποθούενον, πρεσβεύων διηνεκῶς τε καὶ ἀκραιφνῶς, ὑπὲρ τοῦ παντοίων ἡμᾶς κινδύνων ἐκλυτρώσασθαι.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ἡ γέννησις σου Θεοτόκε.
Ἡ ἄθλησίς σου Μάρτυς Θεόφανες, χαρὰν δέδωκε πᾶσι τοῖς εὐσεβέσιν, ἐκ σοῦ γὰρ κεκήρυκται ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ λύσας τὴν κατάραν καὶ δεδωκὼς τὴν εὐλογίαν, ὑπὲρ οὗ προείλου τὸν θάνατον, λαβὼν γὰρ παρ’ Αὐτοῦ, ζωὴν τὴν αἰώνιον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Θεόφανες σοφέ, τῆς ἀθλήσεως ἆθλον, καλῶς παρὰ Χριστοῦ, προσεδέξω ὀφθέντος, ἐπέφανεν ὁ Κύριος, ἐν φρουρᾷ καθειργμένου σου, καὶ ἐνίσχυσεν, ἐκ τῶν ποινῶν τεθλιμμένων, καὶ διέλυσεν, ἐκ τῶν δεσμῶν τῶν ἀφύκτων, ὡς μόνος Θεὸς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Σταυρῷ προσηλωθείς, ἀθρεμβόλοις ἐτρώθης, ἐν οἷς διαπαρείς, οὐρανόθεν ἐλάμφθης, ἐγένοντο κηρύττοντες, οἱ ἰδόντες τὴν ἔλλαμψιν, διηγούμενοι, τὴν ὑπερλάμψασαν αἴγλην· ὅθεν Ἅγιε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Χριστὸν τὸν Θεάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βασίλισσαν φαιδράν, ἐκκηρύττομεν πάντες, παρθένον καθαράν, καὶ Θεοτόκον Μαρίαν, ἐλπίδι προσρχόμενοι, πρὸς τὴν Σὴν ἁγιότητα, Σὲ γὰρ ἔχομεν, ἐκλιπαροῦντες Παρθένε, Σὺ προφθάσειας, ἐκ πειρασμῶν καὶ κινδύνων, ὡς τάχιστα ῥύσασθαι.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ὁ τῶν σεαυτοῦ Θεόφανες μέλπω μέλπος. Συνεσίοιο ἔπ(ος).
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Οὐκ ἀπ’ ἀνθρώπων τὸ παρὸν προθέμενον, ἐκτελεσθῆναι ποτέ, ἀλλὰ ἐκ σοῦ μόνης, τριφαοῦς Θεότητος, ἐγκωμιάσαι ἄξια, Θεοφάνην τὸν μέγαν, ἐν μαρτυρίοις ἀθλήσαντα, ᾆσμά σοι Θεῷ ἀναμέλψαντα.
Τὴν πανακήρατον φαιδρὰν καὶ ἄμεμπτον, τὴν Θεοτόκον πιστοί, δεῦτε δυσωπῶμεν, παρασχεῖν ἐκφθέγξασθαι, τὰ περὶ Νεομάρτυρος· καὶ γὰρ οὗτος γενναίως, αὐτὸν καθεῖλε τὸν δράκοντα, ὕμνον πρὸς Θεὸν παρεχόμενος.
τῆς καλῆς ὁμολογίας Ἅγιε, ἥνπερ ἐφθέγξω τρανῶς, Χριστὸν Θεὸν ὅλως, θαυμασίως δέιξασαν, καὶ Ποιητὴν εἰς ἅπαντας· διὸ νῦν μετ’ Ἀγγέλων, ἐπουρανίων γηθόμενος, ᾄδεις τῷ Θεῷ ἐπινίκια.
Νῦν χαρμοσύνως ἱκετεύεις ἔνδοξε, τὸν Ποιητὴν καὶ Θεόν, περὶ ἡμῶν πάντων, ἐξελεῖν κολάσεως, καὶ κατατάξαι ἅπαντας, ἐν τῷ τῶν τερπομένων, χορῷ Δικαίων Ἁγίων τε· ὅθεν σ’ ἐπαξίως γεραίρομεν.
Θεοτοκίον.
Σὺ τὸν Θεὸν καὶ Ποιητήν μου τέτοκας, τὸν ἐξ ἀνάρχου Πατρός, χριστιανῶν τὸ καύχημα· ἀλλ’ Αὐτὸν ἐκδυσώπει, καὶ νῦν ὡς πάλαι διέσωσεν, ταύτης τρικυμίας με ῥύσασθαι.

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
χων τὴν πίστιν πρὸς Θεόν, μετὰ ἀγάπης ἐλπίδος, καὶ Αὐτόν σε ἐπὶ τούτοις ἑδράσας, ἀνεφάνης ἀκλινῶς τῆς Ἐκκλησίας καύχημα, ὅτι οὐκ ἔστιν ἄλλος, ἔκραζες πάντας ῥυσάμενος.
Αὐτὸν τὸν Μάρτυρα θερμῶς, τὸν ἀρεταῖς ἐπαρθέντα, καὶ λαμπρῶς μετὰ Ἀγγέλων ὀφθέντα, ἐν Μαρτύρων τῷ χορῷ περὶ ἡμῶν πρεσβεύοντα, πάντων Θεὸν μονάρχην, δεῦτε πιστοὶ εὐφημήσωμεν.
λομανούσας τῶν παθῶν, τὰς τῆς σαρκὸς ἐνθυμήσεις, καὶ αὐτὸν τὸν πολυμήχανονκτείνας, ἀνεφάνης νικητὴς κατ’ ἐναντίων Ἅγιε, θαύμασι λόγοις ὅλως, ἄνωθεν πάντας τροπούμενος.
Τὰς ἐκ Θεοῦ πεπλουτηκώς, καὶ θεωρίαν καὶ πρᾶξιν, ἀνδρικῶς τοῖς ἐναντίοις παλαίσας· δι’ ἡμᾶς ὡς κραταιῶς τὰς σὰς ἐντεύξεις ποίησον, ὅτι ἐσμὲν ἐν ζάλῃ, πάντοτε μάλα κρατούμενοι.
Θεοτοκίον.
λοτελῶς ἐκ τῆς ψυχῆς, σὺν σταθηρᾷ διανοίᾳ, καὶ αὐτὸς ἐκ τῶν βαθέων κραυγάζω· ἐκ κολάσεως ἁγνή, καὶ τῶν δαιμόνων λύτρωσον, ὅτι οὐκ ἔχω πλήν Σου, ἄλλην ταχέως με ῥύσασθαι.

Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς.
Τρισαριστείαν σου σοφὲ ἑωρακότες, τὴν δυναστείαν τῶν ἐχθρῶν καταβαλοῦσαν, ὅτι αἵματι πάντως τὸ πᾶν τετέλεκας, ταῖς ἄνω χοροστασίαις ἀγγελικῶς, ταῖς κάτω ἱεραρχίαις Ἐκκλησιῶν, συνυμνοῦμέν σε λέγοντες· ὅντως ἐν Μάρτυσιν εἶ, λαμπρὸς ὦ Θεόφανες δόξαν ὕμνον προσφέροντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπερούσιον Θεὸν ἡ τετοκυῖα, κεκρατημένον με δεινῶς τῇ ἁμαρτίᾳ, ταῖς μηχαναῖς τοῦ κρατοῦντος καὶ τῇ ῥαθυμίᾳ, ἐξάρπασον τῶν παγίδων τοῦ πονηροῦ, δυνάμει τῇ μητρικῇ Σου ὅπως κἀγώ, ὁ ἱκέτης δοξάζω Σε· Παρθενομῆτορ Μαρία, ἐλέησον τὸν δοῦλόν Σου, κεκραγότα Θεόνυμφε.









ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
πὲρ Χριστοῦ, Ἅγιε ὅλον τὸν πόθον σου, ὡς γενναῖος τούτῳ καθιέρωσας, ὁ πατρικὸν σέβας μὴ λιπών, καὶ τὴν τῶν ἀφρόνων θρησκείαν διαπτυσάμενος· διὸ σὺν τοῖς Ἀγγέλοις, καθαρῶς ἐποπτεύεις, τὴν Τριάδα ἠμῶν ἐπευχόμενος.
Θείης ἡμῶν, δέησιν ὄντως καὶ δύνασαι, πρὸς δεσπότην πάντη προσφερόμενος, ὡς καὶ ἡμῖν ὅλως βοηθῶν, καὶ τὴν τῶν ὑμνούντων πρεσβείαν ἐπιδεχόμενος· διὸ πρὸς σωτηρίαν καὶ ἡμᾶς ἐφελκύσοις, ταῖς πρεσβείαις σου Μάρτυς Θεόφανες.
ν ἐξειπεῖν, Ἅγιε ὅλως τῶν ἄθλων σου, καὶ τὸν δρόμον πῶς τις καὶ δυνήσεται; Καὶ γὰρ θερμῶς ὤφθης καρτερῶν, πρὸς τὴν τῶν τυράννων μανίαν θωρακισάμενος· διὸ μετὰ Μαρτύρων καὶ Ἀγγέλων κραυγάζεις· τὴν Τριάδα τρανῶς ἐξυμνούμενος.
μνους πρὸς σέ, Ἅγιε ὄντως ἰσάγγελε, τὸ καθῆκον τίς γὰρ ἐξισχύσειεν, ὡς καθαρῶς ὅλως ἐξειπεῖν, καὶ τὰ παλαίσματα ἀνθ’ ὧνπερ ἀριστευσάμενος; Διὸ σὺν ἀποδείξει θαυμασίᾳ καὶ λόγοις, τοὺς ἀφρόνως εἰς ἅπαν κατήσχυνας.
Θεοτοκίον.
Φέρων πρὸς Σέ, πάναγνε ὅλην τὴν δέησιν, Σὺ γὰρ πάντως ὅλη πρὸς ἀντίληψιν, τὸν Σὸν Υἱὸν ὅλως δυσωπεῖς, ὡς τὴν ἡμετέραν θρησκείαν ἐπικρατύνοντα· διὸ τῆς εὐφροσύνης, καὶ τῆς θείας μερίδος, τῶν δικαίων με ποίησον τεύξασθαι.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
ναρχε Πνεῦμα Λόγε, ἀπὸ τῶν χαρίτων ἰσχύειν πάρεξον, καὶ τρανῶς ἐκφάναι, κατορθώματα νέου τοῦ Μάρτυρος· καὶ γὰρ οὗτος μόνος, τὰς τῶν δαιμόνων ἐπηρείας, καὶ τοὺς τούτων κατήσχυνε φύλακας.
Νῦν παμμάκαρ σοι μέλπω, ἀπὸ τῶν βραβείων σου ἀξίως ἔπαινον· καὶ γὰρ ἔχεις πάντως, τὸν ἀστράπτοντα στέφανον ἄνωθεν· διὸ δίδαξόν με, καὶ πρὸς τὰ ἔργα θεαρέστως, τὴν ζωήν μου ἐνίσχυσον δέομαι.
χεις νῦν μετ’ Ἀγγέλων, ἀπὸ τοῦ Κυρίου σου τὸ φῶς Θεόφανες, καὶ αὐτὸς ἀμέσως, τὸ τρισόλβιον φαῖνον ἀοίδιμε· ἀλλ’ ὁδήγησόν με, καὶ τὸν τὰ σὰ ὑμνολογοῦντα, τῶν σειρῶν ἐξελέσθαι τοῦ δράκοντος.
Σὺ καθώρμησας μάκαρ, ἀπὸ τοῦ παντάνακτος περιζωσάμενος, καὶ ἐβόας εἶναι, τρισυπόστατον μόνον πανταίτιον, προφανῶς ἐν πᾶσι, καὶ πρὸς ἀγῶνας μαρτυρίου, σεαυτὸν δὲ κατεύθυνας ἄριστε.
Θεοτοκίον.
Μητρικῇ παῤῥησίᾳ, ἐκ τοῦ γεννηθέντος Σου θεοχαρίτωτε, κεχρημένη μόνη, ἀνεξάρπασον σκότους ταχύτατα, καὶ κατεύθυνόν με, πρὸς ἐντολὰς τὰς τοῦ Κυρίου, τὸν ἐν ζάλαις τοῦ βίου τρυχόμενον.



ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
πεύχομαί σοι Θεέ, κἀμοὶ τὴν δύναμιν πάρεξον, εἰς τὸ ὑμνῆσαι τρανῶς, τὸν Ἅγιον Μάρτυρα, πρὸς σὲ γὰρ προσέδραμε, καὶ ἐβόα πᾶσιν· ὁ Χριστός μου καὶ Θεός ἐστιν.
Λαμπρὸς ἐφάνης στεῤῥός, πολλὰ τὰ ἀνδραγαθήματα, καὶ ἐκ Θεοῦ ἀληθῶς, ἐδέχθης διάδημα, ἐκ γὰρ τῶν καμάτων σου, νῦν ὁδήγησόν με, τῶν Μαρτύρων ὦ τρισόλβιε.
Παθέων μᾶλλον δεινῶς, ὡς λίαν κατακρατούμενος· ἀλλὰ Μαρτύρων σοφέ, ἐξάγαγε δέομαι, ὡς σὲ καθορμήσαντα, καὶ εἰσάκουσόν μου, τῶν Μαρτύρων ὦ Θεόφανες.
ς μάλιστα κραταιῶς, μεγάλα σου τὰ παλαίσματα· τὸ γὰρ ἀρχαῖον κακόν, τελείως κατέθραυσας, πρὸς σὲ ἀφικόμενον, καὶ κατήχθη πάλιν, ἀριδήλως εἰς τὸν τάρταρον.
Θεοτοκίον.
Μίαν καὶ μόνην ἁγνήν, Μαρίαν διαγιγνώσκομεν· καὶ γὰρ αὐτὴ τὸν Θεόν, ἀχράντως ἐγέννησεν, ἀνθρώποις ἐρχόμενον, ἣν ἐπικαλοῦμαι, ἐξελεῖν με τῆς κολάσεως.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Θεόθεν λαβὼν τὴν χάριν τῆς δυνάμεως, δαιμόνων πλοκὰς διέλυσας ἀοίδιμε· καὶ πολλοὶ ἐπίστευσαν, και οἱ πιστοὶ ἰδόντες συγχαίρουσι, καὶ οἱ Ἄγγελοι ἀγάλλονται, καὶ πάντες ὡς ῥύστην ἀνυμνοῦσιν ἀεί.
Ὁ Οἶκος.
Τίς μὴ θαυμάσει τὰς ἀριστείας σου σοφέ, τὴν σταύρωσιν, τοὺς ἥλους, τοὺς ἐμπαιγμούς, ἐν οἷς τὸν Χριστὸν ἠκολούθησας; Τὴν ἐκδοράν, τοὺς λώρους, τὰς ἁρπάγας τῶν ἀθρεμβόλων, τὴν τοῦ φωτὸς τοῦ παναγίου Πνεύματος ἔλλαμψιν, καὶ τἆλλα τῶν θαυμάτων, ἅπερ οὐδεὶς κατ’ ἀξίαν, διὰ τὸ πλῆθος εἰπεῖν δυνήσεται, μεγαλομαρτύρων Θεόφανες; Δι’ ὧν Ἀγγέλων καὶ Μαρτύρων, καὶ πάντων Ἁγίων χορεία συγχαίρει σοι· δι’ ὧν πᾶσα κτίσις συναγάλλεται, καὶ πάντες ὡς ῥύστην ἀνυμνοῦσιν ἀεί.













Συναξάριον.
Ὁ Θεοφάνης ὀγγίνοις στέφος μέγα,
ἐξηγόρασεν· ὦ συναλλαγῆς ξένης!
Ὀγδοάτῃ διέπειραν Θεοφάνους σφοδρὰ χρῶτα.

Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου,
ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.
Οὗτος ἦν ἐπὶ Λικινίου, ἐν Εὐχαΐτοις μὲν γεγονώς, καὶ τὸ γένος ἐκεῖθεν ἕλκων, ἐν Ἡρακλείᾳ δὲ τὴν κατὰ Πόντον κειμένῃ, τὰς διατριβὰς ποιούμενος, ὡραῖος τὸν σωματικὸν χαρακτῆρα, καὶ τὴν ψυχὴν ὡραιότερος, λόγῳ καὶ γνώσει καὶ τῇ λοιπῇ σοφίᾳ κεκοσμημένος· ὅθεν καί τινες αὐτόν, Βρυοῤῥήτορα ἀνηγόρευον. Οὗτος διὰ πάντων τῶν κολαστηρίων ὀργάνων διελθών, τὸ μὲν μακάριον αὐτοῦ σῶμα τῇ γῇ καταλελοιπώς, τοῖς πιστοῖς προσιοῦσιν αὐτῷ τῶν ἰαμάτων ἐκβλύζει ῥεῖθρα. Τὸ δὲ ἅγιον αὐτοῦ  πνεῦμα ἐν οὐρανοῖς αὐλίζεται. Οὗ τινος τιμίου καὶ ἁγίου σώματος τὴν μετακομιδὴν ἑορτάζομεν.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ
Tοῦ Mαρκιανοῦ τῷ ξίφει τετμημένου,
Nίκανδρος εἶπεν, ἀκόλουθός εἰμί σοι.
Οὗτοι, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐπὶ Μαξίμου τοῦ ἡγεμόνος ἐξητάσθησαν, καὶ φρουρᾷ ὑπεβλήθησαν. Μετὰ τοῦτο δὲ πάλιν, ἀναγκασθέντες ἀρνήσασθαι τὸν Χριστόν, καὶ μὴ πεισθέντες, ξέονται ὄνυξι σιδηροῖς, καὶ ἐπὶ ξύλοις ὀρθοῖς μετεωρίζονται, καὶ κατακεντῶνται σιδήροις, καὶ πυρὶ καταφλέγονται. Καὶ κατανεχθέντες ἐπ’ ἀνθράκων πυρὸς ἐφαπλοῦνται, καὶ ῥάβδοις ἄνωθεν τύπτονται. Καὶ ὀξάλμῃ ταῖς πληγαῖς ἐπιχυθέντες, ὀστράκοις ὀξέσι συντρίβονται, καὶ λίθοις τὰ στόματα καὶ τὰς ὄψεις συνθλῶνται, καὶ τὰς γλώσσας μαχαίρᾳ ἐκτέμνονται, και τέλος τὸν διὰ ξίφους δέχονται θάνατον.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης
Kάλλη παραβλέπουσα τῶν ποιημάτων,
Kτίστου τὰ κάλλη ὀπτάνῃ Kαλλιόπη.
Αὕτη ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ὥρᾳ σώματος καὶ κάλλει ψυχῆς διαλάμπουσα. Συσχεθεῖσα οὖν, ἀναγκάζεται ἀποστῆναι τῆς τοῦ Χριστοῦ ἀγάπης καὶ πίστεως. Ὡς δὲ κραταιῶς ταύτης ἀντείχετο, αἰκίζεται σφοδρῶς καὶ τοὺς μασθοὺς κόπτεται, οὓς Ἄγγελος ἐπιστὰς ὑγιεῖς ἀπέδειξεν. Εἶτα ἐπ’ ὀστράκου κεκομμένου σύρεται, καὶ πυρὶ καταφλέγεται, καὶ τὰς καταφλεχθείσας σάρκας ἅλατι ἐπιπάσσεται, καὶ τριχίνοις ὑφάσμασι κατατρίβεται. Εἶθ’ οὕτω τὴν κεφαλὴν ἀποτέμνεται, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῆς Ὁσίας Μελάνειας
Tρέψασα Mελάνεια πνεῦμα πᾶν μέλαν,
λευκὴ τὸ πνεῦμα πρὸς Θεὸν χωρεῖ Λόγον.


Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθρέ
Kάλλη τὰ τῆς γῆς ἐμφρόνως διαπτύσας,
ἀθρεῖς τὸ κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νίκανδρος, ξίφει τελειοῦται.
Ἀλλ’ οἶδα καὶ Nίκανδρον ἄνδρα γεννάδαν,
νίκης λαβόντα τὸ στέφος διὰ ξίφους.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκος, ξίφει τελειοῦται.
Tμηθεὶς ὁ Mάρκος θυμιᾷ τῷ Kυρίῳ,
ἀτμὸν προπέμπων ἐκ ζεόντων αἱμάτων.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ναυκρατίου τοῦ Στουδίτου
Γῆν Nαυκράτιος ἐκπερῶν ἐπιτρέπει,
τὴν ψυχικὴν ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
Οὗτος, φαίνεται κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορείτη, ὅτι εἶναι ὁ ἀδελφὸς τοῦ Μεγάλου Βασιλείου, ὅστις ἦτο θαυμάσιος κατὰ τὴν ἄσκησιν. Εἶχε δὲ ἔργον τὸ νὰ ψαρεύη εἰς τὰς λίμνας καὶ τοὺς ποταμούς, καὶ τὰ ὀψάρια νὰ τὰ μοιράζη εἰς τοὺς πτωχούς, καθὼς διηγεῖται τὸν βίον αὐτοῦ ὁ ἀδελφός του Ἅγιος Γρηγόριος Νύσσης.
Ὅμως, ὁ Συναξαριστὴς τοῦ Μαυρικίου ἀναφέρει ὅτι οὗτος ἦτο ὁ μοναχὸς Ναυκράτιος ὁ Στουδίτης, ὁ ὁμολογητὴς καὶ ὑπέρμαχος τῶν Ἁγίων Εἰκόνων

Τῇ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Παύλου τοῦ νέου ὁμολογητοῦ καὶ ἐλεήμονος, τοῦ μαρτυρήσαντος ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου τοῦ εἰκονομάχου.
Χριστὸν ἀγαπήσας Παῦλε παμμακάριστε,
ἀθλητικῷ τέλει αὐτῷ προσηνέχθης.

Ὁ Θεοφάνης ὀγγίνοις στέφος μέγα,
ἐξηγόρασεν· ὦ συναλλαγῆς ξένης!

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐκ Κολλυβάδων Ἁγίων Ὁσιομαρτύρων Παϊσίου καὶ Θεοφάνους, τῶν ἐκ τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης τοῦ Ἄθωνος, χερσὶ μιαιφόνοις εἰς βυθὸν βληθέντες θαλάσσης, ἐν ἔτει 1773, τελειοῦνται.
Φαίνετε, Θεόφανες σὺν Παϊσίῳ,
φῶς πᾶσι μαρτυρικῆς εὐσεβείας.
Οὗτοι, θεοφιλῶς ἀσκούμενοι ἐν τῇ Καλύβῃ τοῦ Προφήτου Ἠλιού, τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης, ὑπερεμάχουν τῶν πατρώων παραδόσεων, καὶ τοῦ κολλυβαδικοῦ ζητήματος, τοῦ ὄντως φιλοκάλου, καὶ ἠγωνίζοντο ὑπὲρ τῆς συνεχοῦς θείας μεταλήψεως. Ὁ Παΐσιος ἦτο ἱερεύς, ἐκ Μεσολογγίου ὁρμώμενος, ὑποτασσόμενος πνευματικῶς τῷ Γέροντι αὐτοῦ Θεοφάνει μοναχῷ. Διαβληθέντες ὡς κακοῦργοι χερσὶ λῃστῶν μιαιφόνοις ῥαπισθέντες καὶ ὀνειδιζόμενοι ἐβλήθησαν εἰς τὸν βυθὸν τῆς θαλάσσης τὴν Κυριακὴν τῶν Ἁγίων Πάντων τοῦ ἔτους 1773, καὶ στεφάνους μαρτυρίου ἀπέλαβον.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Θεόδωρος ὁ ἐπίσκοπος, ὁ Ῥώσσος, ἐν ἔτει 1023, ἐν εἰρήνῃ τελειοῦται


Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
φάνης ἀοίδιμε, φρικτὰ θηρία καταβαλὼν ἀνδρικῶς· διὰ τοῦτο οἱ πάντες, ἐν εὐφημίαις ἀγαλλομένῃ ψυχῇ, ὡς νικητήρια φέροντες ἔκραζον· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατερῶν ἡμῶν.
Λαὸς ὁ ἀτίθασος, πικρὰς κολάσεις κατὰ σαυτοῦ εὑρηκώς· ἀλλ’ αὐτὸς οὐδὲ ὅλως, ἐν διανοίᾳ διεταράχθης ἰδών, ὡς γηθοσύνως τερπόμενος ἔκραζες· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατερῶν ἡμῶν.
Κύριος ἔλεγες, καλῶς δικάσει περὶ ἡμῶν ἐν καιρῷ, διὰ τοῦτό με γνῶτε, ἐν ταῖς βασάνοις ἀγαλλομένῳ νοΐ, ὡς ἀπολαύονθ’ ἡδέων καὶ ψάλλοντα· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατερῶν ἡμῶν.
Σαὐτὸν ἐνδιαίτημα, Τριάδος θείας Νεομαρτύρων λαμπρόν, καθαρῶς γε τοῖς πᾶσιν, ἀναδειξάμενος τερπόμενος νοΐ, καὶ ἐναντίοις γηθόμενος ἔλεγες· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατερῶν ἡμῶν.
 Θεοτοκίον.
Σωτῆρα γεννήσασα, μετά γε χρόνου τὸν ὑπὲρ χρόνον ἀεί, ἐκ Πατρὸς ἀγεννήτου, πρὸ τοῦ γενέσθαι καὶ τοὺς αἰῶνας αὐτός, ὡς ἐκ βαθέων Σοι κράζοντα σῶσόν με· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατερῶν ἡμῶν.
















ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
πὲρ Χριστοῦ Θεόφανες, τὰς βασάνους ὑπέμεινας, σοὶ τὰς τιμωρίας ἐμμανῶς διήγειραν· δυνάμει δὲ ἄνωθεν καταβαλόντα τούτους ἰδεῖν, πρὸς ζωοποιὸν καὶ λυτρωτὴν ἐκβοῶντα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεομαρτύρων Ἅγιε, ἀσκουμένων ὁ ἔπαινος, ἐν ταῖς πρὸς Θεόν γε καρτερῶς ἐντεύξεσι, δυνάμενος ἔνδοξε ἐλευθερῶσαι πάντας ἡμᾶς, καὶ περὶ ἡμῶν νῦν τὸν Θεὸν ἐκλιπάρει· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ν αἰκισμοῖς πανάριστε, τῶν ἀφρόνων οἱ δείλαιοι, ἀνασκολοπίσαντες δεινῶς σε ἐξέδειραν, ἑλώρια μέγιστα περιδαρέντα τότε ἐκ σοῦ, τῷ τρισσολαμπεῖ καὶ παντουργῷ ἐκβοῶντος· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Συνακτικῶς πανόλβιε, τῶν Μαρτύρων οἱ ἔκκριτοι, μετὰ τῶν Ἀγγέλων ἐμμελῶς ἐφύμνησαν, συμφώνως ἡδόμενοι, ἀγαλλομένους τούτους ἰδεῖν, τῷ τρισσοφαεῖ καὶ Ποιητῇ ἐκβοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
να ἐμὴν ἀσθένειαν, ἰατρεύσεις πανάχραντε, ὡς ἡ τὸν Σωτῆρα καὶ Θεὸν κυήσασα, κραυγάζω Θεόνυμφε, διασωθέντα ταύτης ποιοῖς, τῷ θεαρχικῷ καὶ παντουργικῷ ἐκβοῶντα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Μάρτυς τοῦ Κυρίου ὡς ἀληθῶς, τῶν δαιμόνων καθεῖλε τὰς φάλαγγας, ὅτι αὐτός, ὤφθη ἐναντίων ἐπικρατῶν, κἂν αἰκισμοὶ γεγόνασιν, ἀπειροπληθεῖς ἐκ τῶν δυσμενῶν· δι’ ὧν σε ὦ τρισμάκαρ, Χριστοῦ τοῦ Θεανθρώπου, εὐσεβοφρόνως μεγαλύνομεν.
δών σου ἀριστείας τὰς κραταιάς, καὶ ἀγῶνάς σου οὕσπερ ἐπέδειξας, ὅλος αὐτός, ὤφθην τοῖς ἀνθρώποις ὡς ἐνεός, ἡ γὰρ φωνή σου γέγονεν, ὡς φαεινοτέρα τῶν ἀστραπῶν· ἐφ’ ὧν σε ἐπαξίως, χριστιανῶν οἱ πάντες, σὺν Ἀσωμάτοις μεγαλύνομεν.
ἄναρχος Πατήρ τε καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον Θεόφανες, ὅλος Θεός, ὤφθη σοὶ δεσμίῳ ἐν τῇ φρουρᾷ, καὶ ἡ ἰσχύς σου γέγονεν, ὡς ἰσχυροτέρα τῶν ἀστραπῶν· δι’ ὧν σου νῦν τῶν ἔργων, Ἁγίων καὶ ἀνθρώπων, ὡς εὐσεβοῦντες ἀνυμνοῦμέν σε.
κτείναντα τὸν νόον πρὸς τὸ ὑμνεῖν, καὶ ἐξάγειν τὰ θεῖά σου ἔπαθλα, Μάρτυς με νῦν, ἔξελε ἀνθρώπων τῶν δυσμενῶν, καὶ παντελῶς ἀπάλλαξον, τῶν ἐπερχομένων ὀδυνηρῶν· διότι σὲ παμμάκαρ, τὸν ὄντα ἐν Ἀγγέλοις, ὁ σὸς ἱκέτης μεγαλύνω σε.
Θεοτοκίον.
Πανύμνητε Κυρία ὡς ὑπὲρ νοῦν, τὸν τὰ πάντα κρατύνοντα τέτοκας, ὅλον Θεόν, ἄνθρωπον γενόμενον δι’ ἡμᾶς, Οὗ ἡ φωνὴ γὰρ γέγονεν, ἐν ὑποχθονίοις ὡς φοβερά· ἐφ’ ᾧπερ Παναγία, κἀμὲ ἐκλιπαροῦντα, τῆς τρικυμίας νῦν ἐξάρπασον.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σὺν τοῖς Ἀγγέλοις Ἅγιε θρόνῳ τῷ τοῦ Δεσπότου, ὅλος φαιδρὸς παρίστασαι φέρων τὴν θεαυγίαν, ἀμέως ἐκ τῆς Τριάδος πάντη ἐθελουσίως, πρεσβεύεις διὰ ἅπαντας τοὺς πρὸς σὲ κεκραγότας· Πατρὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ὡς συνεῖναι, ἐν τόποις ἀναπαύσεως, ἕως τῆς συντελείας.

Αἶνοι. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Θῦμα σὺ γενόμενος, ὑπὲρ Τριάδος Θεόφανες, προκηρύττων ἐν ἅπασι, Πατέρα τὸν ἄναρχον, καὶ Υἱὸν ἐκ τούτου, τὸν πρὸ τῶν αἰώνων, καὶ τὸ πανάγιον Αὐτοῦ, ἐκπορευόμενον Πνεῦμα Ἅγιον· διό σε μακαρίζομεν, χρεωστικῶς μεγαλομάρτυς, ὡς αἰτοῦντες βοήθειαν, ἐκ κινδύνων λυτρώσασθαι. (Δίς)

Ὅλος σὺ γενόμενος, τῆς εὐσεβείας ἑδραίωμα, ἐξ αἱμάτων κατάῤῥυτος, ἐφάνης θαυμάσιε, ἐν τοῖς μαρτυρίοις, ἐλέγχων τυράννους, ὡς καρτερίας ἐραστής, τῆς ἀληθείας κῆρυξ ὁ ἔνθεος, Μαρτύρων διαυγέστατος, καὶ τοῖς Ἀγγέλοις ἐφάμιλλος, ὧν ἡμᾶς λιτανεύοντας, καὶ ὑμνοῦντας διάσωσον.

Ὄντως καθαρώτατα, ὑπὲρ Τριάδος ἐνήθλησας, δι’ αἱμάτων Θεόφανες, ἐν οἷς ἐταπείνωσας, τὴν ὀφρῦν τυράννων, καὶ τὴν δυναστείαν, ὡς κραταιῶς καταβαλών, τὸν πολυμήχανον καὶ ἀλάστορα, ἀνθρώποις τὸν ἀντίπαλον, τῆς εὐσεβείας πολέμιον, ὧν ἡμᾶς ἐλευθέρωσον, ἀπειλῶν καὶ τῶν θλίψεων.

Δόξα. Ἦχος πλ. δ’.
Χρυσέοις ῥήμασι, καὶ πυριπνόοις προβλήμασιν, ἐναποδείξας τὴν τοῦ Χριστοῦ πολιτείαν, καὶ τὴν εὐσέβειαν ὡς ἀκράδαντον, τελείως κατέπεισας ἔργοις τοὺς μηδόλως πιστεύοντας, μεγαλομαρτύρων Θεόφανες· διὸ βραβεῖον ἱερόν, καὶ στέφανον ἐξ ἀκηράτων ἀνθέων, παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κομισάμενος, τοὺς τὴν ἱεράν σου μνήμην, καὶ τὰ μαρτυρικὰ τῶν ἀγώνων σου προτερήματα, ἐνδελεχῶ ἀνακηρύττοντας, ὡς ἔχων πρὸς Θεὸν παῤῥησίαν πολλήν, πρεσβείαις σου, ἐκ πάσης ἐπηρείας ἡμᾶς ἐλευθέρωσον.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου