Τρίτη 3 Ιουλίου 2018

ΠΡΩΤΗ ΚΥΡΙΑΚΗ ΝΟΕΜΒΡΙΟΥ. ΑΠΕΛΕΥΘΕΡΩΣΗ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΕΚ ΤΩΝ ΑΓΑΡΗΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ 1-7!!
1η ΚΥΡΙΑΚΗ ΝΟΕΜΒΡΙΟΥ
ΑΠΕΛΕΥΘΕΡΩΣΗ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ
ΕΚ ΤΩΝ ΑΓΑΡΗΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰερομονάχου Ἰωάννου Δημητριάδου, καλύβης Ἁγ. Ἰωάννου Θεολόγου Κατουνακίων)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μοναζόντων τὰ πλήθη πάντα συνδράμετε, ἐν τοῖς ναοῖς Κυρίου, τῶν ἐν Ὄρει Ἁγίῳ, καὶ στήσατε χορείαν τοῦ ᾆσαι τρανῶς, εὐχαριστήρια ἄσματα, τῇ ῥησαμένῃ δουλείας δεινῆς ἡμᾶς, Μαριὰμ τῇ Θεομήτορι.

Εὐχαριστοῦμέν σοι πάντες Κόρη θεόκλητε, οἱ ἐν τῷ Ὄρει τούτῳ, μονασταὶ καὶ μιγάδες, δι’ ἧν εὐεργεσίαν παρέσχες ἡμῖν, ἐλευθερώσασα ἅπαντας, ἐκ τῶν ἀθέων τυράννων Ἀγαρηνῶν, καὶ αὐτοὺς ἐξολοθρεύσασα.

Τὴν κυριότητα πάντες καὶ δυναστείαν σου, δι’ ὧν κατασυντρίβεις, τοὺς ἐχθροὺς τοῦ Υἱοῦ Σου, γεραίρομεν Παρθένε καὶ Σὲ εὐλαβῶς, συμπροσκυνοῦμεν ὡς Ἄνασσαν, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ τῶν μοναστῶν προστασίαν καὶ ὑπέρμαχον.

Λαμπροφορήσατε πᾶσαι τοῦ Ὄρους Ἄθω Μοναί, αἱ Σκῆται τὰ Κελλία, καὶ πᾶς οἶκος Κυρίου, τὸν πένθιμον χιτῶνα ζυγοῦ ἐκποδών, ποιησάμενοι ᾄσατε, τῇ Θεοτόκῳ χαρμόσυνα Ἣ ἡμῖν, τὴν χαρὰν ἐπιδαψύλευσε.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Τῆς ὑπερκοσμίου φύσεως τῶν Ἀγγέλων τὸ ἀγαλλίαμα, καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἡ δόξα καὶ τὸ καύχημα· ἡμῶν δὲ τῶν ὀρθοδόξων ἡ ὑπέρμαχος καὶ σώτειρα, ἡ πανύμνητος Παρθένος ὑμνείσθω εὐφροσύνως, ἐν ᾀσμάτων τοῖς ἄνθεσι. Αὕτη γὰρ καθάπερ ὁ Υἱὸς αὐτῆς, ἔσκεπε τὸν πάλαι Ἰσραὴλ διὰ τῆς νεφέληγς, καὶ ὡδήγησεν αὐτὸν διὰ ταύτης ἐν τῇ ἐρήμῳ, οὕτως ἔσκεπε τὸν φιλόχριστον στρατόν, καὶ ὡδήγησεν αὐτὸν ἐν τῷδε τῷ Ἁγιωνύμῳ Ὄρει, πρὸς χαρὰν ἡμῶν καὶ δόξαν τοῦ Υἱοῦ Αὐτῆς.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πᾶσα πιστῶν πληθύς, εὐχαριστίας ὕμνον, προσφέρειν σοι Παρθένε, δι’ ἣν ἡμῖν παρέσχες, ἐλευθερίαν ἄχραντε.

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δέδωκας τῷ πιστῷ, στρατεύματι Ἑλλήνων, τὸ κράτος καὶ ἀπίστων, ἐχθρῶν καὶ ἀλαζόνων, Παντάνασσα Θεόνυμφε.

Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Τούτου οὖν καὶ ἡμεῖς, ἕνεκεν Θεοτόκε, εἰς ἓν συναθροισθέντες, ὑμνοῦμεν τὴν ἰσχύν Σου, τὴν χάριν τὴν προμήθειαν.

Δόξα. Καὶ νῦν.
Ἤλωσας τὸν ἐχθρόν, ἐλύτρωσας τὸ Ὄρος, τῆς τούτου δυσωδίας, τοὺς μοναστὰς δουλείας, διὸ εὐχαριστοῦμέν Σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Θεοῦ τοῦ σαρκωθέντος τὴν Μητέρα τὴν ἄφθορον, καὶ τῶν ὀρθοδόξων τοιαύτην, ὑπάρχουσαν κατὰ χάριν, τοῦ Ἄθω πληθὺς τῶν μοναστῶν, ὑμνήσωμεν Αὐτὴν χαρμονικῶς, καὶ γὰρ Αὕτη ἐλυτρώσατο νῦν ἡμᾶς, καὶ Ὄρος ἐκ τῶν βαρβάρων· δόξα τῇ δυναστείᾳ Σου σεμνή, δόξα τῇ προμηθείᾳ Σου, δόξα τῇ παρθενίᾳ Σου Θεοτόκε πανάχραντε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῇ πανάγνῳ Παρθένῳ τὰ νικητήρια, οἱ ἐν τῷ Ὄρει τοῦ Ἄθω Πατέρες σήμερον, ἐν εὐφήμοις ταῖς  ᾠδαῖς προσαγάγωμεν, ὅτι ἐῤῥύσατο ἡμᾶς, τοῦ ζυγοῦ τῶν ἀσεβῶν, καὶ δούσα ἐλευθερίαν, ἱκετεύει ἀδιαλείπτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολύσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ΄ τοῦ ἤχου καὶ στ΄  τῆς ἑορτῆς. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Τῆς Παρθένου Κόρης, τὰ πολλὰ τεράστια, ἃ δείκνυται προφανῶς, ἐν Ἄθῳ πάντοτε, ἐξαίρει τὸν νοῦν ἡμῶν, καὶ χαριστήριον ᾆσαι μελώδημα, ἐπείγει δεῦτε λοιπόν, ὁ ταύτης κλήρος καὶ πόθῳ βοήσατε· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ λυτρώσας ἀπίστων, διὰ Σοῦ τὸν Σὸν περίβολον.

Βαβαὶ τῆς Σῆς προμηθείας ἁγνή!  Καὶ στοργῆς ἀπλέτου, ἧς πρὸς πάντας κέκτησαι, τοῖς ὦδε ἐν τῷ σεμνῷ, Ὄρει μονάζουσιν, εὐφραίνεις ᾀεὶ αὐτούς, τοῖς Σοῖς ποικίλοις χαρίσμασιν ἄχραντε, ἀπήλλαξας δὲ καὶ νῦν, τῆς Ἰσμὰηλ τυραννίδος καὶ μήνιδος, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.

Δεῦτε οἱ τοῦ Ὄρους ἅπαντες, μονασταὶ μιγάδες ἱερέων ὅμιλος, τὴν ξένως ὅλως ἡμᾶς, λυτρωσαμένην ἐχθρῶν ἐχθίστων αἱμοχαρῶν, τὴν Παναγίαν, τοῦ Ὄρους τὴν πρόμαχον, ἐν φόβῳ τε καὶ χαρᾷ, εὐχαριστήσωμεν ἅμα κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Οὐρανῶν τὰ στρατεύματα, καὶ τοῦ Ἄθω οἱ Ἅγιοι, νῦν κοινὴν πανήγυριν συγκροτήσατε, καὶ σὺν ἡμῖν ἀνυμνήσατε, τὴν δόξαν τὴν ἄφραστον, καὶ τὴν νίκην πρὸς ἐχθρούς, τῆς ἁγνῆς ἥνπερ εἴργαστο, διὰ ἔλεος, Θεοτόκε βοῶντες χαῖρε μόνη, ἡ Παράδεισον τὴν τῆνδε, ἐκ τῶν ἀπίστων καθάρασα.

Τὴν ὑπέρμαχον ἅπαντες, καὶ φρουρὸν καὶ προστάτιδα, τῶν Μονῶν καὶ Σκήτεων καὶ Κελλίων τε, τὴν ἀρωγὸν καὶ ἀντίληψιν, καὶ σκέπην καὶ πρόμαχον, τῶν ἁπάντων μοναστῶν, τῶν οἰκούντων το Ἅγιον, τοῦτο Ὄρος νῦν, εὐφημήσωμεν ὕμνοις ἐκβοῶντες· Παναγία χαῖρε μόνη, Ἀγαρηνοὺς ἡ συντρίψασα.

Ἡ χαρμόσυνος λύτρωσις, ἣν ἡμῶν προξένησας, ἐξ ἐχθροῦ ἀλάστορος νῦν συνήγαγεν, ἡμᾶς τὸ χρέος ὑμνῆσαί σοι, Παρθένε ἐν ἄσμασι, καὶ ᾦδαῖς πνευματικαῖς, κᾂν ἀξίως οὐκ ἔχομεν, ὅμως πρόσδεξαι, ὥσπερ Μήτηρ φιλόπαις Παναγία, ψελλισμοὺς τοὺς ἡμετέρους, οὓς ἐκ καρδίας προσάγομεν.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πάντες οἱ τοῦ Ὄρους μονασταὶ καὶ μιγάδες, ἀθροισθῶμεν ὁμοῦ, πόῤῥῳ ἀποθέμενοι, τὰς βιωτικὰς μερίμνας. Συγκαλεῖται γὰρ ἡμᾶς ἡ χαρμόσυνος καὶ ἰδιάζουσα αὕτη τῆς ἐλευθερίας ἡμέρα, ἀποδοῦναι τὰ σῶστρα τῇ Βασιλίσσῃ τῆς κτίσεως, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ ὑπερενδόξῳ προστάτιδ καὶ ἐφόρῳ τοῦ ἱεροῦ ἡμῶν τόπου. Σήμερον γάρ, τὸν μισόχριστον στρατὸν τῶν Ἀγαρηνῶν ἐντεῦθεν ἀπήλασε, καὶ τὴν τοῦ ἔθνους ἡμῶν τιμίαν Σημαίαν, ἐπὶ πᾶσιν ἀνήρτησε. Διὰ ταῦτα οὖν εὐχαριστήσωμεν Αὐτῇ, καὶ βοήσωμεν λέγοντες· Ὦ Δέσποινα, μὴ ἐάσῃς τὴν Σὲ γεραίρουσαν, καὶ εἰς Σὲ ἐλπίζουσαν ποίμνην ἀπροστάτευτον, ἀλλ’ ἀεὶ ἀπήμαντον φύλαττε.

Καὶ νῦν. Τὸ Θεοτοκίον τοῦ ἤχου.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με, ὡς νυμφίῳ περέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ εἰς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύς, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσω, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου, καὶ οὐκ ἐκ κληθήση καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκ ἐκ κληθήσεται ἔρημος. Σοὶ γὰρ κληθήσεται θέλημα τὸ ἐμόν, καὶ τῇ γῇ σου οἰκουμένῃ, ἣν εὐδοκήσοι Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου κατοικηθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένων, οὕτω κατοικήσουσιν οἱ υἱοί σου μετὰ σου, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐν σοί.









Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν: Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.











Λιτή. Ἦχος α΄.
Τὴν ὑπέρλαμπρον Κόρη, τῶν Ἀγγέλων τὸ θαῦμα, χριστιανῶν τὸ μέγα καύχημα, τὴν πρόμαχον καὶ ἔφορον τοῦ Ἁγιωνύμου Ὄρους, τὴν μετὰ Θεὸν ἐλπίδα ἡμῶν τῶν μοναστῶν, καὶ μεσίτην ἀκοίμητον, Μαρίαν τὴν ὑπέραγνον, ἐν ᾠδαῖς ἐγκωμίων εὐφημήσωμεν σήμερον. Ἰδοὺ γὰρ τράπεζαν μυστικὴν προὔθηκεν ἡμῖν, τὰ θαυμάσια καὶ τὰς εὐεργεσίας, καὶ τὴν ἔναγχος ἡμῖν παρασχεθεῖσαν ὑπ’ αὐτῆς ἐλευθερίαν, ἐκ τῆς δουλείας τῶν ἀλλοθρήσκων, τρυφάτω οὖν ἕκαστος πνευματικῶς, εἴτι ἂν βούλοιτο· ὁ μὲν αὐτῆς τὰ θαυμάσια, ὁ δὲ τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ἄλλος τὸ εὔσπλαγχνον καὶ ἱλαρόν, καὶ ἕτερος τὴν πρὸς πάντας ἀγαθότητα· καὶ πάντες ὁμοφώνως βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ὁ αὐτός.
Ἐπιγνῶμεν ἀδελφοί, τῆς δωρεᾶς τὸ μέγεθος, οὐδὲν γὰρ ἡδύτερον, οὐδὲν τερπνότερον τοῦ δώρου τῆς ἐλευθερίας· ὁ γὰρ ζυγὸς τῆς δουλείας τὸ αὐτεξούσιον παραλόγως περιστέλλει. Δῶμεν οὖν δόξαν τῷ Θεῷ, τῷ εὐδοκήσαντι ἐν ταῖς ἡμέραις ἡμῶν, πληρωθῆναι τὸ προσδοκώμενον ὄνειρον. Εὐχαριστίαν δὲ προσήκουσαν, προσοίσωμεν τῇ Θεοτόκῳ ἐν ἀγαλλιάσει βοῶντες· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.

Ἦχος β΄.
Θαῦμα θαυμάτων τετέλεσται σήμερον· ἤδη γὰρ τὸ θράσος τῶν βαρβάρων ἐξέλιπε· τὸ γαῦρον καὶ ἀγέρωχον καὶ ἀλιτήριον γένος τῶν Ἀγαρηνῶν ἀπελήλαται, ὑπὸ τῆς ἐφόρου καὶ ὑπερμάχου τοῦ ἱεροῦ τούτου περιβόλου, καὶ ἐξόχου προστάτιδος τῶν μοναζόντων ἐν αὐτῷ, Μαρίας τῆς θεόπαιδος. Ἐξεχύθη δὲ ἡ χαρὰ καὶ ἀγαλλίασις ἀφθόνως ὑπὸ ταύτης, κατακλύζουσαι τὰς καρδίας τοῦ κλήρου αὐτῆς καὶ διεγείρουσαι ἀναβοᾷν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ἦχος δ΄
Σήμερον ἱερὰν καὶ καινὴν πανήγυριν ἐπιτελοῦντες ὦ ἱερώτατον ἄθροισμα· ἐκ τῶν ᾀσμάτων τὰ ἄνθη συλλέξωμεν καὶ εἰς ἓν συναρμόσωμεν, καὶ ἀντὶ δώρων νικητηρίων, τῇ πανυμνήτῳ Θεομήτορι, ταῦτα προσάξωμεν ἐν φωναῖς ἀλαλαγμοῦ· ἐν τούτοις γὰρ τέρπεται, καὶ ἀξιοῖ τοὺς μέλποντας ταύτην, τῆς οὐρανίου μακαριότητος, ταῖς ἱκεσίαις Αὐτῆς.






Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Δεῦτε πάντες ἀδελφοί, ὅσοι τὸ τοῦ μονήρους βίου τριβώνιον περιεβλήθημεν. Δεῦτε εὐφρανθῶμεν τῷ πνεύματι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι. Σήμερον γάρ, ἡ πανάμωμος Δέσποινα, κατέβαλε τὸ φρύαγμα καὶ τὴν ὀφρὺν τῶν ἀσεβῶν, καὶ ἐξέωσε τούτους τοῦ ἱεροῦ ἡμῶν τόπου. Σήμερον ἀνυψώθη τὸ κέρας τοῦ Σταυροῦ, καὶ καταπέπτωκε τὸ σῆμα τοῦ Ἰσμαήλ. Σήμερον προσηρμώσαντο τῷ ἔθνει ἡμῶν, ἡ θεόκλητος Κόρη, τὸν φάρον τῆς Ὀρθοδοξίας, τὸ Ἁγιώνυμον Ὄρος. Γηθοσύνως οὖν βοήσωμεν Αὐτῇ· Παντάνασσα, εὐχαριστοῦμέν σοι, ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν, ὧν ἐδωρήσω ἡμῖν. Ἀλλὰ μὴ διαλίπῃς πρεσβεύειν, καὶ τῆς Οὐρανῶν Βασιλείας, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε.

Εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Πάντες οἱ τῆς οὐρανίου μακαριότητος ἐρασταί, οἱ τὸν πλοῦτον, τὴν δόξαν καὶ τὰς ἡδονάς, σκύβαλα λογισάμενοι, καὶ τὸν ἐλαφρὸν ζυγὸν τοῦ Κυρίου προθύμως ἀράμενοι, ἵνα Χριστὸν κερδήσητε. Κύμβαλα εὔηχα καταστῶμεν, ἄδοντες γηθοσύνως τὰ ἐξαίσια θαύματα τῆς πανάγνου Μαρία· καὶ σάλπιγγες πνευματικαί, σαλπίζοντες τὴν δόξαν καὶ τὸ μεγαλεῖον αὐτῆς. Αἰνέσωμεν τὴν ὑπ’ Αὐτῆς πρὸς ἡμᾶς γενομένην εὐεργεσίαν· ἐχθρὸν γὰρ ἔχθιστον καὶ ἀσεβῆ καὶ μυσαρότατον, ἄρδην ἀνέτρεψε καὶ τελικῶς νῦν ἐκ τοῦ Ὄρους Αὐτῆς ἀπήλασε. Δόξαν γὰρ καὶ δυναστείαν, οἷα Θεοῦ Μήτηρ κεκτημένη, ποιεῖ ὅσα βούληται.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Θεοῦ τοῦ σαρκωθέντος τὴν Μητέρα τὴν ἄφθορον, καὶ τῶν ὀρθοδόξων τοιαύτην, ὑπάρχουσαν κατὰ χάριν, τοῦ Ἄθω πληθὺς τῶν μοναστῶν, ὑμνήσωμεν Αὐτὴν χαρμονικῶς, καὶ γὰρ Αὕτη ἐλυτρώσατο νῦν ἡμᾶς, καὶ Ὄρος ἐκ τῶν βαρβάρων· δόξα τῇ δυναστείᾳ Σου σεμνή, δόξα τῇ προμηθείᾳ Σου, δόξα τῇ παρθενίᾳ Σου Θεοτόκε πανάχραντε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῇ πανάγνῳ Παρθένῳ τὰ νικητήρια, οἱ ἐν τῷ Ὄρει τοῦ Ἄθω Πατέρες σήμερον, ἐν εὐφήμοις ταῖς  ᾠδαῖς προσαγάγωμεν, ὅτι ἐῤῥύσατο ἡμᾶς, τοῦ ζυγοῦ τῶν ἀσεβῶν, καὶ δούσα ἐλευθερίαν, ἱκετεύει ἀδιαλείπτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολύσις.



ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, καθίσματα τοῦ ἤχου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κλῖνον Κόρη Μαριάμ, κλῖνον τὸ οὖς Σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς, καὶ ὡς ὑπέσχου μὴ λίπῃς τοῦ προστατεύειν, τὸν κλῆρον ὃν ὁ Σός, Υἱὸς καὶ πάντων Θεός, δεδώρηται ποτέ, εἰς σωτηρίαν ἡμῶν, καὶ τοὺς ἐχθροὺς τοῦ Ὄρους τοῦ Σοῦ ἐλαύνειν, καὶ χάριν νέμειν τοῖς δούλοις Σου, εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν καὶ ἐλπίδα τιθέμεθα.
Δόξα. Καὶ νῦν.
Ἀκατάληπτα τὰ Σά, καὶ ἀνερμήνευτα ἁγνή, πῶς Παρθένος ἀληθής, αἷμα καὶ Μήτηρ ἀψευδής! Θαύμα θαυμάτων τετέλεσται ἐν Σοὶ Κόρη, ὁ γὰρ ἐκ μηδενός, δημιουργήσας τὸ πᾶν, ἐκ Σοῦ θεοπρεπῶς, ἄνευ σπορᾶς γεννηθείς, τὸ προλεχθὲν τερτάστιοντὸ θεῖον ὡς εἶδεν Οὗτος εἰργάσαντο, ἀλλ’ ὦ Παρθένε, τοὺς Σὲ ὑμνοῦντας πάντας φρούρει καὶ φύλαττε.

Τὰ Εὐλογητάρια, ἡ Ὑπακοὴ τοῦ ἤχου καὶ οἱ Ἀναβαθμοὶ αὐτοῦ.
























Εἶτα οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ τῆς Θεοτόκου β΄.
Ὁ α΄ Κανών τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Σώτειρα(ν) Γένους Μαρίαν ὑμνῶ. Ἰωάν. Ἱερομ.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀνοίξω τὸ στόμα μου.
Σοφίαν παράσχου μοι, αὐτοσοφία ὢν Κύριε, καὶ λόγον ἐν χάριτι, τῇ Σῇ Μητρὶ γεγηθώς, ὑμνπολόγημα, τερπνὸν ὡς ἂν προσοίσω, ἰδοὺ γὰρ ἐχθρῶν ἡμῶν, δεινῶν ἀπήλλαξεν.
ράϊσας ἄχραντε, Ὄρος τὸ Σὸν ὑπὲρ ἔννοιαν, ναῶν γὰρ ἐπλήρωσας, ἐν οἷς ὑμνῆται πιστῶς, ἡ Τριὰς ὁμοῦ, καὶ Σὺ τῶν μοναζόντων, καὶ Ὄρους ἡ Σώτειρα, χαῖρε πανάμωμε.
Τιμῶμεν τὴν χάριν Σου, ἣν ἐδαψίλευσας Δέσποινα, ἡμῶν τοῖς μονάζουσιν, ἐνταῦθα Κόρη σεμνή, καὶ τὴν δύναμιν, δι’ ἧς κατασυντρίβεις, ἐχθροὺς τοὺς τῆς πίστεως, χαῖρε πανάμωμε.
πλήρωσας ἅπαντα, τῶν μοναζόντων τὰ συστήματα, χαρᾶς ὑπερένδοξε, καὶ εὐφροσύνης ὁμοῦ, ἀπαλλάξασα, ἐχθρῶν τῶν μισοχρίστων, διό σοι κραυγάζομεν· χαῖρε πανάμωμε.

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Οἱ ἄζυγοι καὶ σῷστρα, Σοὶ τῇ Ἁγνῇ. Ἰωάν. Ἱερ(ο)μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
μέγας Ταξίαρχος Γαβριήλ, Σοὶ τὸ χαῖρε Κόρη, προσεκόμισεν ἐκ Θεοῦ, ὁ Ἰσραηλίτης δὲ ὁ νέος, ἀπὸ καρδίας προσφέρει Σοι ᾄσματα.
σχὺν ἀλαζόνων Ἀγαρηνῶν, καὶ θράσος Παρθένε, ἐταπείνωσας θαυμαστῶς, ἐλευθερίαν δὲ παρέσχες, τοῖς μονασταῖς ἀνυμνοῦσι τὸ κράτος Σου.
γάλλου καὶ χόρευε ἡ πληθύς, τῶν ἱερέων τῶν μιγάδων καὶ μοναστῶν, ὅτι ἐλυτρώσατο τὸ Ὄρος, ἡ Θεοτόκος ἣν πίστει δοξάσωμεν.
Ζυγοῦ βαρυτάτου τε καὶ δεινοῦ, σώσασα τὸ Ὄρος, τῶν ἀθέων Ἀγαρηνῶν, τὴν εὐχαριστίαν Σοι Παρθένε, καὶ τὴν προσκύνησιν πόθῳ προσφέρομεν.













ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
κάνωσον πάντας τοὺς ἐν Ὄρει, μιγάδας ὁμοῦ καὶ μοναστάς, ἐλευθερίαν κτήσασθαι, ἐκ τῶν παθῶν καὶ ὕψωσον, καὶ νοῦν πρὸς τὰ οὐράνια, ὡς ἂν τὸ χαῖρέ σοι ᾄδωμεν.
υσθέντες ἐχθροῦ δυσμενεστάτου, τῇ νεύσει πατέρες τῆς ἁγνῆς, ἐν ὕμνοις ἀνυμνήσωμεν, Αὐτὴν καὶ εὐφημήσωμεν· χαῖρε Παρθένε κράζοντες, ἡμῶν ἡ σκέπη καὶ σώτειρα.
γάλλου καὶ χόρευε καὶ σκίρτα, ἐν πνεύματι πᾶσα ἡ πληθύς, τῶν μοναστῶν καὶ κρότησον, ᾄσματα ἐπινίκια, καὶ τῇ πανάγνῳ πρόσφερε, ἥτις ἐχθρούς σου ἀπήλασε.
Γαυρίαμα βάναυσον καὶ θράσος, καὶ σμῆνος ὁμοῦ Ἀγαρηνῶν, ἐξέλιπεν ἠφάνισται, ἐξωστρακίσθη Δέσποινα, Σῇ ἐπινεύσει ὅθεν Σοι, χορὸς ἀζύγων γεραίρει Σε.

Ἕτερος. Οὐρανία ἁψίδος.
πὲρ φύσιν Παρθένε καὶ ὑπὲρ νοῦν ἅπαντα, ἃ τοῖς μονασταῖς ἀπεργάζει τοῖς διαμένουσιν, ἐν περιβόλῳ τῷ Σῷ, καὶ τὴν ἐλπίδα θεμένους, πρὸς τὴν Σὴν προμήθειαν, χαῖρε πανύμνητε.
Γεγυθυΐα προφρόνως, εὐχαριστεῖ ἄσπιλε, ἡ τῶν μοναστῶν καὶ μιγάδων, θεία συνάθροισις, ἣν δι’ ἀγάπην τὴν Σήν, καὶ τοῦ Υἱοῦ Σου Παρθένε, τὸ Σὸν Ὄρος ᾤκησε, χαῖρε πανάχραντε.
Οὐρανῶν αἱ δυνάμεις, θαμβητικῶς ἵστανται πρὸ τῆς ἀγλαΐας Θεόπαις, τῆς Σῆς καὶ χαῖρέ Σοι, ἀναβοῶσι θερμῶς, μεθ’ ὧν αὐτοὶ συμμιγνύντες, τὰ τερπνά Σοι ᾄσματα, Κόρη προσάδομεν.
ερεῖς καὶ μιγάδες, καὶ μονασταὶ ἅπαντες, καὶ οἱ τοῦ λαοῦ ὅσοι ᾦδε, τοῦτον τὸν θίασον, ἀποτελεῖται φαιδρῶς, τὴν Θεοτόκον καὶ Μαρίαν, τὴν τοῦ ὄρους σώτειραν, πάντες ὑμνήσωμεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν προστάτιν καὶ ἔφορον, τὴν ἡμῶν καὶ τοῦ Ὄρους ὐπέρμαχον κραταιάν, ἐχθρὸν ἀσεβέστατον, αἱμοβόρον καὶ μάχιμον, τὴν ἐντεῦθεν πόῤῥῳ τελείως διώξασαν, ἐλευθερίαν κένως, παντοῦ τὴν σκορπίσασαν, ἄσπιλον Παρθένον, τὴν Θεόκλητον Κόρην Μαρίαν ὑμνήσωμεν, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον Τόκον Σου.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.







ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
παγάλλεσθε κοιλάδες, καὶ λοφίσκοι τοῦ Ἄθω νῦν, καὶ λοιπὰ τοπία, ὅτι ἡ Παρθένος ἐκάθηρε, τῶν ἀσεβῶν ὑμᾶς πάντας καὶ διέσωσε, τοὺς προσάδοντας· Χαῖρε Μαρία Μητρόθεε.
Νεουργεῖς μετὰ αἰῶνος, ὑπερτέσσαρας Δέσποινα, ἐν τῷ Ὄρει τούτῳ, τὴν ἐλευθερίαν ὑπέροχον, καὶ διὰ τοῦτο εὐφήμως, οἱ μονάζοντες, προσφωνοῦμέν Σοι· Χαῖρε Μαρία Θεόνυμφε.
Οἱ λευῖται οἱ μιγάδες, ἱερεῖς καὶ μονάζοντες, νῦν τῇ πανυμνήτῳ, τὰ εὐχαριστήρια ἄσωμεν, Ἀγαρηνῶν γὰρ ἀθέων κατεκράτησεν, ἀνακράζοντες· Χαῖρε Μαρία Παντάνασσα.
περένδοξος ὁ τόκος, ὑπὲρ νοῦν ἡ λοχεία Σου, ὑπὲρ λόγον ὄντως, πᾶσα πρὸς ἡμᾶς Σου ἡ πρόνοια, ἥνπερ δεικνύεις Παρθένε, τοὺς κραυγάζοντας· Χαῖρε Μαρία Θεόκλητε.

Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Τὸν τοῦ Θεοῦ ἔρωτα, ἄναψον πάναγνε, εἰς καρδίας, τῶν ὑμνολογούντων Σε, καὶ τῶν παθῶν λύτρωσαι ἡμᾶς, ὅπως ἐπαξίως ἐχθροῦ τὴν ἀποσκοράκισιν, νοήσαντας βοῶμεν, σὺν Ἀγγέλῳ τῷ πάνυ, χαρμοσύνως Σοι· Χαῖρε πανάσπιλε.
Τριαδικὴν σύνοδον, πάντες προσοίσωμεν τῷ Δεσπότῃ, ἄσπιλον καὶ πρόθυμον, νοὸς καρδίας τε καὶ ψυχῆς, ἐν εὐχαῖς καὶ ὕμνοις, δουλείας γὰρ ἐλυτρώσαντο, τὸ Ὄρος μεσιτείᾳ, Μαριὰμ τῆς Παρθένου, ᾟ κραυγάσωμεν· Χαῖρε ἀκήρατε.
Σύ μου ἰσχὺς ἄχραντε, Σύ μου καὶ δύναμις, Σὺ ἐλπίς μου, Σύ μου ἀγαλλίαμα, οἱ μονασταὶ κράζομεν πιστῶς, καὶ ἐν Σοὶ θαῤῥοῦντες, οὐδέποτε ἀπογνώσωμεν, διὸ σὺν τῷ Ἀγγέλῳ, Γαβριὴλ γηθοσύνως, ἐκβοῶμέν Σοι· Χαῖρε ὑπέραγνε.
ς οἱ Θεοῦ Ἄγγελοι, ἀνευφημοῦσί σε, καὶ τοῦ Ὄρους, οὕτω νῦν ὁ θίασος, ὁ ἱερὸς ὁ τῶν μοναστῶν, ἀνυμνολογεῖ σου, τὸ ὑπερύμνητον ὄνομα, καὶ τὴν εὐχαριστίαν, ὡς χρεών Σοι προσφέρει, καὶ κραυγάζει· Χαῖρε πανάμωμε.












ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Στρατὸν τὸν μισόχριστον, Ἀγαρηνῶν τὸν ἀτίθασσον, ἄρδην ἐξηφάνισας Παρθένε, σώσασα κλῆρον, τὸν προσκυνοῦντα πιστῶς, Τριάδα τὸν ἄναρχοον Θεόν, Σοὶ δὲ εὐχαριστήριον, ὑμνῳδίαν προσάδοντα.
Μαρία τὸ Ὄνομα, τὸ ὑπὲρ μέλι γλυκύτερον, πάντων τῶν ἐνταῦθα μοναζόντων, σὺ γὰρ ὑπάρχεις φρουρὸς ἡμῶν καὶ ἐλπίς, καὶ ἔφορος πρέσβυς πρὸς Θεόν, ὅθεν ἀπαξάπνατες, εὐσεβῶς προσκυνοῦμέν Σε.
γάλλεσθε ἅπασαι, Μοναὶ τοῦ Ὄρους Ἄθω νῦν, πάντα τὰ Κελλία καὶ αἱ Σκῆται, ἡ Βασιλὶς γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, δουλείας ἐῤῥύσατο ἡμᾶς, ὅθεν ἀνακράξωμεν· Χαῖρε Νύμφη Ἀνύμφευτε.
ημάτων ἐκλόγια, ἐκ καρδιῶν φιλούντων σε, πρόσδεξαι Παρθένε Παναγία, καὶ σῶσον πάντας, τοῦ αἰωνίου πυρός, ὡς ἔσωσας ἄρτι τὸν ἐχθρόν, ὅπως ἀνυμνῶμέν Σε, σὺν Ἀγγέλοις ᾀείποτε.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Σοῦ τὸ Ὄρος προσφέρει, νῦν τὰ χαριστήρια ἐνθέοις ἄσμασι, καὶ εὐχαριστίας, Σοὶ Παρθένε ἐχθρῶν γὰρ διέσωσας, ὅμως μὴ ἐάσῃς, ἡμᾶς ποτὲ ἀπροστατεύτους, εἰς τὸ μέλλον λιτάζομεν Δέσποινα.
Τυραννὶς τῶν βαρβάρων, καὶ ἡ μυσαρότης νῦν αὐτῶν ἐξέλιπε, καὶ περιεχύθη, εἰς τὸ Ὄρος τὸ φῶς τὸ ὑπέρλαμπρον, τῆς ἐλευθερίας τῇ ἐπινεύσει τῆς Παρθένου, ἣν ὑμνοῦμεν πιστῶς καὶ δοξάζομεν.
ευματίζει ὁ πρός Σε, πόθος τὰς καρδίας ἡμῶν πανύμνητε, καὶ ἐγείρει ταύτας, πρὸς τὴν Σὴν ὑμνωδίαν καὶ αἴνεσιν, Σὺ γὰρ πολυτρόπως, εὐεργετεῖς ἀδιαλείπτως, τοὺς μονάζοντας ᾦδε ὦ Δέσποινα.
γλαῶς ἐν Ὑψίστοις, Ἀγγέλων τὰ Τάγματα ὑμνεῖ Σε πάναγνε, πάντα δὲ τὰ στίφη, μοναστῶν τῶν τοῦ Ὄρους Σοι ᾄδομεν, ὕμνον εὐχαριστίας, χαρμονικῶς καὶ ἐκβοῶμεν· Χαῖρε Μήτηρ Θεοῦ ἀειπάρθενε.















ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
δοὺ ἡμέρα ἐπέλαμψε, χαρᾶς καὶ ε’τυφροσύνης ἀνάπλεως, ἡ Θεομήτωρ γάρ, πάντας ἐχθροὺς ἐξεδίωξε, τοῦ Ὄρους ὅθεν πάντες, Αὐτὴν δοξάσωμεν.
γνὴ τὸ κράτος κραταίωσον, τοῦ Ἄνακτος ἡμῶν καὶ ἀνύψωσον, τοῖς εὐσεβέσι δέ, δὸς τὴν ἀγάπην καὶ σύμπνοιαν, ἡμῶν δὲ τῶν ἐν Ὄρει δέχου τὴν ὕμνησιν.
Νοῦν καὶ ψυχὴν καὶ διάνοιαν, ὑψώσωμεν Πατέρες σεβάσμιοι, πρὸς τὴν πανάχραντον, καὶ ταύτῃ χαῖρε κραυγάσωμεν, ἡ ἔφορος τοῦ Ὄρους, ἡμῶν δὲ Σώτειρα.
μνεῖν οὐδέποτε παύσωμεν, τὸ Ὄνομα τὸ Σὸν ὑπερύμνητε, Σὺ γὰρ ἀείποτε, σώζεις ἡμᾶς ἐκ τῶν θλίψεων, ὡς νῦν καὶ τῆς δουλείας ἐχθροῦ ἀπήλλαξας.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Σοὶ τὰς ᾠδὰς εὐλαβῶς, ὁ ἱερὸς οὗτος θίασος, τοῦ Ὄρους τῶν μοναστῶν, Μαρία Μητρόθεε, καὶ τὴν εὐχαρίστησιν, ἐκδηλῶν κραυγάζει, σὺν Ἀγγέλοις· χαῖρε Δέσποινα.
Σὸς Υἱὸς καὶ Θεός, Βασίλισσαν ἀνηγόρευσε, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τοῦ Ὄρους δὲ ἔφορον, ἡμῶν τε προστάτιδα, καὶ τῶν Ὀρθοδόξων μεσιτείαν, χαῖρε ἄφθορε.
Τὰ πάντα ἀγαλλιᾷ, τὰ πάντα τέρπεται σήμερον, Ἀγαρηνὸν γὰρ δεινόν, τοῦ Ὄρους ἐξήλασε, Μαρία ἡ πάνσεμνος, καὶ ἐλευθερίαν, νῦν ἐσκόρπισεν ὡς Ἄνασσα.
μέρα λαμπροφαῆ, ἀκτινοβόλον χαρίεσσαν, ἀνέδειξεν ἡ ἁγνή, Πατέρες τὴν σήμερον, ἐν ᾗ ἀπονέμει φῶς, καὶ τὴν θείαν χάριν, τοῖς βοῶσι· Χαῖρε ἄχραντε.
















Κοντάκιον. Ἦχος πλ. δ΄ . Τῇ Ὑπερμάχῳ.
Τῇ Ὑπερμάχῳ Μαριὰμ τοῦ Ὄρους ἅπαντες, οἱ μονασταὶ χαρμονικῶς τὰ ἐπινίκια, προσαγάγωμεν προφρόνως ἀπὸ καρδίας, καὶ γὰρ Αὕτη τοὺς ἐχθροὺς κατετροπώσατο, καὶ κινδύνων ἡμᾶς παντοίων ἐλευθέρωσεν, ὅθεν κράξωμεν· Χαῖρε πάντων ἡ Ἄνασσα.
Ὁ Οἶκος.
Ἅπαντες οἱ τοῦ Ὄρους, μονασταὶ καὶ μιγάδες, ὑμνοῦμέν Σου τὴν χάριν Παρθένε, ἣν πάντοτε ἐκχέεις ἡμῖν, περιέπουσα μητρικῶς, καὶ σώζουσα κινδύνων καὶ δουλείας, ὅθεν πιστῶς βοῶμέν Σοι·
Χαῖρε, Χριστοῦ τοῦ Λόγου ἡ Μήτηρ·
χαῖρε, ἁπάντων πιστῶν ἡ δόξα.
Χαῖρε, ἡ δουλείας τῆς Ἄγαρ λυτρώσασα·
χαῖρε, ἐναντίους ἐχθροὺς ἡ τροπώσαντα.
Χαῖρε, ὅτι ἐξωστράκισας τὸν ἀλλόφυλον στρατόν·
χαῖρε, ὅτι ἐφυγάδευσας τὸν μισόχριστον λαόν.
Χαῖρε, ὅτι τοῦ Ὄρους πέλεις τεῖχος καὶ σκέπη·
χαῖρε, ὅτι τοῦ κόσμου τοὺς πιστοὺς περιέπεις.
Χαῖρε, δι’ ἧς ἡ λύπη κατέπαυσε·
χαῖρε, δι’ ἧς ἡ χαρὰ ὑπερέλαμψε.
Χαῖρε, ἁγνή, εὐσεβῶν σωτηρία·
χαῖρε, σεμνή, μοναστῶν προστασία.
Χαῖρε πάντων ἡ Ἄνασσα.

Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀπελευθερώσεως τοῦ Ἁγιωνύμου Ὄρους, ἐκ τῆς κατοχῆς τῶν Ἀγαρηνῶν, καὶ τοῖς ἐξ αὐτοῦ ἀπελάσεως αὐτῶν ὑπὸ τοῦ γενναίου Ἑλληνικοῦ Στρατοῦ, τῇ ἐπινεύσει καὶ ὑπερμαχήσει τῆς ἐξόχου Ἐφόρου καὶ Προστάτιδος ἡμῶν, Θεοτόκου Μαρίας.
Στέφανον νίκης, ὑμνόπλοκον ἀνάδω,
κούρης κεφαλήν, ἐχθρῶν ἐξώσας Ἄγαρ.
Δευτερίῃ Ὄρους, θεοκύμων ἐξήλεισεν Ἄγαρ.
Ταῖς τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπάρθενου Μαρίας πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.










ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μεγαλύνομεν τὴν δόξαν Σου πανάσπιλε, καὶ προσκυνοῦμέν Σε, εὐχαριστοῦντες θερμῶς, ἐχθρὸν ὅτι ἤλωσας, βαρβάρων ἔχθιστον ὑπερύμνητε, τῶν μοναστῶν ἡ ἔφορος, καὶ τοῦ Ὄρους ἡ Κυρία.
Νίκην Δέσποινα πρυτάνευσον τῷ ἄνακτι κατὰ ἐχθρῶν δυσεμνῶν, τοὺς δὲ προσάδουσί Σοι τρανῶς ἐπινίκια, ἅπασι δώρησαι, ὑπερύμνητε, ἁμαρτιῶν τὴν ἄφεσιν, ὅπως χαῖρέ Σοι βοῶμεν.
ραΐζεται τὸ Ὄρος νῦν καὶ γάνυται, Σταυροῦ τὸ σῆμα νῦν, ἀνηρτημένον ὁρῶν, πάντου καὶ γηθόμενον, ψάλλειν ἐν πνεύματι· Ὑπερύμνητε, ἡ Βασιλὶς καὶ σώτειρα, καὶ ἐλπίς μου Σὺ ὑπάρχεις.
α δάφνας τε, μυρσίνας καὶ τὰ εὔοσμα, ῥόδα συλλέξαντες, μιγάδες καὶ μονασταί, καὶ στέφανον πλέξαντες, στέψατε Ἄνασσαν, τὴν πανύμνητον, τὴν τοὺς ἐχθροὺς συντρίψασαν, καὶ τὸ Ὄρος ῥυσαμένην.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
ἔφορος τοῦ Ὄρους, ἡ Θεόπαις Μαρία, ἀνευφημήσθω τρανῶς, ᾠδαῖς εὐχαριστίας, καὶ ὕμνοις ἐγκωμίων, ἀναπέμποντες ἅπαντες· Ἀγαρηνοὺς γὰρ ἐχθροὺς ἡμῶν, ἤλασε ξένως.
γάπην δὸς Παρθένε μονασταῖς καὶ μιγάσι, τοῖς ἐν Ὄρει τῷ Σῷ, ὁμόνοιαν εἰρήνην, πραότητα ἁαγνείαν, καὶ βοήθειαν ψάλλουσιν· ἡ προστασία ἡμῶν, Σὺ εἶ εὐλογημένη.
Γεραίρομεν ἐκθύμως, οἱ μονασταὶ τοῦ Ὄρους τὴν Σὴν Κυρίαν ἁγνή, τὴν δόξαν καὶ τὸ σθένος, τὴν ἄκραν παρθενίαν, καὶ ὑμνοῦντες κραυγάζομεν· ἡ σωτηρία ἡμῶν, Σὺ εἶ εὐλογημένη.
Ναὸς Θεοῦ ὑπάρχεις, τῶν Ἀγγέλων λαμπρότης τῶν μοναστῶν ἡ ἐλπίς, ἡ ἔφορος ἡ Σκέπη, ἡ σώτειρα τοῦ Ἄθω, καὶ ἐχθρῶν ἡ ἀπώλεια, Θεοχαρίτωτε Δέσποινα εὐλογημένη.
















ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
σπερ ἐξιστάμενοι ὁρῶμεν, τὸ μέγα νῦν πρὸς ἡμᾶς Σου εὐεργέτημα, πάντες οἱ μονάζοντες, Μῆτερ ἀπειρόγαμε, Ἀγαρηνοὺς γὰρ ἔθραυσας, ἡμᾶς δὲ ἔσωσας, τῆς τούτων τυραννίδος διό Σε, νῦν ἀπὸ καρδίας ὑμνοῦμέν Σε Θεόπαις.
πας οὐρανὸς καὶ γῆ ὑμνεῖ Σε, ἁπάντων γὰρ εὐεργέτην ἀναδέδειξαι, αὕτη δὲ ἡ ἄθροισις, ἡ ἱερὰ πανάχραντε, πανηγυρίζει σήμερον, τὰ νικητήρια, προφέρει δὲ προφρόνως ᾠδάς Σοι, εὐχαριστήριους ὑπέρμαχε Μαρία.
Νέμεις δωρεὰς τοὺς ἐν τῷ Ἄθῳ μονάζουσι Θεοτόκε Ἀειπάρθενε, σώζεις ἐκ τῶν θλίψεων, καὶ τῶν περιστάσεων, διὸ ἐκ πόθου ἅπαντες εὐχαριστοῦμέν Σοι, ὑμνοῦντές Σου τὸ ἔλεος αἵμα, καὶ δοξολογοῦντες τὴν πρὸς ἡμᾶς Σου χάριν.
θι οὐρανόθεν τῶν ἐν Ἄθῳ, Ἁγίων διαλαμψάντων ἡ συνάθροισις, καὶ μετὰ τῶν τέκνων Σου, νῦν τὴν εὐχαρίστησιν, τῇ Θεοτόκῳ πρόσφερε, καὶ γὰρ ἐῤῥύσατο, ζυγοῦ τυραννικοῦ ἡμᾶς πάντας, καὶ τὸν τόπον ἔνθα, τὰ ἄθλα ἐτελεῖτε.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
λαμπηδὼν τῆς χάριτος, τῆς Παρθένου ἐπίφανσε, τοὺς ἐν τῷδε Ὄρει μονασταῖς ἀλλ’ ἔφλεξεν, ἐχθρὸν τὸν μισόχριστον, Ἀγαρηνὸν ἄχθος τὸ δεινόν, μιγάδες ἐὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Αὐτῆς τὰ μεγαλεῖα.
να θερμῶς γεραίρωμεν, τὸ ἀμέτρητον ἔλεος, καὶ τὴν εὐσπλαγχνίαν, ἣν δεικνύεις πάντοτε, ἡμῖν τοῖς μονάζουσιν, ἐν Ὄρει Ἄθῳ ἁγνή, ἔμπλησον ἡμᾶς τῶν οὐρανίων χαρίτων, μονάζοντες ὑμνεῖτε, ἱερεῖς εὐλογεῖτε, πιστοὶ ὑπερυψοῦτε τὴν μόνην Θεοτόκον.
λεσας πάντα βάρβαρον, καὶ ἐντεῦθεν ἀπήλασας, καὶ δουλείας πάσης, τοὺς εἰς Σὲ ἐλπίζοντας, μονάζοντας ἔσωσας, οἱ λατρευθέντες ὅθεν τῷ Σῷ σθένει Μαριάμ, θεοχαρίτωτε Κόρη, ὑμνοῦμεν προσκυνοῦμεν, τὴν Ἁγίαν Τριάδα, καὶ Σοὶ εὐχαριστοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
νευ παθῶν ἀξίωσον, εὑρεθῆναι τοὺς ᾄδοντας, τὰς ἐπινικίους, νῦν ᾤδάς Σοι ἄχραντε, ἐν ὥρᾳ ὦ Δέσποινα, τῇ τοῦ θανάτου τῇ φοβερᾶ, ὡς περὶ Θεόν, ἀξιωθέντας συνεῖναι, ὑμνῶμεν προσκυνῶμεν, τὴν Ἁγίαν Τριάδα, καὶ Σοὶ εὐχαριστῶμεν εἰς πάντας τοὺς αἰῶνας.








ᾨδὴ θ΄. Ἅπας γηγενής.
δρυσαν ναούς, σεμνοὺς οἱ μονάζοντες, ἐν τῷ Σῷ Ὄρει ἁγνή, Σοὶ τῇ Θεομήτορι, ἀΰλων ἔνθα τὰ Τάγματα, καὶ μοναστῶν συστήματα, καὶ τῶν Ἁγίων ὁμοῦ, καὶ βοῶσι· Χαῖρε παμμακάριστε, ἡ τὸν Ἄγαρ ἐντεῦθεν ἐλαύσασα.
λαμψεν ἡμῖν, τὸ φῶς τῶν χαρίτων Σου καὶ αὖθις Δέσποινα, ὅτι ἠλευθέρωσας, ἐχθρῶν ἀπίστων ἡμᾶς τὰ τέκνα Σου, ἅπερ εὐχαριστοῦντά Σοι, ὑμνολογοῦμέν Σε, καὶ βοῶμεν· Χαίροις ἀειπάρθενε, ἡ προστάτις ἡμῶν καὶ ὑπέρμαχος.
ύθμισον ἁγνή, τὰ πάντα ὡς βούλει Σοι, ἐν Περιβόλῳ τῷ Σῷ, καὶ εἰρηνοποίησον, Μονὰς καὶ Σκήτας Κελλία ἅπαντα, ὡς ὰν ᾀεὶ ἐν Πνεύματι, ἁγνῆς ἀγάπης ὁμοῦ, Σοὶ βοῶμεν· Χαίροις παντευλόγητε, ἡ προστάτις τοῦ Ὄρους καὶ ἔφορος.
Μεῖνον μεθ’ ἡμῶν, ᾀεὶ τῶν ὑμνούντων Σε, Θεοχαρίτωτε, σκέπουσα καὶ σώζουσα, κινδύνων ἅμα καὶ περιστάσεων, καὶ προπολέμει ἔνσαρκον καὶ νοητὸν Φαραώ, ὡς ὑπέσχου· Χαῖρε ὅπως ᾄδωμεν, μοναστῶν τῶν τοῦ Ὄρους ἡ σώτειρα.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Νικήτρια τοῦ ᾅδου πέλεις ἁγνή, νικητὴν Βασιλέα γενήσασα, τὸν Ἰησοῦν, νίκην δὲ καὶ σήμερον κατ’ ἐχθρῶν, Σὺ ἀπεργάσω Δέσποινα, τούτους πόῤῥῳ ῥίψασα ἀφ’ ἡμῶν, διὸ εὐχαριστίαν, προσφέρει Σοι προφρόνως, τῶν μοναστῶν ὁ θεῖος θείασος.
μείρομεν Παρθένε τῆς ἀρετῆς, οἱ μονάζοντες πάντες τὴν ἄσκησιν, ἐπιτελεῖν, ὅμως ἡ προαίρεσις ἀσθενής, ἀλλὰ Σὺ ταύτην νεύρωσον, ὡς κυριαρχήσει κατὰ παθῶν, καὶ χαῖρέ Σοι βοῶμεν· ἡ ἔφορος τοῦ Ὄρους, καὶ μοναστῶν ἐλπὶς καὶ σώτειρα.
ξήλασας τοῦ Ὄρους Ἀγαρηνῶν, μυσαρότατα στίφη καὶ ἔχθιστα, καὶ στρατιάν, ξένως ἀντεισείγαγες εὐσεβῆ, ἣ μεθ’ ἡμῶν γεραίρει Σε, ἀγαλλιωμένη καὶ ἐκφωνεῖ· Παντάνασσα Μαρία, τὸ κράτος ἡ ἰσχύς μου, Σύ μου ὑπάρχεις, Χαῖρε Δέσποινα.
υάκια θάμνοι καὶ οἱ δρυμοί, οἱ τοῦ Ἄθω ἱερῶς νῦν ἠχήσατε, καὶ σεῖς βουνοί, λόφοι καὶ κοιλάδες αὐτοῦ τερπνῶς, σκιρτήσατε σὺν ἅπασι, τοῖς Κελλίοις Σκήταις τε καὶ Μοναίς, ἰδοὺ γὰρ ἡ Παρθένος, ἐλαύσασα βαρβάρους, τὴν ἀγαλλίασιν παρέσχετο.
Δόξα. Τριαδικόν.
Μονάδα Θεότητος προσκυνῶ, ἐν Τρισὶ τοῖς προσώποις ὑπάρχουσαν, καὶ τοῦ Υἱοῦ, ξένην συγκατάβασιν ἀνυμνῶ, τὴν ἐκ Παρθένου σάρκωσιν, δι’ ἥς με ἐῤῥύσατο τῆς ἀρᾶς, καὶ φόβῳ ἀνακράζω· Τριὰς Ἁγία σῶσον, τοὺς μεγαλύνοντας τὸ κράτος Σου.
Καὶ νῦν.
Παρθένε Παναγία Μῆτερ ἁγνή, τὰ ἡμῶν εὐχαριστήρια ᾄσματα, νῦν προσηνῶς, πρόσδεξαι ὡς χήρας ὁ Σὸς Υἱός, δυὸ λεπτὰ ἐδέξαντο, καὶ ἀντιπαράσχου ἁμαρτιῶν, τὴν ἄφεσιν καὶ σκέπε, ᾀεὶ ἡμᾶς καὶ τήρει, ἵνα ὑμνῶμέν Σε πανάχραντε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἁγνὴ Παρθένε Δέσποινα, Τριάδος τὸ παλάτιον, τοῦ Ἰησοῦ μου ἡ Μήτηρ, καὶ τῶν Ἀγγέλων Κυρία, τοῦ Ὄρους ἡ ὑπέρμαχος, καὶ μοναστῶν ἡ σώτειρα, τοὺς τὴν πανήγυριν ταύτην, ἐπιτελοῦντες προφρόνως, διάσωζε ἐκ κινδύνων. (Δίς)

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαῖρε, μοναστῶν ὁ σύλλογος, καὶ πανηγύριζε νῦν, γηθοσύνως καὶ ᾄσματα, μέλψον ἐπινίκια, ἐπὶ τῇ ἐκλυτρώσει Σου, τῇ Βασιλίδι καὶ Θεομήτορι, τῇ Σοὶ ἐφόρῳ, καὶ Ὄρους φύλακι, καὶ χαῖρε βόησον, ἡ ἐμὴ ἀντίληψις καὶ ἡ ἐλπίς, Δέσποινα πανάχραντε, καὶ σωτηρία μου. (Δίς)

Πάντων, αἱ καρδίαι ἅλλονται, πληροῦνται θείου φωτός, καὶ ἐλλάμψεις αὖθις δέ, νοῦς καὶ ἡ διάνοια, μοναστῶν τῶν ᾀδόντων Σοι, τὰ μεγαλεῖα, τὴν δυναστείαν Σου, Ἀγαρηνῶν τε τὴν ἐξολόθρευσον, πόθῳ δὲ κράζομεν· Χαῖρε Μῆτερ ἄφθορε, καταφυγή, σκέπη καὶ ἀντίληψις, τῶν ἀνυμνούντων Σε.

Πόῤῥῳ, φυγάδευε Δέσποινα, ἀπὸ τοῦ Ὄρους τοῦ Σοῦ, τοὺς ἐχθροὺς τοὺς τῆς πίστεως, πᾶν ὀθνεῖον φρόνημα, τὰς αἱρέσεις καὶ σχίσματα, καὶ τὴν εἰρήνην πᾶσι τὴν ἔνθεον, δώρησαι Κόρη καὶ τὴν ὁμόνοιαν, Σὺ γὰρ Παντάνασσα, τοῦ παντὸς προΐστασαι ἐξόχως δέ, πέλεις ἡμῶν ἔφορος, καὶ προμηθεὺς συμπαθής.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, ἐπέλαμψε σήμερον Πατέρες σεβάσμιοι. Ἰδοὺ γὰρ πάλιν ἡ ἀμίαντος ἀμνάς· ἡ αὐλοειδὴς Νεφέλη, ἡ τὸν νέον Ἰσραὴλ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ καθοδηγοῦσα· τὸ φρικτὸν συναπτήριον, δι’ οὗ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἥνωται, ἡ Ἁγία Θεοτόκος· τὴν πρὸς τὸν ἱερὸν ἡμῶν τόπον ἐξαίρετον Αὐτῆς προμήθειαν παρεμφαίνουσα ἐχαρίσατο Αὐτῷ τὴν ἐλευθερίαν· ἀπελάσασα τὸν βάρβαρον καὶ μισόχριστον ἐχθρόν. Ὑμνήσωμεν οὖν πάντες Αὐτὴν ἀπὸ καρδίας κράζοντες· Χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου