ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ
Ὁ α’ Κανών.
ᾨδὴ α΄. Ἦχος α΄. Τῷ ὁδηγήσαντι πάλαι.
Τοὺς ἐκ Θεοῦ δεδομένους, πᾶσιν ἡμῖνν χάριτι, θαυματουργοὺς καὶ ἰατρούς, τῆς Ἐκκλησίας τὸ στήριγμα, τῶν εὐσεβῶν τὸ κραταίωμα, σήμερον, ἀγαλλιάσεως φωναῖς, ὑμνολογήσωμεν.
Τοὺς τῶν Ἀγγέλων πολίτας, τοὺς τῶν βροτῶν φύλακας, τῶν ἀσθενούντων ἰατρούς, τὴν μυροθήκην τοῦ Πνεύματος, τῶν ἰαμάτων τὸ πέλαγος, ἅπαντες, Κοσμᾶν τε καὶ Δαμιανόν, ὕμνοις τιμήσωμεν.
Ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος, τὴν δωρεὰν Ἅγιοι, τῶν ἰαμάτων δαψιλῶς, πεπλουτηκότες Ἀνάργυροι, πᾶσιν ἀνθρώποις παρέχετε, ἴασιν, καὶ ἀπολύτρωσιν παθῶν, ἀξιοθαύμαστοι.
Οἱ ἐν βυθῷ νοσημάτων, καὶ χαλεπῷ κλύδωνι, ἀῤῥωστημάτων πονηρῶν, τρικυμιζόμενοι πάντοτε, δεῦτε λιμένι προσέλθωμεν, χαίροντες, τῶν Ἀναργύρων τοῦ Χριστοῦ, ὅπως σωθείημεν.
Καὶ ἐν σαρκὶ περιόντες, καὶ πρὸς Θεὸν Ἅγιοι, μετατεθέντες εὐκλεῶς, πάντων Σωτῆρες ἐδείχθητε, πάντων προστάται ὑπάρχετε, σώζοντες, ἐξ ἀναγκῶν καὶ θλιβερῶν, ἡμᾶς Ἀνάργυροι.
Οἶκος δειχθέντες τοῦ θείου, καὶ παντουργοῦ Πνεύματος, ταῖς ὑπερφώτοις ἀρεταῖς, τοῦτον ὑμῶν παμμακάριστοι, τὸν θεῖον οἶκον δεικνύετε, πέλαγος, ταῖς ἐπισκέψεσιν ὑμῶν, θείων ἰάσεων.
Τὴν τῶν παθῶν τυραννίδα, ἀσκητικαῖς ἅγιοι, καταβαλόντες ἀγωγαῖς, χάριν ἐξ ὕψους ἐλάβετε, πάθη ἰᾶσθαι ἀνίατα, παύειν τε, τὰς ἀσθενείας τῶν βροτῶν, θεομακάριστοι.
Θεοτοκίον.
Σὲ τοῦ Θεοῦ τὸ χωρίον, τὴν νοητὴν τράπεζαν, τὴν καλλονὴν τοῦ Ἰακώβ, τὴν εὐδιάβατον γέφυραν, καὶ ἀδιάσειστον κλίμακα, ἄχραντε, αἱ γενεαὶ τῶν γενεῶν, πόθῳ γεραίρομεν.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ τοὺς σοφοὺς δείξας ἰατρούς, ὥσπερ μεγίστους ἀστέρας, ἐν ὕψει πεπηγότας, τῆς Ἐκκλησίας καὶ λάμψεσι θείαις, καταυγάζοντας τὰ πέρατα τῆς γῆς.
Οἴδαμεν ἔγνωμεν, ὅτι αὐτὸς εἶ ὁ Θεός, ο δι΄ ἡμᾶ ἄνθρωπος ὀφθείς, καὶ εὐσπλαγχνίᾳ ἀφάτῳ, ἰώμενος τὰ πάθη, καὶ ἀπελαύνων τὰς νόσους ἁπάντων, τῶν ἐνδόξων Ἀναργύρων προσευχαῖς.
Τίς χειμαζόμενος, τίς ὀδυνώμενος ὑμῖν, ὑπὸ παθῶν καὶ ἀῤῥωστιῶν, καὶ χαλεπῶν ἀλγηδόνων, προσέδραμε καὶ θᾶττον, οὐκ ἐκομίσατο λύσιν τῶν πόνων, παναοίδιμοι θεράποντες Χριστοῦ;
Ἄγρυπνοι φύλακες, τῶν τοῦ Κυρίου ἐντολῶν, προασπισταὶ τῶν ἁμαρτωλῶν, χειμαζομένων σωτῆρες, τῶν καταπονουμένων, θερμοὶ προστάται παντοίων κινδύνων, ταῖς εὐχαῖς ὑμῶν λυτρώσασθε ἠμᾶς.
Ὄμβροις τοῦ Πνεύματος, ἐλλιμναζόμενοι σοφοί, πηγὴ ἡμῖν βρύουσα ἀεί, τῶν ἰαμάτων τὰ ῥεῖθρα, ὑπάρχετε τοῖς πίστει, προσερχομένοις ὑμῶν τῷ τεμένει, τῷ ἁγίῳ ἰατροὶ τῶν ἀσθενῶν.
Ἤθροισται σήμερον, λαὸς ὑμνῆσαι ἱερός, τοὺς ἱεροὺς καὶ πανευκλεεῖς, ὑμῶν μακάριοι πόνους, δι’ ὧν θαυμάτων χάριν, πεπλουτηκότες κουφίζετε πόνους, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἀληθῶς.
Θεοτοκίον.
Ἄρχων ἡγούμενος, ἐκ τοῦ Ἰούδα τῆς φυλῆς, ὁ πλαστουργὸς πάντων Κύριος, ἀναβλαστήσας ἐτέχθη, ἐκ Σοῦ Θεογεννῆτορ, καὶ βασιλεύει ἐθνῶν κυριεύσας, ὁ δωρούμενος τῷ κόσμῳ τὴν ζωήν.
ᾨδὴ γ΄. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.
Δυὰς σεπτὴ τῶν θείων Ἀναγύρων, ταῖς τρισηλίου λάμψεσι, καταυγασθεῖσα πανευκλεῶς, ἰαμάτων δᾳδουχίαις, φωταγωγεῖ τὰ πέρατα, εἰς δόξαν Θεοῦ ἡμῶν.
Κόσμος ὡραῖοι Ἅγιοι δειχθέντες, τῆς Ἐκκλησίας χάριτι, κόσμῳ παρέχετε δαψιλῶς, δωρεὰς τῶν ἰαμάτων, τὴν ἀκοσμίαν παύοντες, παθῶν μεγαλώνυμοι.
Μεγαλωσύνην δῶμεν τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἅπασιν, ἐν περιστάσεσιν ἰατρούς, ἐν ἀνάγκαις ὑπερμάχους, τοὺς Ἀναργύρους χάριτι, οὓς νῦν μακαρίσωμεν.
Ὡς εὐπρεπὴς ὁ θεῖος ὑμῶν οἶκος, ἐν ᾧ προσαφικόμενοι, ὡς συμπαθεῖς ὄντως ἰατροί, θεραπεύετε τοὺς νόσους, χειμαζομένους Ἅγιοι, πιστῶς θαυμαζόμενοι.
Ἀγγελικαῖς χορείαις συνημμένοι, καὶ παρεστῶτες Ἅγιοι, θρόνῳ τῆς δόξης πανευκλεῶς, ἐπισκέπτεσθε τοὺς κάτω, ἐν συμπαθείᾳ πάντοτε, δεινῶν ἐξαιρούμενοι.
Τῶν ἰαμάτων θείαις ἐπομβρίαις, τὸν καύσωνα δροσίζετε, τῶν παθημάτων καὶ τὸν φλογμόν, καταπαύετε τῶν νόσων, ῥῶσιν ὑμῶν ἀνάργυρον, δωρούμενοι Ἅγιοι.
Τριαδικῶς τὴν θείαν μοναρχίαν, θεολογοῦντες Ἅγιοι, ἐπολιτεύσασθε ἐπὶ γῆς, ὥσπερ Ἄγγελοι τὸ θεῖον, ἀποπληροῦντς βούλημα, καὶ νῦν μακαρίζεσθε.
Θεοτοκίον.
Ὁ φοβερὸς ταῖς ἄνω στρατηγίαις, ἐν Σοὶ ἀφράστως ᾤκησε, καθαρωτέραν Σε εὑρηκώς, ὁρατῆς καὶ νοουμένης, ἁγνὴ Παρθένε κτίσεως, διό Σε δοξάζομεν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν κόσμῳ θεάρεστον βίον κτησάμενοι, θεόσδοτον ἔλλαμψιν τῶν ἰαμάτων ὑμῶν, τὴν χάριν ἐδέξασθε· μύησιν γὰρ Ἁγίων, εὐσεβῶς διδαχθέντες, ὤφθητε παραδόξως, ἰατροὶ τῶν νοσούντων, Χριστοῦ τοῦ συνεργοῦντος ὑμῖν, Ἅγιοι Ἀνάργυροι.
ᾨδὴ δ΄. Εἰσακήκοα ο Θεός.
Ἀφθαρσίας καταστολήν, ἐνδεδυμένοι τῇ ἀπεκδύσει, τοῦ γεώδους σκήνους Ἅγιοι, σὺν Ἀγγέλοις πάντοτε, τῷ τῆς Τριάδος θρόνῳ παρίστασθε.
Πολυώδυνα τῶν ψυχῶν, ἰᾶσθε πάθη καὶ ἀῤῥωστίας, τῶν σωμάτων θεραπεύετε, εὐκλεεῖς Ἀνάργυροι, τῶν ἱερῶν Ἀγγέλων συνόμιλοι.
Ὡς οἱ δύο τῶν οὐρανῶν, φαιδροὶ ἀστέρες κατακοσμεῖτε, καὶ ὑμεῖς θεομακάριστοι, τὸ σεπτὸν σκήνωμα, τῆς Ἐκκλησίας θείαις λαμπρότησιν.
Οἱ σωτήριοι ἰατροί, ἡ εὐθυμία τῶν ἀθυμούντων, τῶν νοσούντων ἡ παράκλησις, ἡ δυὰς ἡ ἔνδοξος, πανευκλεῶς ἐν πίστει δοξάζεται.
Ἐκοιμήσατε τῶν παθῶν, ἐπαναστάσεις ἀγρύπνοις πόνοις· διὰ τοῦτο πάντων ἄγρυπνοι, καθορᾶσθε φύλακες, θαυματουργοὶ Κυρίου Ἀνάργυρι.
Τοὺς προστρέχοντας εὐσεβῶς, ἐν τῷ ἁγίῳ ὑμῶν τεμένει, ἐπισκέψασθαι Ἀνάργυροι, ῥῶσιν χαριζόμενοι, καὶ τῶν λυπούντων πάντων ἀνάψυξιν.
Δωρεὰν τὴν χάριν σοφοί, τῶν ἰαμάτων πεπλουτηκότες, δωρεὰν πᾶσι παρέχετε, τὰς ἰάσεις πάντοτε, τοῖς εὐσεβῶς ὑμῖν προσπελάζουσιν.
Θεοτοκίον.
Ἡ λαμπὰς τοῦ θείου φωτός, ἡ ἀνωτέρα τῶν ποιημάτων, ἡ τὸν ἄνθρωπον θεώσασα, ὡς Θεὸν κυήσασα, ἡ Θεοτόκος Κόρη δοξάζεται.
ᾨδὴ ε΄. Ἀνάτειλόν μοι Κύριε.
Ἀνατολῆς ὁρμώμενοι, τῆς ὄντως φωτοδότιδος, οἱ εὐκλεεῖς Χριστοῦ Ἀνάργυροι, φωτίζουσι τὸν κόσμον, ἰαμάτων λάμψεσι, καὶ τὸ σκότος λύουσι, τῶν παθῶν τῶν χαλεπῶν.
Οἱ νόσοις χειμαζόμενοι, καὶ πάθεσι ποντούμενοι, καὶ τρικυμίαις βυθιζόμενοι, ἀμέτρων συμπτωμάων, δεῦτε καταφύγωμεν, τῷ λιμένι χαίροντες, τῶν πανσόφων ἰατρῶν.
Δοξάζομέν Σε Κύριε, παράδοξα τεράστια, τὸν ἐργαζόμενον ἑκάστοτε, διὰ τῶν Ἀναργύρων, εις τὸν κόσμον ἅπαντα, δι’ ὧν ἡμᾶς οἴκτειρον, ὡς φιλάνθρωπος Χριστέ.
Ὡς τῆς ἀμπέλου βότρυες, τῆς νοητῆς ὑπάρχοντες, οἶνον ἰάσεων πηγάζετε, Ἀνάργυροι καὶ μέθην, τῶν παθῶν ἐκκόπτετε, καὶ ψυχὰς εὐφραίνετε, καὶ καρδίας τῶν πιστῶν.
Χορεύει κτίσις ἅπασα, εὐφραίνονται οἱ Ἄγγελοι, καὶ ἐπὶ γῆς ἀνθρώπων γένος, τὴν μνήμην τῶν ἐνδόξων, Ἀναργύρων σήμερον, ἑορτὴν χαρμόσυνον, ἐκτελοῦντες ἐμφανῶς.
Τριαδικόν.
Τριάδα τὴν ὑπέρθεον, ποθήσαντες οἱ Ἅγιοι, ταύτης θεράποντες ἐδείχθησαν· διὸ ἐν συμπαθείᾳ, πάντων θεραπεύουσι, τὰ δεινὰ νοσήματα, θαυμαζόμενοι ἀεί.
Θεοτοκίον.
Ἀνάτειλόν μοι Δέσποινα, ἀκτῖνα θείας γνώσεως, τῷ ἐν τῷ σκότει τῆς ἁγνοίας, δεινῶς συνεχομένῳ, καὶ πρὸς φῶς ὁδήγησον, μετανοίας ἄχραντε, πύλη οὖσα τοῦ φωτός.
ᾨδὴ στ΄. Ζάλη με.
Βρύοντες, ὡς πηγαὶ τοῦ σωτηρίου, ἰάσεων νάματα, ἐκπλύνετε πάντα ῥύπον, νοσημάτων σωμάτων καὶ ψυχῶν, Ἀνάργυροι φωστῆρες, τῆς οἰκουμένης ὑπέρλαμπροι.
Ἅγιος, ο ναὸς ὑμῶν ὑπάρχει, θαυμασίοις Ἅγιοι, κοσμούμενος καὶ σημείοις, ἐν ᾧ πᾶς τις προστρέχων ἐκ ψυχῆς, κομίζεται τὴν ῥῶσιν, χρεωστικῶς μακαρίζων ὑμᾶς.
Τίμιος, ἐναντίον ἀνεδείχθη, Κυρίου ὁ θάνατος, ὑμῶν ὁ θεῖος ἐν πίστει· διὰ τοῦτο τιμᾶσθε εὐσεβῶς, ὑπὸ πιστῶν ἀνθρώπων, τετιμημένοι Ἀνάργυροι.
Ὡς δύο, ἀνατέλλετε ἀστέρες, ἐν τῷ στερεώματι, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ φωτίζετε ταύτην εὐσεβῶς, ἀκτῖσιν ἰαμάτων, θαυματουργοὶ μεγαλώνυμοι.
Στήσαντες, ἁμαρτίας πᾶσνα ῥύσιν, δακρύων προχύσεσι, ξηραίνετε παραδόξως, νοσημάτων τὴν χύσιν ἐν Χριστῷ, Ἀνάργυροι τῷ δόντι, ὑμῖν τὴν χάριν ἀέναον.
Ἄνθρακες, ἐκ πυρὸς προσαναφθέντες, τοῦ θείου ἐφλέξατε, τὴν ὕλην τῆς ἁμαρτίας· διὰ τοῦτο τοὺς καύσει τῶν παθῶν, ἀεὶ συνεχομένους, τῇ ἐπισκέψει δροσίζετε.
Ἡ θεία, καὶ πανέορτος ἡμέρα, τῶν Ἁγίων Κύριε, ἐνδόξων Ἀναργύρων, προσκαλεῖται ἀρύσασθαι ἡμᾶς, σωτήριον ὑγείαν, καὶ τῶν παθῶν ἀποκάθαρσιν.
Θεοτοκίον.
Σῶσόν με, ἡ τεκοῦσα τὸν Σωτῆρα· βυθὸς συνταράσσει, ἀμέτρων ἁμαρτημάτων, καὶ χειμάζει με κλύδων ἡδονῶν, καὶ ζάλη τῶν πνευμάτων, τῆς πονηρίας ἐκλθίβει με.
ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ.
Ὁ λαὸς ὁ τοῦ Θεοῦ, συναθροιζόμενος πίστει, ἐν τῷ τεμένει ὐμῶν μακάριοι, τὰς δωρεὰς ὑμῶν καταγγέλλει, τὰς ἰάσεις ἀνυμνεῖ, ἀνευφημεῖ περιφανῶς, τὸν τρόπον τὸν ἔνθεον, καὶ μακαρίζει ἀεί, τὴν πολιτείαν τὴν σεπτήν.
Δεῦτε ἴδωμεν πιστοί, πηγὴν θαυμάτων πλουσίως, τῶν ἰαμάτων ῥεῖθρα πηγάζουσαν, καὶ τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, ἐκβοήσωμεν ὁμοῦ· ὡς θαυμαστὸς εἶ ὁ Θεός, παράδοξα τέρατα, ἐπιτελῶν ἐπὶ γῆς, διὰ τῶν Σῶν θεραπευτῶν.
Τίς προσέδραμεν ὑμῶν, τῷ παναγίῳ τεμένει, καὶ οὐκ εὐθέως τὴν ῥῶσιν ἔλαβε, τῶν ἀλγηδόνων ὑμᾶς γεραίρων, ἰατροὶ θαυματουργοί, τῶν ἐν ἀνάγκαις βοηθοί, φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τῶν ἰαμάτων χορηγοί;
Περιερχόμενοι τὴν γῆν, θαυματουργοὶ ἰατῆρες, τοὺς ἐν ἀνάγκαις καὶ περιστάσεσιν, ἐν συμπαθείᾳ τελειοτάτῃ, ἐπισκέπτεσθε ἀεί, καὶ ἐξαιρεῖσθε τῶν δεινῶν, βοῶντες ἑκάστοτε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πηρωθέντας ὀφθαλμούς, θεοφεγγεῖς ἰατῆρες, θαυματουργοῦντες προσεπανοίγετε, ἐξηραμμένας ἰᾶσθε χεῖρας, καὶ παρέχετε χωλοῖς, τὴν εὐδρομίαν ἐν Χριστῷ, βοῶντες ἐν πνεύματι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡραιώθη ὁ ναός, τῶν ἱερῶν Ἀναργύρων, ἐν θαυμασίοις πολλοῖς καὶ τέρασιν, ἐν ᾧ ποικίλα λύονται πάθη, τῶν ἐν πίστει ἀκλινεῖ, προσερχομένων ἐν αὐτῷ, καὶ τῷ Θεῷ αἴνεσιν, ἀναπεμπόντων ἀεί, ὡς χορηγῷ τῶν ἀγαθῶν.
Οἱ τὰ πάθη τῆς σαρκός, καταβαλόντες ἀσκήσει, καὶ ἐγκρατείᾳ καὶ μετριότητι, καὶ ἰαμάτων λαβόντες χάριν, ἰατρεύσατε ἡμῶν, τὰς ἀσθενείας τὰς πολλάς, Ἀνάργυροι ἔνδοξοι, φωταγωγοὶ τῶν πιστῶν, καὶ ἰατῆρες τῶν παθῶν.
Θεοτοκίον.
Προστασία τῶν πιστῶν, καταφυγὴ τῶν ἐν θλίψει, ἁμαρτανόντων θερμὴ βοήθεια, τῶν θλιβομένων παραμυθία, ἀπολύτρωσαι ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν, καὶ σῶσον δοξάζοντας, τὸν Σὸν Υἱὸν καὶ Θεόν, θεοχαρίτωτε ἁγνή.
ᾨδὴ η΄. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Γῆν οἰκοῦντες ἐν οὐρανοῖς, ἐκτήσασθε πολίτευμα σαφῶς, ἀγωνισάμενοι καλῶς, καὶ τὸν ὄφιν καταβαλόντες, καὶ χάριν λαβόντες, τοῦ ἰᾶσθαι βροτῶν τὰ νοσήματα, εἰς δόξαν καὶ αἶνον, Ἀνάργυροι Κυρίου.
Διανοίγετε ὀφθαλμούς, Ἅγιοι ἐντεύξει πρὸς Θεόν, χωλοῖς παρέχετε σαφῶς, εὐδρομείαν καὶ παρειμένοις, ὑγείαν τελείαν, θαυμαζόμενοι πίστει Ἀνάργυροι· ὅθεν καταχρέως, ὑμᾶς ἀνευφημοῦμεν.
Ἀπελαύνετε πονηρά, πνεύματα καθαίρετε λεπρούς, ὦτα ἀνοίγετε κωφῶν, καὶ εὐλάλους τοὺς πρὶν ἀλάλους, ἐργάζεσθε· ὅθεν, ἐν αἰνέσει ὑμᾶς μακαρίζομεν, πίστει συνελθόντες, θεράποντες Κυρίου.
Τῆς ἀμπέλου τῆς νοητῆς, βότρυες ὑπάρχοντες σοφοί, οἶνον ἐκλύζετε ἡμῖν, ἰαμάτων Πνεύματι θείῳ, καὶ παύετε μέθην, τῶν παθῶν καὶ καρδίας εὐφραίνετε· ὅθεν καταχρεώς, ὑμᾶς ἀνευφημοῦμεν.
Ὡς παράδεισος νοητός, Ἅγιοι γνωρίζεται ἡμῖν, οὗτος ὁ οἶκος μυστικήν, εὐωδίαν ἀεὶ προφέρων, τὴν ἔνθεον χάριν, ἣν ὑμῖν Ἰησοῦς ἐχαρίσατο, κατευωδιάζων, ἡμῶν τὰς διανοίας.
Εἰς νυμφῶνα τὸν νοητόν, Ἅγιοι ὑπάρχοντες ἀεί, ἐπιφοιτήσεσιν ὑμῶν, ἐπισκέπτεσθε τοὺς νοσοῦντας, πολλῇ συμπαθείᾳ, καὶ τὰ τούτων νοσήματα παύετε, εἰς δόξαν καὶ αἶνον, τοῦ πάντων εὐεργέτου.
Λαμπρυνθέντες ὥσπερ χρυσός, Ἅγιοι ἰδέαις καλῶν, χάριν ἐλάβετε σαφῶς, ἀναργύρως πάντας ἰᾶσθαι, τοὺς ἐν ἀσθενείαις, καὶ ποικίλοις ὑπάρχοντας πάθεσιν· ὅθεν συνελθόντες, ὑμᾶς ἀνευφημοῦμεν.
Θεοτοκίον.
Ἐξ αἱμάτων Σου ἱερῶν, σεσάρκωται ὁ πάντων πλαστουργός, καὶ Σοῦ προῆλθεν ἐκ γαστρός, Σὲ παρθένοον διαφυλάξας, ὦ θαῦμα θαυμάτων, ὦ καινῶν μυστηρίων φανέρωσις, ἐν Σοὶ πεπραγμένων, ἁγνὴ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐποίησε κράτος.
Ιδοὺ δὴ ὡς ψάλλει, τί καλὸν ἢ τί τερπνόν, ὁ μέγιστος Προφήτης ἀλλ’ ἢ μόνον, τὸ κατοικεῖν ἀδελφούς, ἐν ταυτῷ πανευκλεῶς, εἰς θεῖα σκηνώματα Θεοῦ, εἰς αἰωνίαν δόξαν, διανύσαντες καλῶς, τὸν τοῦ βίου δρόμον.
Ὡραῖον ὡς ζεῦγος, τῷ ἀρότρῳ τοῦ Σταυροῦ, νεώσαντες ψυχὰς κεχερσωμένας, πολύχουν φέρειν καρπόν, ἀπειργάσασθε ζωῆς, τελοῦντες σημεῖα ἐπὶ γῆς, καὶ τέρατα μεγάλα, οἰκουμένης ἰατροί, Ἐκκλησίας δόξα.
Στησώμεθα πάντες, νῦν χοροὺς πνευματικούς, δοξάζοντες Κοσμᾶν τὸν θεοφόρον, Δαμιανὸν τὸν κλεινόν, τὴν δυάδα τὴν σεπτήν, δοξάσασαν ἔργοις ἀγαθοῖς, τὸν τοῦ παντὸς Δεσπότην, καὶ Θεὸν καὶ Κύριον, καὶ Σωτῆρα πάντων.
Ὡς μέγιστος οὗτος, ὁ πανάγιος ναός, Ἀνάργυροι πρὸς ὃν ἐπιφοιτῶντες, μεγάλα καὶ φοβερά, ἐκτελεῖτε ἀληθῶς, σημεῖα καὶ τέρατα σοφοί· διὸ μεγαλοφώνως, συνελθόντες σήμερον, ὑμᾶς εὐφημοῦμεν.
Δοξάσωμεν πάντες, Ἰησοῦν τὸν ἀγαθόν, καὶ εὔπσλαγχνον τὸν πάσι παρασχόντα, θαυματουργοὺς ἰατρούς, τοὺς θεράποντας Αὐτοῦ, δι’ ὧν καθαιρόμεθα παθῶν, κὰι πειρασμῶν παντοίων, ἐναπολυτρούμεθα, καὶ ποικίλων νόσων.
Ἠνέῳκται πᾶσιν, ἰατρεῖον ἐπὶ γῆς, ὁ ἅγιος τῶν Ἀναργύρων οἶκος, τῇ προσφοιτήσει αὐτῶν, ἀποπαύων πυρετούς, πνευμάτων λυτρούμενος δεινῶν, τοὺς καταπονουμένους, καὶ παντοίαν ἴασιν, χορηγῶν ἀνθρώποις.
Τριαδικόν.
Ἡ γῆ ἑορτάζει, ἐκτελοῦσα τὴν ὑμῶν, πανήγυριν ὡς ἥλιος ἐν κόσμῳ, ἐφαπλουμένην λαμπρῶς, καὶ φωτίζουσαν πιστῶς, ψυχὰς καὶ καρδίας μυστικῶς, καὶ λύουσαν τὸ σκότος, τῶν παθῶν τῇ χάριτι, τῆς σεπτῆς Τριάδος.
Θεοτοκίον.
Φανεῖσα Παρθένε, ἀνωτέρα Χερουβίμ, ἀνώτερον ἀπέργασαι τὸν νοῦν μου, τῶν σαρκικῶν ἡδονῶν, καὶ τοῦ βίου πειρασμῶν, καὶ δίδου βαδίζειν εὐσταλῶς, τὰς σωτηρίους τρίβους, τὰς φερούσας ἄχραντε, πρὸς τὴν ἄνω πόλιν.
***
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐγκωμίων μέλισμα τοῖς Ἀναργύροις.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Εὔηχον ἐγκωμίων, κροτοῦντες μέλισμα, θεοφθόγγου ἐκ λύρας, τοῦ θείου πάντες Πνεύματος, τοὺς θείους δοξάσωμεν, Ἀναργύρους, ᾄδοντες ἐν αἰνέσει τὰς θεουργίας αὐτῶν.
Γνώμῃ θεοφιλίας, ἀπαρνησάμενοι, περικόσμιον πᾶσαν, καὶ δόξαν καὶ ἀπόλαυσιν, Ἀνάργυροι Ἅγιοι, συγκροτεῖτε, πᾶσαν τὴν Ἐκκλησίαν Χριστοῦ δοξάζειν ὑμᾶς.
Κλῆρον υἱοθεσίας, τῆς κατὰ χάριν Θεοῦ, ἐν Χριστῷ πλουτισθέντες, Ἀνάργυροι πανεύφημοι, τὴν χάριν ὀμβρίζετε, τῶν θαυμάτων, πᾶσιν ὡς ἐκ πατρώων πηγῶν κατάλληλον.
Ὤφθητε διὰ θείας, Κυρίου χάριτος, ἀναργύρῳ προθέσει, τὰ θεῖα ὑπερόλβιοι, ἰάσεων ἄφθονον, χορηγίαν, Ἅγιοι πᾶσιν ἄνωθεν ὑπατεύοντες.
Θεοτοκίον.
Νέμοις τὰ ὑπὲρ φύσιν, ὡς ὑπὲρ φύσιν Θεόν, ἀπειράνδρως τεκοῦσα, τοῖς χρήζουσιν ἑκάστοτε· ἐν Σοῖ γὰρ λυτρούμεθα, καὶ κινδύνων, πάντων καὶ νοσημάτων ἁγία Δέσποινα.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Μόνιμον ἵδρυσιν, τῶν ἀκενώτων θησαυρῶν, ἡ θεία, Ἐκκλησία Σου Χριστὲ κληρωσαμένη, τοὺς Ἁγίους Σου ἐν Σοί, διὰ τῶν δωρεῶν Σου, πλουτεῖ τὰς χάριτας τῶν ἰάσεων.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ θείων, ἰαμάτων δαψιλεύσας ἀενάως, τοῖς Ἁγίοις δωρεάς, καὶ δι΄ αὐτῶν τοῖς νοσοῦσι, νέμων τὰς χάριτας τῇ εὐσπλαγχνίᾳ μου.
Ὢ ζεῦγος ἅγιον, ἅρμα τοῦ Λόγου καὶ Χριστοῦ! ἁγίαν, διανύσαντες ἐν βίῳ πολιτείαν, ἁγιάζετε ψυχάς, ἐν αὐτῇ καὶ ἰᾶσθε, ἀποσοβοῦντες πάθη σωμάτων δεινῶν.
Θεοτοκίον.
Φῶς ἡ κυήσασα, τῆς ἀπαθείας καὶ ζωῆς, τὸν ζόφον, τῶν παθῶν μου διασκέδασον Παρθένε, καὶ ἀνάστησον τῆς νῦν, συνεχούσης με νόσου, ταῖς ἱκεσίαις Σου Μητροπάρθενε.
ᾨδὴ γ΄. Ὁ πήξας.
Νοσοῦσιν, ὀδυνηρῶς τὴν φύσιν ἑκάστοτε, καὶ τὸν ζόφον Λόγε, τῶν παθημάτων οἰκτρῶς, πάσχουσιν οἰκτείρας ὡς Θεός, οἷα φωστῆρας ἄλλους, δύο μεγίστους ἰαμάτων σου, ἐλάμψας ἡμῖν τοὺς Ἁγίους Σου
Μεγίστων, τῶν ἀμοιβῶν τῆς θείας στοργῆς ὑμῶν, πρὸς Χριστὸν πλουσίως, ἐπαπολαύοντες, κρῆναι εὐφυῶς τὰς δωρεάς, ἡμῖν τῶν ἰαμάτων, ἀεὶ ὡράθητε πηγάζοντες, Ἅγιοι προνοίᾳ καὶ δόξῃ Αὐτοῦ.
Ἐπαίνων, ὑπεραρθέντες θείων ἰάσεων, παρωθεῖτε ὄρος, θείοις ὑψώμασιν, ἐν φιλοτιμίᾳ τῆς ψυχῆς, φιλίας ἀναχθέντες, καὶ ἐγκωμίων ὑπεραίρεσθε, ἅγιοι καὶ θεῖοι Ἀνάργυροι.
Θεοτοκίον.
Ἐν θλίψει, τῆς ἀῤῥωστίας μου κατακείμενος, καὶ στενοχωρίᾳ, τῆς ἀπογνώσεως, Δέσποινα πανάχραντε ἁγνή, πρὸς εὐρωστίας πλάτος, ἀνακληθήσομαι πρεσβείαις Σου, κράζει Σοι Παρθένε ὁ δοῦλός Σου.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ πηγῶν τῆς ἀβύσσου τοῦ Ἰησοῦ, τῶν θαυμάτων τὰ ῥεῖθρα θεοπρεπῶς, ἀντλήσαντες Ἅγιοι, μυστικαῖς ἐπομβρίαις, τῶν παθῶν τὰς ζοφώδεις, νεφέλας ἐλαύνετε, καὶ νοσοῦσιν ἀνθρώποις, ἰάσεις πλατύνετε· ὅθεν οἱ τυχόντες, ῥωστικῆς θυμηδίας, ὑμῶν τὰ παράδοξα, ἐκπληττόμενοι κράζομεν· θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας Σου κένωσιν.
Λαμπτῆρας καὶ φωστῆρας πυρσεύοντας, δύο μεγίστους ἐν Χριστῷ, τῶν ἰαμάτων τὰς χάριτας, πάντες ἐν ἄσμασι θείοις, τοὺς θείους Ἀναργύρους αἰνέσωμεν.
Ἰάσεων ἀκένωτον ἄβυσσον, πάντα τὸν κόσμον θεϊκῶς, πληρώσαντας θεραπείαις αὐτῶν, διαφυῶς ἐπαντλοῦντες, τοὺς θείους Ἀναργύρους αἰνέσωμεν.
Συνέχει ἀποροῦσαν ἡ ἄβυσσος, χύσις τῆς χάριτος ὑμῶν, τῶν ἰαμάτων Ἀνάργυροι, πᾶσαν ἀνθρώπινον φρένα, πρὸς αἶνον ἀτονοῦσαν τῆς δόξης ὑμῶν.
Θεοτοκίον.
Εἰς θάνατον μὴ δώσῃς ὑπνῶσαί με, βεβαρημένον νυσταγμῷ, τῆς ἀσθενείας πανάμωμε, ἀλλ’ ἀκοιμήτῳ πρεσβείᾳ, ἀνάστησον καὶ σῶσόν με δέομαι.
ᾨδὴ ε΄ . Ὁ ἀναβαλλόμενος.
Μόνιμον προχέοντες, ἀεὶ τὴν χάριν ὑμῶν, τῶν ἰαμάτων, τοῖς προσιοῦσιν, ἀναργύρως Ἅγιοι, ὑπόχρεων πάντα, τὸν κόσμον ἐκληρώσασθε.
Ἅγιοι Ἀνάργυροι, ἁγίας χάριτος, μαζοὶ ὀφθέντες, ὡς γάλα θεῖον ἰαμάτων χάριτας, πηγάζετε πᾶσι, στοργῇ τῆς εὐσπλαγχνίας Χριστοῦ.
Τίς ἐκδιηγήσεται, τὰς πανουργίας ὑμῶν, ἃς διαφόρως, καὶ πολυτρόπως, τοῖς αἰτοῦσι νέμετε, ἰῶντες τοὺς πάντας, Ἀνάργυροι μακάριοι;
Θεοτοκίον.
Ὕδωρ τῆς ἀφέσεως, ἡ συλλαβοῦσα Θεόν, ἐπίσταξόν μοι, τοῦ Σοῦ ἐλέους, ῥανίδα σβεννύουσα, τῆς ἐμῆς Παρθένε, κακώσεως τὸν καύσωνα.
ᾨδὴ στ΄ Μαινομένην κλύδωνι.
Οἱ κρουνοὶ τῆς χάριτος, οἱ τὰς θείας, πᾶσι δωρεάς, διφυῶς παρέχοντες αἰνείσθωσαν, ἐν Κυρίῳ, οἱ θεῖοι πᾶσιν Ἀνάργυροι.
Ἰαμάτων Ἅγιοι, ἐπομβρίαις, πᾶσαν τοῦ Χριστοῦ, δωρεὰν ἀρδεύοντες ῥωννύετε, Ἐκκλησίαν, ἀνευφημοῦσαν τοὺς ἄθλους ὑμῶν.
Συγκραθέντες χάριτι, τῷ Κυρίῳ, ἴαμα παθῶν, κατὰ πάσης νόσου προσφερόμενον, ἀντιδόται, τοῖς πᾶσιν ὤφθητε Ἅγιοι.
Θεοτοκίον.
Ἡ θερμὴ βοήθεια, ἡ ἐλπίς μου, καὶ καταφυγή, παναγία Δέσποινα ἐπίσκεψαι, καὶ τῆς νόσου, ταύτης συντόμως με λύτρωσαι.
ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ἄπειρος καὶ ἄῤῥητος, ἡ ῥοπὴ τοῦ ἐλέους Σου, διὰ τῶν Ἁγίων Σου, ἰάσεις πηγάζουσα, Χριστὲ τοῖς μελῳδοῦσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Νέμοντες τὰς χάριτας, θεοφόροι Ἀνάργυροι, τοῖς πᾶσιν ὑπόχρεων, τὸν κόσμον ἐκτήσασθε, ἐνθέως μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾌδομεν καὶ ψάλλομεν, εὐφροσύνην ἰάσεων, ὑμῶν εὐτυχήσαντες, Ἀνάργυροι Ἅγιοι, ἐνθέως μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σῶσόν με πανάμωμε, ἁγνὴ καὶ σωθήσομαι· ἴασαι τὰ πάθη μου, τὰ κύματα πράϋνον, τῶν πολλῶν ἀλγηδόνων, πρεσβειῶν σου τῇ γαλήνῃ.
ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ῥεῖθρα ζωηρά, ἐξ ἀενάου δόξης, ὀμβρίσατε Ἅγιοι, τοῖς πίστει ψάλλουσι· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Γνώμῃ θεϊκῇ, θαυματουργοῦντες θεῖοι, Ἀνάργυροι βλύσατε, ῥῶσιν τοῖς ψάλλουσι· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπεροχικῶς, οἷα Θεοῦ ἐν πᾶσι, θεράποντες νείματε, ῥῶσιν τοῖς ψάλλουσι· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὤφθης ζωηρά, πηγὴ τῶν ἰαμάτων, ῥωννύουσα Δέσποινα, τοὺς πίστει ψάλλοντας· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ῥαντισμῷ τὴν ἴασιν, τῶν θαυμάτων νέμοντες ἀεί, Ἀνάργυροι σοφοί, πᾶσι τῶν παθῶν, Ἀγγέλοις εὐφραίνεσθε, καὶ ἀνθρώποις εὐχαριστιῶν, δόξαν προσάγετε, τὸν Σωτῆρα μεγαλύνοντες.
Ὀφθαλμοὶ ἐν χάριτι, ὁδηγοῦντες ὤφθητε πιστούς, ἐκ ζόφου τῶν παθῶν, καὶ τῶν ὀδυνῶν, πρὸς φῶς τῶν ἰάσεων, καὶ πρὸς ζωὴν θείαν ἐν Χριστῷ, θεῖοι Ἀνάργυροι, τὸν Σωτῆρα μεγαλύνοντες.
Ἰατροὶ παγκόσμιοι, καὶ φωστῆρες τῶν Ἐκκλησιῶν, δοθέντες ἐκ Θεοῦ, πᾶσι συμπαθῶς, Ἀνάργυροι Ἅγιοι, ἐκ χαλεπῶν νόσων καὶ παθῶν, πάντας ἰάσασθε, τὸν Σωτῆρα μεγαλύνοντες.
Σὺν Ἀποστόλοις Ἅγιοι, καὶ Ὁσίοις πᾶσιν ἐν Χριστῷ, χορεύοντες φαιδρῶς, καὶ τῶν θεϊκῶν, καλῶνἀπολαύοντες, κοινωνικὴν καὶ τοῖς ὑμνηταῖς, χάριν προΐλασθε, τὸν Σωτῆρα μεγαλύνοντες.
Θεοτοκίον.
Ἡ τὸν θεῖον ἄνρακα, συλλαβοῦσα Δέσποινα ἁγνή, καὶ τοῦτον σωματικῶς, τέξασα ἐν γῇ, κρουνοῖς τοῦ ἐλέους Σου, τῶν παθῶν μου τὴν πυρκαϊάν, ὅλην κατάσβεσον, καὶ θανάτου με ἐξάρπασον.
Ὁ γ’ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Ἀφθονωτάτην δυσωπῶ τοῦ Πνεύματος, χάριν μοι δίδου Σωτήρ, τὰ τῆς ψυχῆς πάθη, ἰατρεύων Δέσποτα, καὶ λύων τὴν βραδύτητα, τῆς ἀπόρου μου γλώττης, τῶν Ἀναργύρων ᾄδειν τὰ θαύματα, καὶ σὺν τῷ Πατρὶ ὑμνεῖν Σε καὶ Πνεύματι.
Βεβιωκότες τῷ Θεῷ ἁγνότατα, σπαργάνων ἐκ μητρικῶν, τὴν παρ’ Αὐτοῦ χάριν, δωρεὰν εἰλήφατε, τοῦ θεραπεύειν ἅπασαν, νόσον καὶ μαλακίαν, ἀνθρώπων ἅμα σὺν κτήνεσι, τὸν δημιουργὸν ἀνυμνοῦντες Θεόν.
Γονυπετοῦσα ἀκλινῶς προσέδραμε, πίστει κλινήρης ὑμῖν, ὡς Ἰησοῦ πάλαι, ἡ αἱμόῤῥους ἄνθρωπος, η Παλλαδία Ἅγιοι, καὶ τυχοῦσα κρειττόνων, ᾠδὴν Κυρίῳ ἀνέμελπε, τὴν καὶ θαυμαστὸς ἐν Ἁγίοις Αὐτοῦ.
Δεδοξασμένος ἀληθῶς εἶ Κύριε, ταῖς τῶν Ἁγίων βουλάς, θαυματουργεῖς αὖθις, δι’ αὐτῶν ἐξαίσια, ἀνθρώποις δὲ καὶ κτήνεσι, τὰς ἰάσεις παρέχων, καθὼς κηρύττει ἡ κάμηλος, γλώσσῃ λογικῇ ὁμιλήσασα.
Θεοτοκίον.
Λόγον Θεοῦ σωματωθέντα τέτοκας, τὸν πρὶν ἀσώματον, θεανδρικῶς κόσμῳ, συναναστρεφόμενον, ὑπερφυῶς πανάμωμε, Θεοτόκε Παρθένε· διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Ἔρψας ὁ δείλαιος, ὄφις εἰσέφυ μὲν διὰ στόματος, ἐν τοῖς τοῦ ἀγροίκου, λεληθότως ἐν στέρνοις, ὡς καὶ τῆς ἁπάσης δεσποτεύων κακίας λοιπόν, ἐλαύνεται δὲ δεικνύων, τῶν Ἁγίων Ἀναργύρων τὰς δυνάμεις λαοῖς.
Ζέων τῷ πνεύματι, Μάλχος ἀπέθετο τῷ σηκῷ ὑμῶν, ἐν ἀγαλλιάσει, τὴν ὁμόζυγον αὐτοῦ, ὡς καλοῖς προστάταις ξενιτεύων ἐν χώρᾳ μακρᾷ, καὶ ταύτην βλάψαι ἐχθρὸς θελήσας, καταπέπτωκε πρηνὴς τῇ δυνάμει ὑμῶν.
Ἡ χάρις τοῦ Πνεύματος, ἡ ἐνσηκώσασα ταῖς ψυχαῖς ὑμῶν, τὸν τῇ ἀπογνώσει, ἐμπεσόντα χαλεπῶς, καὶ τῇ δεινοτάτῃ ἀσθενείᾳ ἐχόμενον, ἀπήλλαξεν οὖν δεικνῦσα, τὴν αὐτῆς ἐν ταῖς ψυχαῖς ὑμῶν οἴκησιν.
Θάμβους πεπλήσμεθα, ἐνωτιζόμενοι τὸ τοῦ θαύματος, πῶς διὰ χοιρέων, τὴν Ἑβραίαν θαυμαστῶς, τοῦ καρκίνου πάθους ὁραθέντες ἐῤῥύσασθε, καὶ θείῳ ποιμνίῳ ταύτην, τοῦ τῶν ὅλων Ποιητοῦ ἠριθμήσατε.
Θεοτοκίον.
Ἡ μόνη κυήσασα, τὸν ἄναρχον Λόγον πάναγνε, ἐκ Σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα ὅπερ ἦν, μείνασα παρθένος μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ΄ ἀρχάς.
Ἰατρευθεὶς διὰ τριχῶν, τῆς νόσου τῆς δυσουρίας, τὴν ὑμῶν ἀνακηρύττει τοῖς πᾶσιν, ἐπισκίασιν Κοσμᾶ, Δαμιανὲ τοῖς θαύμασι, τῷ δὲ Θεῷ ἀπαύστως, αἶνον προσάγει ὁ ἄνθρωπος.
Κατακαμπτόμενον ποτέ, τὸν νέον τῇ παραλύσει, τῶν χειρῶν τῇ ἐπιθήσει ἰᾶσθε, καὶ τῷ γεννήτορι αὐτοῦ, ὥσπερ τῷ παραλύτῳ Χριστός, τὸν κράββατον· ῥωσθέντα, αἴρων ὦ ἄνερ καὶ ἄπιθι.
Λαμπρῷ τεμένει προσρυείς, ὅτι ἀπόστημα ἔχων, ὡς ψυχῶν εἰς ἰατρεῖον τυγχάνει, τῆς ἰάσεως ὑμνῶν, Χριστὸν ἀκαταπαύστῳ φωνῇ, τὸν ἐν Ἁγίοις μόνον, ἁγίως ἀναπαυόμενον.
Μὴ οὖν τὰ βλάσφημα λαλεῖν, καὶ θύματα διεσθίειν, ἐν νηστείαις ἡμερῶν τὸν τὸ αἷμα, ἀναπτύοντα ποτέ, ἄνδρα διακελεύσαντες, τῆς συνεχούσης τοῦτον, νόσου ἐλύσατε Ἅγιοι.
Θεοτοκίον.
Ὁ συναΐδιος Πατρί, καὶ σύνθρονος Θεὸς Λόγος, ἀναπλάσαι βουληθεὶς τὸν γενάρχην, καθ’ ὑπόστασιν Αὐτόν, ἐκ Σοῦ ἁγνὴ ἀνέλαβεν, ἁγιωτέραν πάντων, Σὲ Θεομῆτορ εὑράμενος.
ᾨδὴ δ΄. Σύ μου Χριστέ.
Νῦν τὴν κωφήν, ἄγω εἰς μέσον καὶ ἄλαλον, τοῦ λαλῆσαι, Σοῦ τὰς δυναστείας Χριστέ, τῷ σὺν Πατρὶ καὶ ἰσοσθενεῖ, Πνεύματι Ἁγίῳ, τῇ γλώττῃ ταύτης ὑμνεῖσθαι Θεοῦ, Κοσμᾶ Δαμιανοῦ τε, τῶν σεπτῶν Ἀναργύρων, τῇ ἐκ Σοῦ σκηνωσάσῃ χάριτι Κύριε.
Ξενοφανῶς, ὤφθητε τῆ κρατουμένῃ πόνοις, τοῖς μητρώοις· λάσαρ μετὰ γλήχωνος, θαυματουργοὶ ταύτην τοῦ πιεῖν, πείσαντες τὴν ῥῶσιν, Ἀνάργυροι ἐδωρήσασθε, Χριστὸν τὸν εὐεργέτην, σὺν Πατρὶ τῷ ἀνάρχῳ, καὶ τῷ Πνεύματι ὕμνοις δοξάζοντες.
Ὄλβον Χριστοῦ, καταπλουτήσαντες ἔνδοξοι, τοῦ κληθῆναι, Κάστωρ ἀπεσείσασθε, καὶ Πολυδεύκης ὡς ἀληθῶς, δοῦλοι τοῦ Ὑψίστου, τὸν ἕλληνα ἰασάμενοι, τοῦ σώματος τῆς νόσου, καὶ πικρᾶς ἀπιστίας, τῇ δυνάμει Χριστοῦ παντοκράτορος.
Ποίοις ᾠδῶν, στέμμασιν ἐγκωμιάσωμεν, τῆς πανσόφου, δυάδος τὰ θαύματα! ἐν τῇ τριπλῇ φύσαντες ποτέ, κράσει τῆς κεδρέας, φανέντες κατακειμένῳ, ἰάσασθε τὸν ἄνδρα, καὶ τῆς ἀντιλογίας, καὶ τῆς θέας τῶν ἵππων καὶ ἀποστήματος.
Θεοτοκίον.
Ὅλον ἐν Σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, πάναγνε ἑνούμενος, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν Σὴν γαστέρα, οἰκῆσαι καταδεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτίσας τὸν κόσμον θεότητι.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ῥητορεύουσα γλῶσσα, λέγειν οὐκ ἰσχύει ἀβύσσους τῶν Σῶν κριμάτων Χριστέ, πῶς τὴν Μάρθαν ἔτι, ῥωννυμένην δεικνύεις τοῖς θαύμασι, τῶν παναοιδίμων, καὶ ἐκφυγεῖν τοῦ τὴν Χριστῖναν, συμφερόντως μαστίζοντος δαίμονος.
Σωτηρίαν δωροῦνται, πίστει Κωνσταντίνῳ φανέντες οἱ Ἅγιοι, τῷ γυναίῳ τούτου, τὸ ἀπόστημα ταύτης Ἀνάργυροι, ἐξιῶντες σοφοί, τῇ κηρωτῇ καὶ τῷ δακτύλῳ, καὶ ἁπόντες συνόντες τοῖς εἰκονίσμασιν.
Τῷ λουτρῷ προσφυγόντι, πρεσβυτέρῳ παρέστης ὡς περιχύτης Κοσμᾶ, καὶ τῆς νόσου τοῦτον, τῶν χειρῶν τῇ ἁφῇ σου διέσωσας, τὸν Σωτῆρα πάντων, τὸν τοῖς λῃσταῖς περιπεσόντα, ἰασάμενον οἴκτῳ μιμούμεος.
Ὑμνῳδὸς πιστοτάτη, τῶν φρικτῶν θαυμάτων ἰάσεως δείκνυται, ἡ ῥωσθεῖσα στρόφων, ἀποξέσει πιστῶς οἰκονόμημα· ὅθεν ἀδιστάκτως, πρὸς εὐκλεῆ ναὸν προστρέχει, ὡς ψυχῶν ἰατρεῖον ἀοίδιμοι.
Θεοτοκίον.
Ἀνεκφράστῳ Παρθένε, τρόπῳ κατοικήσας Σε ἄνθρωπος γίνεται, ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀναλάμψας τὸν ἄνθρωπον, ἐκ φθορᾶς λυτροῦται, καὶ πρὸς ζωὴν καὶ ἀφθαρσίαν, ἐπανήγαγε μόνος ὡς εὔσπλαγχνος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Φανότατα ἐν χερσίν, ἐδείξατε τὰ θαυμάσια· γύναιον γὰρ ἐκ μιᾶς, δισσῶς ἐξιάσασθε, τὴν κλῆσιν ἡμίκρανον, καὶ θἀτέρου ἄνδρα, ἐσοχάδων ὑπερθαύμαστοι.
Χαρίσματα ἐκ Θεοῦ, λαβόντες τῶν ἰαμάτων σεπτοί, ῥυσθῆναί με τῶν δεινῶν, Αὐτὸν ἱκετεύσατε, καὶ ῥῶσιν δωρήσασθε, σὺν τοῖς περιοῦσι, καὶ ἐν πίστει δεομένοις ὑμῖν.
Ψυχῶν ὑπερασπισταί, τὸν Ἀρκαδίου ἰάσασθε, Ἀνάργυροι δὲ υἱόν, αἱμάτων τῆς ῥύσεως, Χριστὸν ἐκμιμούμενοι, τὸν ἁφῇ κρασπέδου, τὴν αἱμόῤῥου ἰασάμενον.
Θεοτοκίον.
Ὡς παῖδα τῆς συνεχοῦς, ἰάσασθε ὑδριάσεως, οὕτω καὶ νῦν πρὸς Θεόν, τῷ κόσμῳ αἰτήσασθε, εἰρήνην δωρήσασθαι, καὶ τῷ θεοστέπτῳ, βασιλεῖ τὰ νικητήρια.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ὡράθητε ἔνδοξοι, σοφοὶ ἀκέστορες βροτησίων παθῶν· διὰ τοῦτο λυτροῦσθε, τῆς τοῦ στόματος χαλεπωτάτης πληγῆς, καὶ ἀσιγήτως, κραυγάζειν διδάκσετε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ψυχὰς ἰατρεύσατε, τῶν προστρεχόντων ἐν τῷ τεμένει ὑμῶν, ὡς ἰάσασθε πάλαι, νοσοῦντα λίθοις ἐν τοῖς διδύμοις δεινῶς, καὶ ἀβλεψίας, δυνάμει καὶ χάριτι, τοῦ λυτρωτοῦ καὶ Θεοῦ, σοφοὶ ἀκέστορες.
Χριστοῦ τοῦ παντάνακτος, τοῦ σαρκωθέντος οἴκτῳ μερόπων φυτλῶν, τῶν ἐμῶν ὀφλημάτων, σὺν τοῖς αἰτοῦσι λύσιν δωρήσασθε παθῶν, καὶ νοσημάτων, Ἀνάργυροι πάνσοφοι, ὡς τῶν ψυχῶν ἰατροί, καὶ τῶν σωμάτων ἡμῶν.
Φωτὶ ἐλλαμπόμενοι, καὶ προορῶντες τὰ γενησόμενα, τὸν παρέσει νοσοῦντα, σὺν τῇ ἀλλάλῳ κόρη ἰάσασθε, καὶ συναφείᾳ, ἐννπομῳ συζεύξατε, ὡς τῶν βροτῶν ἰατροί, θεῖοι Ἀνάργυροι.
Θεοτοκίον.
Ἰδοὺ νῦν πεπλήρωται, Δαβὶδ τοῦ θείου ἡ θεία πρόῤῥησις· λιτανεύουσι νῦν γάρ, τῷ Σῷ προσώπῳ Θεογεννῆτορ ἁγνή, οἱ κεκτημένοι, τὸν πλοῦτον τῆς χάριτος, νῦν εὐλογοῦντες Θεόν, τὸν σαρκωθέντα ἐκ Σοῦ.
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ὑπεράγαν τῆς φύσεως, θαυμαστοὶ ἀνεδείχθητε, ἄνδρα τῆς πηρώσεως τομῶς ῥυσάμενοι, καὶ αὖθις τὸ γύναιον, συκοφαντίας τῆς μοιχικῆς, δόσεως τοῦ γάλακτος βοώσης τῷ Κτίστῃ· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν γηγενῶν ἡ ἔννοια, ἀπορεῖ ἐξαγγέλλουσα, τὰς ὑμῶν θεόθεν ἐκδοθείσας χάριτας· ἰᾶσθε ἐκ νόσου γάρ, τοῦ ἐκ μασθοῦ τὸ γύναιον, καὶ ὁ κληρικὸς τῆς ἀπιστίας ἐβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σωτηριώδη Ἅγιοι, τὴν συνθήκην δεδώκατε, τῷ ἀπὸ τοῦ ἵππου καταχθέντι τότε μέν, τὸν πόδα συντρίψαντι, τῷ δ’ ἰατρῷ κελεύσαντες, τῷδε τῷ φαρμάκῳ ἰατρεῦσαι καὶ πίστει, σὺν τούτῳ ἀνακράζειν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥωμαλέως φρονήσασα, ἡ τὸν κόρδυλον ἔχουσα, ἄνθρωπος ὑμῶν ἐν τῷ ναῷ προσέδραμε, τὴν τέχνην παρώσασα, τῶν ἰατρῶν καὶ εἴληφε, ῥῶσιν ἀοράτως τῇ τομῇ μελῳδοῦσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Εὐλογημένη Δέσποινα, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸ ἡ κυήσασα, τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, Ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἀπειρογάμων τὸ κλέος.
Πῶς ἀοράτως ἰάθη, οὗ ὑπὲρ μασθοῦ ἑνώσει τὸ γύναιον, ξένως σύριγγος ἄλλος, νύμφης ἁγνῆς μεσιτείᾳ λέγειν ἐκπλήττομαι.
Μόνην χειρῶν τὴν ὑγείαν, λίαν χωλῷ ἀρκεῖν ὡς εἰρήκατε, κάκιστον ἄλλου πορνείαν, ἰατρεύετε φρικτῷ σὺν ἀποστήματι.
Θάμβους ἐμπέμπλησται Βίκτωρ, ἧς ἰατροὶ φαγέδαιναν λέγουσι, ζωοπυρούμενος νόσου, Ἑσπερίου τῇ κουρᾷ ὦ παναοίδιμοι.
Δόξα τῷ μόνῳ διδόντι, γνῶναι Αὐτοῦ σοφίαν καὶ σύνεσιν, βροτῶν τε νόσους ἰᾶσθαι, Ἀναργύροις Κοσμᾷ καὶ Δαμιανῷ τοῖς σεπτοῖς.
Θεοτοκίον.
Φωτογεννήτωρ ὑπάρχεις, Χριστὸν ἡμῖν τεκοῦσα τὸν Κύριον· ψαλμοῖς καὶ ὕμνοις ᾄδοντες, ὡς Μητέρα τοῦ Κτίστου Σὲ μεγαλύνομεν.
***
Ὁ δ’ Κανών.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ
Τῷ ἀναδείξαντι ἐν τῷ κόσμῳ, τοὺς Ἀναργύρους ἰατρούς, πάντων θεραπεύοντας τὰ πάθη τῆ χάριτι, ᾄσωμεν τῷ Χριστῷ, ὅτι δεδόξασται εἰς τοὺς αἰῶνας.
Ἐκ τῶν τοῦ Πνεύματος χαρισμάτων, τῶν ἰαμάτων τὴν πηγήν, βρύοντες οἱ Ἅγιοι τὰς νόσους καθαίρουσι, πᾶσι τοῖς τοῦ Χριστοῦ, εὐεργεσίας ἀεὶ μεταδιδόντες.
Θεοτοκίον.
Τὸν ἀπερίγραπτον Θεὸν Λόγον, κυοφορήσασα ἁγνή, ἔτεκες διπλοῦν τὸν ἀδιαίρετον ἕνα Θεόν, καὶ ἔμεινας ὅπερ ἧς, μετὰ τὸν τόκον Παρθένε Θεοτόκε.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Κόσμος νοητός, Χριστοῦ τῆς Ἐκκλησίας, ὤφθη ἡ δυάς, τῶν θείων Ἀναργύρων, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον χάριν, τῶν ἰαμάτων ἀπολάμπουσα.
Ξίφει μυστικῷ, ἀῤῥήτῳ χειρουργίᾳ, τέμνετε σοφοί, τὰ πάθη τῶν σωμάτων, καὶ ταῖς ψυχαῖς εὐρωστίαν εὐχαριστίας, τῆς πρὸς τὸν Κύριον πηγάζετε.
Θεοτοκίον.
Ἴασαι ἡμᾶς, Χριστὲ ἐξ ἁμαρτίας, ψυχῶν τε ὁμοῦ, καὶ σωμάτων νοσούντων, ταῖς τῶν σοφῶν Ἀναργύρων Σου ἱκεσίαις, ὅπως ὑμνοῦμέν Σου τὴν δύναμιν.
ᾨδὴ δ΄. Μυστικῶς ὁ Προφήτης προορῶν.
Μαθητευθέντες τῷ νόμῳ τοῦ Θεοῦ, ἐμυήθητε τέχνην οὐράνιον, τοῦ ἰατρεύειν τὰ πάθη, τῶν ἐν ἀσθενείαις Ἀνάργυροι.
Ἐπαξίως ὑμνεῖσθε ἐπὶ γῆς, ἰατροὶ τῶν νοσούντων Ἀνάργυροι, ὅτι καὶ μετὰ τὸ τέλος, πάντας τῶν παθῶν ἀπαλλάττετε.
Θεοτοκίον.
Χαῖρε τῆς θείας δόξης κιβωτέ· χαῖρε ἅρμα καὶ πύρινε θρόνε· χαῖρε κατάσκιον ὄρος, ὁθεν ἀπετμήθη ὁ λίθος Χριστός.
ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Ἐν κροσσωτοῖς θαυμάτων, κεκχρυσωμένοι τῷ Πνεύματι πάνσοφοι, ὤφθητε κοσμηθέντες, πεποικιλμένοις τοῖς κατορθώμασιν.
Ἀειφανεῖς ἀστέρες, τοὺς Ἀναργύρους ἀνέδειξας Κύριε, λάμποντας ἐν τῷ κόσμῳ, χάριν ἰαμάτων ἀέναον.
Θεοτοκίον.
Τὴν ἐν γαστρὶ τὸν Λόγον, λοχευσαμένην ἀφράστως καὶ μείνασαν, μετὰ τόκον παρθένον, ὕμνοις ἀσιγήτοις δοξάσωμεν.
ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.
Τοὺς νόσῳ χειμαζομένους τῷ βυθῷ, Ἀνάργυροι ἔνδοξοι, ταῖς αὔραις τοῦ Πνεύματος, εἰς λιμένα ἰαμάτων ἐμβιβάζετε.
Μαζοὶ τῆς Ἐκκλησίας μυστικῶς, ἐδείχθητε Ἅγιοι, οὐ γάλα προχέοντες, ἀλλὰ χάριν ἰαμάτων ἀναβλύζοντες.
Θεοτοκίον.
Ἡ μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ ζ΄. Ὁ δι’ Ἀγγέλου παῖδας.
Τῆς οὐρανίου δόξης, ἐρασταὶ γεγονότες, καὶ τῶν Ἀγγέλων σύσκηνοι, καὶ τῶν παθῶν διῶκται, νῦν τῶν χειμάῤῥων τῆς τρυφῆς ἀπολαύετε.
Ὡς τῷ Θεῷ τῶν ὅλων, μυστικῶς παρεστῶτες, ἱερουργοὶ τῆς πίστεως, καὶ τῶν παθῶν διῶκται, ὑπὲρ τοῦ κόσμου ἐκτενῶς ἱκετεύσατε.
Θεοτοκίον.
Τὸν ἐκ τῆς ῤίζης ἄνθος, Ἰεσσαὶ καὶ τῆς ῥάβδου, τοῦ Ἀαρὼν βλαστήσασα, ἄχραντε Θεοτόκε, τὴν νεκρωθεῖσαν ἐξανέστησας φύσιν ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Τὸν δωρησάμενον, τὴν χάριν τοῖς Ἁγίοις, θεραπεύειν, τὰ πάθη τῶν νοσούντων, καὶ τῶν ψυχῶν ἰᾶσθαι τὰς ἀῤῥωστίας, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν τοῖς ὅπλοις, τῆς ἄνω δυναστείας, ὡς πολεμίους, τῶν νόσων τοὺς Ἁγίους, νικητικαῖς ὁπλίσαντα τεραστίαις, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν Παρθένον, ὑμνήσωμεν Μαρίαν, ὡς τὸν Κτίστην, τῆς κτίσεως τεκοῦσαν, καὶ παρθενίας σήμαντρα φυλάξασαν, σῶα μετὰ τόκον, τὴν εὐλογημένην, καὶ κεχαριτωμένην.
ᾨδὴ θ΄. Τὸν προδηλωθέντα.
Τὴν σοφὴν δυάδα, ὑμνήσωμεν τῶν Ἁγίων, τῆς Τριάδος ἔχουσαν, τὴν ἀθάνατον χάριν, καὶ μετὰ θάνατον ἰωμένην τὰ πάθη, τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων ἡμῶν.
Ἐν τῷ στερεώματι, Χριστὲ τῆς Ἐκκλησίας, τοὺς φωστῆρας ἔπηξας, τοὺς μεγάλους τοὺς δύο, πνευματικῶς τοὺς σοφοὺς Ἀναργύρους, κόσμον καταλάμποντας τοῖς θαύμασιν.
Τίς μὴ μακαρίσῃ, ὑμῶν τὴν ἄσπιλον μνήμην· τίς μὴ ἀνυμνήσῃ, καὶ τὸν ἐξαίρετον βίον· τίς τὰ ῥεῖθρα θεοῤῥύτων θαυμάτων, ἐξαντλῆσαι δύναται Ἀνάργυροι;
Θεοτοκίον.
Ὢ ἐκ Σῶν λαγόνων, ἁγνῶν τεκοῦσα ἀφράστως, τὸν ἐκ τοῦ ἀνάρχου Πατρός, ὑπερούσιον Λόγον, Παρθενομῆτορ καὶ ἐν μητράσι Παρθένε, σῶζε τὰς ψυχὰς τῶν ἀνυμνούντων Σε.
***
Ὁ ε’ Κανών.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ
Ἐκ τῶν τοῦ Πνεύματος χαρισμάτων, τοὺς τῶν θαυμάτων ποταμούς, βρύοντες οἱ Ἅγιοι τὰς νόσους καθαίρουσιν· ὑμνήσωμεν οὖν πιστοί, τὸν δεδωκότα αὐτοῖς τὴν ἐξουσίαν.
Τὴν ὑπερθαύμαστον πολιτείαν, καὶ τὴν ἐνάρετον ζωήν, τίς τῶν Ἀναργύρων κατ’ ἀξίαν ὑμνήσει βροτῶν; μεγάλως γὰρ ἐπὶ γῆς, πολιτευσάμενοι θαυματουργοῦσιν.
Τὰ παραγγέλματα τοῦ Δεσπότου, καὶ τὰ διδάγματα Αὐτοῦ, Ἅγιοι Ἀνάργυροι νομίμως φυλάξαντες, ἐλάβετε παρ’ Αὐτοῦ, καὶ μετὰ τέλος τὴν χάριν τῶν θαυμάτων.
Θεοτοκίον.
Χαῖρε χωρίον τοῦ ἀχωρήτου· χαῖρε ὁ ἔμψυχος ναός· χαῖρε τῶν πιστῶν τὸ καταφύγιον ἄχραντε· χαῖρε μόνη ἁγνή· χαῖρε τοῦ κόσμου παντὸς ἡ σωτηρία.
ᾨδὴ β΄. Πρόσεχε.
Τιμήσωμεν, τοὺς λαμπτῆρας τῆς θείας, φωοτοδοσίας πιστοί, ἰαμάτων ἀκτῖνας, ἀπαύστως ἡμῖν προχέοντας.
Ἅπαντες, καθαρᾷ τῇ καρδίᾳ, πίστει προσέλθωμεν, τῷ ναῷ τῶν Ἁγίων, καὶ λάβωμεν ἰάματα.
Ἔδραμον, τοῦ φωτὸς αἱ ἀκτῖνες, ἐκ τῶν θαυμάτων ὑμῶν, εἰς τὸν ἅπαντα κόσμον, Ἀνάργυροι μεγαλώνυμοι.
Θεοτοκίον.
Ἄχραντε, Θεοτόκε Παρθένε, μόνη πανύμνητε, τὸν Υἱόν Σου δυσώπει, σωθῆναι τοὺς ἀνυμνοῦντάς Σε.
ᾨδὴ γ΄. Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς.
Ὁ μυστικὰς ἀκτῖνας τοῖς ἐπὶ γῆς, ἀναδείξας Κύριε τοὺς Ἁγίους Σου, φωταγωγοῦντας τὸν κόσμον, δεῖξον εἰς ἡμᾶς τὰ ἐλέη Σου.
Ἐκ καθαρᾶς καρδίας Σοὶ τῷ Θεῷ, ἐπὶ γῆς οἱ Ἅγιοι εὐηρέστησαν· διὸ καὶ μετὰ θάνατον, ἰατροὶ παθῶν ἀνεδείχθησαν.
Ἐκ τῶν πηγῶν ὑδρεύοντες τοῦ Θεοῦ, οἱ σοφοὶ Ἀνάργυροι τὴν ἀκένωτον, τοῦ θείου Πνεύματος χάριν, μένουσιν ἀεὶ ἀδαπάνητοι.
Ἡ τοῦ Θεοῦ ἀνέκλειπτος δωρεά, κενουμένη μᾶλλον ὑπερεκχέεται· τοιαῦτα γὰρ τοῖς Ἁγίοις, δίδωσι Χριστὸς τὰ χαρίσματα.
Θεοτοκίον.
Ὡς οὐρανὸν καὶ θρόνον Σε τοῦ Θεοῦ, ἀνυμνοῦμεν πάντες Θεογεννῆτορ ἁγνή, ὅτι ἐκ Σοῦ ἐπέφανεν, ὁ παμβασιλεὺς Ἰησοῦς ὁ Χριστός.
ᾨδὴ δ΄. Μυστικῶς ὁ Προφήτης προορῶν.
Τὰ ἐν κόσμῳ λιπόντες ὡς φθαρτά, τῆς Σιὼν κληρονόμοι γεγόνατε, καὶ τῆς Χριστοῦ Βασιλείας, ἄξιοι πολῖται Ἀνάργυροι.
Θησαυροὺς ἰαμάτων ἐπὶ γῆς, τοὺς Ἁγίους ἀνέδειξα Κύριε, ἐξ ὧν οἱ πάντες ἀντλοῦμεν, ῥῶσιν ψυχικὴν ἀρυόμενι.
Δωρεὰν εἰληφότες ἐκ Θεοῦ, δωρεὰν τοῖς αἰτοῦσι παρέχετε, τῶν ἰαμάτων τὴν χάριν, ὦ θεραπευταὶ τῶν ψυχῶν ἡμῶν.
Τριαδικόν.
Χερουβικῶς δοξάσωμεν πιστοί, ἐν Τριάδι Μονάδα Θεότητος, ἕνα Θεὸν προσκυνοῦντες, σὺν Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι.
Θεοτοκίον.
Χαῖρε Παρθένε πύλη νοητή, δι’ ἧς ὁ ὕψιστος Λόγος εἰσελθών, σεσαρκωμένος προῆλθεν, ἄφθορον φυλάξας τὴν μήτραν Σου.
ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Τῶν ἀρετῶν τοὺς στύλους, ὡς τῆς σοφίας τὸν οἶκον βαστάζοντας, πάντες τοὺς Ἀναργύρους, θείοις ἐγκωμίοις ὑμνήσωμεν.
Χάριν Θεοῦ λαβόντες, ὡς καθαιρέται τῆς πλάνης οἱ Ἅγιοι, πάσας τῶν ἀσθενούντων, τὰς νόσους μυστικῶς θεραπεύουσιν.
Ὡς ψυχικῶν μωλώπων, καὶ σαρκικῶν ἀλγηδόνων ἰάματα, βρύοντες Ἀνάργυροι, ῥύσασθε ἡμᾶς τῶν παθῶν ἡμῶν.
Τριαδικόν.
Τὴν συμφυῆ Τριάδα, τὴν ἐν Μονάδι οὐσίας δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα πάντες τὸ ἅγιον.
Θεοτοκίον.
Τῶν Χερουβὶμ φανεῖσα, τιμιωτέρα Παρθένε πανύμνητε, πρέσβευε τῷ Υἱῷ Σου, σῶσαι τὰς ψυχὰς τῶν ὑμνούντων Σε.
ᾨδὴ στ΄. Ὡς τὸν Προφήτην ἐῤῥύσω
Ὡς ἐκ πηγῆς ἀενάου, τῶν θαυμάτων τὴν χάριν προχέοντες, καὶ νόσους ἐλαύνοντες, Ἅγιοι Ἀνάργυροι, ἱκετεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοκιμασθέντες ἐν κόσμῳ, ὡς χρυσὸς ἐν καμίνῳ οἱ Ἅγιοι, γενναίως ἀντέστησαν, ἐχθροῦ τοῖς παλαίσμασι, καὶ ἀπέλαβον, τὸν τῆς νίκης στέφανον.
Ὁμονοοῦντες ἀλλήλοις, πρακτικαῖς θεωρίαις ἀνήχθητε, καὶ γῆν καταλείψαντες, τὴν ἄνω μητρόπολιν, ᾑρετίσασθε Ἅγιοι Ἀνάργυροι.
Τριαδικόν.
Τὴν τρισυπόστατον φύσιν, ἐν Τριάδι προσώπων κηρύττοντες, Πατέρα δοξάσωμεν, Υἱὸν προσκυνήσωμεν, καὶ τὸ ἅγιον, Πνεῦμα ἀνυμνήσωμεν.
Θεοτοκίον.
Τῶν Χερουβὶμ ὑπερτέρα, καὶ τῆς κτίσεως πάσης ὑμνοῦμέν Σε, τὴν μόνην ἐν μήτρᾳ Σου, δεξαμένην Κύριον, καὶ ἀνοίξασαν, πύλας Παραδείσου ἡμῖν.
ᾨδὴ ζ΄. Ὁ δι’ Ἀγγέλου παῖδας.
Τῆς οὐρανίου δόξης, ἐρασταὶ γεγονότες, καὶ τῶν Ἀγγέλων σύσκηνοι, καὶ τῶν παθῶν διῶκται, νῦν τῶν χειμάῤῥων τῆς τρυφῆς ἀπολαύετε.
Ὡς τῷ Θεῷ τῶν ὅλων, μυστικῶς παρεστῶτες, ἱερουργοὶ τῆς πίστεως, καὶ τῶν παθῶν διῶκται, ὑπὲρ τοῦ κόσμου ἐκτενῶς ἱκετεύσατε.
Ἡ τῶν Ἁγίων θήκη, λογικὸν ἰατρεῖον, ἐπὶ τῆς γῆς γενόμενον, ῥεῖθρα τῶν ἰαμάτων, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου προχέει ἡμῖν.
Θεοτοκίον.
Ὁ ἐκ Παρθένου μήτρας, σαρκωθεὶς ἀσυγχύτως, καὶ μετὰ τόκον Κύριος, ταύτην παρθένον δέιξας, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.
Ὡς ὑπουργοὶ τῆς Χριστοῦ φιλανθρωπίας, καὶ κοινωνοὶ τῆς ἐκείνου βασιλείας, Αὐτῷ παρεστῶτες, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ τῆς οἰκουμένης.
Κατὰ πνευμάτων λαβόντες ἀκαθάρτων, τὴν ἐξουσίαν θεράποντες Κυρίου, τοὺς ἐνοχλουμένους, ἰᾶσθε τῇ δυνάμει, Χριστοῦ τοῦ φιλανθρώπου.
Ὡς μιμηταὶ τῶν τοῦ Κυρίου παθημάτων, καὶ ἰατροὶ νοσερῶν ἀῤῥωστημάτων, τοὺς ἐν ἀσθενείαις, πυκναῖς κατακειμένους, ἰᾶσθε εἰς αἰῶνας.
Θεοτοκίον.
Πύλη Θεοῦ ἀνεδείχθης Θεοτόκε, δι’ ἧς Αὐτὸς σαρκωθεὶς μόνος διῆλθεν, Ἰεζεκιὴλ δέ, τὸ θαῦμα προμηνύει, τῆς Σῆς κυοφορίας.
ᾨδὴ θ΄. Τὸν προδηλωθέντα.
Τὸ τῆς οἰκουμένης, ἠνέῳκται ἰατρεῖον, ἡ σορὸς ὑμῶν Ἅγιοι, Ἀνάργυροι Κυρίου, ᾗ προστρέχοντες οἱ πιστοὶ εὐχαρίστως, πάντες τὰς ἰάσεις κομιζόμεθα.
Ὄντως κατ’ ἀξίαν, τιμᾶσθε καὶ μετὰ τέλος· ὄντως κατ’ ἀξίαν, τὴν πρὸς Θεὸν παῤῥησίσαν, ἐκληρώσασθε θεραπευταὶ τοῦ Κυρίου· ὅθεν ἱκετεύσατε σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων, Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου