ΝΟΕΜΒΡΙΟΣ Α΄ & Β΄ !!
ΙΑΚΩΒΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ & ΜΑΘΗΤΕΣ ΑΥΤΟΥ
ΙΑΚΩΒΟΣ ΙΕΡΟΔΙΑΚΟΝΟΣ & ΔΙΟΝΥΣΙΟΣ ΜΟΝΑΧΟΣ
(ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ
ΑΓΙΟΡΕΙΤΟΥ)
Ἐν τῷ μεγάλῳ
Ἐσπερινω,
Στιχολογοῦμεν τό, Μακάριος
ἀνήρ. Εἰς δὲ τό, Κύριε
ἐκέκραξα, ἱσττῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος
Σήμερον φαιδρῶς ἀγάλλονται, τῶν Ἀγγέλων τάξεις,
Ἀποστόλων σύλλογος, Προφῆται σὺν Ἀσκηταῖς, καὶ θείοις Μάρτυσιν, ἀπάντησιν τὴν
σεπτήν, τοῦ Ἰακώβου ψυχῆς σεμνυνόμενοι, ἀσπάζεται ἡ Τριάς, τὸ περιπόθητον Ἄθω
ἐντρύφημα, καὶ κατακοσμεῖ στεφάνοις, καὶ δοξάζει θαύμασιν, ὡς πιστὸν ὑπηρέτην,
ὡς ἐργάτην δοκιμώτατον.
Βαβαὶ τῆς σῆς καρτερίας σοφέ, ἥν ὑπέστης ὄντως, Ἰάκωβε
μέγιστε, ὥσπερ υἱὸς πατρικόν, πληρῶσαι θέλημα! κινδύνους καὶ πειρασμούς, ἐκ
ψευδαδέλφων μυρίους ὑπήνεγκας, καὶ τέλος ἀθλητικῷ, κοσμηθείς μάκαρ στεφάνῳ
ἀνέδραμες, πρὸς τῶν ἐφετῶν τὸ ἄκρον, σὺν τοῖς θείοις μύσταις σου, ἐν χοροῖς,
Ἀσωμάτων, δι’ αἰῶνος ἀγαλλόμενος.
Τὴν σὴν γεραίρουσιν ἄθλησιν, Μοναστῶν τὰ πλήθη, καὶ
μιγάδων τάγματα, καὶ πάντων τῶν εὐσεβῶν, νῦν τὰ συστήματα, ἀγάλλονται σὺν
αὐτοῖς, ἐπὶ τῇ θείᾳ σοῦ δόξῃ οἱ Ἄγγελοι, προσπίπτουσι ἱερεῖς, σὺν Πατριάρχαις
καὶ χαῖρέ σοι λέγουσι, σὺ τῶν Ἀσκητῶν τὸ κλέος, καὶ Μαρτύρων καύχημα, Προφητῶν
Ἀποστόλων, ὁ ὁμότροπος Ἰάκωβος.
Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὁ ἐξ
Ὑψίστου κληθείς.
Τοὺς σοὺς ἀγῶνας Ἰάκωβε
θεόφρον, πάλην καὶ τὴν ἄθλησιν, τίς ἐξειπεῖν γηγενῶν; Ἀγγέλων φύσιν ἐξέπληξαν,
καὶ τῶν Δαιμόνων, φάλαγγας πάσας κατετροπώσαντο· σὺ γὰρ τὸ ὑστέρημα, Χριστοῦ
ἐπλήρωσας, καὶ τῇ σαρκί σου τὰ στίγματα, τούτου ἐδέξω, σκεῦος ὠφθείς συ θεῖον
τοῦ Πνεύματος, τῶν Ἀποστόλων ὡς ὁμότροπος, ὡς σοφὸς ὑποφήτης τῆς Χάριτος,
Ἀσκητῶν ὡς διόπτρα, καὶ Μαρτύρων ὡς ἐκσφράγισμα.
Ὁ τῆς ἀγάπης Χριστοῦ πεπληρωμένος, ὅτε σὲ ὁ ἔνθεος, ἔρως
κατέπεισε, τὴν κοσμικὴν ἀθλιότητα, καταφρονῆσαι, καὶ τὰς ματαίας τέρψεις τοῦ
σώματος, τότε διεσκόρπισας, πτωχοῖς τὸν πλοῦτόν σου, καὶ πρὸς τὸ Ἅγιον ἔδραμες,
σὺ Πάτερ Ὅρος, ἐν εὐτελείας θείῳ προσχήματι· ὅθεν Τριάδος οἶκος γέγονας,
σωφροσύνης ἀνδρείας ἐκτύπωμα, καὶ φρονήσεως θείας, ἐνδιαίτημα τερπνότατον.
Ὁ φρυκτωρίαις φαιδραῖς πεπυρσευμένος, ὅτε δι’
ἀσκήσεως, πάθη ἐνέκρωσας, καὶ πρὸς τὴν θείαν ἀγάπησιν, δι᾿ ἀπαθείας, ὡς ἐν
φλογίνῳ ἅρματι ἔφθασας, τότε σὺ τοῦ Πνεύματος, μύστης τετέλεσαι, πρὸς θεωρίας
κοσμούμενος, καὶ εἰσηγήσεις, τῶν ἀποῤῥήτων θείων ἐμφάσεων· ὅθεν ἐπέμφθης ὡς
Ἀπόστολος, τοῦ κηρύξαι τῷ κόσμῳ μετάνοιαν, καὶ ἀθλήσας ἀνῆλθες, εἰς νυμφῶνα τὸν
Οὐράνιον.
Δόξα. Ἦχος πλ΄. β΄.
Δεῦτε πιστοί, τὴν σεβάσμιον ἄθλησιν τοῦ θεοκήρυκος
Ἰακώβου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι τὴν σεπτὴν τελείωσιν τοῦ
θεοφόρου Πατρὸς ἡμῶν, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι, πρὸς εὐωχίαν τῶν
μεγάλων ἀγώνων αὐτοῦ, ἀσματικοις ἐγκωμίοις, ἀπαύστως ἐκβοῆσαι πρὸς αὐτόν·
Χαίροις ἐκμαγεῖον ἀκριβέστατον, τῆς ἀρχετύπου εἰκόνος, ὁ πασῶν ἀρετῶν τὰς
ἰδέας, ἀπομαξάμενος ἐνθεώτατα, καὶ τοῦ Πνεύματος γενόμενος ἀκηλίδωτον ἐσοπτρον.
Χαίροις ὁ δοξάσας Χριστόν, τοῖς ἀθλητικοῖς σου καμάτοις, καὶ ἀντάλλαγμα
γενόμενος τῷ πάθει τοῦ Δεσπότου, Ἀλλὰ καὶ νῦν Πατὴρ ἡμῶν Ἰάκωβε, παῤῥησίαν ὡς
ἔχων πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα, ἐκμειλίσσων μὴ παύσῃ, σὺν τῷ ὁμωνύμῳ σοῦ
Μαθητῇ καὶ συναθλητῇ Ἰακώβῳ, καί Διονυσίῳ τῷ στεῤῥῷ ἀκολούθῳ καὶ μύστῃ, ὑπὲρ
τῆς πεποθημένης ποίμνης ὑμῶν, διαφυλαχθῆναι αὐτήν, ἐκπαντοίων δεινῶν
περιστάσεων.
Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς
πανηγυρίσωμεν, καὶ τὴν Θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου
προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν,
εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ καὶ Θεοῦ τῶν ὅλων. Παρθένοι,
λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον.
Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, τὴν Μητέρα τοῦ
Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς του κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς,
τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν,
Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε
Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος
α΄.
Ἀνέτειλε σήμερον ἥμερα εὐφρόσυνος, καὶ ἑορτὴ
πανσεβάσμιος, ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσα λαμπηδόνας, τοῦ Ὁσιομάρτυρος καὶ
καθηγητοῦ ἡμῶν Ἰακώβου, πᾶσαν ἡλικίαν καὶ φύσιν συγκαλοῦσα πρὸς εὐωχίαν
μυστικήν· δεῦτε οὖν ἀντλήσωμεν πόμα σωτήριον, εὐφραῖνον καὶ φωτίζον καρδίαν καὶ
διάνοιαν, καὶ νέφη ἐκδιῶκον τῶν παθῶν, καὶ πρὸς αὐτὸν εὐφήμοις λόγοις εἴπωμεν·
Ὁ δεσμὰ καὶ μάστιγας καὶ ἀγχόνην, ὑπὲρ τῆς ἀληθείας ὑπομείνας, σὺν τοῖς δυσὶ
συνάθλοις σου καὶ μαθηταῖς, πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σώσαι
τὰς ψυχὰς ἡμῶν.
Ἦχος β´.
Νεοφανῶν ἀστέρων ἐπιδημία, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ
κατεφαίδρυνε, ἥ καὶ νυμφικῶς ἀγαλλομένη, τοῖς καινοπρεπέσι τούτων ἁμαρύγμασι,
χορείαν συγκροτεῖ παράδοξον, Ἀγγέλων καὶ ἀνθρώπων ἐπιστατούντων· πρότερον γὰρ
τὴν σάρκα σταυρώσαντες, τοῖς πόνοις τῆς ἀσκήσεως, ὕστερον μετασχεῖν ἠξιώθησαν
τοῦ πάθους τοῦ Δεσπότου. Διὸ καὶ τῆς αὐτοῦ Βασιλείας, συγκοινωνοὶ γενόμενοι,
πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ´.
Πρὸ τῆς σῆς ἀθλήσεως, ἀσπαζόμενος τοὺς συνδεσμίους σοῦ
Μαθητάς, ἔλεγες ἐν τῇ εἱρκτῇ, ἡ Ἀβραμιαία κεφαλὴ· ἤγγικεν ἡ ὥρα τῆς ἀναλύσεως
ἡμῶν τέκνα, ὅπως δοξασθῇ ὁ Θεὸς ἐν ἡμῖν, καὶ ἡμεῖς ἐν αὐτῷ· μὴ οὖν μέλλετε,
ἀλλ᾿ ἀποστολικὼς περιζώσασθε τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἀναστάντες δεῦτε
ἀκολουθεῖτέ μοι, ὅπως συγκοινωνοὶ γένησθε τῆς σφαγῆς τοῦ Ἰσαάκ. Σήμερον γὰρ αἱ
τῶν Οὐρανῶν πύλαι ἠνοίχθησαν, καὶ πᾶσα ἡ τῶν πρωτοτόκων Ἐκκλησία, εἰς ἀπάντησιν
ἐξέρχεται, ἡ Τριὰς δὲ ὁ Θεὸς ἡμῶν, τοὺς στεφάνους τῆς ἀθλήσεως καὶ τὰ γέρα
ἑτοιμάζει ἡμῖν, ἄγωμεν οὖν ἐντεῦθεν, χαίροντες δεξώμεθα τὸ τέλος τῆς ἀθλήσεως.
Ἦχος πλ. α´.
Δεῦτε φιλομάρτυρες πάντες, καὶ τοῦ Ὁσιομάρτυρος
Ἰακώβου ἀκόλουθοι, καθαρθῶμεν τὰς φρένας, καὶ ὀψόμεθα, τὶ συνεβουλεύσατο κατὰ
τῶν Δικαίων, ὁ ἀνοσιουργότροπος πρόμαχος τῆς ἀσεβείας· σήμερον γὰρ τοὺς
ἀνευθύνους, ὡς ὑπευθύνους κατεδίκασε θανάτῳ, καὶ συλλαμβάνονται ὡς κατάκριτοι,
δέσμιοι τοῦ κρεμασθῆναι· ὅθεν πρὸς ἀλλήλους εὐχαρίστως ἐλεγαν οἱ Ἅγιοι· Τί ἡμῖν
ἡδύτερον, ἤ ποθεινότερον, τοῦ Χριστοῦ γενέσθαι μιμητὰς καὶ συνάθλους; Αὐτὸς
ἄνωθεν χορηγήσει τὰς χάριτας ἀφθόνως· ἀντὶ τῶν δεσμῶν καὶ μαστίγων, δόξαν
ἄφθαρτον, ἀντὶ τῆς ἀγχόνης καὶ τοῦ θανάτου, ζωὴν αἰώνιον, ἀντὶ τῆς πρὸς αὐτὸν
ἀγάπης, τοῖς θαύμασι δοξάσει ἀκολουθήσωμεν οὖν ἔκραζον οἱ θεόφρονες Μύσται.
Καλῷ Διδασκάλῳ, ὅπως σὺν αὐτῷ ἀποθάνωμεν καὶ ζήσωμεν, καὶ γένοιτο ἡ θυσία ἡμῶν
εὐπρόσδεκτος ἐνώπιον Κυρίου! ὢ καρτερὰς ἐνστάσεως! ὢ ψυχῶν ἀδαμαντίνων καὶ
στεῤῥών! πῶς ὑπεδέξαντο χαίροντες τὸ τέλος τῆς ἀθλήσεως; Πρεσβείαις Κύριε, καὶ
εὐχαῖς αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ´.
Τῶν ἀρετῶν σου Πάτερ τὰ τρόπαια, τίς ἐπαξίως
διηγήσεται; Ποῖον δὲ στόμα τὴν καρτερίαν σου Μάρτυς ἀπεφθέγξεται; βάθος γὰρ
ἀθεώρητον τῆς οὐρανίου γνώσεως ἐφάνης, καὶ λαμπρὸς ὑπέρμαχος τῆς ἀληθείας
ἐδείχθης, ψυχὴν ἀδάμαντος στεῤῥοτέραν κτησάμενος· διὸ τὴν φύσιν ὑπερβέβηκας
κατ᾿ ἄμφω, Πατέρων κλέος θεόσοφε Ἰάκωβε, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ
Μαρτύρων. Παῤῥησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα, μὴ παύσῃ ἐκτενῶς ἱκετεύων,
σὺν Ἰακώβῳ τε καὶ Διονυσίῳ, τοῖς στεῤῥοῖς σου συνάθλοις, τοῦ οἰκτειρῆσαι καὶ
σώσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν ἀληθῶς.
Χαίροις τῶν Ἀσκητῶν κορωνίς, τῶν Ἀποστόλων συνεργάτης
Ἰάκωβε, τὸ σθένος τῶν Ὀρθοδόξων, ὁ τῶν πιστῶν στηριγμός, μετανοίας κῆρυξ καὶ
διδάσκαλος· υἱὸς θείας χάριτος, τῆς βροντῆς ἤκαὶ δεύτερος, ὅς τὰς ἐλλάμψεις,
τὰς ἀΰλους δεχόμενος, καὶ λαμπόμενος, δαδουχεὶς τοὺς τιμῶντάς σε. Πάτερ
φιλοστοργότατε, Ποιμὴν Χριστομίμητε, μὴ διαλείπῃς πρεσβεύων, μετὰ τῶν θείων
συνάθλων σου, Χριστῷ καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Στίχ.: Τίμιος
ἐναντίον Κυρίου ὁ Θάνατος τῶν Ὁσίων αὐτοῦ.
Χαίροις τῶν μοναζόντων φωστήρ, τῶν Οὐρανίων μυστηρίων
Διδάσκαλος, τὸ στόμα τῆς ἀληθείας, ὁ τῆς σοφίας κρατήρ, μετανοίας κῆρυξ ὦ
Ἰάκωβε, πυρὸς φωτεινότερος, καὶ πῦρ πνέων τῇ χάριτι, ὁ καταυγάζων, τῶν πιστῶν
τὴν διάνοιαν, τῶν ἀπίστων δέ, καταφλέγων τὰ πρόσωπα· στῦλος ὁ προηγούμενος,
νεφέλη σκιάζουσα, τῶν εὐσεβῶν παρατάξεις, μὴ ἀποκάμῃς ἑκάστοτε, Χριστὸν
ἱκετεύειν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρετε Παρακλήτου μοναί, θεολογίας τὰ σειρήνια
θέλγητρα, οἱ κύκλοι πασῶν χαρίτων, περιοχαὶ θαυμασταί, δωρεῶν παντοίων τῶν τοῦ
Πνεύματος, ἡμῶν τὰ προπύργια, καὶ ἡ δόξα ἡ ἄῤῥητος, οἱ τοῦ Δεσπότου, μιμηταὶ
ἀξιάγαστοι, καὶ Ἀγγέλων τε, συμπολῖται καὶ σύμμορφοὶ· Πάρεστε τοίνυν Ἅγιοι, σὺν
θείοις στρατεύμασι, μέσον ἡμῶν τῶν ὑμνούντων τὰς εὐφημίας δεχόμενοι, Χριστὸν
δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν πεμφθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἔν τεθρίππῳ ἅρματι τῶν ἀρετῶν ἐπιβάς, ὁ τοῦ Πνεύματος
Μύστης Ἰάκωβος, ἔφθασε τὴν Οὐράνιον πόλιν, ἐν ᾗ Θεὸς στηρίζεται· τοῖς Ἀγγέλοις
δὲ συμμυηθείς, τῶν ἀποῤῥήτων Μυστηρίων τὴν γνῶσιν μυστικῶς μὲν τῷ νῷ διετύπωσε,
τὴν ὁμοδύναμον φύσιν τῆς κρυφιογνώστου Τριάδος, τῷ δὲ θείῳ δακτύλῳ ἐγγραφέντα,
τῆς καρδίας ταῖς πλαξί, τὸν τῆς Χάριτος θεοτύπωτον νόμον ἐδέξατο, ἄλλος
ἐπιστήθιος χρηματίσας, τὰ μεγαλεία τοῦ Θεοῦ ἐν Πνεύματι κατεβρόντησε· διὸ οἱ
τοῖς ἀσκητικοῖς αὐτοῦ ἐγκαυχώμενοι καμάτοις, φιλοπάτορες παῖδες, ἀπαύστως ὄντως
εἴπωμεν· Ἁγιώτατε Πάτερ, ἀμέσως παρεστὼς τῇ Τριάδι, σὺν Μακώβω καὶ Διονυσίω,
τοῖς συναθληταῖς σου καὶ Μύσταις, μὴ κάμητε πρεσβεύειν, ὑπὲρ τῶν πίστει καὶ
πόθῳ ἀνευφημοῦντων, τὴν σεβάσμιον ὑμῶν ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον·
Ὁ Δαβὶδ ποοανεφώνει σοι Ἄχραντε, προορῶν τὴν
ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα,
δοξολογούσι σὲ ἅπαντα, ἠνγὰρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν
ἄφθορον. Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ ναῷ εἰσερχομένην ὁ Ζαχαρίας
εὐφραίνεται, ἀπολαβών σὲ Δέσποινα· καί τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται,
ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ψαλμικὼς βοῶμέν σοι·
Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Νῦν ἀπολυεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Ἀγγελικῶς ἐπὶ τῆς γῆς διαπρέψας, τῶν Ἀποστόλων ἀνεδέξω
τὴν χάριν, καὶ μετανοίας κήρυξ καὶ διδάσκαλος πεμφθείς, ἔδειξας τοῖς θέλουσι,
σωτηρίας τὴν τρίβον· ὅθεν καὶ πρὸς ἄθλησιν, παρετάξω γενναίως, σὺν τοῖς
στεῤῥοῖς συνάθλοις σου σοφέ, Ὁσιομάρτυς Ἰάκωβε
μέγιστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
Εἰς τὸν
Ὄρθρον.
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου Σωτήρ.
Ἡμέρα φωταυγής, ἐξανετειλεν ὄντως, ἡ μνήμη τοῦ σοφοῦ,
Ἰακώβου τοῦ πάντας, ἐπὶ χοῦς ὕμνους ἕλκουσα, τοὺς αὐτοῦ καὶ τὰ τρόπαια· ὅθεν
σπεύσωμεν, ἀσματικῶς εὐφημησαι, ὡς θεόσδοτον, καὶ Κυβερνήτην τῆς ποίμνης, ὡς
ἔνθεον ἠδυσμα.
Δόξα. Ὅμοιον.
Μεθέξει Προφητῶν, Ἀποστόλων Μαρτύρων, Ὁσίων καὶ
λοιπῶν, ἐκ Θεοῦ ἀπεστάλης, κηρύξαι ἃ ἐκήρυξαν, καὶ παθεῖν ὥς πέρ ἔπαθον· ὅθεν
ἔτρεχον, ἄπειρα πλήθη μιγάδων, ὅπως τύχωσι, τῆς τῶν παθῶν θεραπείας, καὶ χάριν
ἀντλήσωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἡμέρα μυστική, ἀνεδείχθης Κυρία, τὸν Ἥλιον Χριστόν,
καταυγάζουσα πᾶσι, τοῖς ζόφῳ ἀπογνώσεως, καθημένοις θεόνυμφε· ὅθεν ἅπαντες, οἱ
διά σου φωτισθέντες, μακαρίζομεν, χρεωστικῶς ὡς αἰτίαν, βροτῶν ἀναπλάσεως.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. ·Ἦχος
δ΄. Κατεπλάγη Ἰωοήφ.
Κατεπλάγησαν βροτοί, τοὺς ὑπὲρ φύσιν πειρασμούς, καὶ
Ἀγγέλων στρατιαί, ἐξεθαμβοῦντο ἐπὶ σοί, πῶς ὡς ἀσώματος ὤφθης ἐν τῷ σαρκίῳ,
σπόγγος καθαρός, ἀναμαξάμενος, πάντων ἀρετάς, τῶν θεοσοφῶν ἀνδρῶν, καὶ
ἐχρημάτισας ἔνθεον εἶδος, πρὸς τὸ ἀρχαῖον ἀρχέτυπον, ἀπεξεσμένος, Ὁσιομάρτυς,
Ἰάκωβε ἔνδοξε.
Δόξα. Ὅμοιον,
Κατεπλάγησαν ἐν σοι, οἱ ἐν τῷ Ἄθῳ Μονασταί, Ἱερεῖς
Ἀρχιερεῖς, καὶ πᾶσα βρότειος ψυχή, ὅτι καὶ χάριν ἐδέξω τῆς Προφητείας· τοὺς μὲν
γὰρ ὁδηγῶν, εἰς τὰ σωτήρια, τοὺς δὲ ἐπιτιμῶν, διὰ τὸ τόλμημα, τοὺς δὲ ἑτέρους
ἅπαντας ἀσμένως, ἐχειραγώγεις ὡς φιλόστοργος· ὢ θείας αἴγλης, ἦς ἠξιώθης,
θεοῤῥῆμον Ἰάκωβε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀναβόησον Δαβίδ, τίς ἡ παροῦσα ἑορτή, ἢν ἀνύμνησάς
ποτε, ἐν τῷ βιβλίῳ τῶν ψαλμῶν, ὡς Θυγατέρα θεόπαιδα καὶ Παρθένον;
Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ
πλησίον αὐτῆς· καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς
κραυγάζουσιν· Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἧχος γ΄.
Τῆν ὡραιότητα.
Τὸ ἀμετάθετον, τῆς καρτερίας σου, ὁ ἄφρων Τύραννος,
ὁρῶν Ἰάκωβε, εἷς τὴν ἀγχόνης τελευτήν, κελεύει σὲ παραδοῦναι· ὅθεν τοὺς ἰδίους
σου, Μαθητὰς ἐστερέωσας, στήσας ἑκατέρωθεν, καὶ Θεὸν συνεδόξασας, συμμετασχὼν
δὲ τῶν θείων Μυστηρίων, τέλος συνεῦρες τὸ μακάριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὰς ἀμαυρότητας, νοός μου Πάναγνε, πάσας ἐξάλειψον, ὡς
φωτοπάροχος, ταῖς τοῦ Ὁσίου σου λιταῖς, καὶ δὸς μοι πηγὰς δακρύων, ὅπως
καλλυνόμενος, ἑορτὴν εἰς τὰ Ἅγια, τῶν Ἁγίων Ἄχραντε, τῆς εἰσόδου σου ὄψομαι·
δι’ ἧς ἡ σωτηρία τοῦ κόσμου, ἀρχὴν λαμβάνει τῇ προόδῳ σου.
Οἱ
Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκειμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Στίχ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων...
Εὐαγγέλιον Ὁσιομαρτυρικόν.
Ν΄ ψαλμόν.
Δόξα: Ταῖς τῶν Ὁσιοάθλων...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμων, Ἐλέησόν με ὁ Θεός...
Ἡ τοῦ Θείου Πνεύματος ἐπιφοιτήσασα χάρις ἐν σοί,
Οὐρανὸν ἔμψυχον τὴν καθαράν σου καρδίαν διετέλεσεν, ἐν ᾗ μετὰ Πατρὸς καὶ
Πνεύματος ὁ Λόγος ἐνῴκησε, καὶ χάρις σοι διττὴ δεδώρηται, ζῶντι καὶ μετὰ
θάνατον, ἐν Οὐρανοῖς καὶ ἐπὶ γῆς συμπολιτεύεσθαι, μετὰ Ἀγγέλων συναγαλλόμενος,
καὶ μετὰ τῶν εὐφημούντων σε συνευφραινόμενος· ἀλλ᾿ ὦ Πατέρων ἥδυστον ἐντρύφημα,
πρεσβυτικαῖς σου πτέρυξιν ἀγκάλισον ἡμᾶς, ὡς ὄρνις νεοσσούς, ὅπως τὰς δεινὰς
περιστάσεις ἐκφύγωμεν, καὶ τύχοιμεν δεκταῖς σου πρεσβείαις, τῶν αἰωνίων ἀγαθῶν,
Πάτερ Ἰάκωβε.
Κανόνες. Κανὼν τῆς Θεοτόκου μετὰ τῶν
Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Κανὼν πρῶτος. Νικόδημου τοῦ Ἁγιορείτου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀσμάτων τὴν σάλπιγγα, ἀσματικῶς ἀναλάβωμεν, κροτοῦντες
ἐν ᾄσμασι, τὴν ἱερὰν τελετήν, τοῦ θεόφρονος, καὶ θείου Ἰακώβου,
τοῦ πᾶσαν εὐφράναντος, φύσιν τῇ χάριτι.
Σοφίας τοῦ πνεύματος, τὸν ἐραστὴν ἀνυμνήσωμεν, ὡς
Μύστην τῆς χάριτος, ὡς συνεργάτην πιστόν, τοῦ κηρύγματος, τῶν θείων Ἀποστόλων,
ὡς θεῖον ἐντρύφημα, τῆς Ἐκκλησίας Χριστοῦ.
Μαρτύρων ὡράϊσμα, καὶ Ἀσκητῶν ἀγαλλίαμα, ταμεῖον τοῦ
Πνεύματος, τῶν χαρισμάτων πηγή, ἑξανέτειλας, ὡς ὄρθρος ὡς ἡμέρα, φαιδρύνων τὴν
ποίμνην σου, σὺν τοῖς συνάθλοις σου.
Θεοτοκίον.
Θεοῦ ἐνδιαίτημα, καὶ λογικὸς σὺ παράδεισος, καὶ
ἔμψυχος θάλαμος, τοῦ ἀχώρητου Ἁγνή, καὶ παλάτιον, καὶ κλίνη ἀνεδείχθης, καὶ
θρόνος πυρίμορφος, Πάναγνε Δέσποινα.
Ἕτερος
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἄνευ Θεοτοκίων. Ἆθλα γεραίρω πατρικὰ Ἰακώβου.
ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Αὐτοσοφία
τῷ Πᾳτὶ συνάναρχε, τῶν ἀγαθῶν χορηγέ, τὴν ὑλικὴν σχέσιν, τοῦ νοός μου σκέδασον,
τῷ φωτουργῶ σου Πνεύματι, ἀρχομένου νῦν μέλψαι, τοῦ Ἰακώβου τὰ σκάμματα, καὶ
λαμπροὺς ἀγῶνας καὶ τρόπαια.
Θαυματουργίαι
θαυμασταὶ ἠκούσθησαν, ἐκ τοῦ αἰῶνος σοφέ, νῦν δὲ τὰ σὰ Πάτερ, οὐκ ἐλάττω
πέφυκε, τῶν γὰρ παθῶν τὴν θάλασσαν, ἀπαθείας τῇ ῥάβδῳ, τέμνων ἁβρόχως
διέπλευσας, εἰς τὴν θείαν γῆν καὶ σωτήριον.
Λελαμπρυσμένος
γεγονὼς Ἰάκωβε, ταῖς θεϊκαῖς ἀστραπαῖς, τὴν πρακτικὴν Πάτερ, περαιώσας κλίμακα,
εἰς θεωρίαν ἔφθασας, ἐντυχὼν τῇ Τριάδι, καὶ σεαυτὸν ἐνδιαίτημα, ταύτης φωτεινὸν
ἀπετέλεσας·
Θεοτοκίον.
Θεοκυῆτορ
Μαριὰμ θεώσεως, ἔτυχεν ὄντως ἐκ σοῦ, ἡ ταπεινὴ φύσις, τῶν βροτῶν καὶ ῥέουσα· ἐν
σὶ γὰρ ἐνυμφεύσατο, ὁ Θεός μου τὴν σάρκα, ἐνυποστάτως καὶ ἐλαμψε, πᾶσαν τῶν
βροτῶν φύσιν Δέσποινα.
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ἀνέτειλε σήμερον ἡμέρα, θαυμάτων ἀστράπτουσα βολάς,
ὥσπερ αἰθὴρ κατάστερος, τοὺς ἱεροὺς ἀγῶνάς σου, καὶ ἆθλα τὰ ἐξαίσια, Ὁσιομάρτυς
ἐκλάμπουσα.
Φῶς σὺ δευτερεῦον τῆς Τριάδος, καὶ ἄδυτος ἥλιος
δειχθείς, μὴ φλέγων τοῖς πυρσεύμασιν, ἀλλ᾿ ἱλαρύνων Ἰάκωβε,
καὶ ἀγαθύνων πρόσωπα, τῶν εὐσεβῶς ἀνυμνούντων σε.
Ἐλαία κατάκαρπος ἐφάνης, κυπρίζουσα ἄμπελος σοφέ, ἐν
ταῖς αὐλαῖς τοῦ Κτίστου σου, φωτιστικαῖς τοῦ Πνεύματος, ὑπερεκβλύζων χάρισι, σὺν
τοῖς Ὁσίοις συνάθλοις σου.
Θεοτοκίον.
Εὐρύχωρον σκήνωμα Παρθένε, ἐγένου Σοφίας τοῦ Θεοῦ, τῆς
ἀνθρωπίνης φύσεως, καὶ θείας χωνευτήριον, ἐν ᾧ ἡ θεία ἕνωσις, ἐνυποστάτως
ἐγένετο.
Ἄλλος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἁσκητικαῖς
προκαθαρθείς, ἐπαγωγαῖς θεοφόρε, τῶν Ἀγγέλων ἐμυήθης τὴν γνῶσιν, καὶ τοῦ
Πνεύματος σοφέ, σὺ Μαθητὴς γενόμενος, οὐκ ἐξ ἀνθρώπων οἶδας, ὥσπερ ὁ Παῦλος τὴν
παίδευσιν.
Γεωργικὸν
ὁμοιωθείς, ἐπὶ τὴν ἅλωνα πτύον, τῶν ἀνθρώπων ἐῤῥυθμίσω τὰς πράξεις· τὸ βαρὺ τῶν
ἐντολῶν, εἰς θησαυροὺς ἀπέθηκας, τὸ δὲ τῶν ἔργων κοῦφον, δίκην ἀχύρου
ἐτέφρωσας.
Ἐν
ἀπαθείᾳ σε εὑρών, τῇ τοῦ θανάτου μελέτῃ, οὐκ ἐνίσχυσεν ὁ πλάνος γυμνῶσαι, τὴν
ψυχήν σου τὴν φαιδράν, τοῦ θεϊκοῦ ἐνδύματος, ὥσπερ τὸ πρῶτον οἴμοι! ἄνθρωπον
οὗτος ἐγύμνωσεν.
Ῥωμαλεότητι
ψυχῆς, τοῦ πονηροῦ τὰς ἐνέδρας, ὡς νηπίων ἐλογίσω σὺ βέλη· πολυτρόποις γὰρ
μορφαῖς, αὐτός σοι ὤφβη Ἰάκωβε, φῶς ὑποκρίνων εἶναι, σκότος ὑπάρχων ὁ δείλαιος.
Θεοτοκίον.
Εὑρυχωρότατον
Θεοῦ τοῦ ἀχώρητου δοχεῖον, σὺ τὸ χρέος τῆς Προμήτορος Εὔας, ἀνταπέδωκας Ἁγνή·
δίχα φθορᾶς γὰρ ἔτεκες, τὸν τῶν ἁπάντων Κτίστην, οὑ κατὰ φύσιν ἡ ἔκστασιν.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Εἰς τὸ ὄρος ἀνῆλθες τὸ νοητόν, καὶ τὸν γνόφον ὑπέδυς
τὸν μυστικόν, τὰ βάθη τοῦ Πνεύματος, ἐμυήθης Ἰάκωβε,
μυστικῶς τυπώσας, Τριάδος τὴν ἕνωσιν, ἐν πλαξὶ καρδίας, δακτύλῳ θεότητος. Ὅθεν
τοῦ Δεσπότου, ἠξιώθης βαστᾶσαι, τὰ στίγματα Ὅσιε, καὶ τὸν θάνατον ὕστερον, σὺν
δυσὶ τοῖς συνάθλοις σου. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Ὅμοιον.
Τὴν ῥοώδη ἀπείπω Πάτερ σκηνήν, καὶ τὸν νοῦν σου
ἐφύλαξας ἀμιγῆ, γεώδους συγχύσεως, ὡς σοφὸς καὶ συνέπλεξας, τὴν σειρὰν τὴν
θείαν, ἱδρῶσι καὶ σκάμμασιν· εἰς Θεὸν ἀνῆλθες, ἀθλήσεως ἅρματι· ὅθεν καὶ
θαυμάτων, αὐτουργὸς ἀνεδείχθης, τὰ πάθη Ἰάκωβε, θεραπεύων θεόσοφε, τῶν ἐν
πίστει βοώντων σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἡλιόμορφον ἅρμα Δαβιτικόν, πορφυρόστρωτε κλίνη
Βασιλική, θάλαμε χρυσόπλοκε, θεοκόσμητον σκήνωμα, ἀπλανὴς ὑπάρχεις σὺ σφαῖρα
θεόνυμφε, τῶν χαρίτων κύκλος, ἁπάντων τοῦ Πνεύματος, κόσμε ἡ κοσμοῦσα, ἀκοσμίαν
τοῦ κόσμου, τοῦ γένους περίδοξον, εὐγενὲς ἐγκαλλώπισμα, μὴ ἐλίπῃς δεόμεθα,
πρεσβεύειν τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσαθαι, τοῖς εὐσεβῶς
προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥητορεύουσα οὑ σθένει, τῶν βροτῶν γλῶσσα ἅπασα,
εὐφημεῖν ἀξίως, πόνους τοὺς στεῤῥοὺς καὶ τὰ σκάμματα, τοῦ Ἰακώβου τοῦ θείου, καὶ τὰ θαύματα, καὶ τὴν ἄπειρον,
δόξαν ἧς νῦν κατηξίωται.
Ὢ θαυμάτων παραδόξων! ὁ βροτὸς πῶς τεθέωται; πῶς
Τριάδος ὤφθη, ἅρμα φωτεινὸν καὶ πυρίπνοον; τῶν ἀποῤῥήτων ἐπόπτης, πῶς ἐγένετο,
μετὰ σώματος, ἔτι συζῶν ὡς ἀσώματος;
Στήλη ἔμψυχος καὶ ἔμπνους, ἀρετῶν ἀναδέδειξαι, ἀγαθῶν
ἁπάντων, θεῖος θησαυρὸς ὦ Ἰάκωβε, καὶ
καταγώγιον ὄντως, πολυέραστον, τοῦ δὲ Πνεύματος, ὤφθης σεπτὸν ἐνδιαίτημα.
Θεοτοκίον.
Ὁ θεόγραφος ὁ τόμος, ἡ καθέδρα ἡ ἔνθεος, Οὐρανοῦ τὸ
τέρας, καὶ τῆς γῆς τὸ γέρας τὸ ἀφθάρτον, τοῦ συναλλάγματος ὄντως, ἡ πανήγυρις,
ἡ Πανύμνητος, Κόρη φαιδρῶς ἀνυμνείσθω μοι.
Ἄλλος. Σύ μου ἰσχύς Κύριε.
Ἀγγελικήν,
σὺ πολιτείαν κτησάμενος, θεοφόρε, ἔτι μετὰ σώματος, ἐπὶ τῆς γῆς, εἶχες σοῦ τὸν
νοῦν, ἄνω μετ’ Ἀγγέλων, τὸν Κτίστην μάκαρ δοξάζοντα· διὸ καὶ συναθλήσας, μετὰ
τῶν μαθητῶν σου, εἰς Μονὰς ἀκηράτους συνήρθητε.
Ἴδον
ἐν γῇ, Παῖδες Ἑβραίων ἐξαίσια, τῆς ἐρήμου ὄφιν θεραπεύοντα, τὰς ὠτειλάς, τῶν
τραυματιῶν, ἡμεῖς δὲ οὐ τύπον, ἐγκάρσιον πρσσπηγνύμενον, ἀλλ᾿ ἀληθείᾳ ὄφιν,
διολέσαντα πλῆθος, καὶ ὑπεῖκόν σοι· θαῦμα ἀνήκουστον!
Ῥεύματα
σῶν, Πάτερ δακρύων ἐξήρανε, παθημάτων, ἄβυσσον καὶ ἔβλυσεν, ἐν τῇ ξηρᾷ, πόμα
καθαρόν, πηγὴν γλυκυτάτην, τὸ ῥεῦμα δὲ τῶν αἱμάτων σου, ἀπέπνυξε τὸν πλάνον,
καὶ κραυγάζειν με πείθει· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον.
Ὁ
Πλαστουργός, εὕρατο ἐκ τοῦ αἰῶνός σε, ἐν κοιλάδι, κρίνον καθαρώτατον, ταῖς
ἀρεταῖς, λάμπουσαν σεμνή, βάθει τῆς ἁγνείας, εὐρύτητι τῆς σεμνότητας, καὶ ὕψωσε
τῷ γένει, τῶν ἀνθρώπων· διό σε, ὡς Μητέρα τοῦ Κτίστου δοξάζομεν.
ᾨδή ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ κῆρυξ τῆς χάριτος, ἡ ἀστραπὴ τοῦ Πνεύματος, στόμα τὸ
πυρίπνοον καὶ θεῖον, μάχαιρα ὄντως ἀεὶ φρουροῦσα πιστούς, ἀπίστους δὲ σφάττουσα
δεινῶς, ὕμνοις ἀνυμνείσθω νῦν, ὁ θεόφρων Ἰάκωβος.
Ἰδού σοι προσπίπτομεν, ἐν εὐφροσύνῃ λέγοντες· Χαῖρε
θεαυγέστατον σὺ στόμα, ἔσοπτρον θεῖον τῶν Οὐρανίων Νοῶν· βεβαίωσις χαῖρε τῶν
πιστῶν· χαῖρε ἐνθεώτατον, μετανοίας ἐντρύφημα.
Πιπτόντων ἀνόρθωσις, ἀμαρτανόντων ἔγερσις, ὤφθης καὶ
θειότατος προστάτης, καὶ ἀντιλήπτωρ τῶν προστρεχόντων σοι, πρεσβεία τε θεία καὶ
θερμή, μέγιστε Ἰάκωβε, μετανοίας ἐχέγγυον.
Θεοτοκίον.
Φωτὸς καταγώγιον, τοῦ Οὐρανίου γέγονας, γνώρισμα τῆς
χάριτος τῆς θείας, τόνος Μαρτύρων κατὰ τῆς πλάνης σφοδρός, ταμεῖον προνοίας
θεϊκῆς, ὕμνοις ἡ Πανύμνητος, ἀνυμνείσθω σὺν Μάρτυσιν.
Ἄλλος. Ἵνα τί μὲ ἀπώσω.
Ὡραιώθης
ἡδύνθης, ἐκ τῆς συνοικήσεως Πάτερ τοῦ Πνεύματος, καὶ ὡς φοῖνιξ ἤρθης, ἐν ταῖς θείαις
αὐλαῖς κατοικῶν ἀεί· σὺν δυσὶ συνάθλοις, καὶ Θεωνᾷ τῷ Ἱεράρχῃ, καὶ προσφιλεῖ
Μαθητῇ σου Ἰάκωβε.
Πατρικὸν
ἐπληρώσω, Θέλημα Ἰάκωβε οἷα διάδοχος, γεγονὼς ὁ θέσει, πρὸς τὸν φύσει Θεόν τε
καὶ Κύριον, καὶ αὐτοῦ τὰ πάθη, καὶ τὸν σταυρὸν κατηξιώθης, ὑπομείναι καὶ
θάνατον δέξασθαι.
Ἀβραὰμ
τὴν ἀγάπην, ἔσχες πρὸς τὸν Κύριον Πάτερ φιλόστοργε, καὶ οἱ θεῖοι παῖδες, Ἰσαὰκ
τὸ ὑπήκοον ἔτυχον, οὓς γυμνάσας μάκαρ, εἰς τὴν σφαγὴν τοῦ μαρτυρίου, ὡς εὐῶδες
θυμίαμα ἔφερες.
Θεοτοκίον.
Φωτεινήν
σε νεφέλην, φέρουσαν τον ἄδυτον ἥλιον Δέσποινα, οἱ βροτοὶ ἰδόντες, ἀνυμνοῦμεν
καὶ πόθῳ γεραίρομεν τὴν γὰρ ἀμορφίαν, τὴν ἐν Ἐδὲμ ἀμαυρωθεῖσαν, ἀνεμόρφωσας
θείαις λαμπρότησιν.
ᾨδὴ στ´. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Τοῦ θείου Λόγου τὸν κήρυκα, τοῦ Πνεύματος τὸν Μύστην
τὸν Μέγιστον, τὸ θεοσήμαντον, ὄργανον δεῦτε ὑμνήσωμεν, Ἰάκωβον
ἀξίως, τὸν οὐρανόφρονα.
Ἐφανης στῦλος πυρίμορφος, τοῖς σκότει ἀγνωσίας
ὑπάρχουσι, πρὸς ἀπαθείας γῆν, καθοδηγὼν ἐμμελέστατα, καὶ πρὸς τὴν θείαν τρῖβον,
καὶ ἐπουράνιον.
Ῥητόρων ὤφθης δεινότερος, τὰ θεία ῥητορεύων ἐντάλματα,
ὡς θεοδίδακτος, ὡς ἀποῤῥήτων Διδάσκαλος, ὡς ὁπλοθήκη νέα, τῆς θείας χάριτος.
Θεοτοκίον.
Ἁγνείας ὤφθης ἐκσφράγισμα, καὶ τύπος παρθενίας
θεόληπτος, συγκαταβάσει σου, χώρα ὁλόφωτος Δέσποινα, ἐν ᾗ Θεὸς τὴν σάρκα,
κατενυμφεύσατο.
Ἄλλος. Ἱλάσθητί μοι Σωτήρ.
Τὸ
ὄρος τὸ νοητόν, κατέλαβες δι’ ἀσκήσεως, καὶ κύψας εἰς τοῦ Θεοῦ, τὰ θεία
μυστήρια, μυστικῶς ἐτύπωσας, ἐν τῇ σῇ καρδίᾳ, τῆς Τριάδος τὸ ὁμότιμον.
Ῥευσάτωσαν
ἀληθῶς, τὰ μέλη σου ἀγαλλίασιν, τὸ μύρον τὸ᾿ μυστικόν, ἀξίως βαστάσαντα· σὺ
ὀσμὴ γὰρ Πνεύματος, ἀνεδείχθης Πάτερ, γλυκασμὸς καὶ θεία ἔφεσις.
Ἱδρῶτες
Δεσποτικοί, Ἀδὰμ ἱδρῶτας κατέπαυσαν, ἱδρὼς δὲ καὶ αἷμα σου, ψυχήν σου ἡγίασαν·
λουτρὸν γὰρ ἐλούσατο, ὁ δευτέροις ῥύποις, οὑ μολύνεται Ἰάκωβε.
Θεοτοκίον.
ᾈσματων
ᾆσμα σὺ εἶ θεοχαρίτωτε Δέσποινα, ·Ἀγγέλων ἡ καλλονή, βροτῶν ἡ ἀνάπλασις· Θεὸν
γὰρ ἐγέννησας, σεσωματωμένον, τὸν τὰς φύσεις μεταπλάττοντα.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς μετανοίας τὴν λαμπρὰν καὶ θείαν σάλπιγγα, φιλανθρωπίας
τοῦ Θεοῦ τὸν νέον κήρυκα, ἀνυμνήσωμεν Ἰάκωβον
ἐπαξίως. Τοῦ Κυρίου, τὸν βαστάσαντα τὰ στίγματα, καὶ πληρώσαντα Ἁγίων τὸ
ὑστέρημα. Ὅθεν εἴπωμεν· Χαίροις, Πάτερ Ἰάκωβε.
Ὁ Οἶκος.
Ἄγγελος ἀνεδείχθης, ἐπὶ γῆς διατριβῶν, μετὰ σώματος Ἰακώβε θεῖε, τὰ γὰρ θεία προκρίνας ἐν γῇ, ἔσχες
συμβίωσιν θεϊκὴν ἔνδοξε· διὸ πάντες θαμβούμενοι, σοὶ μέλπομεν ἐκ πόθου τά δε·
Χαῖρε, ἁγνείς σεπτὸν δοχεῖον·
χαῖρε, Τριάδος σεπτῆς ταμεῖον.
Χαῖρε, μοναζόντων Ἁγίων ἐκσφραγισμα·
χαιρε, τῶν Μαρτύρων τὸ θεῖον συμπέρασμα.
Χαῖρε, θάλασσα γαλήνιος ἐννοιῶν πνευματικῶν·
χαῖρε, πέλαγος εὐρύχωρον Μυστηρίων θεϊκῶν.
Χαῖρε, ὅτι τὰ πάθη τοῦ Δεσπότου ἐδέξω·
χαῖρε, ὅτι τὴν χάριν Ἀποστόλων ἠμείψω.
Χαῖρε, πυρὸς ἀΰλου ἀπαύγασμα·
χαῖρε, φωτὸς Τριάδος τὸ ἔξαλμα.
Χαῖρε, δι᾿ ὀὗ Υἱὸς Θεοῦ ἐδοξάσθη·
χαῖρε, δι᾿ οὗ τέκνα τῆς Ἄγαρ ᾐσχύνθη.
Χαίροις,
Πάτερ Ἰάκωβε.
Συναξάριον.
Τῇ α΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἰακώβου τοῦ νέου, τοῦ δι’ ἀγχόνης
τελειωθέντος ἐν ἔτει ἀφκ΄. (1520).
Τριάδα ποθήσας Ἰάκωβος πόθῳ,
Αὐτῇ ἀνέδραμε σὺν Μαθηταῖς δύο.
Σχοινίῳ ἀρθεὶς θάνε μέσον δύο φίλων Ἰάκωβος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Διακόνου Ἰακώβου, Μαθητοῦ καὶ συναθλητοῦ τοῦ Ἁγίου Ἰακώβου, τοῦ δι᾿
ἀγχόνης τελειωθέντος.
Σεαυτὸν ἱέρευσας ἱερῶς Πάτερ,
Καὶ θυσία δέδεξαι δεκτὴ Κυρίῳ.
Τῇ αὐτῃ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μοναχοῦ Διονυσίου, Μαθητοῦ καὶ συναθλητοῦ τοῦ Ἁγίου Ἰακώβου, τοῦ δι’
ἀγχόνης τελειωθέντος.
Ὑπηρετῶν τράπεζαν ἀρίστως κάτω,
Τῆς οὐρανίου θεῖος ἄρτος ἀνέθης.
Τοὺς τρεῖς Ὁσίους θανατοῦσιν ἀγχόνῃ,
Ἐχθροὶ κάκιστοι τῆς Ἁγίας Τριάδος.
Ἰάκωβον κατὰ πρώτην ἠδ᾿ ἐτάρους ἀγχόνη ἦγξαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως τῶν
Ἁγίων Μαρτύρων Ἀκινδύνου,
Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου, καὶ Ἀνεμποδίστου.
Ἀκίνδυνον
πῦρ· τῶν δὲ λοιπῶν τεσσάρων,
Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.
Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.
Δευτέρῃ Ἀφθονίῳ καὶ τέτρασι,
πῦρ, ἄορ, ἆθλος.
Οὗτοι οἱ Ἅγιοι, τῆς Περσῶν γῆς ὄντες, τὰ
πρῶτα παρὰ Σαβωρίῳ βασιλεῖ Περσῶν ἔφερον. Οἱ οὖν Ἀκίνδυνος, Πηγάσιος καὶ
Ἀνεμπόδιστος, ἄκρως τὴν εὐσέβειαν ἀγαπῶντες, ὡμολόγουν τὸν Χριστόν· δι᾿ ἣν
αἰτίαν συλληφθέντες, τύπτονται κρεμασθέντες καὶ τὰς πλευρὰς πυρὶ καταφλέγονται.
Ἐπεὶ δὲ βλασφημεῖν ὁ βασιλεὺς εἰς Χριστὸν ἤρξατο, ἀφωνίᾳ τοῦτον καταδικάζουσιν
οἱ Ἅγιοι καὶ αὖθις λύουσιν. Εἶτα ἐπὶ κραββάτων σιδηρῶν πεπυρακτωμένων
ἁπλοῦνται· καὶ ὄμβρου καταῤῥαγέντος, ἡ φλὸξ σβέννυται, καὶ τὸ τοῦ Διὸς ἄγαλμα
εὐχῇ καταβάλλουσι· διὰ τοῦτο ὑποχαλῶνται λέβησι μεστοῖς μολύβδου κοχλάζοντος·
καὶ ἀνέπαφοι μείναντες, Ἀφθόνιον πρὸς τὴν τοῦ Χριστοῦ ἐπισπῶνται πίστιν, ὃς καὶ
παραχρῆμα τὴν κεφαλὴν ἀφῃρέθη. Καὶ ἐν βοείοις θυλάκοις βληθέντες καὶ τῇ θαλάσσῃ
ῥιφέντες, ἀνασῴζονται καὶ τὸν Ἐλπιδηφόρον, πρῶτον ὄντα τῆς Συγκλήτου, πρὸς τὴν
εἰς Χριστὸν ἐκκαλοῦνται πίστιν, μεθ᾿ ἑτέρων ἑπτακισχιλίων, οἵτινες τὰς κεφαλὰς
ἀπετμήθησαν. Οἱ δὲ περὶ Ἀκίνδυνον, Πηγάσιον καὶ Ἀνεμπόδιστον, εἰς βόθρον
ῥίπτονται μεστὸν θηρίων· καὶ ἀβλαβεῖς διαμείναντες, τὴν μητέρα τοῦ βασιλέως πρὸς
τὴν πίστιν εἵλκυσαν. Ὅθεν καμίνῳ πυρὸς ἐμβληθέντες, τέλος ἐδέξαντο τῆς
ἀθλήσεως.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι, ξίφει
τελειοῦνται.
Συγκλητικοὶ ποθοῦντες
ἄφθαρτον γέρας,
Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.
Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου καὶ λοιπῶν
Ἁγίων ὀκτώ· Ἀττικοῦ, Μαρίνου, Ὠκεανοῦ,
Εὐστρατίου, Καρτερίου, Νικοπολιτιανοῦ, Στύρακος καὶ Τωβία.
Τὸ πῦρ ἀριστεῖς
καρτερήσαντες δέκα,
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.
Οὗτοι ὑπῆρχον στρατιῶται ἐν Σεβαστείᾳ, ἐπὶ
Λικινίου βασιλέως. Ἐξετασθέντες δὲ ὑπὸ Αὐξανίου ἄρχοντος τῆς πόλεως, καὶ
Μαρκέλλου δουκός, καὶ Μάρκου τοῦ Ἀγρικολάου, καὶ ἀνυπερβλήτοις βασάνοις
ὑποβληθέντες, πυρὶ παραδίδονται· ἐν ᾧ καὶ τὰς ἑαυτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ.
Χοῦς, Μαρκιανέ, τυγχάνων εἰς
χοῦν λύῃ,
Τὸ δόγμα τοῦ πλάσαντος οὐκ ἔχων λύειν
Τὸ δόγμα τοῦ πλάσαντος οὐκ ἔχων λύειν
Οὗτος ὁ ὅσιος Πατὴρ ἡμῶν Μαρκιανός,
πατρίδα μὲν ἔσχε τὴν Κύρον, μετὰ δὲ ταῦτα τὴν ἔρημον. Καταφρονήσας γὰρ τῆς τοῦ
γένους περιφανείας, τῆς ἐρήμου καταλαμβάνει τὸν ὀμφαλόν. Καὶ σμικρὸν οἰκίσκον
δειμάμενος, ὡς μόνον τὸ σῶμα καλύπτεσθαι, καὶ τριχίνοις ῥάκεσιν αὐτὸ περιθείς,
καθεῖρξεν ἑαυτὸν ἐκεῖσε. Σιτίον δὲ ἦν αὐτῷ ἑκάστῃ ἑσπέρᾳ, τρεῖς οὐγγίαι ἄρτου
καὶ ὕδωρ ὀλίγον πρὸς τὸ ζῆν. Χρόνου δέ τινος διεληλυθότος, δύο φοιτητὰς
ἐδέξατο, καλύβας μικρὰς πήξαντας.
Οὗτος οὖν ὁ μακάριος, ἀεὶ ἐγκεκλεισμένος
ὤν, οὐδέποτε λύχνον ἐκτήσατο, ἀλλὰ φῶς θεῖον περιέλαμπεν αὐτὸν ταῖς νυξί, καὶ
τὴν σύνθεσιν τῶν γραμμάτων ὑπεδείκνυεν· εἶχε γὰρ μικρὸν Ψαλτήριον σὺν αὑτῷ. Καί
ποτε δὲ μεγίστου δράκοντος προκύψαντος ἐκ τῆς πλησίον ἐρήμου καὶ ὄλεθρον
ἐπαπειλοῦντος, οἱ συνασκηταὶ ἐθροήθησαν· ὁ δὲ ἅγιος τῷ μὲν δακτύλῳ τὸν Σταυρὸν
ἐτύπωσε, τῷ δὲ στόματι τὸ θηρίον ἐνεφύσησε· καὶ ὥς περ καλάμη ὑπὸ πυρός, οὕτω
τὸ θηρίον εὐθὺς εἰς πολλὰ διελύθη.
Φλαβιανός ποτε, ὁ τῆς Ἀντιοχέων πρόεδρος
καὶ ὁ τῆς Κύρου Ἐπίσκοπος καὶ ἕτεροί τινες τῶν Ἐπισκόπων ἐπίσημοί τε καὶ
λόγιοι, ἀπελθόντες πρὸς αὐτὸν καὶ πολλὰ παρακαλέσαντες, ἔτι δὲ καὶ τῆς θείας
Γραφῆς πλεῖστα καταντλήσαντες εἰς αὐτόν, προέτρεπον αὐτὸν εἰς τὸ ἐξελθεῖν
ὠφελείας ἕνεκεν πολλῶν· ὁ δὲ οὐδὲ ἀκοῦσαι ἠνέσχετο. Πολλοὺς δὲ καὶ ἀπὸ διαφόρων
αἱρέσεων ὁ θαυμαστὸς οὗτος ἀνὴρ μετέβαλεν εἰς τὴν ἀληθῆ καὶ ὀρθόδοξον πίστιν.
Ποτὲ αὐτοῦ ἡ ἀδελφή, ἐκ τῆς πόλεως Κύρου,
τινὰ βρώσιμα λαβοῦσα, τοιῷδε Ἀσκητῇ πρόσφορα, καὶ τὸν υἱὸν αὑτῆς πρὸς τὸν Ὅσιον
ἀφίκετο· ὁ δὲ ταύτην μὲν οὐκ ἐθεάσατο, τὸν δὲ ἀνεψιὸν προσεδέξατο, μηδὲν ἐξ
αὐτοῦ εἰληφώς. Ὡς δὲ ἐνέκειτο παρακαλῶν προσδεχθῆναι τὰ προσαχθέντα, ὁ Ἅγιος
ἔφη· Ὡς πρὸς ἡμᾶς πορευόμενοι, πόσα διήλθετε Μοναστήρια; καὶ τίσιν ἐκείνων ἐκ
τούτων μετεδώκατε; Τοῦ δὲ εἰρηκότος· Οὐδέ τινι τὸ οἱονοῦν δεδώκαμεν. Ἄπιτε
λοιπόν, ἔφη, μεθ᾿ ὧν ἐκομίσατε· φυσικῆς γὰρ συγγενείας καὶ οὐ θεραπείας τῆς
πρὸς Θεὸν ταῦτα ἠνέγκατε.
Οὗτος, μέγας καὶ διαβόητος τοῖς πᾶσι
γενόμενος καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ποθητός, ἐπεὶ ἔγνω πολλοὺς
διαμαχομένους τὸ τούτου σῶμα λαβεῖν μετὰ τὴν πρὸς τὰς ἄνω θείας μονὰς αὐτοῦ
μετάστασιν, θήκας ἑτοιμάσαντας καὶ ναοὺς οἰκοδήσαντας, τὸν μακαρίτην Εὐσέβιον,
τὸν πρῶτον αὑτοῦ μαθητήν, ὅρκοις κατησφαλίσατο, τὸ σῶμα αὐτοῦ ἐν ἀποκρύφῳ
κατακρύψαι τόπῳ, μήκοθεν τῆς καλύβης αὐτοῦ· καὶ οὕτω διαθέμενος, ἀπῆλθε πρὸς
Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι Μάρτυρες Κυριακή, Δομνίνα καὶ Δόμνα
ξίφει τελειοῦνται.
Κυριακή, Δομνίνα καὶ σεπτὴ
Δόμνα,
Ὡς σεπτὸν αἱ τρεῖς εἰς ξίφους εὗρον τέλος
Ὡς σεπτὸν αἱ τρεῖς εἰς ξίφους εὗρον τέλος
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς
ἐλέησον ἡμᾶς.Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ἀληθείας σε, κρατῆρα τὸν Οὐράνιον, δεῦτε θεόφρονες,
ἀνευφημήσωμεν νῦν, σοφίας τοῦ Πνεύματος, οἶκον τὸν πάγχρυσον, καὶ βοήσωμεν· Ὁ
τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ξύλον γνώσεως, ἐφάνης καὶ παράδεισος, ἔμψυχος Ὅσιε,
τῆς Ἐκκλησίας Χριστοῦ, ἐντρύφημα πάντερπνον, ἥδυσμα ἔνθεον· ὅθεν κράζομεν· Ὁ
τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νυμφοστόλε, τῶν Ἁγίων θεοκόσμητε, τὸ ἐργαστήριον, τῶν
Μυστηρίων Θεοῦ, ἡ θεία πανήγυρις, τοῦ συναλλάγματος, ὑπερύμνητε, εὐλογημένη
Δέσποινα, τῶν πιστῶν ἡ σωτηρία.
Ἄλλος. Θεοῦ συγκατάβασιν.
Κηρύττων
Ἰάκωβε, μέσῳ Τρικκάλων καὶ Μετεώρων τε, ἦλθες εἰς Αἰτωλίαν, κατασκηνώσας τῇ τοῦ
Προδρόμου Μονῇ, και Ἀναλήψεως χῶρον ἡγίασας, στηρίζων γένος ἡμῶν, ἔργοις
θαυμάτων πολλῶν.
Αὐγάζοντι
ἐν τῇ γῇ, λαμπροῖς ἐν ἔργοις καὶ ἀγωνίσμασι, καὶ τὴν δόξαν Κυρίου, πλατεῖα
γλώττῃ διηγουμένῳ σοι, οὐρανοφοίτης Ἀρχάγγελος πέμπεται, διὰ τῶν ἄρτων δηλῶν,
τὴν τοῦ Θανάτου τομήν.
Ἰδοὺ
γόνυ κλίνομεν, ἐν ὕμνοις θείοις καὶ ἐγκωμίοις σοφέ, σῇ Ἁγίᾳ Εἰκόνι, καὶ σοῖς
λειψάνοις ὡςσοὺ ἐνώπιον, τῶν δὲ μελῶν σου, τὰ ἔνδοξα στίγματα, διὰ τὴν πίστιν
Χριστοῦ, Πάτερ σεβόμεθα.
Θεοτοκίον.
Νυμφὼν
εἶ ὁλόφωτος, ἐν ᾧ τὴν σάρκα κατενυμφεύσατο ὁ Θεός, χρονικῶς δὲ τὸ εἶναι, οὑ
κατὰ φύσιν, οὐδὲ προσθήκην λαβών, ἀλλὰ ἑνώσει μία καθυπόστασιν, εὐλογημένη
σεμνῆ, Παρθενομῆτορ Ἁγνῇ.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ὅρος Ἀσκητῶν στήλη Μαρτύρων, ὁ λύχνος τῆς εὐσεβείας ὁ
ἑπτάφωτος, θεῖόν τε ὀχύρωμα, πάριθι ὑμνούμενος, ἐκ τῶν ἀΰλων στάσεων, μέσον τῶν
δούλων σου, δεχόμενος ἀξίως τοὺς ὕμνους, καὶ τὰς εὐφημίας, Ἰάκωβε τρισμάκαρ.
Χείμαῤῥος ζωῆς τῆς ἀϊδίου, καὶ κρήνη τοῦ Παραδείσου
χαριτόβρυτος, φρέαρ ζῶντος ὕδατος, ποτίζων τὴν ποίμνην σου καὶ ποταμὸς
χρυσόῤῥειθρος, ὤφθης Ἰάκωβε, πλουτίζων
ἁγιάζων εὐφραίνων, τοὺς δοξολογούντας, τὴν μνήμην σου ἀπαύστως.
Ῥήτωρ σὺ Πατρὸς Υἱοῦ καί Λόγου, καὶ στόμα θεοχαρίτωτον
τοῦ Πνεύματος, γλῶσσα ἡ οὐράνιος, φωνὴ θεοσήμαντος, τῶν ἀνεκφράστων ὄργανον,
ὤφθης Ἰάκωβε· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων,
καὶ ὑπερυψοῦτε, εἷς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἥδιστον ἐντρύφημα Παρθένε, καὶ ἄσμα τῆς οὐρανίου
ἀναδέδειξαι, φύσεως Πανύμνητε, κάλλος ἐνθεώτατον, ταῖς ἀρεταῖς ἀστράπτουσα,
κόσμου τὰ πέρατα· διὸ σὲ Θεοτόκε ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, ὡς πάντων
σωτηρίαν.
Ἄλλος. Ἑπταπλασίως κάμινον.
Ἀσχημόνως
ἑλκόμενος, ὁ Ἀγγέλοις αἰδέσιμος, ὁ Ὁσιομάρτυς Ἰάκωβος πρὸς θάνατον, ὡς πάλαι ὁ
Κύριος, ἐν τῷ του πάθους θείῳ καιρῷ, τὸν Ἰησοῦν, τοῖς φοιτηταῖς ἀνεβόα, οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καθωραΐσθης
ἔνδοξε, σὺ τιμῶν τὰ ὑπέρτιμα, πάθη τοῦ Χριστοῦ καὶ τὸν αὐχένα σχοινίῳ δεθεὶς
ἀπηώρησαι, ἐπὶ τοῦ ξύλου μέσῳ τῶν σῶν, φίλων Μαθητῶν, μιμητικῶς Χριστομύστα,
θαμώνων ὡραΐζων, τοὺς βοῶντας ἐν πίστει· Θεὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ὢ
θαυμαστοῦ δανείσματος, καὶ φρικτοῦ ἀνταλλάγματος! τοῖς Δεσποτικοῖς τὰ δουλικὰ
συνάπτονται, παθήματα σήμερον, ἐκ τῶν οἰκείων ἕκαστος δούς, χάριτας πλουτίζων,
ὁ Δεσπότης τὸν λάτρην, βοώντα εὐχαρίστως· Τὴν θυσίαν τῶν παίδων, προσδέχου
Παντοκράτορ, ὡς Ἰσαὰκ τὸ πάλαι.
Θεοτοκίον.
Ἡ
μυροθήκη Δέσποινα, ἡ τὸ μύρον ἐκβλύσασα, τὸ ὑπερφυὲς καὶ μυστικὸν τῆς χάριτος,
ὁ πᾶσαν διώδευσε, τὴν Οἰκουμένην θείαις ὀσμαῖς, ἡ φιλοτιμία, ἡ κοινὴ τῶν
κτισμάτων, Μαρία ἡ θεόπαις, ἥν ὑμνοῦσιν αἱ τάξεις, Ἀγγέλων καὶ ἀνθρώπων,
ὑμνείσθω εἰς αἰῶνας.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Ἔξαλμα φωτός, Τριάδος ἀπαύγασμα, σέλας λαμπρότατον,
ἥλιε ὁλόφωτε, αἰθέρος ἄστρον, ὤφθης παγκόσμιον, τοὺς ὀφθαλμοὺς τοῦ πνεύματος,
ἡμῶν φωτίζων σύ, καὶ φαιδρύνων, πρόσωπα Ἰάκωβε,
τῶν ἐκ πόθου τιμώντων τὴν μνήμην σου.
Ὥς ἐπαινετής, ὀσμῆς τῶν ὀστέων σου Πάτερ Ἰάκωβε! ὡς τοῦ Παραδείσου γάρ, ἢ θείου κήπου, ἄνθη
ἐμπνέουσι, καὶ τοὺς πιστοὺς εὐφραίνουσιν, ἀρωματίζοντα, ὡς Λιβάνου, κρίνα ὡς
μυρίπνοα, κιναμώμου καὶ σμύρνης ὀσφράδια.
Σὺ ἡμῶν τροφεύς, Διδάσκαλος ἄριστος, Πατὴρ
φιλόστοργος, ἡμεῖς δὲ φιλόπατροι, σοῦ παῖδες ὕμνους, ἀφιεροῦμέν σοι, και
ἐγκωμίων ᾄσματα, καὶ σοῦ δεόμεθα· Μὴ ἐλλίπῃς, μετὰ τῶν συνάθλων σου, δι᾿ ἡμᾶς ἱκετεύειν
τὸν Κύριον.
Θεοτοκίον.
Σὺ ἡμῶν ζωή, ἐλπὶς καὶ ἀντίληψις, θεογεννήτρια, κόσμος
πολυέραστος, Ἀγγέλων ᾄσμα, ὕμνος θεόνυμφε, τῶν Ἀποστόλων ἄπαυστος, καὶ τῶν
Ὁσίων τε, καὶ Μαρτύρων, στέφος ἀχειρόπλοκον μὴ ἐλλείπῃς φυλάττειν τὴν ποίμνην
σου.
Ἄλλος. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Βαδίσας
τὴν ἑβδόμην ἀθλητικῶς, τὴν ὀγδόην σοφῶς ἐσαββάτισας, ὅπου τὸ σόν, ἵσταται
πολίτευμα Ἰησοῦς, ἡ γλυκυτάτη ἔφεσις, τῶν πολλῶν ἀγώνων καὶ ὀδυνῶν, ἀνάπαυσις ἡ
θεία, ὁ μέγας στεφοδότης, ἔνθα λαμπρῶς σὲ ὑπεδέξατο.
Οἱ
παῖδες ἀτενίζοντες ἐπὶ σέ, ὡς προστάτην τροφέα σοι λέγομεν· Πάτερ σοφέ, φάνηθι
προσνέμων τὰς δωρεάς, τῶν αἰτημάτων πάντοτε, τῇ ἀσφαλέστατῃ σῇ ἀρωγῇ, ἐξαίρων
ἐκ κινδύνων, παθῶν χαλεπωτάτων, καὶ αἰωνίας τε κολάσεως.
Ἀχθεὶς
εἰς Διδυμότειχον σὺν δυσί, Μαθηταῖς σου ἐκήρυξας ὄνομα, τὸ τοῦ Χριστοῦ·
Ἀδριανουπόλει εἶτα πεμφθείς, σφοδρὰς βασάνους ἤνεγκας, Σουλτάνῳ παρεστὼς τῶν
Ὀθωμανῶν, καὶ θάνατον ὑπέστης, φρικτόν τὸν δι’ ἀγχόνης, σὺν τοῖς συνάθλοις σου
Ἰάκωβε.
Θεοτοκίον.
Συμπέρασμα
Θεόλεκτον Προφητῶν, Ἀποστόλων Μαρτύρων τὸ κήρυγμα, τῶν Ἀσκητῶν, τύπος
καθαρότητος καὶ σεπτόν, τῶν Ἀρχαγγέλων καύχημα, καὶ τῆς θεαρχίας καταγωγή,
πτωχῆς ἐκ διανοίας, προσδέχου Θεοτόκε, μετ᾿ εὐμενείας τὸ ἐφύμνιον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου τέρπου σήμερον, τὸ τῶν ὀρέων καύχημα, ὁ ἱερώτατος
Ἄθως, ὁ ἀρδευθεὶς πανταχόθεν, τοῖς τῶν Ὁσίων δάκρυσιν, ἀσκήσει διαλαμψάντων,
μεθ’ ὧν καὶ ὁ παμμέγιστος, Ἰάκωβος εἶς τῶν
πρώτων, ὑπάρχει σοι ἐν Ὁσίοις, καὶ Μάρτυσι σὺν τοῖς Μύσταις.
Ἕτερον. Ἐν πνεύματι τῷ ἱερῷ.
Τοὺς θαυμαστοὺς ἀγῶνάς σου, καὶ τὴν ἄσκησιν Πάτερ, τὴν
πάλην καὶ τὰ τρόπαια, καὶ τὴν ἄθλησιν πάντες, γεραίρομεν ἐγκωμίοις, Ἀθλητὰ
Ἰάκωβε, ὡς καύχημα σῆς πατρίδος· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, καὶ κηρύττουσι
τρανῶς, οἱ μυηθέντες σὴν δόξαν.
Θεοτοκίον.
Παντάνασσα Πανύμνητε, Θεομῆτορ Παρθένε, τὸ ἅρμα τοῦ
Παντάνακτος, τοῦ Θεοῦ μου καθέδρα, ὁ χρυσοκόλλητος δίφρος, τοῦ φωτὸς τὸ
σκήνωμα, ἡ ὁλόφωτος Κόρη, αὔρα ἡ πνευματική, ἡ ἰθύνουσα πιστούς, πρὸς τὸν
γαλήνιον ὅρμον.
Εἰς τοὺς Αἰνούς. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Τὸ θεόκροτον ὄργανον, τὴν κιθάραν τοῦ Πνεύματος, τοῦ
Χριστοῦ τὴν εὔηχον θείαν σάλπιγγα, τῆς μετανοίας τὸν κήρυκα, τὸν νοῦν τὸν
Οὐράνιον, τῶν ψυχῶν τὸν γλυκασμόν, τὴν κινύραν τὴν ἔνθεον, εὐφημήσωμεν, ἐπαξίως
ἐν ὕμνοις ὡς προστάτην, ὁδηγὸν καὶ κυβερνήτην, τὸν θεοφόρον Ἰάκωβον.
Τῶν χαρίτων τὸν θάλαμον, καὶ τὴν λύραν τοῦ Πνεύματος,
τὸ γλυκὺ καὶ πάντερπνον φῶς τῆς χάριτος, ὅλας τὸ θεῖον καὶ νόστιμον, τὸ στόμα
τὸ πάγχρυσον, Μυστηρίων Οὐρανοῦ, τὸ βιβλίον τὸ ἔμψυχον, τὸν διάκοσμον, Ἀθλητῶν
καὶ τὸ κλέος τῶν Ὁσίων, ἀνυμνήσωμεν συμφώνως, τὸν Χριστομύστην Ἰάκωβον.
Τὴν λαμπάδα τὴν τρίφωτον, τὴν σφενδόνην τὴν τρίπλοκον,
Οὐρανοῦ τὴν τρίχρωμον ἴριν ἅπαντες, ἐν εὐφροσύνῃ τιμήσωμεν, τὴν πόλιν τὴν
τρίτειχον, ἁρμονίαν τὴν λαμπράν, τῆς ἀγάπης τὸν σύνδεσμον, τὸν χρυσόπλοκον, καὶ
τριόροφον οἶκον τῆς Τριάδος, τὸν Ἰάκωβον τὸν θεῖον, σὺν τοῖς αὐτοῦ ἀκολούθοις
τε.
Τῇ σαρκὶ μὲν ὡς Ἄγγελος, τῇ ψυχῇ δὲ μετέωρος, ὤφθης ἐν
τῷ βίῳ σου Πάτερ Ὅσιε· τῆς γὰρ σαρκὸς μὴ φεισάμενος, ἑώρας τὰ ἄϋλα, τῶν ἐνύλων
ἀποστάς, καὶ προέγνως τὰ μέλλοντα, θεῖα χάριτι, τῇ ἐν σοὶ ἐνοικούσῃ ὡς δοχεῖον,
καθαρὸν τοῦ Παναγίου, Πνεύματος μάκαρ Ἰάκωβε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐν τῇ σεπτῇ Ἀναστασίας Μονῇ, ὁ θεόφρων Ἰάκωβος, πάντας
τοὺς πνευματικοὺς δαιτημόνας, τῆς νοητῆς αὐτοῦ πανδαισίας, συγκαλεῖται ἐν ὑψηλῷ
κηρύγματι λέγων· ἴδετε Ναὸν οὐκ ἐμόν, ὃς κατέχει τὸ σῶμά μου, ἴδετε Μονὴν οὐκ
ἐμήν, εἰς ἥν οἰκεῖ μου τὰ λείψανα ξένοις ἐπιδέδεγμαι, ἀλλ᾿ οἰκείοις ἐπέτυχον
διὸ καὶ χορηγεῖται πᾶσιν ἀφθόνως οὐρανόθεν ἡ χάρις, καὶ διττὸν τὸ πλούσιον
ἔλεος, εἰς ἀπόλαυσιν καὶ ζωὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον. Δέσποινα πρόσδεξαι.
Μετὰ τὸ τεχθῆναί σε, θεόνυμφε Δέσποινα, παρεγένου ἐν
Ναῷ τοῦ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ᾿ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ
Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα
ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνώσαν. Διὸ Ἄσπιλε Ἀμόλυντε, ἡ ἐν
Οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῶζε τὸ γένος ἡμῶν.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεὶς
θεοφόρε, καταβαλὼν τὰς τῦ βελίαρ παγίδας, καὶ ἀκηλίδωτον τοῦ Πνεύματος δοχεῖον
ἐποφθεῖς, ἔνθα καὶ εἰσδέδεξαι, τὴν ἀνταύγειαν τούτου, ὥστε στέφος ἄφθαρτον
μαρτυρίου ἐκτήσω, καὶ τοῖς ἀμφοῖν ἠρίστευσας σοφέ, Ὁσιομάρτυς θεῖε Ἰάκωβε.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τολμῶντι ὑμνῆσαι σὰ
θαυμαστά, Ἰάκωβε Μάρτυς προτερήμτα δυσωπῶ, πτωχείαν τοῦ νοός μου μετατρέψαι,
εἰς θείαν αὔραν τοῦ Πνεύματος Ὅσιε.
Ἰδών σου Θεὸς γὰρ τὸ
εὐγενές, Ἰάκωβε θεῖε καὶ ἀκέραιον τοῦ νοός, διπλῶν σε γὰρ ἠξίωσεν στεφάνων,
Ὁσιομάρτυρα Πάτερ κατέστησεν.
Τηκόμενοι θέρμῃ τῇ τῶν
παθῶν, πρὸς σὲ νῦν στραφέντες ἱκετεύομεν ταπεινῶς, τὸν σάλον καταπαῦσαι
θεοφόρε, ψυχῆς καὶ σώματος Ἅγιε.
Θεοτοκίον.
Δόλίῳ βυθίσασα χαλεπῷ,
δρακόντιον γένος τοκετῷ Σου Μῆτερ ἁγνή, πολλαῖς ἁμαρτίαις συμπνιγέντα,
ἐπιστραφεῖσα Παρθένε διάσωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἰακώβου τοῦ θείου δεῦτε
πιστοὶ ἄσωμεν, τρόπαια καὶ ἄθλα παντοία πᾶσι προτίθεται, πόνοις ἀσκήσεως, καὶ
μαρτυρίου τὰ ἄλγη, Πάτερ συζευξάμενος, ὡραῖος ἀποδέδειξαι.
Θεωρίαν καὶ πρᾶξιν Πάτερ
σαφῶς σὺ κτησάμενος, πτέρυγες δι’ ὤν τε σὺ Πάτερ πόλον κατέλαβες, τὸν
ἐπουράνιον, ἔνθα χορεῖαι Ὁσίων, καὶ Μαρτύρων τάγματα, νῦν συνευφραίνονται.
Χαμαιζήλων ἁπάντων σὺ
ἀποπτύσας θεόσοφε, ἔρωτι στεῤῥῷ καὶ γενναίῳ, άτερ φρονήματι, σὺν τοῖς συνάθλοις
σου, Διονυσίῳ ἑτέρῳ, Ἰακώβῳ σὺν τεῖς οὖν, τὸν Κτίστην ἱλεώσατε.
Θεοτοκίον.
Ἡ τὸν ἄχρονον λόγον χρόνον
καὶ σαρκὶ τέξασα, Μῆτερ ἀειπάρθενε Κόρη πάθη θεράπευσον, τῆς ταλαιπώρου μου,
καὶ κατωδύνου ψυχῆς μου, νέφη διασκέδασον, ἵνα θερμῶς δοξάζω Σε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς
δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον
τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν πᾶσι καλῶς Κυρίῳ
πεπολίτευσαι, ἀσκήσει τὸ πρὶν ψυχήν σου ἀπεκάθηρας, καὶ διδαχῇ σὺ εὐμοίρησας,
μαρτυρίου δὲ γέγονας μέτοχος, σὺν τοῖς σεπτοῖς συνάθλοις σου σοφέ, πρεσβείαν
ὑπὲρ ἡμῶν ποιήσατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῷ Κυρίῳ παρίστασθε,
Μάρτυρες Κυρίου πανσέβαστοι Ἅγιοι, τοῦτον ζέσει ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς
ἅπαντας.
Ὢ χαρίτων πανσέβαστοι,
πόνοις τῆς ἀσκήσεως ὄφιν ἐπνίξατε, καὶ ἀγγίστρῳ μαρτυρίου δέ, τοῦτον ἐγκαρσίως
διολέσατε.
Ἐντολαῖς πειθαρχήσαντες,
πάσαι τοῦ Δεσπότου Ἰάκωβε Ὅσιε, σὺν ἑτέρῳ Ἰακώβῳ δέ, καὶ Διονυσίῳ νίκας ἤρατε.
Θεοτοκίον.
Γλῶσσα ἀληθῶς, οὐ
δεδύνηνται φθέγξασθαι, ὡς θέμις Σὰ τέρατα Δέσποινα, τὸ ἀμήχανον τοῦ κάλλους
Σου, πῶς διὰ χειλέων τοῦτο φράσωμεν;
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χρόνων χαλεπῶν, τὴν
περίοδον ἀνύοντες, ὅτε βαρβάρου μάστιγξ ἀπηνής, σύμπαν γένος δύστηνον, ἀνηλεῶς
ἐμάστιζεν.
Ἴθυνον ἡμῶν, νοῦν ψυχὴν καὶ
πᾶσαν βούλησιν, γῆθεν ἀνίπτασθαι τῶν τῆδε γεηρῶν, πάντες δυσωποῦμέν σε, Ἰάκωβε
θεσπέσιε.
Πόνοις χαλεποῖς, καὶ
πικροῖς προσωμιλήσατε, Μάρτυρες θεῖοι καὶ Ὁσίων κοινωνοί, δεῦτε καὶ ἡμῖν
ἀλγοῦσι, τέκνοις ἀναψύξατε.
Θεοτοκίον.
Πέπλησται ἁγνή, φύσις
βρότειος τοῖς πταίσμασι, δόλοι παγῖδες ἵδρυνται πολλαί, ἄλλην γὰρ οὐκ ἔχομεν,
εἰ μὴ Σὲ Κοσμοσώτηρα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐ φόβητρα, οὐ δεινῶν
ἐπίτασις, οὐ κολάσεων πικρὰ τιμωρία, ἤρκεσαν οὖν ψυχῆς ὀτομῶσαι ἀνδρεῖον, ἐρειρισμένοι
τῇ πέτρᾳ τῆς πίστεως, πρεσβεύσατε τῷ πάντων Βασιλεῖ, ἀποτρέψαι δαιμόνων τὴν
ἔφοδον.
Φιλόϋλον, καὶ φιλοκτήμονα
βίον, ἀπετάξαντο οἱ τρεῖς θεοφόροι, Ἄθωνος οὖν, καταλαβόντες τὸ ὄρος, ἀσκητικῶς
τὸν ἀγῶνα διήνυσαν, ὑπείκοντες δὲ τῷ λόγῳ διδαχῆς, πολλαχοῦ τῆς Ἑλλάδος
ἐκήρυξαν.
Συγγέγηθε, Αἰτωλία σύμπασα,
καὶ χορεύει Δερβικίστης Μονῆς σου, ὡς θησαυρόν, ὃν γάρ σε εἶχε τὸ πάλαι,
προστάτην μέγαν φρουρόν σε κεκτήμενον, ἀλλ’ εἴδομέν σε καὶ ἡμεῖς, πρὸς Θεὸν
πρέσβυν Ὅσιε.
Θεοτοκίον.
Οὐ παύεται, δράκων ὁ δόλιος
ἔρπων, τὴν ψυχήν μου Μῆτερ ὅλην συλλῆσαι, λόγοις κενοῖς, καὶ μεθοδείαις
παντοίαις, δολερῶς ὑποκρίνεται, βοῶσι ἐκ καρδίας τῆς ἐμῆς· Θεοτόκε προφθάσασα
σῶσόν με.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς
δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῤηκτον
τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν τριάδα τῶν Ὁσίων δεῦτε
τιμήσωμεν, ἐτησίαις ᾠδαῖς τε γηθοσύνως ὑμνήσωμεν, τὸν Ἰάκωβον ἀδελφοί, ὡς τὸν
πρόκριτον αὐτῶν, καὶ σοφῷ παιδοτρίβη ἀληθῶς, ἐκπαιδεύσαντα αὐτοὺς ὡς φοιτηταῖς
καὶ συνάθλοις τε, σὺν τρεῖς οὖν παρεστῶτες τῇ πανσέπτῳ Τριάδι, ὑπὲρ ἡμῶν
εὔχεσθαι οὖν, ἀρετῇ συμπορεύεσθαι.
Προκείμενον: Ὑπομένων,
ὑπέμεινα τὸν Κύριόν μου, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς
μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον
Ὁσιομαρτύρων.
Δόξα: Ταῖς τῶν Σῶν
Μαρτύρων...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὄρος γὰρ τοῦ Ἄθωνος, σκιρτᾶ
καὶ χαίρει πρεπόντως, ἔσχεν γὰρ τὸ πάλαι σε, κλέος καὶ εὐῶδες κειμήλιον, πλέον
δὲ γάνυται, Δερβεκίστης χώρα, ὡς ἀσκήσεως παλαίσματα, ἐν ταύτῃ δέδρασται, σὺν
τοῖς φοιτηταῖς καὶ συνάθλοις σου, Μετέωρα κομπάζουσι, σὺν τῇ χώρᾳ τῆς
τελειώσεως, ἐν ἄνω πόλει Πάτερ, πλουσίως δι’ ἀπολαύης ἀμοιβάς, διὸ ἡμῶν θεῖοι
μέμνησθε, ἔλεος καὶ χάριν εὑρεῖν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὰς αἰσθήσεις μου πάσας
Μάρτυς τοῖς τοῦ πλάνου ψιθύροις ὑπέταξα, ἀλλὰ νῦν δυσωπῶ σε, ὅλον μὲ ἐκκαθᾶραι
καὶ πονηροῖς ἀποτάξασθαι, βοῶσι ἐκ καρδίας γοερῶς, θεῖε Μάρτυς Κυρίου.
Ἐναθλοῦντες νομίμως τοῖς
ἀμφοῖν σταδίοις ἐχθρὸν κατησχύνατε, ἀσκητικοῖς καμάτοις, μαρτυρικοῖς τροπαίοις,
δυσὶν βραβείοις ἐστέφθητε, προσπίπτοντες Τριάδι τῇ σεπτῇ, γηθοσύνως εὐλογοῦμεν.
Ταῖς τοῦ βίου φροντίσι
Πάτερ ἐμπλακέντες σκοποῦ ἠστοχήσαμεν, ματαίοις ἐνδημοῦντες, καὶ γεηροῖς
σκοποῦντες, δεόμεθά σου ἐξάρπασον, ὀνύχων δυσειδῶν τοῦ πονηροῦ, Ὁσιομάρτυς
Κυρίου.
Θεοτοκίον.
Ἀμορφίαν τοῦ κόσμου Μῆτερ ὡραΐσασα
ὡς ἐπιδείξασα, καινοφανῆ καὶ ξένα, ὡς τέξασα τῶν πάντων, Κτίστην Αὐτὸν καὶ
δομήτορα, ἀπάλειψον κηλῖδας ψυχικάς, καὶ δεινῶν ἀναγκῶν Σὺ ἐκλύτρωσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνω προσβλέπειν, καὶ
ἀκλινῶς ἀτενίζειν, καὶ ἀπέχεσθαι τοῦ πλάνου παγίδας, ἀξίωσον Ἰάκωβε, Μάρτυς τοῦ
Κυρίου.
Ῥῦσαι παντοίων, πειρατηρίων
καὶ πόνων, καὶ στενώσεων τοῦ βίου τρισμάκαρ, ψυχῆς δὲ ἀκηδία, πόῤῥῳ ἀπέλασον.
Σώφρονα βίον, καὶ
ἀνεπίληπτον πάντη, δὸς δὴ Πάτερ ἡμᾶς πάντας ἀνῦσαι, κόρας δὲ σαμνὰς γεηρῶν
ὑπεραρθῆναι.
Γάννυται Πάτερ, ἡ
Δερβεκίστης Μονή σου, καὶ τὰς πέλας συγκαλοῦσα χορεύει, χάριν σοῦ Ἰάκωβε,
σχοῦσα εἰς αἰῶνας.
Θεοτοκίον.
Νύμφη Κυρίου, εὐωδεστάτη
Παρθένε, τοῦ Σοῦ κάλλους ὡσφρανθεῖσαι ὁπίσω, ἔδραμον χορεῖαι, ἅπασαι παρθένων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δόλων τοῦ ἀντιθέου, λαλιῶν
δὲ τούτου, αἰτούμεθά σε Ἰάκωβε διαφύλαξον, καὶ πόῤῥῳ τούτων σωφρόνως Πάτερ
ἀφίστασθαι.
Ὄλβον ἀπλαυόντες,
τεθησαυρισμένον, ἐν οὐρανίοις θαλάμοις πανσέβαστοι, τρυγῶντες δόξαν τὴν θείαν
μὴ διαπίπτουσαν.
Σύντριψον μηχανίαν, τοῦ
δολίου Πάτερ, καὶ τὸν μεγάλαυχον δράκοντα δίωξον, βέλη σῶν προσευχῶν ἀξιάγαστε.
Ποικίλλοις ἐμπεσόντες,
πειρασμοῖς τοῦ βίου, ὥσπερ γὰρ ναῦς νυχομένη τοῖς κύμασι, ψυχὴ ἀθλία ἡμῶν δεῦρο
πρόστηθι.
Κάλλος λελαμπρυσμένον, νῦν
ἀπολαυόντες, τῆς ὑπερθέου Τριάδος καλλίνικοι, αἰτῶσαι δέξασθαι τόδε ἐφύμνιον.
Θεοτοκίον.
Δεδόξασμενη Μῆτερ, τὴν
νενεκρωμένην, ἁμαρτίαις ψυχήν μου Σὺ ζωοποίησον, καὶ τῆς καρδίας ἐφέσεις μου
πλήρωσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε τὴν τριάδα τὴν
θαυμαστήν, τῶν Νεομαρτύρων καὶ Ὁσίων τὴν καλλονήν, ἐν ἐτησίοις ὕμνοις,
προσπίπτοντες ὑμνοῦμεν, τοὺς τρώσαντας γενναίως, τὸν πολυμήχανον.
Χαίροις ὁ τῶν δύο
καθηγητής, Ἰάκωβε θεῖε, σὺ γὰρ πέφυκας ἀληθῶς, διδάσκαλος ἐν λόγοις, ἔργοις τε
καὶ σημείοις, καὶ βίου κατορθώμασι σὺ γὰρ διέπρεψας.
Ἀβρύνονται Πάτερ
θαυματουργέ, πιστῶν καὶ χορεῖαι ὡς θαῤῥοῦσαι σκέπη τῇ σῇ, τῆς Αἰτωλίας πάσης,
καὶ πολλαχοῦ τῆς χώρας, τὸ πρὶν καταλαμφθεῖσαι, κάλλει τῶν λόγων σου.
Ὀδύναι ἀνάγκαι καὶ
πειρασμοί, κατέλαβον Πάτερ ὕπαρξίν μας τὴν τσεπινήν, σφοδρῶς νυκτομαχοῦσι,
ψυχὴν καταβαλέσθαι, διὸ σὲ ἱκετεύομεν, ἵλεως φάνηθι.
Στολὴν ἐρυθρώσασθε τῆς
ψυχῆς, αἱμάτων τοῖς ῥείθροις, ὥσπερ σφάγια ἱερᾶς, Κυρίῳ τεθυμένα, ἴχνεσει τοῦ
Δεσπότου, πιστῶς ἀκολουθοῦντες δόξη ἐστέφθητε.
Τρισάκτινον κάλλος τοῦ
οὐρανοῦ, ψυχῶν εὐωδία θυμηδία πάντων πιστῶν, χαρίτων οὐρανίων, ἡμᾶς
καταμπιμπλῶντες, καὶ δόξα πέλοντες Ἅγιοι.
Τριὰς ἡ εὐώδη καὶ θαυμαστή,
δυσὶν Ἰακώβων καὶ ἑτέρου συναθλητοῦ, στεῤῥῷ Διονυσίῳ, τοὔνομα κεκληκότα,
αἰνέσωμεν συμφώνως ὡς καλλιμάρτυρας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, εὐσεβούντων
στρατιαί, Αἰτωλῶν τε παῖδες προθύμως, καὶ Μετεώρων ὁμοῦ, στέψομεν τοῖς ᾄσμασιν
Ὁσιομάρτυρας, καὶ τοῦ Ἄθωνος στίφη δέ, κροτήσωμεν χεῖρας, φωναῖς ὑμνήτωσαν
συνασκητάς τε αὐτῶν, πάνυ ἐγκαυχᾶται ὡσαύτως, Ἀνδριανουπόλεως χώρα, ἐπεὶ αἵματα
αὐτῷ ὄντως ἐδέξατο.
Θλίψεις, καὶ δεινῶν
ἐπιφοραί, εὕροσαν ἡμᾶς θεοφόροι, καὶ τῶν βασάνων πληθύς, βίου τὸ κλυδώνιον
ἐπαπειλεῖ χαλεπῶς, δι’ ὃ πίπτωμεν σήμερον, εἰκόνι τῇ θείᾳ, καὶ καθικετεύομεν
ῥυσθῆναι πάντας ἡμᾶς, σῶσται, γὰρ ὑμεῖς πεφυκότες, τρίπλοκον φραγγέλιον θεῖοι,
πᾶσαν συμφορὰν ἀποδιώκοντες.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου