Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 2. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΚΙΝΔΥΝΟΣ, ΑΝΕΜΠΟΔΙΣΤΟΣ, ΑΦΘΟΝΙΟΣ, ΕΠΛΙΔΗΦΟΡΟΣ & ΑΝΕΜΠΟΔΙΣΤΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΣ Β΄!!
ΑΚΙΝΔΥΝΟΣ, ΑΝΕΜΠΟΔΙΣΤΟΣ, ΑΦΘΟΝΙΟΣ,
ΕΛΠΙΔΗΦΟΡΟΣ & ΑΝΕΜΠΟΔΙΣΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Ἁγίων. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸ πεντάριθμον σύνταγμα, τῶν Μαρτύρων ὑμνήσωμεν, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, Ἐλπιδηφόρον Ἀφθόνιον, καὶ τὸν Ἀνεμπόδιστον, τοὺς γενναίους Ἀθλητάς, καὶ θερμοὺς ἀντιλήπτορας, τοὺς πηγάζοντας, ἀνεμπόδιστον χάριν καὶ ἐλπίδος, ἀφθονίαν ἀκινδύνως, τοῖς εὐσεβέσι παρέχοντας. (Δίς)

Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, οὐ λεβήτων βράσματα, οὐ γῆς χάσματα, οὐδὲ θηρίων τὰ στόματα, χωρίσαι δεδύνηνται, τῆς ἀγάπης τοῦ Χριστοῦ, τήν ὑμῶν καρτερόφρονες, γενναιότητα· πρὸς αὐτὸν γὰρ ἀπαύστως ἐνορῶντες, καὶ αὐτὸν μόνον ποθοῦντες, τοὺς δυσμενεῖς ἐτροπώσασθε. (Δίς)

Οἱ τρυφῆς ἀπολαύοντες, καὶ φωτὸς ἐμφορούμενοι, καὶ ζωὴν αἰώνιον κληρωσάμενοι, τοὺς πρὸς ὑμᾶς καταφεύγοντας, κινδύνων λυτρώσασθε, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ παντοίας κακώσεως, τῇ θεόφρονι, πρὸς Θεὸν παῤῥησίᾳ κεχρημένοι, καὶ συμπάθειαν δεικνύντες, τὴν ἀληθῶς χριστομίμητον. (Δίς)

Δόξα... Ἦχος πλ. β' Ἀντωνίου
Σήμερον ἡ πενταυγὴς τῶν Μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσεν· Οὗτοι καὶ γάρ, ὡς τοῦ νοητοῦ Ἠλίου θεράποντες, καὶ τῶν Περσικῶν καθαιρέται δογμάτων, τοὺς τῷ αἰσθητῷ Ἠλίῳ προσανέχοντας, καὶ προσκυνοῦντας τὸ πῦρ, ἐχειραγώγησαν πρὸς εὐσέβειαν, ἐκέρασαν δὲ πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστὸν ἐκχυθεῖσιν αἵμασιν ἔστεψαν, ἡμᾶς προτρεπόμενοι τοὺς εὐσεβείας ἐραστάς. Δεῦτε, λέγοντες, τοὺς ἀγῶνας ἡμῶν ἑστιάθητε καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο, ἵνα κοινωνοὶ γένησθε τῶν στεφάνων ἡμῖν, καὶ πρεσβευτὰς ἡμᾶς, πρὸς Κύριον ἔχητε.



Καὶ νῦν... Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ' 9.)
Τάδε λέγει Κύριος• Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ΄ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1.)
Δικαίων ψυχαὶ ἒν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ΄ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.', 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος γ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἔνστασιν, ἐν στεῤῥοτάτῳ φρονήματι, τῷ Σαβωρίῳ ἐβόας Ἀκίνδυνε· εἰ καὶ τῶ σώματι πάσχω, τῇ τοῦ Σωτῆρος ἀγάπη οὐ χωρισθήσομαι. Διὸ καρτερόψυχε Μάρτυς, σὺν τοῖς σεπτοῖς σου συνάθλοις· Ἀφθονίῳ, Πηγασίῳ, Ἐλπιδηφόρῳ καὶ Ἀνεμποδίστῳ, δόξης οὐρανίου κατηξιωθείς, καὶ τῷ φωτὶ ἐλλαμπόμενος, πρεσβείαν ποίει μετ’ αὐτῶν, Χριστῷ τῷ Θεῷ ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Δόξα. Ἦχος δ΄.
Τὴν πάντιμόν σου μνήμην τελοῦντες, τῆς σῆν ἐνδόξου ἀθλήσεως, Ἐλπιδηφόρε Μάρτυς, τοὺς εὐκλεεῖς σου ἀγῶνας γεραίρομεν, καὶ τὰ θεῖα παλαίσματα, ἃ γενναίως ὑπέστης, σὺν Ἀκινδύνῳ, Πηγασίῳ, Ἀφθονίῳ καὶ Ἀνεμποδίστῳ. Τὰ πάντα ἐδέξω παρὰ τοῦ δεινοῦ Σαβωρίου, καὶ τὸν ἀοίδιμον θάνατον. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν, σὺν τοῖς συνάθλοις, Χριστῷ ἀεὶ πρεσβεύεις, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,  παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Τριήμερος ἀνέστη.
Πεντὰς ἡ θεαυγὴς Ἀθλητῶν, φαιδρῶς παρισταμένη Χριστῷ, ἱκεσίαν νῦν προσάγαγε θερμήν, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ πίστει γεραιρόντων, ὑμῶν τὸ ἔνδοξον μαρτύριον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βελῶν τοῦ πονηροῦ Ἀθληταί, φρουρήσατε ἡμῶν τὰς ψυχάς, ἵνα μνήμην τὴν πανίερον ὑμῶν, τελέσωμεν ἐμφρόνως, τὰς θείας ἀριστείας καὶ τὰ σεπτὰ ὑμῶν παλαίσματα.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Σκιρτήσατε λαοὶ ἐκτενῶς, χορεύσατε καὶ ἄσατε, ὅτι μνήμη, τῶν Μαρτύρων τοῦ Χριστοῦ, ἀνέτειλεν ὡς ὄρθρος, φωτίζουσα πλουσίως τῶν Ὀρθοδόξων τὰ συστήματα.

Δόξα... Ἦχος β'
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τῶν Ἀθλοφόρων ὦ φιλέορτοι. Δεῦτε εὐφημήσωμεν αὐτούς, μυστικῶς ἐγκωμιάζοντες· Χαίροις, Ἀκίνδυνε, χαίροις Πηγάσιε, χαίροις Ἀνεμπόδιστε, χαίροις Ἐλπιδηφόρε, χαίροις Ἀφθόνιε, οἱ τὴν πλάνην τῶν εἰδώλων εἰς χάος βυθίσαντες, καὶ Χριστὸν τὸν Κύριον, ἐν μέσῳ τοῦ σταδίου, τρανῶς κηρύξαντες. Διὸ παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Ὤ θαύματος καινοῦ πάντων τῶν πάλαι θαυμάτων, τίς γὰρ ἔγνω μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχονται; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, Ὃν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Μαρτύρων ἀκραίμονες, κράτιστοι Μάρτυρες, Πηγάσιε ἔνδοξε σὺν Ἀκινδύνῳ σοφῷ, στεῤῥὲ Ἀνεμπόδιστε, θεῖε Ἐλπιδοφόρε, καὶ Ἀφθόνιε μάκαρ, ὦ Ἀθλοφόροι πέντε, σοὺς οἰκέτας φρουρεῖτε, καὶ σώζετε κινδύνων καὶ περιστάσεων.
Δόξα. Ἦχος β΄.
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμων· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παῤῥησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀκίνδυνον ὁμοῦ, καὶ Πηγάσιον ἅμα, Ἀφθόνιον πιστοί, σὺν τῷ Ἐλπιδοφόρῳ, κλεινὸν Ἀνεμπόδιστον, εὐφημήσωμεν σήμερον, οὗτοι ἤθλησαν, κατὰ τυράννων γενναίως, οὗτοι ἔλυσαν, τῆς ἀθεΐας τὸν ζόφον, καὶ νῦν μακαρίζονται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητὲρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθὲνον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα, Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χορὸς θεοσύλλεκτος νῦν συγκαλεῖται ἡμᾶς, τὴν τούτου πανήγυριν συνεορτάσαι φαιδρῶς, καὶ ᾆσαι τὰ θαύματα, ἅπερ ἐν τῷ σταδίῳ, τοῦ κλεινοῦ μαρτυρίου, σθένει τὸ τοῦ Ὑψίστου, ἐπετέλεσε πλεῖστα, πρὸς δόξαν τοῦ Κτίσαντος καὶ πίστεως ἔπαινον.
  Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί Σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ Σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε Φιλάνθρωπε.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Εὐσεβείας τῷ πόθῳ καταφλεγόμενοι, Σαβωρίου τὴν πλάνην κατεπατήσατε, καὶ ἑτασθέντες ὑπ’ αὐτοῦ οὐκ ἐπτοήθητε, μᾶλλον πρὸς πίστιν τοῦ Χριστοῦ, ψυχὰς εἰλκύσατε πολλάς, Πηγάσιε θεοφόρε, καὶ Ἀνεμπόδιστε θεῖε, σὺν Ἀκινδύνῳ τῷ θεόφρονι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν Σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν Σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.

Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγ. Δημητρίου.
Ὁ Ν´.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β´. Στ.: Ἐλεήμον, Ἐλέησόν με ὁ Θεός...
Αἱμάτων τοῖς κρουνοῖς, τὸ σῶμα βάψας, ἀκινδύνως διῆλθες τὴν τοῦ μαρτυρίου ὁδόν, Ἀκίνδυνε Ἀθλοφόρε, ὅθεν καὶ ἰσχὺν τὴν ἔνθεον περιζωσάμενος, τὰ τοῦ ἐχθροῦ ἐξέκοψας μηχανουργήματα, Χριστῷ τῷ Θεῷ ὑπὲρ ἠμῶν πρεσβεύων τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς: Ταῖς σαῖς λιταῖς με Μαρτύρων πληθὺς σκέπε. Ποίημα Θεοφάνους
         
ᾨδὴ α' Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος ἰσάριθμοι, τῆς Παναγίας πανόλβιοι, Τριάδος ἐδείχθητε, προσκυνηταὶ τῆς σεπτῆς, καὶ παρίστασθε, τῷ θρόνῳ τῆς Τριάδος, θερμοὶ ἀντιλήπτορες, τῶν προστρεχόντων ὑμῖν.
κίνδυνον Ἅγιοι, ἀνεμποδίστως πηγάζετε, τὴν χάριν προσνέμοντες, τοῖς προσιοῦσι πιστῶς, πάντα κίνδυνον, καὶ πᾶσαν ἀθυμίαν, καὶ ζάλην καὶ τάραχον, καταπραΰνοντες.
σχὺν τὴν ἀνίκητον, περιζωσάμενοι Ἅγιοι, σαρκὸς τὴν ἀσθένειαν, οὐκ ἑλογίσασθε, ἀλλ' ἀπτόητον, τὸ φρόνημα δεικνύντες, πυρὸς καὶ κολάσεων, κατετολμήσατε.
Θεοτοκίον
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

ᾨδὴ γ'. Οὐκ ἐν σοφίᾳ.
Στερεωθέντες, τοῦ Χριστοῦ τῇ δυνάμει πανάριστοι, διανοίᾳ σταθηρᾷ, διὰ πυρός τε καὶ ὕδατος, ἀθλοῦντες διήλθετε, πρὸς τὰ οὐράνια.
ῤῥαγεστάτῃ, τῶν μελλόντων ἐλπίδι νευρούμενοι, τῶν παρόντων ἀλγεινῶν, ἀνδρειοτάτῳ φρονήματι, πανένδοξοι Μάρτυρες, κατεφρονήσατε.
σα φρονοῦντες, τοῖς τρισὶ Νεανίαις πανεύφημοι, ἀπονοίας Περσικῆς, τὸ πῦρ σβεννύντες ἐφάνητε, τῇ δρόσῳ τοῦ Πνεύματος, περιχεόμενοι.
Θεοτοκίον
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα· πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.








Κάθισμα Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.
Κατεπλάγησαν ποτέ, τῶν ἀνομούντων οἱ λαοί, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν, καὶ τῷ Κυρίῳ πιστεύοντες ἀνεκραύγαζον· Δόξα σοι Χριστέ, παντοδύναμε· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ οἴδαμεν ἕτερον, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς ἁγίοις σου Μάρτυσιν. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς σε.
Δόξα... Ἦχος πλ. δ' Τὴν Σοφίαν.
Ἀκινδύνως τὸν δρόμον τὸν εὐσεβῆ, ἐν σταδίῳ ἀθλοῦντες οἱ εὐκλεεῖς, ἐλπίδι διήνυσαν, τῶν στεφάνων ῥωννύμενοι· τοὺς γὰρ ὑπεναντίους, εἰς τέλεον ὤλεσαν, ἀνεμποδίστως τὴν νίκην, αὐτῶν περαιώσαντες· ὅθεν καὶ ἀφθόνως, τοῖς αἰτοῦσιν ἐν πίστει, πηγάζουσι πάντοτε, τὴν πληθὺν τῶν ἰάσεων, οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε. Ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανάμωμε.

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Λαμπρυνόμενοι τῷ κάλλει, τῆς ἀρίστης ἀθλήσεως, φαεινοὶ λαμπτῆρες, Μάρτυρες Χριστοῦ ἀνεδείχθητε, φαεινοτάταις ἀκτῖσι καταυγάζοντες, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τῇ δυνάμει σου.
λαστήριον τὸ αἷμα, τῶν Μαρτύρων γεγένηται, καὶ εὐωδεστάτη, ὄντως τῷ Θεῷ καθιέρωσις, ἀνεμποδίστως διδοῦσα τὴν ἀκίνδυνον, ἀναβρύουσαν, πᾶσι πηγὴν τῶν ἰάσεων.
Τῶν ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταῖς ὑμῶν πρεσβείαις, ταῖς πρὸς τὸν Χριστὸν διεκρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον, καὶ πανέορτον, μνήμην ὑμῶν ἀξιάγαστοι.
νατρέψαντες τῆς πλάνης, τῶν εἰδώλων τὸ ἄθεον, τοῦ Θεοῦ τῶν ὅλων, τὴν ζωοποιοῦσαν ἐνέργειαν, ἐπὶ τῶν ἔργων δεικνύντες ἐκραυγάζετε, ἀεισέβαστοι· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον
σχυρότατόν σε ὅπλον, κατ' ἐχθρῶν προβαλλόμεθα, δυσχερείας πάσης, καὶ τῶν χαλεπῶν περιστάσεων, ἀποσειόμεθα βλάβην καὶ τὸν κλύδωνα, τῶν αἱρέσεων, Μήτηρ Θεοῦ διαφεύγομεν.


ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται.
Σεαυτὸν Ἀφθόνιε, προσήγαγες Θεῷ, καρτερῶς τὴν τυραννικὴν διελέγξας Ἔνδοξε, γνώμην τὴν ἄθεον, καὶ φωτὶ προσέδραμες, τῷ τῆς πίστεως γηθόμενος.
Μυηθεὶς Ἀφθόνιε, τὸ πάθος τοῦ Χριστοῦ, δι' αὐτὸν σοῦ τὴν κεφαλήν, ἀπετμήθης ἄριστε, καὶ πρὸς τὴν ἄληκτον εὐφροσύνην ἔσπευσας, καὶ ἀθάνατον ἀπόλαυσιν.
πὶ τὴν ἀσάλευτον, ἐλπίδα στηριχθείς, καὶ τερπνῶν τῶν ἐπὶ τῆς γῆς, καταπτύσας πάνσοφε Ἐλπιδηφόρε, ἐπτερώθης ἔρωτι, τῆς ἀχράντου ὡραιότητος.
Μακαρίας λήξεως, ἀφράστου τε τρυφῆς, ἐν σκηναῖς ταῖς ἐν οὐρανοῖς, ἠξιώθης Ἔνδοξε, Μάρτυς Ἀκίνδυνε· ἀκλινῶς γὰρ ἔδραμες, σὺ τὸν δρόμον τῆς ἀθλήσεως.
Θεοτοκίον
νατείλας Ἥλιος, ἐκ σοῦ ὁ νοητός, τηλαυγῶς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

ᾨδὴ ς'. Θύσω σοι.
εόντων, τὸ φθαρτὸν παριδόντες τὰ ἄφθαρτα, κατηξιώθητε βλέπειν, πειρασμῶν οὖν ῥύσασθε καὶ κινδύνων, τοὺς ἐν πίστει, ὑμᾶς προσκαλουμένους Ἀήττητοι.
Τριάδος, τῆς ἀρχικῆς πανένδοξοι Μάρτυρες, τοὺς χαλεπῶς δεδεμένους, καὶ φρουραῖς ἀφύκτοις κατεχομένους, διαλύσαι, ταῖς ὑμῶν ἱκεσίαις σπλαγχνίσθητε.
Ὑπὲρ σοῦ, ἑαυτοὺς παραδόντες εἰς θάνατον, ἀθανασίας Σωτήρ μου, οἱ γενναῖοι ἔτυχον καὶ σωτῆρες, τῶν ἐν ζάλῃ, καὶ συμφοραῖς καὶ θλίψει γεγόνασιν.
Θεοτοκίον
ῆξόν μου, τὸ τῶν πταισμάτων Κόρη χειρόγραφον, τῆς συνεχούσης με λύπης, καὶ παθῶν τὴν λύσιν χαριζομένη, καὶ τηροῦσα, διηνεκῶς ἀλώβητον Δέσποινα.











Κοντάκιον Ἦχος δ'.  Ὁ ὑψωθεὶς.
Τῇ τῆς Τριάδος καλλονὴ λαμπρυνθεῖσα, ἡ πενταυγὴς τῶν Ἀθλητῶν θεία φάλαγξ, τὰς τῶν τυράννων ἤμβλυνε δεινὰς προσβολάς, ἄφθονον ἀκίνδυνον, ἀνεμπόδιστον χάριν, ἅπασι πηγάζουσα, τοῖς ἐλπίδι καὶ πόθῳ, ἐνθέως προσιοῦσι δι' αὐτῶν, τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Ὁ Οἶκος
Τὴν ῥυπωθεῖσαν μου ψυχήν, τῷ ῥείθρῳ τοῦ ἐλέους, τῆς σῆς φιλανθρωπίας, ἀπόσμηξον Οἰκτίρμον, καὶ ἐν φωτὶ ἀειλαμπεῖ, αὔγασον ὑμνῆσαι τὸν πεντάριθμον χορόν τῶν Μαρτύρων σου, Ἀκίνδυνον καὶ θεῖον Πηγάσιον, σὺν Ἐλπιδηφόρῳ καὶ Ἀφθονίῳ τὸν γενναῖον Ἀνεμπόδιστον, τοὺς σεπτοὺς Ἀθλοφόρους, οἳ πᾶσαν προσβολὴν βασάνων ἀνδρείως, τῇ ἀγάπῃ σου σαφῶς τρέψαντες Λόγε, θῦμα λογικὸν προσήγαγόν σοι ἑαυτοὺς τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Συναξάριον.
Τῇ 2ᾳ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου, καὶ Ἀνεμποδίστου.
Ἀκίνδυνον πῦρ· τῶν δὲ λοιπῶν τεσσάρων,
Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.
Οὗτοι οἱ Ἅγιοι, τῆς Περσῶν γῆς ὄντες, τὰ πρῶτα παρὰ Σαβωρίῳ βασιλεῖ Περσῶν ἔφερον. Οἱ οὖν Ἀκίνδυνος, Πηγάσιος καὶ Ἀνεμπόδιστος, ἄκρως τὴν εὐσέβειαν ἀγαπῶντες, ὡμολόγουν τὸν Χριστόν· δι᾿ ἣν αἰτίαν συλληφθέντες, τύπτονται κρεμασθέντες καὶ τὰς πλευρὰς πυρὶ καταφλέγονται. Ἐπεὶ δὲ βλασφημεῖν ὁ βασιλεὺς εἰς Χριστὸν ἤρξατο, ἀφωνίᾳ τοῦτον καταδικάζουσιν οἱ Ἅγιοι καὶ αὖθις λύουσιν. Εἶτα ἐπὶ κραββάτων σιδηρῶν πεπυρακτωμένων ἁπλοῦνται· καὶ ὄμβρου καταῤῥαγέντος, ἡ φλὸξ σβέννυται, καὶ τὸ τοῦ Διὸς ἄγαλμα εὐχῇ καταβάλλουσι· διὰ τοῦτο ὑποχαλῶνται λέβησι μεστοῖς μολύβδου κοχλάζοντος· καὶ ἀνέπαφοι μείναντες, Ἀφθόνιον πρὸς τὴν τοῦ Χριστοῦ ἐπισπῶνται πίστιν, ὃς καὶ παραχρῆμα τὴν κεφαλὴν ἀφῃρέθη. Καὶ ἐν βοείοις θυλάκοις βληθέντες καὶ τῇ θαλάσσῃ ῥιφέντες, ἀνασῴζονται καὶ τὸν Ἐλπιδηφόρον, πρῶτον ὄντα τῆς Συγκλήτου, πρὸς τὴν εἰς Χριστὸν ἐκκαλοῦνται πίστιν, μεθ᾿ ἑτέρων ἑπτακισχιλίων, οἵτινες τὰς κεφαλὰς ἀπετμήθησαν. Οἱ δὲ περὶ Ἀκίνδυνον, Πηγάσιον καὶ Ἀνεμπόδιστον, εἰς βόθρον ῥίπτονται μεστὸν θηρίων· καὶ ἀβλαβεῖς διαμείναντες, τὴν μητέρα τοῦ βασιλέως πρὸς τὴν πίστιν εἵλκυσαν. Ὅθεν καμίνῳ πυρὸς ἐμβληθέντες, τέλος ἐδέξαντο τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίων Ὁσιομαρτύρων· Ἰακώβου τοῦ νέου, καὶ τῶν Μαθητῶν αὐτοῦ Ἰακώβου Διακόνου καὶ Διονυσίου Μοναχῶν· τῶν δι’ ἀγχόνης τελειωθέντων ἐν ἔτει ἀφκ΄. (1520).
Τριάδα ποθήσας Ἰάκωβος πόθῳ,
Αὐτῇ ἀνέδραμε σὺν Μαθηταῖς δύο.
Σεαυτὸν ἱέρευσας ἱερῶς Πάτερ,
Καὶ θυσία δέδεξαι δεκτὴ Κυρίῳ.
Ὑπηρετῶν τράπεζαν ἀρίστως κάτω,
Τῆς οὐρανίου θεῖος ἄρτος ἀνέθης.
Τοὺς τρεῖς Ὁσίους θανατοῦσιν ἀγχόνῃ,
Ἐχθροὶ κάκιστοι τῆς Ἁγίας Τριάδος.
Ἰάκωβον κατὰ πρώτην ἠδ᾿ ἐτάρους ἀγχόνη ἦγξαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων καὶ ἐνδόξων Νεομαρτύρων Θεοδώρου, Λάμπρου καὶ Ἑτέρου Ἀγνώστου, ὑπὸ τῶν Ἀγαρηνῶν ἐν Βραχωρίῳ ἀπαγχονισθέντων ἐν ἔτει αψπς (1786).
Θεόδωρος σὺν Ἄλλῳ καὶ Λάμπρος δι’ ἀγχόνης,
ἐκ γῆς ἀρθέντες πρὸς πόλον Χριστῷ ζῶσιν.
Οὗτοι κατὰ τὰ χρόνια τῆς Τουρκοκρατίας ἦσαν, ἐκ τῆς Πελοποννήσου καταγόμενοι. Εὐσεβεῖς ἔμποροι ὄντες ἐν Ἰωαννίνοις εἰργάζοντο. Διερχομένοι δὲ ἐκ Βραχωρίου, διὰ τὴν πατρίδα τους πορευόμενοι, βουλόμενοι ἀποφυγεῖν τὸν εἰς αὐτοὺς ἐπιβαλλόμενον ὑπὸ Τούρκων φόρον, ὑπεκρίθησαν Τοῦρκοι εἶναι καὶ ἐπέτυχον τοῦ σκοποῦ των. Διαισθανόμενοι οἱ Τοῦρκοι τὴν πλάνην αὐτῶν ἔφερον βιαίως αὐτοὺς εἰς τὸν Τοῦρκον διοικητήν, ὅς προσεπάθησε Μωαμεθανοὺς γενέσθαι αὐτούς. Οὗτοι οἱ εὐλογημένοι, ὑπομείναντες πολλὰς ἄλλας βασάνους, τὸν Χριστὸν δὲ μὴ ἀρνησάμενοι, παρέδωκαν τὴν ἁγίαν ψυχήν των εἰς τὸν Χριστὸν ἀγχόνῃ τελειωθέντες τὴν 2αν Νοεμβρίου ἐν ἔτει αψπς΄ (1786), εἰς τρία διάφορα σημεῖα τῆς πόλεως τοῦ Βραχωρίου.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι, ξίφει τελειοῦνται.
Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας,
Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου καὶ λοιπῶν Ἁγίων ὀκτώ· Ἀττικοῦ, Μαρίνου, Ὠκεανοῦ, Εὐστρατίου, Καρτερίου, Νικοπολιτιανοῦ, Στύρακος καὶ Τωβία.
Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα,
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.
Οὗτοι ὑπῆρχον στρατιῶται ἐν Σεβαστείᾳ, ἐπὶ Λικινίου βασιλέως. Ἐξετασθέντες δὲ ὑπὸ Αὐξανίου ἄρχοντος τῆς πόλεως, καὶ Μαρκέλλου δουκός, καὶ Μάρκου τοῦ Ἀγρικολάου, καὶ ἀνυπερβλήτοις βασάνοις ὑποβληθέντες, πυρὶ παραδίδονται· ἐν ᾧ καὶ τὰς ἑαυτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ.
Χοῦς, Μαρκιανέ, τυγχάνων εἰς χοῦν λύῃ,
Τὸ δόγμα τοῦ πλάσαντος οὐκ ἔχων λύειν.
Οὗτος ὁ ὅσιος Πατὴρ ἡμῶν Μαρκιανός, πατρίδα μὲν ἔσχε τὴν Κύρον, μετὰ δὲ ταῦτα τὴν ἔρημον. Καταφρονήσας γὰρ τῆς τοῦ γένους περιφανείας, τῆς ἐρήμου καταλαμβάνει τὸν ὀμφαλόν. Καὶ σμικρὸν οἰκίσκον δειμάμενος, ὡς μόνον τὸ σῶμα καλύπτεσθαι, καὶ τριχίνοις ῥάκεσιν αὐτὸ περιθείς, καθεῖρξεν ἑαυτὸν ἐκεῖσε. Σιτίον δὲ ἦν αὐτῷ ἑκάστῃ ἑσπέρᾳ, τρεῖς οὐγγίαι ἄρτου καὶ ὕδωρ ὀλίγον πρὸς τὸ ζῆν. Χρόνου δέ τινος διεληλυθότος, δύο φοιτητὰς ἐδέξατο, καλύβας μικρὰς πήξαντας.
Οὗτος οὖν ὁ μακάριος, ἀεὶ ἐγκεκλεισμένος ὤν, οὐδέποτε λύχνον ἐκτήσατο, ἀλλὰ φῶς θεῖον περιέλαμπεν αὐτὸν ταῖς νυξί, καὶ τὴν σύνθεσιν τῶν γραμμάτων ὑπεδείκνυεν· εἶχε γὰρ μικρὸν Ψαλτήριον σὺν αὑτῷ. Καί ποτε δὲ μεγίστου δράκοντος προκύψαντος ἐκ τῆς πλησίον ἐρήμου καὶ ὄλεθρον ἐπαπειλοῦντος, οἱ συνασκηταὶ ἐθροήθησαν· ὁ δὲ ἅγιος τῷ μὲν δακτύλῳ τὸν Σταυρὸν ἐτύπωσε, τῷ δὲ στόματι τὸ θηρίον ἐνεφύσησε· καὶ ὥς περ καλάμη ὑπὸ πυρός, οὕτω τὸ θηρίον εὐθὺς εἰς πολλὰ διελύθη.
Φλαβιανός ποτε, ὁ τῆς Ἀντιοχέων πρόεδρος καὶ ὁ τῆς Κύρου Ἐπίσκοπος καὶ ἕτεροί τινες τῶν Ἐπισκόπων ἐπίσημοί τε καὶ λόγιοι, ἀπελθόντες πρὸς αὐτὸν καὶ πολλὰ παρακαλέσαντες, ἔτι δὲ καὶ τῆς θείας Γραφῆς πλεῖστα καταντλήσαντες εἰς αὐτόν, προέτρεπον αὐτὸν εἰς τὸ ἐξελθεῖν ὠφελείας ἕνεκεν πολλῶν· ὁ δὲ οὐδὲ ἀκοῦσαι ἠνέσχετο. Πολλοὺς δὲ καὶ ἀπὸ διαφόρων αἱρέσεων ὁ θαυμαστὸς οὗτος ἀνὴρ μετέβαλεν εἰς τὴν ἀληθῆ καὶ ὀρθόδοξον πίστιν.
Ποτὲ αὐτοῦ ἡ ἀδελφή, ἐκ τῆς πόλεως Κύρου, τινὰ βρώσιμα λαβοῦσα, τοιῷδε Ἀσκητῇ πρόσφορα, καὶ τὸν υἱὸν αὑτῆς πρὸς τὸν Ὅσιον ἀφίκετο· ὁ δὲ ταύτην μὲν οὐκ ἐθεάσατο, τὸν δὲ ἀνεψιὸν προσεδέξατο, μηδὲν ἐξ αὐτοῦ εἰληφώς. Ὡς δὲ ἐνέκειτο παρακαλῶν προσδεχθῆναι τὰ προσαχθέντα, ὁ Ἅγιος ἔφη· Ὡς πρὸς ἡμᾶς πορευόμενοι, πόσα διήλθετε Μοναστήρια; καὶ τίσιν ἐκείνων ἐκ τούτων μετεδώκατε; Τοῦ δὲ εἰρηκότος· Οὐδέ τινι τὸ οἱονοῦν δεδώκαμεν. Ἄπιτε λοιπόν, ἔφη, μεθ᾿ ὧν ἐκομίσατε· φυσικῆς γὰρ συγγενείας καὶ οὐ θεραπείας τῆς πρὸς Θεὸν ταῦτα ἠνέγκατε.
Οὗτος, μέγας καὶ διαβόητος τοῖς πᾶσι γενόμενος καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ποθητός, ἐπεὶ ἔγνω πολλοὺς διαμαχομένους τὸ τούτου σῶμα λαβεῖν μετὰ τὴν πρὸς τὰς ἄνω θείας μονὰς αὐτοῦ μετάστασιν, θήκας ἑτοιμάσαντας καὶ ναοὺς οἰκοδήσαντας, τὸν μακαρίτην Εὐσέβιον, τὸν πρῶτον αὑτοῦ μαθητήν, ὅρκοις κατησφαλίσατο, τὸ σῶμα αὐτοῦ ἐν ἀποκρύφῳ κατακρύψαι τόπῳ, μήκοθεν τῆς καλύβης αὐτοῦ· καὶ οὕτω διαθέμενος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι Μάρτυρες Κυριακή, Δομνίνα καὶ Δόμνα ξίφει τελειοῦνται.
Κυριακή, Δομνίνα καὶ σεπτὴ Δόμνα,
Ὡς σεπτὸν αἱ τρεῖς εἰς ξίφους εὗρον τέλος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ διασώσας ἐν πυρί.
ς ἐλυτρώσω τῆς φλογός, τοὺς τρεῖς εὐσεβεῖς Νεανίας, οὕτω καὶ νῦν τοὺς Ἀθλητάς, ἐν καμίνῳ πυρὸς διεφύλαξας, ὁμοφρόνως βοῶντάς σοι· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Νέμεις ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς Ἀθλοφόροις σου Χριστέ, συνεργῶν καὶ συμπράττων ὡς εὔσπλαγχνος, καὶ φαινόμενος ψάλλουσιν· Ὁ Θεός ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Πλήθη Μαρτύρων ἀψευδῶς, συγκεκροτημένα πίστει, προσενηνόχατε Χριστῷ, παραδόξων θαυμάτων ἐπίδειξιν, ἐνεργοῦντες καὶ ψάλλοντες· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Λελυτρωμένοι διὰ σοῦ, τῆς τῶν προπατόρων κατάρας, καὶ πρὸς ἀΐδιον τρυφήν, μεταστάντες τὸ Χαῖρέ σοι κράζομεν, ὑπερένδοξε Δέσποινα, ἡ Θεὸν σεσαρκωμένον ἡμῖν τεκοῦσα.











ᾨδὴ η'. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
εὐαγεστάτη τῶν Μαρτύρων, πανήγυρις χαρμοσύνως ἐπεδήμησε, κόσμον καταυγάζουσα, πάντας κατευφραίνουσα, καὶ τηλαυγῶς φαιδρύνουσα, πίστει τοὺς ψάλλοντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θηρίων καὶ βόθρων καὶ βασάνων, ἀγρίων κατετολμήσατε Μακάριοι, ἔχοντες συλλήπτορα, τὸν ἀκαταγώνιστον, καὶ τὸν τῆς δόξης Κύριον, ᾧ νῦν κραυγάζομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
μᾶς τοὺς γενναίους Ἀθλοφόρους, Ἀκίνδυνον Πηγάσιον Ἀφθόνιον, αὖθις Ἀνεμπόδιστον καὶ τὸν παναοίδιμον, Ἐλπιδηφόρον ἔχοντες, τεῖχος ἀκράδαντον, τὸν Κύριον ὑμνοῦμεν ἀπαύστως, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στεφάνῳ τῆς νίκης κοσμηθέντες, καὶ κάλλους διαδήματι λαμπόμενοι, αἴγλην τὴν ἀνέσπερον, τέλος τὸ μακάριον, ἐν οὐρανοῖς εἰλήφατε, Μάρτυρες κράζοντες· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Θεοτοκίον
Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε, τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διὸ σὲ τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.
Καμάτους ὑμῶν τοὺς ἐπὶ γῆς οὐράνιος, εὐφροσύνη διεδέξατο, ἔνθα Μαρτύρων αἱ χορεῖαι, καὶ τὰ τῶν Ἀθλοφόρων στρατεύματα, καὶ πᾶσα τῶν Πρωτοτόκων ὁμήγυρις, τοῖς οὐρανίοις συνευφραίνεται.
κ τῶν δεσμῶν τῶν ὀδυνηρῶν Πανόλβιοι, καὶ κινδύνων διασώσατε, πάντας τοὺς πίστει, τὴν ἁγίαν πανήγυριν, ὑμῶν ἑορτάζοντας, εἰρήνην καὶ γαλήνην αἰτούμενοι, καὶ σωτηρίαν πανσεβάσμιοι.
Πλουσίῳ λαμπόμενοι φωτὶ καὶ χάριτι, Ἀθλοφόροι διαπρέποντες, λύσιν πταισμάτων καὶ φροντίδων, ἅμα τοῖς σὺν ὑμῖν ἀριστεύσασι, δοθῆναι τοῖς πρὸς ὑμᾶς καταφεύγουσι, τὸν εὐεργέτην δυσωπήσατε.
Θεοτοκίον
Εὔα μὲν τοῦ ξύλου τῆς ζωῆς ἐξώρισται, κωλυθεῖσα τῆς μεθέξεως σὺ δὲ Παρθένε Θεοτόκε, ζωὴν τὴν πρὸ αἰώνων ἐκύησας, τῷ κόσμῳ τὴν ζωηφόρον ἐνέργειαν, χαριζομένη διὰ πίστεως.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀκίνδυνον πηγάζετε, τὴν χάριν τῶν ἰάσεων, ἀνεμποδίστως ἀφθόνως, τοῖς ἐπ' ἐλπίδι τελοῦσι, τὴν μνήμην ὑμῶν Ἅγιοι, ἀλλὰ καὶ νῦν πηγάζοιτε, ἰάματα πανεύφημοι, τοῖς ὑμᾶς πόθῳ τιμῶσι, πεντάριθμοι Ἀθλοφόροι.
Θεοτοκίον
Τὴν φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Πλάστην πάσης φύσεως, ὑφ' οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ, τοῦ παραδόξου θαύματος! ὁ Ἀνεμπόδιστος νῦν, καὶ ὀ μέγας Ἀκίνδυνος, καὶ σοφὸς Πηγάσιος, πρὸς τὴν πάλην ἐρχόμενοι, εὐθὺς ζωγροῦσι πρὸς τὴν εὐσέβειαν, Ἐλπιδοφόρον καὶ τὸν Ἀφθόνιον, οἳ συναθλήσαντες, ἄριστα οἱ πάνσοφοι τὴν ἀληθῆ, πίστιν διεκήρυξαν, Χριστοῦ τῇ χάριτι. (Δίς).

Ὤ, τοῦ παραδόξου θαύματος! πῶς ἐναθλοῦσι στεῤῥῶς, οἱ καλλίνικοι Μάρτυρες! Πῶς καὶ πλήθη ἄπειρα, πρὸς Χριστὸν σαγηνεύουσι! Πῶς καὶ τὰ μέλη, τεμνόμενοι φέρουσι! Πῶς ἐν τῇ πάλῃ ὁμοῦ καὶ συγχαίρουσι! Βόθρῳ ῥιπτόμενοι, ἐσχάραις πυρούμενοι οἱ Ἀθληταί, μένουσιν ἀκλόνητοι, Χριστοῦ τῇ χάριτι.

Σήμερον, τὰ πάντα χαίρουσιν, ὁ οὐρανὸς καὶ ἠ γῆ, καὶ σκιρτῶσιν ἐν πνεύματι, Ἀθλητὼν τὰ τάγματα, καὶ πιστῶν τὰ συστήματα. Καὶ γὰρ Μαρτύρων μνήμη ἀνέτειλε, λαμπρὰ καὶ εὔσημος ὦ φιλέορτοι. Δεῦτε καὶ ἴδωμεν, ὁ Χριστὸς γὰρ ἄνωθεν στέφει λαμπρῶς, νίκης διαδήματι, τοὺς Χριστομάρτυρας.

Δόξα. Ἦχος πλ. α΄. Ἐν τῇ Ἑρυθρᾷ θαλάσσῃ.
Ἐν τῇ Σαβωρίου χώρᾳ, καὶ τῶν Ἀθλητῶν πατρίδι, φρικτὸν ἐτελέσθη ποτέ. Ἐκεῖ ὁ δεινός, σκολοπίζει τοὺς Μάρτυρας, ἐνταῦθα ὁ Χριστός, κυροῖ τοῦτων τὴν ἄθλησιν. Τότε τὸν φρικτὸν ἐτέλεσαν ἀγῶνα οἱ κλεινοί, νῦν δὲ Σαβαὼθ κραυγάζουσι τὸν ὕμνον ἀενάως. Ἡ θάλασσα, τῆς ἀθεΐας δὲ ἡ τληπαθής, ᾤχετο τέλεον. Ἡ ἄμωμος καὶ θεία πίστις τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄτρωτος. Ὁ ὤν καὶ πρὸ ὤν, Ἀθλητῶν δεήσεσι Θεός, ἐλέησον ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε  Παρθένε, καί,  δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Κυβερνήτῃ τῶν καλῶν νῦν προσφύγωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν συντριβῇ καρδίας ἅμα καὶ νοός, κράζοντες· ελέησον, σπλαγχνισθεὶς σοῖς ἱκέταις, σῶσον απολλύμεθα, ἐν πταισμάτων πελάγει, μὴ παραβλέψεις δέησιν ἡμῶν, πεντὰς Μαρτύρων, Χριστὲ ἱκετεύει σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοις πειρασμοῖς, ὑμῖν Ἀθλοφόροι, καταφεύγομεν εὐλαβῶς, παθῶν καὶ κινδύνων ὀλεθρίων, ταῖς προστασίαις ὑμῶν διασώσατε.
Παθῶν τὰς νιφάδας καὶ προσβολάς, ψυχάς ἡμετέρας, συμπνιγούσας ὦ Ἀθληταί, θερμαῖς ἱκεσίαις πρὸς τὸν Κτίστην, ἀποσοβήσατε Ἅγιοι Μάρτυρε.
Νοσούντων τὰ σώματα καῖ ψυχάς, ἰᾶσθε ὡς τάχος, ὦ καλλίνικοι Ἀθληταί· ἵν’ ὅπως καλῶς ὑγιωθέντες, ὑμνολογίαις ὑμᾶς μακαρίσωμεν,
Θεοτοκίον.
Θεὸν ὡς τεκοῦσα ἀληθινόν, δυσώπησον Κόρη, λυτρωθῆναι ἐκ πειρασμῶν, ἔχεις γὰρ ὡς Μήτηρ παῤῥησίαν, ὑπὲρ ἡμῶν· ὅθεν Τοῦτον ἱκέτευε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαν καὶ σκέπην Χριστιανοὶ ἔχομεν, τούτους τοὺς Ἁγίους ὀπλίτας, ὧν νῦν τὴν ἄθλησιν, ἐπιτελοῦντες λαμπρῶς, τὴν χάριν τούτων πλουτοῦμεν, καὶ τὴν ἀπροσμάχητον, πρεσβείαν πάντοτε.
Χαλεπαῖς αῤῥωστίαις καὶ ἀλγεινοῖς πάθεσι, πάντας κρατουμένους ἀθλίως, ὢ ἰατρεύσατε, καὶ γὰρ ὑπάρχετε, ἀνελλιπεῖς ἰατῆρες, μιμηταὶ ὡς ἄριστοι, τοῦ ἐλεήμονος.
Εὐεργέται ὡς ὄντες καὶ τῶν καλῶν πάροχοι, χάριτος τοῦ πλούτου τοὺς πάντας, καταπλουτίζετε, ὁρᾶτε γὰρ ἅπαντα, ὡς δυνατοὶ ἐν πρεσβείαις, καὶ ὡς φίλοι γνήσιοι, τοῦ ἐλεήμονος.
Θεοτοκίον.
Ἱκετεύω Σε Κόρη ψυχῆς ἐμῆς κλύδωνα, καὶ τῆς ἁματίας τὸν σάλον κόπασον Δέσποινα, ἔχεις τὸ δύνασθαι, ἔχεις σεμνὴ Παναγία, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ ἐλεήμονος.

Διάσωσον, πεντὰς Μαρτύρων τοὺς δούλους σου ἐκ κινδύνων, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἄμαχον τὴν πρεσβείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγάσιον νῦν καὶ θεῖον Ἀνεμπόδιστον, Ἀκίνδυνον οὖν Μαρτύρων θεῖον σύνταγμα, ἐκτενῶς πρεσβεύοντας σὺν Ἀφθονίῳ Ἐλπιδοφόρῳ τε, τοῦ λυτρωθῆναι ἡμῶν πειρασμῶν, πιστοὶ ἐπαξίως μακαρίσωμεν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ψυχικὴν ἡμῶν πάρεσιν, Μάρτυρες Κυρίου καλῶς συσφίγξατε, ἵν’ ὀρθῶς νῦν βηματίζοντες, εὕροιμεν τὴν τρίβον τὴν σωτήριον.
Ἀπειλὴν ἣν οἱ τάλανες, νῦν ἐξ ἀσεβῶν ἀπειλούμεθα, εὐχερῶς ἀποσοβήσατε, τῇ ὑμῶν πρεσβείᾳ παμμακάριστοι.
Τὸν Πατέρα θειότατοι, σὺν Υἱῷ καὶ Πνεύματι ὀμοούσιον, Θεὸν ἕνα ἐκηρύξατε, κόσμον ἀγαθότητι λυτρούμενον.
Θεοτοκίον.
Θεοτόκε ἡ τέξασα, Λόγον τοῦ Πατρὸς τὸν ὁμότιμον, τοῦτον Κόρη καθικέτευε, εἰρηνεῦσαι κόσμον ὡς φιλάνθρωπον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θρόνῳ τοῦ Θεοῦ, παριστάμενοι μακάριοι, τῆς Τριάδος φωτισμοῦ τοῦ τριφαοῦς, καταλαμφθῆναι καὶ ἡμᾶς καθικετεύσατε.
Θρόνῳ τοῦ Θεοῦ, ἐντυγχάνοντες πανάγιοι, τῆς ἀλήστου καὶ ἀμείνονος ζωῆς, ἀξιωθῆναι καὶ ἡμᾶς καθικετεύσατε.
Θρόνῳ τοῦ Θεοῦ, προσεδρεύοντες πανάριστοι, τῆς χαρᾶς τῶν τοῦ Κυρίου ἐκλεκτῶν, τυχεῖν ῥαδίως καὶ ἡμᾶς καθικετεύσατε.
Θεοτοκίον.
Θρόνῳ Σοῦ Υἱοῦ, παρεδρεύουσα Μητρόθεε, θείας δόξης τῆς ἐκείνου ἀγαθή, ἐμφορηθῆναι καὶ ἡμᾶς, φαιδρῶς ἱκέτευε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὦ Κύριε, δοῦλος Σός, ὦ Κύριε, καὶ παιδίσκης Σου υἱός, ὁ παντλήμων, σῶσόν με δή, εὐεργέτα με σῶσον! Ὡς ἂν εὐχὰς καθαρὰς προσενέγκω σοι, λιτάζει Σε τῶν Ἀθλητῶν ἡ πεντάς· διὸ σῶσόν με Κύριε.
Ὦ Δέσποτα, πανοικτίρμον Κύριε, ὁ ἐγείρων δυνατὲ τοὺς πεσόντας, ἔγειρον δὴ διέγειρόν με πεσόντα καὶ ἐπ’ ἐμοὶ σοῦ τὸ ἔλεος ἔκχεε. Λιτάζει Σε τῶν Ἀθλητῶν ἡ πεντάς· διὸ σῶσόν με Κύριε.
Ὁ Πλάστης μου καὶ Θεὸς καὶ Κύριος, ὅτι ἔργον τῶν χειρῶν Σου ὑπάρχω, καὶ πλάσμα Σὸν τὴν εἰκόνα Σου φέρον, ἐλέησόν με Χριστὲ πολυέλεε, λιτάζει Σε τῶν Ἀθλητῶν ἡ πεντάς· διὸ φεῖσαί μου Κύριε.
Θεοτοκίον.
Φιλάνθρωπε, ἐλεήμων Κύριε, ὁ πλουτῶν τῇ Σῇ χρηστότητι πάντας, ἔμπλησον δὴ τὴν ξηρανθεῖσαν ψυχήν μου, σωτηριώδους Χριστὲ παρακλήσεως, λιτάζει Σε διηνεκῶς, ἡ ἁγνὴ καὶ Παρθένος καὶ Μήτηρ Σου.
Διάσωσον, πεντὰς Μαρτύρων τοὺς δούλους σου ἐκ κινδύνων, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἄμαχον τὴν πρεσβείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Αἱ χορεῖαι τῶν Χριστιανῶν ἀνυμνήσατε, τὸν Θεὸν ἡμῶν τὸν ἰσχυρὸν καὶ ὑψώσατε, τὸ μέγα ὄνομα Αὐτοῦ, φωναῖς ἀλαλαγμοῦ, ὅτι ἤγειρε τοὺς Ἀθλητὰς εἰς τὴν βοήθειαν ἡμῶν, τῶν βοώντων ἑκάστοτε· σπεύσατε εἰς πρεσβείαν, καὶ αὖθις εἰς ἱκεσίαν, οἱ προστατεύοντες ἡμᾶς, Ἀθλοφόροι μεγαλώνυμοι.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Ἔχοντες ἀήττητον καὶ κραταιὰν προστασίαν, τοὺς μεγαλομάρτυρας, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, τοὺς δευτέρους αὖθις δὲ καὶ στεῤῥοὺς ὁπλίτας, Ἀνεμπόδιστον τὸν ἔνδοξον, Ἐλπιδοφόρον τε, μέγιστον καὶ θεῖον Ἀφθόνιον, ῥαδίως ἐκτρεπόμεθα βλάβην ἐκ δαιμόνων τὴν κάκιστον. Ὦ θαυματοφόροι! ὦ στῦλοι καὶ ἑδραίωμα πιστῶν, καθικετεύειν μὴ παύσητε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.













ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ Σὺ κατοχύρωσας, στεῤῥὸν τεῖχος Μαρτύρων, εἰς ἡμῶν προστασίαν τοὺς Ἁγίους γὰρ ἤγειρας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θελητὴν τοῦ ἐλέους ᾧ παρίστασθε Ἅγιοι Μάρτυρες, ἐλέους εὐσπλαγχνίας, τυχεῖν ἡμᾶς αἰτεῖσθε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυροὺς ἀμωμήτους τῆς Χριστοῦ Ἐκκλησίας πλουτοῦμεν Ἅγιοι, ἀτρώτους ἐν τῇ πίστει, ἡμᾶς περικρατεῖτε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας καὶ ψυχόλεθρα πάθη Ἁγία Δέσποινα, εὐχαῖς πρὸς τὸν Υἱόν Σου, ἴασαι Παναγία, τῶν βοώντων ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν Ἀθλητῶν Σου, δεχθεὶς τὸ αἷμα Χριστέ μου, ἵλεως γενοῦ πανοικτίρμον, τοῖς Σὲ εὐλογοῦσι, εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς στρατιώτας, τῆς τῶν Μαρτύρων στρατείας, Σαβωρίου τε τὴν πλάνην καθελόντας, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς συμπολίτας, τῶν οὐρανῶν ἀνυμνοῦμεν, γέρα ἄφθαρτα κατηγλαϊσμένους, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὰς παρακλήσεις, τῶν ἱκετῶν Σου ἀκούεις, καὶ πληροῖς τὰς αἰτήσεις Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, πλήσατε τοὺς πάντας, μακαριώτατοι Ἅγιοι Μάρτυρες, ἵνα χαρᾷ εὐφημῶμεν ὑμῶν τὰς χάριτας.
Ναὸν τὸν τῆς ψυχῆς μου, κατερειπωθέντα, ὦ ἀνορθώσατε Ἅγιοι Μάρτυρες, καὶ τοῦτον Πνεύματος θείου ναὸν τελέσατε.
Φωτὸς τοῦ ἀϊδίου, φώτισον καρδίας, ἵν’ ἐλλαμφθέντες σωθείημεν χάριτι, τῷ Σῷ ἐλέει Χριστὲ πολυέλεε.
Θεοτοκίον.
Τὸν ῥοῦν τῆς ἁμαρτίας, ἔστησας Παρθένε, τῷ τοκετῷ τῷ ξένῳ καὶ ἤνοιξας, ζωῆς τὰς πύλας, Μητρόθεε Δέσποινα.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Πηγάσιον ἅμα, καὶ Ἀκίνδυνον τὸν σοφόν, τὸν Ἐλπιδηφόρον, σὺν τῷ Ἀνεμποδίστῳ, Ἀφθόνιον ὡσαύτως, τοὺς μεγαλόφρονας.
Τοὺς μεγαλομάρτυρας τοῦ Χριστοῦ, τοὺς πέντε Ἁγίους, τῶν Μαρτύρων τὴν καλλονήν, ἡμῶν τοὺς προστάτας, φρουρούς τε καὶ μεσίτας, τοῦ κόσμου τὴν πρεσβείαν, ὕμνοις τιμήσωμεν.
Χριστοῦ τοὺς ὁπλίτας τοὺς εὐκλεεῖς, τῆς πλάνης τὸ σκότος, καὶ τὸ θράσος τοῦ δυσσεβοῦς, δεινοῦ Σαβωρίου, εἰς τέλος καθελόντας, ἄνθεσιν ἐγκωμίων νῦν στεφανώσωμεν.
Ὦ πεντὰς ἁγία καὶ θαυμαστή, σὲ παρακαλοῦμεν, οἱ οἰκέται σου εὐλαβῶς, τοὺς πόθους τοὺς θείους, ἡμῶν περαιωθῆναι, τὸν Πλάστην τῶν ἁπάντων, θερμῶς ἱκέτευε.
Δεῦτε τοὺς φωστῆρας τοὺς πενταυγεῖς, δόξης τῆς Τριάδος, τοὺς μετέχοντας ἀκλινῶς, τῆς πλάνης τοὺς λύτας, Χριστιανῶν τὸ κῦδος, ἐν ὕμνοις ἐξαισίοις, ὑπερυψώσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.




Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχοντες ἀήττητον καὶ κραταιὰν προστασίαν, τοὺς μεγαλομάρτυρας, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, τοὺς δευτέρους αὖθις δέ, καὶ στεῤῥοὺς ὁπλίτας, Ἀνεμπόδιστον τὸν ἔνδοξον, Ἐλπιδοφόρον τε, μέγιστον καὶ θεῖον Ἀφθόνιον, ῥαδίως ἐκτρεπόμεθα, βλάβην ἐκ δαιμόνων τὴν κάκιστον. Ὦ θαυματοφόροι, ὦ στῦλοι καὶ ἑδραίωμα πιστῶν, καθικετεύειν μὴ παύσητε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου