Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 3. ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ Γ΄.

ΓΕΩΡΓΙΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ

ΑΝΑΚΟΜΙΔΗ & ΚΑΤΑΘΕΣΙΣ ΛΕΙΨΑΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 (Ποίημα Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου)


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Μετὰ τὴν πρὸς Κύριον, σοῦ ἐκδημίαν Γεώργιε, τὴν ἐκ ξίφους πολύαθλε, λαβὼν ὁ θεράπων σου, ὡς αὐτῷ προέφης, τὸ σῶμά σου Μάρτυς, εἰς τὴν πατρίδα σῆς μητρός, χαίρων ἀπήει ὡς ἄλλην ἔνσωμον, κιβωτὸν φέρων ἔνδοξε· ἐν ᾗ καὶ τοῦτο κατέκρυψεν, ὡς κοινὸν φυλακτήριον, καὶ ὡς ὄλβον πολύτιμον.

Καὶ αὔθις ἀθροίσθητε, ὦ φιλεόρτων συστήματα· συγκαλεῖ γὰρ καὶ δεύτερον· ἡμᾶς ὁ Γεώργιος, ἐπὶ τὴν φωσφόρος καὶ ἁγίαν μνήμην, τῶν σεβασμίων καὶ σεπτῶν, αὐτοῦ λειψάνων τῆς καταθέσεως, ἐν τῷ ναῷ ὃν ἤγειραν, Λύδδης τῆς πάλαι οἰκήτορες, εὐμεγέθη καὶ πάγκαλον, ὡς τὸ πρῴην ἐδείκνυτο.

Χάριν ἀπαντλήσατε, καὶ φωτισμὸν ἀπαρύσασθε, οἱ Ὀρθόδοξοι ἅπαντες, λειψάνοις προσψαύοντες, τοῦ Τροπαιοφόρου, σὺν πόθῳ καὶ πίστει, ἐξ ὧν πηγάζει δαψιλῶς, ῥεῖθρα θαυμάτων ἐν θείᾳ χάριτι, καὶ τοῦτον μακαρίσατε, ὡς τοῦ Κυρίου θεράποντα, ὡς γενναῖον ἐν Μάρτυσι, καὶ ἀδάμαντα ἄῤῥηκτον.

Ἀντὶ τῶν λειψάνων σου, τὴν σὴν εἰκόνα Γεώργιε, εὐλαβῶς ἀσπαζόμεθα, τὴν τιμὴν προσφέροντες, σοι τῷ πρωτοτύπῳ· πρέσβευε οὖν Μάρτυς, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, καὶ δίδου πᾶσι ταῖς ἱκεσίαις σου, πταισμάτων ἀπολύτρωσιν, καὶ ψυχικὴν ἀγαλλίασιν, καὶ τῆς ἄνω λαμπρότητος, καταξίωσον Ἅγιε.

Δόξα.
Τροπαιοφόρε Ἀθλητά, θεράπον γνήσιε τοῦ Σωτῆρος, Γεώργιε μεγάλαθλε, ταῖς ἱκεσίαις σοῦ ἡμᾶς, περίσωζε δεόμεθα, ἀπὸ βλάβης παντοίας· ὅτι σὲ ἐν ταῖς θλίψεσι, προστάτην κεκτήμεθα, καὶ πρὸς Θεὸν πρεσβευτὴν θερμότατον.



Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅτε τὸ ὑλικόν, καὶ πάνσεπτόν σου σῶμα, εἰς Λύδδαν ἐκομίσθη, ἀῤῥήτως τὸν ἀέρα, ὅλον κατευωδίασε.

Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Ἴωμεν ἀδελφοί, δοξάσοντες ἐν ὕμνοις, Γεώργιον τὸν μέγαν, καὶ λείψανα τὰ θεία, αὐτοῦ περιπτυξώμεθα.

Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...
Τὴν ἀνακομιδήν, τοῦ θείου σοῦ λειψάνου, πανήγυριν τελοῦμεν, ὡς καὶ τὴν ἄθλησίν σου, Μάρτυς Χριστοῦ Γεώργιε.

Δόξα. Τριαδικόν.
Τριὰς προσωπικῶς, καὶ Μονάς τῇ οὐσίᾳ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Γεωργίου, οἰκτείρησον τὸν κόσμον σου.

Καὶ νῦν. Θεοτοκίον.
Μητρόθεε Ἁγνή, τὸν σὸν Υἱὸν δυσώπει, μετὰ τοῦ Γεωργίου, καὶ πάντων τῶν Ἁγίων, ὑπὲρ ἡμῶν τῶν δούλων σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ὡς ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς, θεσμῷ ἔδυς φύσεως, ἀλλ᾿ ἀνατέλλεις ἐκ γῆς, διὰ τῶν λειψάνων σου, ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ, ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας, Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ.

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μακαρίων οἱ δῆμοι νῦν συναγάλλονται, τῷ πνεύματί σου Μάρτυς, τῷ ἀΰλῳ ἐν πόλῳ, ἡμεῖς δὲ οἱ σοι δοῦλοι τὸ ὑλικόν, σοῦ κατέχοντες λείψανον, ἐπὶ τῆς γῆς ἀγαλλόμεθα ψαλμικώς, σὲ ἐν ὕμνοις μακαρίζοντες.

Ἡ εὐωδία τῶν θείων ὀστῶν σου Ἅγιε, ὑπὲρ νάρδον καὶ κρόκον, καὶ ἀρώματα πάντα, ψυχῆς εὐωδιάζει καὶ τῆς σαρκός, τὰς αἰσθήσεις Γεώργιε· διὸ συνήχθημεν πάντες μνήμῃ τῇ σῇ, εἰς ὀσμὴν σεπτῶν λειψάνων σου.

Ἐν τῇ τοῦ ἔαρος ὤρᾳ πανηγυρίσαντες, τὴν ἄθλησίν σου Μάρτυς, συνηυφράνθημεν πάντες· νῦν δὲ ἐν μετοπώρῳ Γεώργιε, σοῦ λειψάνων κατάθεσιν, πανηγυρίζοντες αὔθις πόθῳ πολλῷ, ἐκ καρδίας εὐφραινόμεθα.

Προσόμοια ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Δεῦτε πάντες ἀντλήσατε, μὴ κενούμενα νάματα, θεοβρύτου χάριτος καὶ χρηστότητος, Πνεύματι θείῳ βλυστάνοντα, ἐκ τῆς θείας λάρνακος , τῶν λειψάνων τῶν σεπτῶν, Γεωργίου τοῦ Μάρτυρος, ἀνακράζοντες· χαῖρε δόξα Χριστοῦ τῆς Ἐκκλησίας, Ἀθλητὰ Τροπαιοφόρε, τῶν εὐσεβῶν ἀγαλλίαμα.

Τὴν ἁγίαν κατάθεσιν, τῶν παντίμων λειψάνων σου, Ἀθλητὰ Γεώργιε ἑορτάζοντες, χάριτος θείας πληρούμεθα, ὀσμὴν δὲ οὐράνιον, προϊοῦσαν ἐξ αὐτῶν, μυστικῶς κομιζόμεθα, μεγαλύνοντες, τὰς μεγάλας σοῦ Μάρτυς ἀριστείας, καὶ τὰς θείας σοῦ ἐκφάνσεις, τῶν θαυμαστῶν ἀντιλήψεων.

Ὥσπερ θεῖον θησαύρισμα, καὶ πηγὴν ἁγιάσματος, τὴν σορὸν Γεώργιε τῶν λειψάνων σου, ἀπὸ τοῦ τάφου κομίσαντες, εἰς Λύδδαν μετήγαγον, καὶ κατέθεντο αὐτά, εἰς ναὸν τὸν περίβλεπτον, ὃν σοι ἤγειραν· οὗ τὴν μνείαν τελοῦντες ἐτησίως, ἑορτήν σοι φωτοφόρον, ἄγομεν Μάρτυς γηθόμενοι.







Δόξα. Ἦχος πλ. β΄
Ἐπέφανε σήμερον τῇ οἰκουμένῃ, ἡ πανένδοξος μνήμη τοῦ Γεωργίου, ὡς μῆλον ἐν μετοπώρῳ, εὐφροσύνην καὶ εὐωδίαν πνευματικήν, προξενοῦσα τοῖς φιλεόρτοις· ὡς ἥλιος γὰρ πρῴην δύνας ἐν γῇ, νῦν ὡς ἐξ ἀνατολικοῦ ὁρίζοντος, τοῦ τάφου πάλιν ἀνέτειλε, διὰ τῶν σεπτῶν, καὶ θαυματοβρύτων αὐτοῦ λειψάνων, κροκοειδεῖς ἀκτῖνας ἀφιεῖς, χαρισμάτων ποικίλων, καὶ ὀσμὴν ἐκπέμπων οὐράνιον· δεῦτε οὖν φιλέορτοι πάντες, μετὰ πίστεως τὸ ζωομύριστον σῶμα αὐτοῦ προσκυνήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Ἀθλοφόρε Χριστοῦ Γεώργιε, δίδου ἡμῖν ψυχῶν τε καὶ σωμάτων τὴν εὐρωστίαν, καὶ πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.
Ὁ λαμπρὸς ἀριστεὺς τῆς Τριάδος Γεώργιος, τῶν Ἀθλοφόρων ἡ δόξα, καὶ πάντων τῶν Ὀρθοδόξων, ὁ φύλαξ καὶ τὸ καύχημα· πρότερον ἐν τῇ Δύσει ἀθλήσας, ὅλον τὸν κόσμον εὔφρανε· μεταβὰς δὲ εἰς τὸ φίλον ἔδαφος τῆς Ἀνατολῆς, πάλιν ἐπέστη ἡμῖν σήμερον, ὡς ἰατρὸς οὐράνιος, διὰ τῆς τῶν λειψάνων αὐτοῦ καταθέσεως, δωρεὰν θεραπεύων, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πάθη, καὶ τὸν Σωτῆρα δυσωπῶν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. β'
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης, χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς ὀρθοδόξου πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δ΄.
Χαίροις ἐν Κυρίῳ, πανένδοξε Μάρτυς, Τροπαιοφόρε Γεώργιε, ὅτι πάσας τὰς ἐντολὰς τοῦ Χριστοῦ, καλῶς ἐπλήρωσας, καὶ Θεὸν ἀληθινόν, ἐνώπιον τυράννων, αὐτὸν ἐκήρυξας, ὑπὲρ αὐτοῦ τὸ σῶμά σου, προθύμως δοὺς εἰς θάνατον. Οὗ τὴν ἐκ τάφου ἀνακόμισιν ἑορτάζοντες, μυρίων ἀγαθῶν θησαυρὸν κομιζόμεθα, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος, δυνάμεσι θαυμάτων, ἐν πάσῃ τῇ οἰκουμένῃ. Αὐτὸν ἱκέτευε δεόμεθα, Ἀθλητὰ μεγάλαθλε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Τίς λαλήσει τὰς ἀριστείας σου σοφέ; ἡ τίς ἑξαριθμήσει, τῶν θαυμάτων σου τὰ πλήθη; πολλὰς γὰρ τὰς βασάνους ἐνεγκών, τὴν κεφαλὴν ἀπετμήθης Γεώργιε· καὶ τὸ μὲν πνεῦμά σου εἰς οὐρανοὺς ἀναδραμόν, τῷ Δεσποτικῷ θρόνῳ ἐν δόξῃ παρίσταται· τὸ δὲ σῶμά σου τὸ τίμιον, ὑπερβαλλόντως δοξασθὲν παρὰ Θεοῦ, ἐν γῆ ἐντίμως τέθαπται, βρύον τοῖς πιστοῖς τὰ ἰάματα· οὗ τὴν θείαν μετακόμισιν, καὶ τὴν πρὸς τὸν ναόν σου νῦν κατάθεσιν, σὺν τῇ καθιερώσει τοῦ αὐτοῦ σου ναοῦ, ἑορτάζοντες οἱ δοῦλοί σου κράζομεν· Ἀθλητὰ Τροπαιοφόρε Γεώργιε, σῶζε ἡμᾶς ταῖς πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου...



Εἰς τοὺς στίχους. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρων αὐτοκινήτοις ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, καὶ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ, τῶν τυράννων θράση κατεπάτησας, λαμπράν πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας, περιχορεύων, σὺν αὐτοῖς καὶ γηθόμενος, σῴζων πάντοτε, τοὺς πιστῶς σε γεραίροντας· Μάρτυς ἐπιστασίαις σου, παμμάκαρ Γεώργιε, καὶ συμπαθείᾳ πενήτων, τοῖς ὀδυρμοῖς ἐπικλώμενος, Χριστὸν ἱκετεύεις, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Ὅλος χαροποιὸς καὶ τερπνός, ὅλος εὐώδης, ὅλος στιλβῶν ἐν χάριτι, ἐκ τάφου σήμερον ὤφθης, ὥσπερ νυμφίος φαιδρός, ἐκ παστοῦ ὡραίου ἐξερχόμενος, παμμάκαρ Γεώργιε, διασῴζων τὰ σήμαντρα, ἐν σοῖς λειψάνοις, ἁγιότητος ἅπαντα, τὸ μυρίπνοον, τὸ ὡραῖον τοῦ χρώματος, μάλιστα δὲ τὰ θαύματα, ἃ πᾶσι τοῖς κάμνουσι, ποταμηδὸν ἀναβλύζεις, πάθη ποικίλα ἰώμενος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ.: Τοῖς ·Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...
Μέγα τὸ κλέος ὄντως ἐστίν, ὁ ἐκ Κυρίου Ἀθλοφόρε ἀπείληφας, δι᾿ ἔργον σῆς μαρτυρίας· καὶ γὰρ ὡς γίγας ταχύς, διατρέχεις πᾶσαν τὴν ὑφήλιον, νοσοῦντας ἰώμενος, αἰχμαλώτους ῥυόμενος, τοὺς ἐν ποικίλοις, πειρασμοῖς ἐκλυτρούμενος, καὶ τοῖς θαύμασι, πᾶσι πάντα γενόμενος! Ὅθεν, ὡς ἀντιλήπτορα, θερμὸν ἅπας κόσμος σε, καὶ εὐεργέτην κηρύττει, μυρίαις γλώσσαις Γεώργιε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι, καὶ κροτήσωμεν εὐφραινόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει, τοῦ Ἀθλοφόρου Χριστοῦ. Στρατηγοὶ καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ἀπτοήτως ἐναθλήσαντα νομίμως, καὶ θαυμάτων χάριν δεξάμενον παρὰ Χριστοῦ, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημείτωσαν. Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι, τὴν παραμυθίαν, τὸν λυτρωτὴν οἱ ἐν δουλείᾳ, οἱ ἐν πολέμῳ τὸν Στρατηλάτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον Ἀθλοφόρον, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πανάγιε Γεώργιε, πρόφθασον ἐξελοῦ ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου, ταῖς ἱκεσίαις σου.




Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ Παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει, τοὺς ἀνυμνοῦντας αὐτήν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τήν του καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν. Τὴν λυχνίαν τὴν χρυσαυγή, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ὡς ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς, θεσμῷ ἔδυς φύσεως, ἀλλ᾿ ἀνατέλλεις ἐκ γῆς, διὰ τῶν λειψάνων σου, ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ, ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας, Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις.
Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.










ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὁ μέγας ἀριστεύς, καὶ γενναῖος ἀδάμας, Γεώργιος ἡμᾶς, συγκαλεῖ εὐφημῆσαι, αὐτοῦ τὴν θείαν ἄθλησιν, καὶ τὴν αὖθις ἀνάδειξιν, τὴν ἐκ μνήματος, τῶν αὐτοῦ θείων λειψάνων, ἐξ ὧν ἅπασι, ψυχῶν ὅμου καὶ σωμάτων, πηγάζει τὴν ἴασιν.
Δόξα. Ὅμοιον.
Τελοῦντες τὴν σεπτήν, κομιδὴν ἐκ τοῦ τάφου, Γεώργιε σοφέ, τοῦ σεπτοῦ σώματός σου, αὐτοῦ τὴν κατάθεσιν, εὐλαβῶς ἑορτάζομεν, ἥν ἐποίησαν, ἐν τῷ τῇ Λύδδῃ ναῷ σου, τῶν χαρίτων σου, τὰς δωρεὰς ἀοράτως, λαμβάνοντες Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Παράλαβε Ἁγνή, Θεοτόκε Παρθένε, τὸν θεῖον Ἀθλητήν, καὶ ἡμῶν τὸν προστάτην, Γεώργιον τὸν ἔνδοξον, καὶ ἀμφότεροι Κύριον, δυσωπήσατε, ἡμῖν βραβεῦσαι εἰρήνην, καὶ ὁμόνοιαν, καὶ ψυχικὴν σωτηρίαν, καὶ βίου διόρθωσιν.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη Γεώργιε, σοῦ ἡ πανέορτος, λειψάνων σου φέρουσα, σεπτὴν κατάθεσιν, ἐπέστη τοῖς πέρασι, πάντες οὖν συνελθόντες, ἐν φαιδρῷ τῷ προσώπῳ, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σὲ προστάτην ἄριστον, ἡμῖν δωρησάμενον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεόνυμφε, Μῆτερ Ἀπείρανδρε, ἀπαύστως ἱκέτευε, τὸν σὸν Υἱὸν καὶ Θεόν, οἰκτειρῆσαι τοὺς δούλους σου, ὅτι μετὰ Θεόν σε, προστασίαν πλουτοῦμεν, καὶ σὲ ἀδιαλείπτως, θερμοτάτῃ καρδίᾳ, ἐν ὕμνοις εὐφημοῦντες, πιστῶς μεγαλύνομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄλλη Σιλωάμ, ὡς στοὰ Σολομῶντος, ἐδείχθης ἀληθῶς, ἡ σορὸς σῶν λειψάνων, κρουνοὺς ἀναβλύζουσα, ἰαμάτων χαρίσματα, τοῖς προστρέχουσι, αὐτῇ Γεώργιε πίστει, καὶ δοξάζουσι, καὶ προσκυνοῦσιν ἐν πόθῳ, τὴν θείαν σου λάρνακα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστάτην πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἑξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.




Τὸ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος...
Στίχ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον· τοῦ Ὄρθρου τῆς 23ης Ἀπριλίου.
Εἶτα ὁ Ν´.
Δόξα: Ταῖς του Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμων, Ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ Ἐκκλησία , τοῦ Θεοῦ, ἀγαλλομένη ἑορτάζει, τὴν τῶν σεπτῶν σου λειψάνων ἀνάδειξιν, καὶ ἱερὰν αὐτῶν κατάθεσιν, Μεγαλομάρτυς Γεώργιε· φύλαξ γὰρ αὐτῆς, καὶ πρόμαχος ὤφθης, καὶ προστάτης θερμότατος. Πρέσβευε οὖν, δεόμεθα Κυρίῳ, πάσης ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ἀεὶ ῥύεσθαι.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Τῶν λειψάνων σου τὴν κατάθεσιν πλέκω. Νικόδημου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν ἑλλάμπρυνον, τῇ φωταυγείᾳ τοῦ Πνεύματος, παμμάκαρ Γεώργιε, καὶ πλῆσον χάριτος, νῦν τὸν λόγον μου, ὅπως σου τῶν λειψάνων, τὴν σεπτὴν κατάθεσιν, μέλψω γηθόμενος.
ς ἥλιος πάμφωτος, ὑπὸ γῆν ἔδυς Γεώργιε, διὰ τῆς ἀθλήσεως, τὸ πρῴην ἔνδοξε, νῦν δ’ ἀνέτειλας, αὔθις Τροπαιοφόρε, διὰ τῶν λειψάνων σου, τῆς ἀναδείξεως.
Νέον ἔαρ ἅπασιν, ἐν μετοπώρῳ ἐξέλαμψεν, ἡ μνήμη λειψάνων σου, τῆς καταθέσεως, καὶ ἐνέπλησεν, ἀῤῥήτου εὐωδίας, ψυχὰς τῶν τιμώντων σε, Μάρτυς Γεώργιε.
Θεοτοκίον.
Λυχνία χρυσήλατος, ἐδείχθης μόνη Πανάμωμε, ἑπτὰ λύχνους ἔχουσα, χάριτας Πνεύματος, καὶ λαμπάδιον, Χριστὸν φέρουσα μέσον, καὶ ἕξ καλαμίσκους δέ, τὴν τελειότητα.













ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
φάνη ὁ τάφος σου Στρατάρχα, Γεώργιε ἤδη ἀνοίγεις, οὐ τάφος λιπὼν ὄσφρησιν, παράδεισος δὲ εὔχαρις, εὐωδιάζων ἅπαντας, πνευματικαῖς διαδόσεσι.
δοὺ εὐωδία γλυκύτατη, ἰδοὺ εὐωδία μυστική, ἰδοὺ ὀσμὴ οὐράνιος, τῆς κόνεως ἐξέρχεται, Γεωργίου τοῦ Μάρτυρος· δεῦτε αὐτῆς ἀπολαύσωμεν.
Ψαύσωμεν προσάψωμεν καρδίας, καὶ χείλη καὶ ὄμματα πιστοί, καὶ συνεχῶς φιλήσωμεν, τὰ λείψανα τοῦ Μάρτυρος, χάριν ἀπαρυόμενοι, τὴν ἐξ αὐτῶν ἀναβλύζουσαν.
Θεοτοκίον.
σπόρως συνέλαβες Παρθένε, ἀκόπως ἐβάστασας Ἁγνή, ἀφθόρως δὲ ἐγέννησας, Θεὸν τὸν Ὑπερούσιον. Ὢ τέρατα παράδοξα! Τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;

Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Τὰ ἐγκαίνια τοῦ σοῦ, Μάρτυς, Γεώργιε ναοῦ, ἐορταζοντες σεπτῶς, καὶ τὴν κατάθεσιν ὅμου, τοῦ παναγίου λειψάνου σου καὶ ἀνάδειξιν, τρυγῶμεν ἐξ αὐτοῦ, χάριν καὶ ἔλεος, καὶ πόνων χαλεπῶν, τὴν ἀπολύτρωσιν, ὑμνολογοῦντες τοὺς θείους ἀγῶνάς σου, καὶ μετὰ πόθου κραυγάζοντες· Χριστὸν δυσώπει, τοὺς σὲ τιμῶντας, σῴζεσθαι πάσης θλίψεως.
Δόξα.
Τοῦ Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων διήλεγξας, καὶ τοὺς πιστοὺς θεόφρον, τῇ πίστει ἐστήριξας· ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἀθλοφόρε Γεώργιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.





ᾨδὴ δ΄. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ.
Νῦν ἡ θεία μὲν ψυχή σου, οὐρανὸν ἔχει οἴκημα, Γεώργιε Μάρτυς, σῶμα δὲ τὸ θεῖον σοῦ Ἅγιε, ἔχει ἀνάκτορον μέγα καὶ περίφημον, ὃν ἀνήγειραν, Ναὸν οἱ Λύδδης οἰκήτορες.
γλυκύτατον τοῖς πᾶσι, πρᾶγμα ἅμα καὶ ὄνομα, Γεώργιε Μάρτυς, ὦ ἡδὺ νοός μου μελέτημα, σοῦ τοῖς λειψάνοις ἐκ πόθου νῦν προσφύομαι, καὶ θεώμενος, ταῦτά σε βλέπειν φαντάζομαι.
Νάουσιν ἀθανασίας, ζωομύριστα νάματα, καὶ θαυμάτων ῥεῖθρα, ἐκ τῶν σῶν ὀστέων Γεώργιε, καὶ ἡ σορός σου ὁρᾶται κρήνη ἄφθονος, καταρδεύουσα, τοὺς τηκομένους τοῖς πάθεσι.
Θεοτοκίον.
Σὺ Παρθένε μόνη κλῆσιν, Θεοτόκε ἐπλούτησας, ὥσπερ ὁ Υἱός σου, τὸ Ἰεχωβὰ τετραγράμματον, τὸ ἀκοινώνητον κτίσει φρικτὸν ὄνομα· καὶ γὰρ τέτοκας, Θεὸν κυρίως Πανάχραντε.

ᾨδὴ ε´. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Μάρτυς Γεώργιος, ἡμᾶς συνεκαλέσατο, πάλιν ἑορτάσαι εὐφροσύνως, σεπτῶν λειψάνων αὐτοῦ κατάθεσιν, καὶ Θεὸν δοξάσαι τὸν αὐτοῦ, ἐν τοῖς θείοις μέλεσι, δοξασθέντα τὸ πρότερον.
πέρτερος δείκνυται, κατάρας τοῦ Προπάτορος, σήμερον Γεώργιος ὁ Μάρτυς, οὐ γὰρ ἀπῆλθεν εἰς γῆν ὡς γέγραπται, μένει δὲ ἀπρόσιτον φθορᾷ, καὶ μετὰ τὸν θάνατον, τὸ σεπτὸν αὐτοῦ λείψανον.
Τίς μὴ ἐπαινέσει σε; καὶ τίς μὴ μακαρίσει σε; Γεώργιε Μάρτυς τοῦ Κυρίου, ὃν ἡ Ἁγία Τριὰς ἐδόξασε, καὶ παρέσχε χάριν σοι βροτῶν, ἰᾶσθαι νοσήματα, τῇ προσψαύσει σῆς λάρνακος.
Θεοτοκίον.
Τριὰς οὐκ ἔλαβε, προσθήκην ὅλως Πάναγνε, μετὰ τὸν φρικώδη τοκετόν σου· ὁ γὰρ Υἱός σου Υἱὸς διέμεινε, καὶ μετὰ τὴν σάρκωσιν Θεοῦ, ἐν δυσὶ ταῖς φύσεσι, μίαν φέρων ὑπόστασιν.














ᾨδὴ ς´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ναὸς Γεωργίου τοῦ Μάρτυρος, σκηνὴ ὡς μαρτυρίου γνωρίζεται, ἐν ᾧ ἀποκεῖται, ὡς κιβωτὸς ἁγιάσματος, ἡ τῶν αὐτοῦ λειψάνων, θήκη πανίερος.
Κυκλοῦσι θείων λειψάνων σου, τὴν λάρνακα τὰ τάγματα ἅπαντα, βροτῶν Ἀγγέλων τε, Μεγαλομάρτυς Γεώργιε, καὶ ἱεροὶς ἐν ὕμνοις, σὲ μακαρίζουσι.
πὸ τῆς Ῥώμης μετήχθησαν, εἰς γῆν τῆς Παλαιστίνης σὰ λείψανα, ὥσπερ τὸ πρότερον, ἐκ τῆς Αἰγύπτου τὰ λείψανα, τοῦ Ἰωσὴφ εἰς ταύτην, μετεκομίσθησαν.
Θεοτοκίον.
Τοῦ πάντα κόσμον ποιήσαντος, τὸν μέγαν ἐν σμικρῷ κόσμον ἅπαντες, ἀνευφημήσωμεν, τὴν Θεοτόκον ἐν ᾄσμασι, τὸ θαυμαστὸν ἐν πόλῳ, καὶ γῇ τεράστιον.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι διά σου Χριστοῦ Ἀθλοφόρε, τῶν σκανδάλων τοῦ ἐχθροῦ καὶ πάσης θλίψεως, καὶ παντοίων συμφορῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς Γεώργιε.
Ὁ Οἶκος.
Μέγας ἐν προστασίαις, ἐπὶ γῆς ἀνεδείχθης, Γεώργιε Χριστοῦ Ἀθλοφόρε· τὸν γὰρ πιστὸν λαὸν εἰσαεί, περισκέπων σῴζεις ἐκ πάσης θλίψεως· διό σου τὴν ἀντίληψιν, κηρύττοντες ἀναβοῶμεν
Χαῖρε, ὁ ἥλιος ἐν τοῖς ἄστροις·
χαῖρε, ὁ μέγιστος ἐν τοῖς ἄθλοις.
Χαῖρε, αἰχμαλώτων ταχεῖα ἐκλύτρωσις·
χαῖρε, τῶν πασχόντων ὀξεῖα ἀντίληψις.
Χαῖρε, ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς·
χαῖρε, πλοῦτος τῶν ποθούντων σε καὶ ἐν πᾶσι βοηθός.
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος·
χαῖρε, ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος.
Χαῖρε, ἀστὴρ φωτίζων τοὺς πλέοντας·
χαῖρε , πρηστὴρ φλογίζων τοὺς δαίμονας.
Χαῖρε, εἰς ὃν πᾶς πιστὸς καταφεύγει·
χαῖρε, πρὸς ὃν πᾶσα γλῶσσα κραυγάζει.
Χαίροις, Μάρτυς Γεώργιε.






Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ.
Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς, καὶ θέσιν,
Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις
Οὗτος ὁ ἔνδοξος τοῦ Χριστοῦ Μεγαλομάρτυς Γεώργιος ἦν ἐν τοῖς χρόνοις Διοκλητιανοῦ, πρὸς πατρὸς μὲν Καππαδόκης, ἐκ μητρὸς δὲ Παλαιστῖνος. Ἀγωγῆς δὲ θείας καὶ φύσεως τυχὼν ἀγαθῆς καὶ ῥίζης εὐκλεοῦς, τῶν γεννητόρων ἄνωθεν εὐγενείᾳ καὶ εὐσεβείᾳ κεκοσμημένων, πρὸς πολέμους γέγονεν ἐπιτηδειότατος καὶ λαμπρότατος. Ὅθεν καὶ παρὰ Διοκλητιανοῦ, τῆς ἥβης τῷ τηνικάδε ἀρξάμενος, τριβοῦνος νουμέρου ἐπισημότατος, εἶτα καὶ κόμης διὰ τὸ ἀήττητον τῆς ἀνδρείας γνωρίζεται, λανθάνων τὸ μέχρι τοῦδε, ὅτι χριστιανὸς ἦν.
Εἰκοστὸν δὲ λοιπὸν τῆς ἡλικίας χρόνον ἀνύων, ὀρφανὸς ἀπὸ πατρὸς ἐγεγόνει, ἐν τοῖς τῆς εὐσεβείας ἀγῶσιν ἐκείνου τὸν βίον ἀπολιπόντος. Ἀπάρας δὲ τῆς Καππαδοκῶν σὺν τῇ μητρί, πρὸς Παλαιστίνην, ἐξ ἧς αὐτὴ ὥρμητο, μετοικίζεται· εἰς ἣν δῆτα γῆν κτήματά τε πολλὰ καὶ κλῆροι αὐτῷ ἐτύγχανον. Τῆς οὖν μητρὸς παρὰ τὸν καιρὸν τοῦτον τὰ τῇδε ἀλλαξαμένης, κατελείφθησαν αὐτῷ χρήματά τε καὶ περιουσία πραγμάτων πολλή· ἃ καὶ λαβών, σὺν πᾶσι καὶ τοῖς αὐτῷ προσοῦσι, πρὸς τὸν Διοκλητιανὸν παραγίνεται (πιθανῶς εἰς Ῥώμην), μείζονος ἀρχῆς τυχεῖν ἐφιέμενος. Ἐκ πρώτης δὲ ἑωρακὼς τὴν τοσαύτην αὐτοῦ κατὰ χριστιανῶν μανίαν, μηδὲ οἷός τε ὢν τοιαῦτα ὁρᾶν, βούλεται τέως, ἃ παρ᾿ ἑαυτῷ περιέφερε χρήματα, τοῖς πένησι διανεῖμαι, ἑαυτὸν δὲ ἐνώπιον Διοκλητιανοῦ καὶ πάσης τῆς Βουλῆς χριστιανὸν κηρύξαι· ὃ καὶ πεποίηκε. Ταχέως οὖν ταῦτα τοῖς πένησι διανείμας, τούς τε παῖδας ἐλευθερίᾳ τιμήσας καὶ περὶ τῶν ἀπόντων τὰ δοκοῦντα εἰκότως διαταξάμενος, τῇ τρίτῃ τῆς βουλῆς ἡμέρᾳ, (βουλὴ γὰρ ἦν αὐτοῖς, ὥς τε τοὺς χριστιανοὺς ἐκ μέσου ποιήσασθαι), αὐτόκλητος ἐν μέσῳ τῆς Βουλῆς παραγίνεται, ἐκεῖσε τότε καὶ τοῦ Διοκλητιανοῦτυγχάνοντος.
Λαμπρῶς οὖν τὸν Χριστὸν Θεόν τε καὶ Θεοῦ Υἱὸν ἀνακηρύξας, παῤῥησιάζεται τὴν εὐσέβειαν. Διὸ κρατηθείς, παντοίαις καὶ ἀμετρήτοις σχεδὸν βασάνοις ἐκδίδοται· κοντῷ γὰρ τὴν γαστέρα κεντᾶται· τροχῷ καὶ βουνεύροις πολλάκις προσομιλεῖ, καὶ λάκκῳ τιτάνου πλήρει ἐμβάλλεται. Ἀσινὴς δὲ ἐκ πάντων τῇ τοῦ Χριστοῦ χάριτι διατηρηθείς, τὴν ὁμόζυγον τοῦ Διοκλητιανοῦ Ἀλεξάνδραν, σὺν αὐτῇ δὲ καὶ Γλυκέριόν τινα, καὶ ἕτερον, Ἀθανάσιον τοὔνομα, τὸν μὲν ἐκ νεκρῶν ἀναστήσας, θατέρου δὲ τὸ κτῆνος ζωώσας, καὶ ἄπειρον, ἁπλῶς εἰπεῖν, πλῆθος ἀνθρώπων μετηγάγετο πρὸς Χριστόν, θαύματα παντοῖα τῇ Χριστοῦ ἐπικλήσει ἀπεργασάμενος.
Τούτων οὖν οὕτως ὑπ᾿ αὐτοῦ τελουμένων, σιδηροδέσμιος, Διοκλητιανοῦ προστάξει, πρὸς φρουρὰν ἄγεται. Τῇ δὲ νυκτὶ ἐκείνῃ, ὁ Χριστὸς αὐτῷ ἐν ὁράματι φαίνεται, εὐαγγελιζόμενος τὰ ἀποκείμενα αὐτῷ ἀγαθά. Ἔξυπνος οὖν γεγονώς, ἀσμένως ἐπηυχαρίστει τῷ Θεῷ, τόν τε δεσμοφύλακα ἠντιβόλει, συγχωρηθῆναι προσελθεῖν τὸν ἐξ ἔθους διακονοῦντα οἰκέτην. Ἐπινεύσαντος δὲ τοῦ δεσμοφύλακος, εἰσῆλθεν ὁ οἰκέτης· ἔξωθεν γὰρ τῆς φυλακῆς παραμένων ἦν, ὃς καὶ τὰ κατὰ τὸν Ἅγιον ὑπομνήματα σὺν ἀκριβείᾳ πάσῃ ἐξέθετο. Τὸν αὑτοῦ οὖν Δεσπότην ἐν τοῖς δεσμοῖς ἰδὼν καὶ προσκυνήσας, ἐπ᾿ ἐδάφους ἔκειτο κλαίων. Ἀναστήσας δὲ τοῦτον ὁ Ἅγιος, εὐθυμεῖν παρεκελεύετο, εἶτα καὶ τὸ ὅραμα διεσάφει· προσέτι δὲ καὶ ἐπέσκηπτεν αὐτῷ, μετὰ τὴν ἔξοδον αὐτοῦ, τό τε σῶμα αὐτοῦ καὶ τὴν πρὸς τῆς κατασχέσεως αὐτῷ ἐκτεθεῖσαν διάταξιν λαβεῖν καὶ πρὸς τὸν τῆς παροικίας αὐτοῦ οἶκον τὸν κατὰ Παλαιστίνην ἀπαίρειν, καὶ πάντων τῶν ἐν αὐτῇ γεγραμμένων, τοῦ τε θείου φόβου, μηδαμῶς τοῦτον ἀπολιπέσθαι. Τοῦ δὲ συνθεμένου, ἀπελύθη παρὰ τοῦ Ἁγίου.
Τῇ οὖν ἐπαύριον, ἀχθεὶς αὖθις ὁ Μάρτυς εἰς ἐξέτασιν, καὶ μὴ πεισθεὶς θῦσαι τῷ Ἀπόλλωνι, ἀλλὰ μᾶλλον τὰ ἐν τῷ ναῷ ξόανα οἱονεὶ χοῦν ἐκλεπτύνας, ὡς εἰκὸς δι᾿ εὐχῆς, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται. Ὁ μέν τοι θεράπων ἐκεῖνος, τὸ κομιδῆ τίμιον ἐκεῖνο σῶμα τοῦ Ἁγίου ἀναλαβόμενος σὺν τῇ αὐτοῦ διατάξει, εἰς Παλαιστίνην ἀπαίρει, ἔνθα τὸ μαρτυρικὸν ἐκεῖνο σκῆνος σὺν ἄλλοις χριστιανοῖς εὐλαβῶς πάνυ καὶ ἐντίμως κηδεύει, τά τε ἄλλα πάντα τὰ παρὰ τοῦ Ἁγίου διαταχθέντα αὐτῷ μετ᾿ εὐγνωμοσύνης πληροῖ.
Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῆς εὐσεβείας διαλαμψάσης καὶ Κωνσταντίνου τοῦ ἀοιδίμου μεγάλου βασιλέως καὶ ἰσαποστόλου τὴν βασιλείαν ὑποζωσαμένου, καιροῦ δραξάμενοι οἱ τῆς εὐσεβείας καὶ τοῦ Μάρτυρος ἐρασταί, ναὸν τῷ Ἁγίῳ χαριέστατον ἅμα καὶ κάλλιστον ἐν Λύδδῃ ἀνεγείρουσι· τό τε πολύαθλον καὶ ἅγιον ἐκεῖνο σῶμα τοῦ Μάρτυρος, ἐκ τοῦ ἀφανοῦς τόπου, οὗ ἔκειτο, ἀνελόμενοι, εἰς τοὐμφανὲς τὸ πολλοῦ πάνυ φωτός, καὶ πολλῷ πλέον ἐμφανείας ἐπάξιον, ἐν αὐτῷ φέροντες κατατιθέασι· καὶ δι᾿ αὐτοῦ τῷ τότε νεωστὶ παρ᾿ αὐτοῖς ἀνεγηγερμένῳ τῷδε ναῷ τὰ ἐγκαίνια ἄγουσι, τρίτην ἄγοντος τηνικάδε τοῦ Νεομβρίου μηνὸς ἡμέραν, ἀενάους κρουνοὺς θαυμάτων παρέχοντος τοῖς πιστῶς προσιοῦσιν αὐτῷ· δοξάζειν γὰρ οἶδε Θεὸς τοὺς αὐτὸν δοξάζοντας. Ἔκτοτε τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἐτησίως κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἀνακομιδὴν ἑορτάζει τῷ Μάρτυρι, εἰς δόξαν καὶ αἴνεσιν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν καὶ τοῦ αὐτοῦ Μεγαλομάρτυρος Γεωργίου.

Τῇ αὐτῇ ἡμέρᾳ , μνήμη τῶν ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσὴφ καὶ Ἀειθαλᾶ.
Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων·
Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.
Οὗτοι ὑπῆρχον ἐπὶ Σαβωρίου βασιλέως Περσῶν· καὶ συσχεθέντες, παρίστανται Ἀδραχοσχὰρ τῷ ἀρχιμαγείρῳ εἰς ἐξέτασιν. Καὶ εὐθέως ὁ ἅγιος Ἀκεψιμᾶς ῥάβδοις ῥοΐναις τύπτεται· ὁ δὲ ἅγιος Ἰωσὴφ τείνεται καὶ μαστίζεται, ὡς διαιρεθῆναι τὰς σάρκας αὐτοῦ μέχρι τῶν ὀστῶν, καὶ φρουρεῖται δεδεμένος. Ὁ δὲ ἅγιος Ἀειθαλᾶς, δεσμευθεὶς χερσὶ καὶ ποσὶν ὑπὸ τὰ γόνατα, ἐξαρθροῦται τὰς ἁρμονίας μαστιζόμενος καὶ τῇ εἱρκτῇ ἐγκλείεται. Μετὰ ταῦτα ὁ μὲν ἅγιος Ἀκεψιμᾶς ὑπὸ τριάκοντα τυφθεὶς στρατιωτῶν, τὴν ψυχὴν παρέδωκε· κατὰ κεφαλῆς δὲ ὁ Ἰωσὴφ κρεμασθείς, κατελεύσθη. Ὁ δὲ Ἀειθαλᾶς, ὑπὸ τεσσαράκοντα στρατιωτῶν ταθείς, κρεμᾶται καὶ αὐτὸς κατὰ κεφαλῆς, καὶ οὕτω τὸ πνεῦμα τῷ Κυρίῳ παρέδωκε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκεψιμᾶ.
Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις,
Ἀκεψιμᾶς μετῆλθεν ἔνθα μὴ πόνοι.
Οὗτος ἦν ἐπὶ Θεοδοσίου τοῦ Μεγάλου· ὃς ἐν οἰκίσκῳ καθείρξας ἑαυτόν, ἑξήκοντα διετέλεσεν ἔτη, μήτε ὁρώμενος μήτε φθεγγόμενος· ἀλλ᾿ εἰς ἑαυτὸν νεύων καὶ τὸν Θεὸν φανταζόμενος, πᾶσαν ἐκεῖθεν ψυχαγωγίαν ἐδέχετο. Τὸ δὲ ὄρυγμα οὐ δι᾿ ὅλου ἦν κατ᾿ εὐθὺ κατωρυγμένον, ἀλλ᾿ ἐγκάρσιον ἑλικοειδῶς κατεσκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο φακὸς διάβροχος ὕδατι. Ἅπαξ δὲ τῆς ἑβδομάδος, νύκτωρ ἐξιών, τὸ ἀρκοῦν ὕδωρ ἀπὸ τῆς πελαζούσης ἀνιμᾶτο πηγῆς, παρὰ μηδενὸς βλεπόμενος. Καὶ πολλῶν θαυμάτων γενόμενος αὐτουργὸς καὶ τὴν τοῦ πρεσβυτέρου ἀξίαν βίᾳ καταδεξάμενος, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας.
Δῶρον σὺ δωρῇ τῇ πόλει τῆς Ἀγκύρας,
Ὦ Θεόδωρε, ἐκ Θεοῦ τοῦ τῶν ὅλων.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων.
Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι,
Τετμημένοις τέσσαρσι συντετμημένη.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἠλίας ἐν εἰρήνῃ τελειοῦται.
Τῶν ἀρετῶν εἰς ἅρμα προβὰς Ἠλίας,
Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἐννέα Μάρτυρες ξίφει τελειοῦνται.
Ψυχαῖς ἀτρέπτοις χερσὶ τμηθέντες πλάνων,
Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι κη´ Μάρτυρες πυρὶ τελειοῦνται.
Φλέγουσιν ἄνδρας πέντες δὶς καὶ δὶς δύο,
Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Ἀχεμενίδου τοῦ Ὁμολογητοῦ.
Ἀχεμενίδης τὸν Θεὸν ποθῶν Λόγον
Δόξης ἀφειδεῖ πατρικῆς καὶ βασάνων.
Ἐν ταῖς ἡμέραις Ἰσδιγέρδου, τοῦ υἱοῦ Γοροράνη βασιλέως Περσῶν, γέγονέ τις ἀνὴρ θαυμαστός, Ἀχεμενίδης καλούμενος, υἱὸς ἐπάρχου τῆς πόλεως γεγονώς. Οὗτος, καταλείψας τὴν πατρικὴν θρησκείαν, ἐπίστευσεν εἰς τὸν Χριστόν. Τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ πολλὰ καμὼν τοῦ μεταβαλεῖν αὐτὸν εἰς τὴν προτέραν θρησκείαν, οὐκ ἠδυνήθη. Τότε γυμνώσας αὐτὸν τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων, ἔτι δὲ καὶ τῆς ἐσθῆτος, προσέταξεν αὐτὸν γυμνὸν ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους, διαζώματι χρώμενον μόνον. Πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ὁ βασιλεὺς τῆς στοᾶς, εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον ὑπὸ τῆς ἡλιακῆς καύσεως φλεγόμενον καὶ κόνεως οὐκ ὀλίγης ἔμπλεων· καὶ τῆς πατρῴας περιφανείας αὐτοῦ ἀναμνησθείς, ἀχθῆναι καὶ ἐνδύσασθαι χιτῶνα τοῦτον προσέταξεν. Εἶτα νομίσας ὑπὸ τοῦ προτέρου πόνου καὶ τῆς γενομένης αἰσχύνης αὐτὸν μαλακισθῆναι, φησὶ πρὸς αὐτόν· Νῦν γοῦν τῆς ἔριδος ἐκείνης ἀπαλλαγείς, ἀπόθου τοῦ τέκτονος τὸν Υἱόν. Ὁ δέ, ζήλου πλησθείς, διέῤῥηξέ τε τὸν χιτωνίσκον καὶ προσέῤῥιψεν ἐπειπών· Εἰ διὰ τοῦτόν με οἴει τῆς εὐσεβείας ἐκστῆναι, ἔχε τὸ δῶρον μετὰ τῆς ἀσεβείας. Ταύτην αὐτοῦ τὴν παῤῥησίαν ὁ βασιλεὺς θεασάμενος, γυμνὸν οὕτω τῶν βασιλείων ἐξήλασεν. Ὁ δέ, τὸν λοιπὸν τῆς ζωῆς αὐτοῦ χρόνον οὕτως εὐσεβῶς καὶ θεαρέστως διαβιώσας, ἐν εἰρήνῃ ἐκοιμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπολίτου (1797).
Γεώργιον ἔμψυχον Κυρίῳ ὤφθης,
Γεώργιε ὅσιε, τμηθεὶς τὴν κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἀνακομιδῆς τῆς τιμίας Κάρας τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀποστόλου τοῦ Νέου, ἐκ τῆς Κωνσταντινουπόλεως, εἰς τὸν Ἅγιον Λαυρέντιον Πηλίου ἐν ἔτει 1796
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.










ᾨδὴ ζ´. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.
ναστάσεως, μελλούσης τὴν λαμπρότητα, τῆς σῆς Γεώργιε, ἐξεικονίζει σαφῶς, ἡ νῦν τῶν λειψάνων σου, σεπτὴ ἀνάδειξις, ἥτις γέγονε, περιφανὴς καὶ ἔνδοξος, καὶ λαμπρὰς αἰτία μνήμης.
Θαῦμα μέγιστον, ὁρᾶται καὶ παράδοξον! πῶς τὰ ὀστέα σου, ὄντα ξηρὰ καὶ γυμνά, ἰάσεις Γεώργιε, βλύζουσι πάντοτε; θείας χάριτος. Ὄντως τὸ ἔργον πέφυκεν, ἀλλ᾿ οὑ φύσεως θνῃσκούσης.
πληρώθησαν, ἀτμῶν εὐόσμων ἔνδοξε, αἱ ἀτμοσφαῖραι ὁμοῦ, ἡ νοητὴ αἰσθητή, ὅτε ἠνεῴχθη σου, ὁ τάφος σήμερον, καὶ οἱ δαίμονες, ὡς σαρκοβόρα ὄρνεα, ἀπηλάθησαν αὐτίκα.
Θεοτοκίον.
Σοῦ Πανύμνητε, τῆς μεσιτείας ἄνευθεν, οὐδεὶς ἀνθρώπων ποτέ, ἔχει ἐλθεῖν πρὸς Θεόν, σὺ γὰρ μόνη γέγονας, καινὸν μεθόριος κτίστης φύσεως, καὶ τῆς ἀκτίστου Πάναγνε· ὢ πραγμάτων παραδόξων !

ᾨδὴ η΄. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
να σου ὁ Κύριος γνωρίσῃ, τὴν δόξαν ἥν ἔλαβες Γεώργιε, ἐν οὐρανῷ ἅπασι, καὶ τὴν παῤῥησίαν σου, τὴν πρὸς αὐτὸν ἀνέδειξε τὸ θεῖον σῶμά σου, ἀδάπανον ἐν γῇ ἰατρεῖον, ψυχῶν καὶ σωμάτων, παντοίων παθημάτων.
Νέὸς οὐρανός μοι καθοράται, Ναὸς ὁ ἐν Λύδδῃ σου Γεώργιε, ἐν ᾧ εἰσερχόμενος, βλέπω ὥσπερ ἥλιον, κροκοειδῆ λαμπρότατον τὸ θεῖον σῶμά σου, εἰκόνα σου καθάπερ σελήνην, καὶ ὡς φαιδρὰ ἄστρα, τὰ θαύματά σου Μάρτυς.
Πάλιν ὁ Γεώργιος ἐλέγχει, πάλιν στηλιτεύει ἀθεότητα, τῶν εἰδώλων ἅπασαν, ἐκ γῆς φανερούμενος, θανὼν γὰρ οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ πάντοτε, φθεγγόμενος καὶ ζῶν παραδόξως, δίκαιοι γὰρ ζῶσιν, εἰς ἅπαντα αἰῶνα.
Θεοτοκίον.
Λάμπων Γαβριὴλ ὁ θεῖος Νόος, λαμπρότητι ἀρχαγγελικῆ Θεόνυμφε, σοῦ τῇ ὑπὲρ Ἄγγελον, ἁγνείας λαμπρότητι, ἀντελλαμφθείς νενίκηται σὲ ἀσπαζόμενος, καὶ γέγονε βραχὺ ὥσπερ ἄστρον, κρυβὲν τῇ ἐλλάμψει, ἀνίσχοντος ἡλίου.










ᾨδὴ θ´. Ὁ Εἱρμός. Ἅπας γηγενής.
χεις παρ᾿ ἡμῶν, τὸ βραχὺ ἐφύμνιον τοῦτο Γεώργιε, ὡς εὐχαριστήριον, δῶρον ἀνθ᾿ ὧν περ τρέφεις ἑκάστοτε, θάλπεις φυλάττεις πάντοτε ἡμᾶς πρεσβείαις σου, ἐκ παντοίων, κινδύνων καὶ θλίψεων, οὓς ἐνταῦθα συνήγαγες Ἅγιε.
Κόνεως σεπτῆς, τῶν θείων λειψάνων σου Μάρτυς Γεώργιε, ποταμοὶ τετράριθμοι, εἰς τὰ τοῦ κόσμου τέσσαρα πέρατα, ὡς ἐξ Ἐδὲμ προέρχονται καὶ πελαγίζουσιν, ἰαμάτων, ἄφθονα χαρίσματα, καὶ ψυχῶν σωτηρίαν κομίζοντες.
σπερ τῆς ζωῆς, ἐν μέσῳ πεφύτευται ξύλον Γεώργιε, Παραδείσου πρότερον, οὕτω τὸ σῶμά σου τὸ νεκρόζωον, ἐν μέσῳ τεθησαύρισται τοῦ θειοτάτου ναοῦ, τοῦ ἐν Λύδδῃ, ἐξ οὗ ζωὴν δρέπομεν, καὶ καλῶν παγκαρπίαν ἀθάνατον.
Θεοτοκίον.
μνοις σὲ Ἁγνή, τιμῶ τὴν Πανύμνητον, ἥν ἡ ἐγκόσμιος, καὶ ἡ ὑπερκόσμιος, πνοὴ καὶ γλῶσσα πᾶσα γεραίρουσιν, ὡς τὸν Θεὸν γεννήσασαν τὸν Ὑπερύμνητον, ὃν ὑμνοῦσι, χιλιάδες χίλιαι, μυριάδες τε μύριοι Ἄγγελοι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἰδοὺ πάλιν ἐφέλκεται, πρὸς ἑαυτὴν ἡ εὔσημος, σοῦ ἑορτὴ Ἀθλοφόρε, τῶν φιλοχρίστων τὰ πλήθη, συνήθως ἀξιάγαστε, εὐεργετῆσαι, θέλουσα, Γεώργιε θεσπέσιε, γενναῖε Μάρτυς Κυρίου, ὀλοθρευτὰ τῶν δαιμόνων.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς ἥλιος ἐπέλαμψε, τῶν σεπτῶν σου λειψάνων, ἡ πάντιμος καταθεσες, γῆς τοῖς πέρασε πᾶσι, Γεώργιε Ἀθλοφόρε, διὸ λύσιν πταισμάτων, δίδου ἡμῖν τοῖς δούλοις σου, Στρατηλάτα Κυρίου τοῖς τὴν λαμπράν, καὶ φωσφόρον μνήμην σου ἐκτελοῦσιν, ἐν θεοκρότοις ᾄσμασι, παναοίδιμε Μάρτυς.
Θεοτοκίον.
Λόγου Θεοῦ Μητέρα σε, ἀνυμνοῦμεν σὺν πόθῳ, ἐν θεοπνεύστοις ᾄσμασι, Παναγία Παρθένε, οἱ διά σου σεσωσμένοι· νέμοις οὖν Θεοτόκε, τοῖς ἀναξίοις δούλοις σου, ἱλασμὸν καὶ εἰρήνην καὶ φωτισμόν· ὅσα γὰρ ἂν θέλῃς δύνασαι Κόρη, ὡς πάντων οὖσα Δέσποινα, προστασία τοῦ κόσμου.








ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Δεῦτε συστήματα ἅπαντα, φιλομαρτύρων φαιδρῶς, τῷ γενναίῳ ἐν Μάρτυσι, Γεωργίῳ ᾄσωμεν, θεοκρότητα ᾄσματα, καὶ τῶν λειψάνων αὐτοῦ τὴν λάρνακα, πίστει καὶ πόθῳ καταφιλήσωμεν, καὶ ἐκβοήσωμεν· Ἅγιε Γεώργιε, φρούρει ἡμᾶς, ἐκ παντοίας βλάβης τε, καὶ περιστάσεως.

Θεῖος θησαυρὸς κρυπτόμενος, πολυτελὴς ἐν τῇ γῇ, τὸ πολύαθλον σκῆνός σου, Ἀθλητὰ Γεώργιε, πεφανέρωται σήμερον, τῇ Ἐκκλησίᾳ Χριστοῦ καὶ δείκνυται, βλύζουσα κρήνη ῥεῖθρα ἰάσεων, πᾶσι τοῖς κάμνουσιν, ἐν ποικίλοις πάθεσι, καὶ σοῦ πιστῶς, μνήμην τὴν πανίερον, πανηγυρίζουσι.

Χαίροις εὐσεβείας ἔρεισμα· χαῖρε τῆς ἄνω ζωῆς, κληρονόμε ἀΐδιε· χαῖρε ἐγκαλλώπισμα, τῶν Μαρτύρων καὶ καύχημα· τροπαίων χαῖρε τὸ μέγα τρόπαιον· Τροπαιοφόρος καὶ γὰρ σο κέκλησαι, χαῖρε ἀντίληψις, τῶν προσκαλουμένων σε· χαῖρε γλυκύ, πρᾶγμά τε καὶ ὄνομα, πιστοῖς Γεώργιε.

Ἄλλον οὐρανὸν κατάστερον, τοῖς θαυμασίοις ὀρῷ, τὸν ναόν σου τὸν ἅγιον, ἐν ᾧ εἰσερχόμενος, ὡς λαμπρότατον ἥλιον, τῷ νοΐ βλέπω τὴν θείαν χάριν σου, καὶ ὡς σελήνην τὸ σὸν ὁμοίωμα. Ὅθεν σου δέομαι· τὴν ψυχήν μου κόσμησον, τὴν σὲ ᾠδαῖς, κοσμοῦσαν καὶ πρέσβευε, Χριστῷ σωθῆναι ἡμᾶς.

Δόξα. Ἦχος δ΄.
Ἡ ἁγιαστικὴ τοῦ Πνεύματος χάρις, διὰ τοῦ μαρτυρίου, ὅλον σε σώματι καὶ ψυχῇ, ναὸν αὐτῆς ἐργασαμένη πανάγιον, καὶ ἐν τῷ χωρισμῷ τούτων, ἀχώριστος αὕτη, ἑκατέρων μεμένηκεν, ὥσπερ οὐδὲ ἐν τῷ τριημέρῳ του Κυρίου θανάτῳ, τῆς σαρκὸς καὶ τῆς ψυχῆς, ἡ Θεότης κεχώρισται. Ὅθεν, τὴν μὲν ψυχήν σου ἐν οὐρανοῖς, μακαρίαν εἰργάσατο, τὸ δὲ σῶμά σου ἐν γῇ, εὐωδίας ἄῤῥητου πηγήν, καὶ θαυμάτων ἀνέδειξεν, οὗ νῦν τὴν κατάθεσιν ἑορτάζοντες, πιστῶς ἐκβοῶμέν σοι· Πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ Γεώργιε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πλῆρες εὐωδίας ἁγιασμοῦ, δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς, τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ, ἀρωμάτιζον κόσμῳ, θαυμάτων χάριτας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου