ΝΟΕΜΒΡΙΟΣ Δ!!
ΙΩΑΝΝΗΣ ΒΑΤΑΤΖΗΣ ΕΛΕΗΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἁγ.
Νικοδήμου Ἁγιορείτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων
συστήματα, πανταχόθεν συνδράμετε, καὶ τρυφὴν τρυφήσατε ἀδιάῤῥευστον, βασιλικὴν
ἑορτάζοντες, πανήγυριν σήμερον· βασιλεὺς καὶ γὰρ ἡμῶν, ἑστιάτωρ γεγένηται,
παραθέμενος, ὡς βασίλειον τράπεζαν πλουσίαν, τὰς αὐτοῦ ἀνδραγαθίας, καὶ δωρεὰς τὰς τοῦ Πνεύματος.
Ἴδε
ἄναξ θεόστεπτος, ἴδε λάρναξ πανσέβαστος, ἴδε πῶς ὁλόσωμος καὶ φαιδρότατος, καὶ
εὐωδέστατος σήμερον, ἐνδείκνυται ἅπασιν, ὁ ἡμῶν δουκοφυής, βασιλεὺς καὶ
τρισμέγιστος κατ’ ἀμφότερον, εὐεργέτης προστάτης καὶ θεράπων, Ἰωάννης ὁ
Βατάτζης, ὁ τοῦ ἐλέους ἐπώνυμος.
Μαγνησία
περίδοξε, λαμπρὰ πόλις βασίλεια, χαῖρε σκίρτα χόρευε θείῳ Πνεύματι, τὸν βασιλέα
σου βλέπουσα, Βατάτζην τὸν ἔνδοξον, ἐστεμμένον ἀληθῶς, θείᾳ δόξῃ καὶ χάριτι,
καὶ τοῖς κάλλεσιν, ἀφθαρσίας ἀστράπτοντα καὶ ὕμνοις, ἐξ Ἀγγέλων καὶ ἀνθρώπων,
μεγαλυνόμενον σήμερον.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις
ὑμνωδιῶν κάλλεσιν, εὐφημήσωμεν τὸν Ἰωάννην, τὸν διὰ Θεὸν βασιλεύσαντα, γένους
τῶν Ῥωμαίων σοφώτατα, τὸν λαμπρὸν Χριστοῦ τὸν ἀριστέα, τὸ μέγα, τὸν βασιλέων
σεμνολόγημα, καὶ πάντων Χριστιανῶν τὸ ἀγαλλίαμα, τῆς Μαγνησίας τὸ κλέος καὶ
ἡμῶν τὴν δόξαν, τὸν δι’ οὗ ὀφρὺν ἀσεβῶν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα
ἔλεος.
Ποίοις
νικητικοῖς ἔπεσιν, ἐπαινέσωμεν τὸν Ἰωάννην, τὸν Χριστοῦ ὁπλίτην ἀήττητον, καὶ
παγκρατιάρχην τὸν ἄριστον, μονομάχον θεῖον τοῦ Σωτῆρος, τὸν πλάνην τὴν ἐκ τῆς
Ἄγαρ καταστρέψαντα, καὶ πάσας ἀνδρειοφρόνως τροπωσάμενον, τὰς νοητὰς ἐξουσίας,
καὶ ἀρχὰς τοῦ σκότους, τὸν δι’ οὗ ὀφρὺς σοβαροῦ Κοῤῥάδου νενίκηται, καὶ εἰς τέλος
καταβέβληται.
Ποίοις
μελῳδικοῖς ἄνθεσι, στεφανώσωμεν τὸν Ἰωάννην, τὸν ἐν οὐρανοῖς νῦν σκηνώσαντα,
καὶ χοροῖς ἀεὶ συγχορεύοντα, τῶν Ἀγγέλων πάντων, Ἀρχαγγέλων, τὸν θρόνῳ τοῦ
Βασιλέως παριστάμενον, καὶ δόξης αἰωνιζούσης ἀπολαύοντα, τῶν Ἀποστόλων τοῖς
δήμοις, καὶ Ἁγίων πάντων, τὸν συμψάλλοντα ἐν χαρᾷ, καὶ ἀεὶ δοξάζοντα, τὴν
Τριάδα τὴν ὁμοούσιον.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἐξέλαμψεν, ὑπὲρ τὰς ἡλιακὰς μαρμαρυγάς, ἡ μνήμη τοῦ Ἁγίου βασιλέως, Ἰωάννου τοῦ
Ἐλεήμονος, καὶ τῆς μεγαλοπόλεως ταύτης Μαγνησίας, πολιούχου καὶ κηδεμόνος.
Δεῦτε οὖν φιλέορτοι, τὰ ἄνθη τῶν ᾀσμάτων δρεψάμενοι, τὴν κορυφὴν αὐτοῦ
στεφανώσωμεν, λέγοντες· χαίροις, ὀ τὰ σκῆπτρα τῆς βασιλείας, διὰ παραδόξου
νίκης, θεόθεν δεξάμενος· χαίροις, ὁ τὸ παγκόσμιον σκάφος καλῶς κυβερνήσας, καὶ
τῶν θείων ἐντολῶν φύλαξ δειχθεὶς
ἀκριβέστατος· χαίροις, ὁ μετὰ θάνατον ἄφθονος πηγὴ ἀναφανείς, τῶν θαυμάτων καὶ
ἰαμάτων· καὶ νῦν ἐν οὐρανοῖς, τῷ Βασιλεῖ τοῦ παντός, ὡς βασιλεὺς παριστάμενος,
πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Βασιλειῶν
Γ΄ τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 22-27)
Ἔστη
Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης Ἐκκλησίας Ἰσραήλ,
καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ,
οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς καὶ ὁ
οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ
ὀνόματί σου; Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς
προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχηται ἐνώπιόν σου πρὸς σὲ σήμερον, τοῦ εἶναι
τοὺς ὀφθλαμούς ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν
τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς
προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ
τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν
τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ, καὶ
ποιήσεις καὶ ἵλεως ἔσῃ αὐτοῖς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἡ πόλις Μαγνησία,
εὐφροσύνην τὴν ἐν Θεῷ· ἀποδύσαι τὸν πενθήρη χιτῶνα, καὶ ἔνδυσαι τῆς ἀγαλλιάσεως
τὸ ἱμάτιον· ἰδοὺ γὰρ κατέχεις ἐν κόλποις σου, ὡς θησαυρὸν πολυτίμητον, τοῦ σοῦ
πολιούχου βασιλέως Ἰωάννου, τὸ ἱερώτατον λείψανον, ἅπαντα διασῶζον τὰ τῆς
ἁγιότητος σήμαντρα, τὸ ἀδιάλυτον τῶν ἁρμονιῶν, τὴν ἄῤῥητον εὐωδίαν, καὶ τὰς τῶν
θαυμάτων ἐνεργείας, ποταμηδὸν ἐκχεομένας τοῖς χρήζουσι· καὶ εὐχαρίστως τῷ
Σωτῆρι ἀναβόησον· μεγαλυνθήτω ἡ δόξα Σου Κύριε, ἀποδόντος τοῖς τέκνοις μου τὸν
φιλόστοργον πατέρα, δι’ οὗ ἐκ παντοίας περιστάσεως ἀνεπηρέαστος διασώζομαι, καὶ
τὸ μέγα σου κομίζομαι ἔλεος.
Ἦχος β΄.
Ἰωάννη θεόστεπτε, τῆς
Ἀνατολικῆς Ἐκκλησίας ἡ δόξα, τῶν βασιλέων ἡ τρυφή, καὶ τοῦ Ῥωμαϊκοῦ γένους τὸ
σεμνολόγημα· σὺ τὴν ἐλπίδα ἔχων ἐπὶ μόνον τὸν Κύριον, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ
θαῤῥῶν, τοὺς ἐν ἅρμασι καὶ ἵπποις πεποιθότας ἐνίκησας· ὅθεν Κόῤῥαδον μὲν τὸν
Λατινόφρονα, τῇ ἱππηλασίᾳ καὶ τῷ δόρατι σεμνυνόμενον, κατὰ στέρνα βαλὼν
καταβέβληκας· Ἀζατίνην δέ, τὸν δυσσεβῆ καὶ ἀλαζόνα, μονομαχήσας ἐνίκησας. Καὶ
λαμπρὰ κατὰ τῶν πολεμίων ἀναστήσας τὰ τρόπαια, τῷ σὲ ἐνισχύσαντι Θεῷ, τὰς
εὐχαριστίας, ὡς εὐγνώμων δοῦλος ἀπέδωκας· ᾧ καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
ᾌσωμεν λαοί, τῷ βασιλεῖ
ἡμῶν Ἰωάννῃ ᾄσωμεν· οὗτος γὰρ ἐν τῷ κόσμῳ κατὰ σῶμα ἀναστρεφόμενος, ἔξω τοῦ
κόσμου κατὰ πνεῦμα ὑπῆρχεν, ὑπερκόσμιος ταῖς θεοειδέσιν ἀρεταῖς γνωριζόμενος.
Ὅθεν πάσης ὑλικῆς προσπαθείας, τὴν καρδίαν ἀποκαθάρας, φωνῆς θείας αὐτήκοος
γέγονεν ὁ τρισόλβιος, μηδενὸς ἄλλου τῶν συμπαρισταμένων ἀρχιερέων, καὶ ἀρχόντων
τοῦ λαοῦ, ταύτης ἐνωτισθέντος· μόνοις γὰρ ταῦτα τοῖς καθαροῖς τὴν καρδίαν
ἀνακαλύπτεται, παρὰ τοῦ τῆς ἀποκαλύψεως Πνεύματος, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Κροτήσωμεν σήμερον οἱ
χριστώνυμοι, τὰ τοῦ Ἁγίου βασιλέως ἡμῶν Ἰωάννου πλεονεκτήματα· οὗτος γὰρ ἐξ
εὐγενοῦς ῥιζουχίας, ὄρπηξ βασιλέως ὡραιότητος ἐβλάστησε, καρποὺς δὲ προσήνεγκε
πνευματικούς, τὴν χρυσῆν σειρὰν τῶν θεουργῶν ἀρετῶν, τὴν σωτηρίαν τῶν Ἰουδαίων,
τῇ ἀμιμήτῳ πίστει δι’ αὐτοῦ προστεθέντων, καὶ πάντων τῶν λαῶν εὐθυτάτην
δικαιοσύνην. Ὅθεν ἔτι ζῶν, ὡς φοίνιξ ὑψίκομος, καὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ, καὶ
ὡς ἐλαία κατάκαρπος, πεφυτευμένος ὢν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε Δαβιτικῶς
μετὰ θάνατον, ἐν ταῖς οὐρανίαις αὐλαῖς τοῦ Κυρίου, κατάκαρπος τῇ ἀκηράτῳ δόξῃ
τῆς μακαριότητος, καὶ ἐκτενῶς δυσωπεῖ τὴν Τριάδα ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει
τελοῦντων αὐτοῦ τὸ μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ σεβαστὸς βασιλεύς,
καὶ ἐλεήμων Ἰωάννη μακάριε, ὁ πᾶσαν τὴν βασιλείαν, τὴν τῶν Ῥωμαίων σοφῶς,
διοικήσας ἄναξ θεοδόξαστε· παθῶν γὰρ τοῦ σώματος, βασιλεύσας ἀοίδιμε, βασιλεὺς
ὤφθης, ἀληθὴς καὶ φερώνυμος, παρ’ οὗ ἅπαντες, βασιλεῖς βασιλεύουσιν, ἄνωθεν
διοικούμενος· διὸ καὶ πρὸς ἄληκτον, νῦν μεταστὰς Βασιλείαν, τῷ Βασιλεῖ νῦν
παρίστασαι, Θεῷ εἰς αἰῶνας, ὑπὲρ πάντων ἱκετεύων, τῶν εὐφημούντων σε.
Στ.: Ὕψωσα ἐκλεκτὸν
ἐκ τοῦ λαοῦ μου.
Χαίροις, τῶν βασιλέων ἡμῶν,
ἄστρον λαμπρότατον Βατάτζη θεόστεπτε· τὸ κλέος τῶν Ὀρθοδόξων, τῶν ὀρφανῶν ὁ
πατήρ, τῶν χηρῶν προστάτης καὶ ὑπέρμαχος, τὸ τεῖχος τὸ ἄῤῥηκτον, Μαγνησίας τῆς
πόλεως· τῶν ἀσθενούντων, ἰατρὸς ὁ ἀδάπανος· τὸ πανέντιμον, ταμεῖον τῆς χάριτος·
κρήνη ἡ ἐννεάκρουνος, ἐλέους ἡ βλύζουσα, πᾶσιν ἀφθόνως τὰ ῥεῖθρα, τοῖς
πενομένοις καὶ χρήζουσι, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ.: Διὰ τοῦτο
ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου.
Χαίροις, ὁ παρεστὼς τῷ
Χριστῷ, τῷ αἰωνίῳ Βασιλεῖ ἄναξ κράτιστε, πορφύραν ἐνδεδυμένος, βασιλικὴν καὶ
λαμπράν, ἐλεημοσύνης τὸ ἱμάτιον· φαιδρῷ διαδήματι, κεφαλὴν ταινιούμενος, τῇ
εὐσεβείᾳ, ὁ Σταυροῦ τόπον πάντιμον, παθῶν νέκρωσιν, δεξιᾷ φέρων Ἅγιε· σκῆπτρον
δὲ ὡς βασίλειον, λαοῦ τὴν διοίκησιν, τὴν εὐθυτάτην κατέχων, τῇ εὐωνύμῳ σου
ἔνδοξε, Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, τῷ
τάφῳ τοῦ βασιλέως Ἰωάννου προσέλθωμεν, καὶ ἴδωμεν νοητῶς, θαῦμα φρικτὸν καὶ
παράδοξον, τοὺς ὅρους ὑπερβαῖνον τῆς φύσεως· τοῦ τάφου γὰρ ἀνοιγέντος, ἄῤῥητος
εὐωδία, σὺν ἡμῖν καὶ χάριτι, ἐξεπέμπετο, καὶ ὁ νεκρὸς τοῦ βασιλέως ὡράθη, οὐκ
εἰς ὀστέα λελυμένος, οὐ μέλας τὴν χρόαν, οὐ νεκρικὸν φέρων σύμβολον· ἀλλὰ
σύσσωμος ὅλος καὶ φαιδρός, ὡς ἐπὶ θρόνου βασιλικοῦ καθεζόμενος. Ὢ δόξης
οὐρανίου! ἧς περ ἠξίωται ὁ εὐλαβέστατος ἄναξ· καὶ νῦν πρεσβεύει ἀδιαλείπτως,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Τὸν λαμπρὸν βασιλέα καὶ
πιστῶν μέγα καύχημα, καὶ τῆς Μαγνησίας τὸ κλέος, Ἰωάννην τιμήσωμεν, ἐν ὕμνοις
καὶ ᾠδαῖς πνευματικαῖς, τὴν μνήμην ἐκτελοῦντες τὴν αὐτοῦ, ἵνα λάβωμεν πλουσίως
τὴν ἀμοιβήν, συμφώνως ἀνακράζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἥλιος λαμπρός, ὡς φαιδρὸς ἑωσφόρος, ἡ μνήμη σου σοφέ, βασιλεῦ Ἰωάννη, ἡμῖν
πᾶσιν ἔλαμψε, καὶ εἰς αἴνεσιν ἤγειρε, τοῦ δοξάσαντος, Χριστοῦ ἐν γῇ καὶ ἐν
πόλῳ, καὶ σὲ δείξαντος, πηγὴν θαυμάτων πλουσίαν, τοῖς πόθῳ τιμῶσί σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον
ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν
ὑπεράγαθον, παροργίζοντας Κύριον· ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον,
ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς
παράδεισος φαιδρός, δένδροις παντοίοις τεθηλώς, σοῦ ὁ βίος ὁ λαμπρός, πᾶσιν
ἐδείχθη, βασιλεῦ, πεπυκασμένος ἐνθέοις ἔργοις καὶ λόγοις· διὸ καὶ ἐπευφραίνει
ταῖς χάρισι, μυρίζει νοητῶς τοὺς τελοῦντάς σου, τὴν σεβασμίαν μνήμην, Ἰωάννη,
καὶ σοὶ βοῶντας ἐκ πίστεως· μετάδος μάκαρ, τῶν ἀρετῶν σου καὶ ἡμῖν τοῖς ἱκέταις
σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τρικυμίαις
τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί Σε θερμῶς· μή με
παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα· πλήν Σου γὰρ ἄλλην
ἐλπίδα οὐ κέκτημαι· μὴ οὖν ἐχθροῖς ἐπίχαρμα, καὶ γέλως, ὁ πεποιθώς Σοι ὀφθείην·
καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τῶν πάντων Θεοῦ.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ
πληθὺς τῶν θαυμάτων ἄναξ τῶν σῶν, πάντα νοῦν καταπλήττει καὶ ἀκοήν, πῶς
ἀναστρεφόμενος, τοῖς ἐν κόσμῳ ἀοίδιμε, μεγίστην χάριν ἔσχες, θεόθεν πανεύφημε·
θεραπεύειν νόσους, ἰᾶσθαι παθήματα, πνεύματα τῆς πλάνης, ἀπελαύνων ἐκ πάντων,
τῶν πίστει καὶ πόθῳ σου, προστρεχόντων τῇ λάρνακι, Ἰωάννη μακάριε· πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ
συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ
τὸ σῶμα μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι,
τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μου
γενοῦ, καὶ προστάτις θερμότατος· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὕψωσα ἐκλεκτὸν
ἐκ τοῦ λαοῦ μου.
Στ.: Διὰ τοῦτο
ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ΙΔ΄, 31-35).
Εἶπεν
ὁ Κύριος· τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ
καθίσας πρῶτον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ
εἴκοσι χιλιάδων ἐρχομένων ἐπ’ αὐτόν; εἰ δὲ μήγε, ἔτι πόῤῥῳ αὐτοῦ ὄντος
πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην· οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται
πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν
δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετός
ἐστιν· ἔξω βάλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Δόξα: Ταῖς τοῦ θεοστέπτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ὁ Ν΄ ψαλμός.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον,
Ἰωάννης ὁ θεοστεφὴς βασιλεὺς καὶ ἐλεήμων, τὰ ἐπὶ γῆς καταλιπών, πρὸς οὐρανὸν
τὴν πορείαν πεποίηται, ἀντὶ τῆς ἐγκοσμίου βασιλείας, τὴν ὑπερκόσμιον
κληρωσάμενος, καὶ συνευφραίνεται μετὰ Κωνσταντίνου, τοῦ πρώτου τῶν Χριστιανῶν
βασιλέως, ὡς τοῖς ἐκείνου ἴχνεσιν κατὰ πάντα ἀκολουθήσας· καὶ νῦν τῷ θρόνῳ τοῦ
ἐπουρανίου Βασιλέως Χριστοῦ, ἀμέσως παρεστηκώς, καὶ θέσει Θεὸς χρηματίζων,
πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἐκτελούντων αὐτοῦ τὴν πανήγυριν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς,
ἄνευ τῶν Θεοτοκίων: Θείῳ Βατάτζῃ βασιλεῖ, ὕμνον πλέκω· ὁ Νικόδημος.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεὲ ὑπερούσιε, χάριν μοι
λόγου κατάπεμψον, καὶ ὄμματα φώτισον τῆς διανοίας μου, ὅπως μέλψω σου, τὸν
θεῖον βασιλέα, Ἰωάννην ᾄσμασι, τὸν ἐλεήμονα.
Ἐπέλαμψας σήμερον, καθάπερ
ἥλιος πάμφωτος, Βατάτζη θεόστεπτε, καὶ κατεφώτισας, ἡμᾶς ἅπαντας, τοὺς πόθῳ σε
τιμῶντας, καὶ πίστει τελοῦντάς σου, τὴν μνήμην ἔνδοξε.
Ἱκέσιον δέησιν, ἡ Μαγνησία
προσφέρει σοι, ἡ σὴ μεγαλόπολις, ἥνπερ ἠγάπησας, πάσης θλίψεως, καὶ βλάβης
ἀνωτέρας, πρεσβείαις σου ἔνδοξε, διαφυλάττεσθαι.
Ὡς μῆλον πανεύοσμον, ἐν
φθινοπώρῳ ἐπέφανεν, ἡ πάνσεπτος μνήμη σου, ἄναξ θεόστεπτε, καὶ κατηύφρανεν,
ἁπάντων τὰς καρδίας, καὶ κατευωδίασε, θείοις χαρίσμασιν.
Βασίλειον εὔκλειαν, τὴν ἐπὶ
γῆς σὺ λελόγισαι, ὡς ἄνθος εὐμάραντον, βασιλεῦ Ἅγιε, χαριτώνυμε· διὸ καὶ
Βασιλείαν, νῦν τὴν ἐπουράνιον ἐκληρονόμησας.
Θεοτοκίον.
Ὡς
Κάρμηλον πέφυκεν, ἡ κεφαλή Σου Θεόνυμφε, καὶ ταύτης αἱ παρειαί, πορφύρα πέφηνε,
καὶ ἐμπέπλησται αὕτη τῆς θείας δρόσου, Σολομὼν ὁ πάνσοφος, ὡς ᾀσματίζει Σοι.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀξίως ἐν γῇ καὶ ἐν τῷ πόλῳ,
σὲ ἄναξ ἐδόξασε Χριστός, ὡς τοῦτον προδοξάσαντα, διὰ τῆς πολιτείας σου· τοὺς
γὰρ Αὐτὸν δοξάζοντας, ἀντιδοξάζειν ὑπέσχετο.
Τῶν θείων συνίστορα
δογμάτων, ἐλέους τὴν ἄφθονον πηγήν, τὸ βασιλέων ἥδυσμα, καὶ Μαγνησίας καύχημα,
τὸν Ἰωάννην ἅπαντες, ἀξιοχρέως τιμήσωμεν.
Ἀστὴρ φαεινότατος ἐδείχθης,
ἀκτῖσι θαυμάτων δᾳδουχῶν, τοὺς σὲ πιστῶς γεραίροντας, Βατάτζη παναοίδιμε, καὶ
ἰαμάτων χάρισι, λύων παθῶν τὴν σκοτόμαιναν.
Τὸ ἔμψυχον χάριτος ταμεῖον,
ὁ οἶκος ἀγάπης τῆς διπλῆς, τῶν ἀρετῶν τὸ τέμενος, ἀνδρείας τὸ θησαύρισμα, ὁ
Ἰωάννης σήμερον, ὁ βασιλεὺς ευφημείσθω μοι.
Ζῇς ἄναξ θεόστεπτε, ζῇ
πάλιν καὶ γάρ σου τὸ σῶμα τὸ σεπτόν, καὶ ζῶν ὡράθη ἔνδοξε, εὐωδιάζον ἅπαντας,
θαύματα ἐργαζόμενον, καὶ ῥεῖθρα βλύζον ἰάσεων.
Θεοτοκίον.
Οἱ
Σοὶ ὀφθαλμοὶ Παρθενομῆτορ, ἐδείχθησαν ὡς περιστεραί, αἱ λελουμέναι γάλακτι, καὶ
λίμναι ὡς λαμπρόταται, δι’ ὧν περ ἐκαρδίωσας, Κόρης τῆς δόξης τὸν Κύριον.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ
σορὸς τῶν λειψάνων σου βασιλεῦ, ἰατρεῖον ὑπάρχει πνευματικόν, ὕδωρ ἀλεξίμορον,
ἀμβροσία φερέσβιος, ἀρωμάτων κῆπος, μυρίπνους παραδείσος, κολυμβήθρα θεία, τὰ
θαύματα βλύζουσα, Σιλωὰμ ἡ κρήνη, νάρδος κρόκον καὶ μύρον, φρέαρ ζῶντος ὕδατος,
ἐκ Λιβάνου προῤῥέοντος. Διὰ τοῦτο βοῶμέν σοι· χάρισαι ἡμῖν, σεβαστὲ Ἰωάννη,
τούτων τὰς ποιότητας, τοῖς μετὰ πόθου τιμῶσι, τὴν πάνσεπτον μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡλιόμορφον
ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, λαβὶς θεοχάρακτος, Ἡσαΐου
καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντος, σὺ τοῦ Ἀμὼς ὑπάρχεις,
λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου· Δανιὴλ δὲ τὸ ὄρος, πυξίον κροκόλευκον,
Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον
Σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡ σεπτή σου πολιτεία λαμπρὰ
πάντως γεγένηται, καὶ ἡ τελευτή σου, λαμπροτέρα μάκαρ καθέστηκε, λαμπρὰ δὲ
πάλιν ὑπάρχει καὶ ἡ μνήμη σου· διὸ ἅπαντες, λαμπρῶς αὐτὴν ἑορτάζομεν.
Βασιλεὺς ὄντως ἐδείχθης,
ἀληθής τε καὶ νόμιμος, Ἰωάννη θεῖε, βάσις γὰρ λαοῦ ἐχρημάτισας, καὶ πρὸς λιμένα
σωτήριον καὶ εὔδιον, τὸ παγκόσμιον σκάφος, παμμάκαρ κατηύθυνας.
Ἀπὸ πάσης ἐπηρείας, καὶ
ἀνάγκης καὶ θλίψεως, ἐξελοῦ με μάκαρ, ὁρατῶν ἐχθρῶν ἀοράτων τε, ἡ Μαγνησία βοᾷ
σοι χαριτώνυμε, ἧς περ γέγονας, καὶ πολιοῦχος καὶ πρόμαχος.
Σύ μοι πρόστηθι ἐν βίῳ,
βασιλεῦ τῷ ἱκέτῃ σου, σὺ ψυχοῤῥαγοῦντι, βοηθός μοι φάνηθι ἔνδοξε, σὺ κρινομένῳ
παράστηθι καὶ ῥῦσαί με, ταῖς πρεσβείαις σου, τῆς αἰωνίου κολάσεως.
Ἱλεούμενος μὴ παύσῃ, τὸν
Σωτῆρα καὶ Κύριον, Ἰωάννη ἄναξ, ὑπὲρ τοῦ ῥυσθῆναι τὴν ποίμνην σου, αἰχμαλωσίας
βαρείας, ᾗ ὑπέπεσεν, ἀθλιώτατα, διὰ πληθὺν παραπτώσεων.
Λαμπτὴρ μὲν τῶν Ὀρθοδόξων,
τηλαυγέστατος γέγονας, τῶν δὲ κακοδόξων, φλογερὸς πρηστὴρ ἐχρημάτισας, ἐκείνων
μὲν καταυγάζων τὴν διάνοιαν, τούτων δέ, καταφλέγων ἐνδίκως τὰ πρόσωπα.
Θεοτοκίον.
Ὦτά
Σου τὰ θεῖα Παρθένε, τῆς φωνῆς ἦν ἀκούοντα, πάντοτε προθύμως, τοῦ ἀδελφιδοῦ Σου
ὡς γέγραπται, ὅτι φωνὴ ἦν ἡδεῖα τούτου πάναγνε, καταθέλγουσα, ψυχὴν ὁμοῦ καὶ
καρδίαν Σου.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐφάνης θεόστεπτε, ἄνθρωπος
ὑπὲρ ἄνθρωπον, ὅτι ἐν τῷ κόσμῳ διατρίβων, ἔξω τοῦ κόσμου ὑπῆρχες ἔνδοξε, πάντων
ἀπροσπάθειαν πλουτῶν τῶν τοῦ κόσμου Ἅγιε, ὅπερ σπάνιον εὕρηται.
Ἰδού σοι χριστώνυμε, λαὲ
Θεοῦ ἐπέφανεν, ὁ σὸς βασιλεύς τε καὶ προστάτης, ἐπευλογῶν σε ἐπὶ τῇ μνήμῃ
αὐτοῦ, καὶ τῶν θαυμάτων ἀστραπαῖς λύων τὴν σκοτόμαιναν, τῶν παθῶν σου καὶ
θλίψεων.
Ὑψώθης θεόστεπτε, Βάταζη
γενναιότατε, κατὰ τῶν ἐθνῶν τῶν ἐναντίων, καὶ νίκην ἦρας καὶ λαμπρὰ τρόπαια,
ἔχων συμμαχοῦντά σοι ἀεί, τὸν τῆς δόξης Κύριον, καὶ Δεσπότην τοῦ σύμπαντος.
Μονήν σου τὴν πάντιμον, τὴν
τῶν Σωσάνδρων ἔδειξας, κρήνην πολυχεύμονα θαυμάτων, καὶ ἰαμάτων πηγὴν ἀκένωτον,
ἄλλην Σολομώντειον στοάν, πλῆθος θεραπεύουσα, ἀσθενούντων ἑκάστοτε.
Θεοτοκίον.
Μυκτήρ
Σου πανάμωμε, πύργος Λιβάνου γέγονε, Δαμασκοῦ τὸ πρόσωπον σκοπεύων, τῆς
ἐναντίας ἀεὶ δυνάμεως, καὶ ὀσμὴ ῥινός Σου ἀληθῶς, κόσμον εὐωδίασεν, ὥσπερ μῆλα
πανεύοσμα.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ναὸς ὑπάρχων τῆς χάριτος,
ναοῦ Θεοῦ δομήτωρ γεγένησαι, Βατάτζη ἔνδοξε, ἐν ᾧ σὸν θεῖον λείψανον, πηγάζει
ἰαμάτων, ἄφθονα νάματα.
Ὁ βασιλεὺς ὁ ποθούμενος,
Βατάτζης ἑορτάζεται σήμερον, δεῦτε οἰκήτορες, τῆς Μαγνησίας τελέσατε, λαμπρῶς
αὐτοῦ τὴν μνήμην, ἐν θείοις ᾄσμασιν.
Νικῶσιν νοῦν καὶ διάνοιαν,
καὶ λόγον ἀγαθὰ ὧν ἀπήλαυσας, ἄναξ φιλόχριστε· ἃ ὀφθαλμὸς γὰρ οὐκ ἔβλεψε, καὶ
οὖς οὐκ ἐνωτίσθη, ἐκληρονόμησας.
Πατὴρ φιλόστοργος γέγονας,
χηρῶν καὶ ὀρφανῶν χαριτώνυμε, βασιλεῦ Ἅγιε, τῶν θλιβομένων παρήγορος, καὶ
περιστατουμένων, ῥύστης ὀξύτατος.
Θεοτοκίον.
Ὡς
ῥοδιᾶς λέπυρον μῆλά Σου, ὡς μέλι τε καὶ γάλα ἡ γλῶσσά Σου, καὶ ὥσπερ κόκκινον,
σπαρτίον χείλη Σου γέγονε, καὶ λαλιά Σου Κόρη, ὡραία πέφυκεν.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰωάννης
σήμερον, ὁ θεῖος ἄναξ, βασιλείαν πρόσκαιρον, καταλιπὼν τὴν ἐπὶ γῆς, πρὸς
Βασιλείαν οὐράνιον, καὶ αἰωνίαν ἀπῆρε γηθόμενος.
Ὁ
Οἶκος.
Ὁ
πρὶν τῆς γενέσεως αὐτῶν Κύριος, προγνοὺς τὸ τῆς ψυχῆς εὐγενές, τὸ εὐθὲς τῆς καρδίας
καὶ τὸ πρὸς ἀγαθὸν ἐπιῤῥεπὲς τῆς προαιρέσεως, ἐξελέξατο εἶναι βασιλέα πιστῶν
Ἰωάννην Βατάτζην, τὸν τῆς ἐλεημοσύνης ἐπώνυμον καὶ πολλοῖς αὐτὸν χαρίσμασι
κατακοσμήσας, ἐν οὐρανῷ, καὶ ζῶντα καὶ μετὰ θάνατον πηγὴν θαυμάτων, καὶ κρήνην
τῶν ἰαμάτων ἀνέδειξεν, ὥστε καὶ τὸ ἱερὸν αὐτοῦ λείψανον πᾶσι τοῖς ἀσθενοῦσιν
ἀναβλύζει τὰς ἰάσεις, καὶ τὰ τῆς πλάνης πνεύματα ἀπελαύνειν. Εὐθαρσῶς γὰρ καὶ
ἀνδρείως ἐν Χριστῷ τῷ Θεῷ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, πρὸς
Βασιλείαν οὐράνιον καὶ αἰωνίαν ἀπῆρε γηθόμενος.
Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἀγίου
Ἰωάννου τοῦ Βατάτζη, τοῦ ἐλεήμονος βασιλέως
Ἔχει,
Ἰωάννη, σὲ οὐρανοῦ δόμος,
μολόντα
Κωνσταντῖνον ὡς πάλαι μέγαν.
Λῆξιν
Ἰωάννην πρὸς ἀκήρατον ἦλθε τετάρτη
Οὗτος, πατρίδα μὲν εἶχε τὴν
μεγαλόπολιν Ἀδριανούπολιν, προγόνους δὲ τοὺς πρώτους τῆς βασιλικῆς Συγκλήτου,
διότι ὁ πάππος αὐτοῦ, Κωνσταντῖνος ὁ Βατάτζης λεγόμενος, ἦτο στρατοπεδάρχης τοῦ
βασιλέως Μανουὴλ τοῦ Κομνηνοῦ, ἐν ἔτει 1143. Ἀφ’ οὗ δὲ ἀπέθανον οἱ γονεῖς τοῦ
βασιλέως τούτου, ἔμεινε πολὺς πλοῦτος εἰς αὐτόν, τὸν ὁποῖον διεμοίρασεν εἰς
πτωχοὺς καὶ ἐξώδευσεν εἰς ἀφιερώματα θείων ναῶν καὶ ἐκκλησιῶν. Ἔπειτα ὑπῆγεν
εἰς τὸ ἐν Βιθυνίᾳ Νύμφαιον, ὅπου τότε ἦτο τὸ παλάτιον καὶ ἡ καθέδρα τῶν
βασιλέως τῆς Κωνσταντινουπόλεως. Ἐκεῖ δὲ εὗρε τὸν ἀπὸ πατρὸς θεῖόν του,
κληρικὸν ὄντα καὶ ἱερωμένον, πλησίον εἰς τὸν βασιλέα Θεόδωρον τὸν Λάσκαριν, τὸν
ἐν ἔτει 1206 βασιλεύσαντα. Μὲ τὸ μέσον λοιπὸν τοῦ θείου του ἔγινε φίλος μὲ τὸν
βασιλέα, δὲν ὑπερηφανεύετο ὅμως διὰ τὴν φιλίαν ταύτην, ἀλλὰ ταπεινῶς εἰς ὅλους
ἐφέρετο· ὅθεν καὶ ἀπὸ ὅλους ἠγαπᾶτο, ἦθος ἔχων σεμνόν, ζωὴν σώφρονα, ὄμμα
ἱλαρόν. Ἦτον εὐκολοπλησίαστος εἰς ὅλους, πρᾷος, ἄκακος, γαληνὸς καὶ
διαλεγόμενος εἰς ὅλους μὲ πρόσωπον ἥμερον· λοιπὸν διὰ τὰς ἀρετάς του ταύτας
ἔλαβεν εἰς γυναῖκά του τὴν θυγατέρα τοῦ βασιλέως, Εἰρήνην ὀνομαζομένην, μετὰ
ἀπὸ μονομαχίαν μὲ τὸν Λατῖνον Κόῤῥαδον, τὸν καυχώμενον εἰς τὴν δύναμίν του, τὸν
ὁποῖον ἐνίκησεν εἰπών· Κύριε Ἰησοῦ
Χριστέ, βοήθει μοι.
Ἀφ’ οὗ δὲ ὁ πενθερός του
βασιλεὺς Θεόδωρος ἀπέθανεν, ἔλαβε τὴν βασιλείαν ὁ Ἰωάννης ἐν ἔτει 1222. Καὶ
λοιπὸν ἦτον εἰς ὅλους τοὺς ἀδικουμένους προστάτης θερμότατος καὶ ἐδεικνύετο
στάθμη τῆς δικαιοσύνης. Μάλιστα δὲ ἐγνωρίζετο παρὰ πᾶσι ὅτι ἦτο πηγὴ τῆς
ἐλεημοσύνης, δι’ ὃ ἐξαιρέτως ἐπωνομάζετο ἐλεήμων. Ὁμοίως ἐγνωρίζετο τῆς
εὐσεβείας καὶ ὀρθοδόξου πίστεως ζηλωτής, διότι αὐτὸς ὁ ἀοίδιμος ἔγινεν αἴτιος
νὰ βαπτισθῇ εἰς τὸν καιρόν του τὸ γένος τῶν Ἰουδαίων. Καὶ ζῆλον ἔλαβεν εἰς τὴν
καρδίαν του διὰ νὰ ἑνώσῃ τὴν Ἀνατολικὴν Ἐκκλησίαν μετὰ τῆς Δυτικῆς, ἕνεκα τοῦ
ὁποίου πρέσβεις ἐστάλησαν ἀπὸ τὸν Γρηγόριον Θ΄ πάπαν Ῥώμης καὶ διάλεξις
συνεκροτήθη μεταξὺ Ἀνατολικῶν καὶ Δυτικῶν, Ἐξάρχου ὄντος τῆς διαλέξεως τοῦ τότε
πατριάρχου Κωνσταντινουπόλεως Γερμανοῦ τοῦ νέου. Καὶ ὅσον τὸ ἐπ’ αὐτῷ θὰ
ἐτελείωνε τὴν τοιαύτην ποθητὴν εἰρήνην, ἂν οἱ Δυτικοὶ ἤθελον στέρξει νὰ
σηκώκωσιν ἀπὸ τὸ σύμβολον τῆς πίστεως τὴν προσθήκην. Αὐτὸς ὁ ἐλεήμων βασιλεύς,
ἤκουσε νοερῶς καὶ θείαν φωνὴν ἐνηχθεῖσαν αὐτῷ καὶ λέγουσαν: Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος
πέπτωκεν, ὁ καταπεσὼν καὶ συντριβεὶς ἀνώρθωται. Ἀπὸ τὴν ὁποίαν
ἐνδυναμωθείς, κατέτροπωσε καὶ κατέσφαξε διὰ μονομαχίας τὸν μεγάλαυχον ἐκεῖνον
Σουλτάνον Ἀζατίνην ὀνόματι, ὁ ὁποῖος ἐπιδραμὼν ἀπὸ τὸ Ἰκόνιον ἐλεηλάτει τὰς
πόλεις ὅσαι εὑρίσκονται κατὰ τὸν ποταμὸν Μαίανδρον. Κυβερνήσας λοιπὸν θεοφιλῶς
τὸ σκάφος τῆς παγκοσμίου βασιλεία ςὁ τρισμακάριστος παρέδωκεν ἐν εἰρήνῃ τὴν
ψυχήν του εἰς χεῖρας Θεοῦ, χρόνων ὢν 72. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα ἐνεταφιάσθη
εἰς τὸ μοναστήριον τοῦ Σωτῆρος Χριστοῦ, τὸν ὁποῖον ἔκτισεν ὁ ἴδιος αὐτὸς
βασιλεὺς καὶ ἐπωνόμασεν αὐτὸ Σώσανδρα. Ὕστερον δὲ δι’ ἀποκαλύψεως τοῦ ἰδίου
βασιλέως μετεκομίσθη τὸ τούτου ἅγιον σῶμα εἰς τὴν πόλιν τῆς Μαγνησίας.
Θαῦμα δὲ μέγα ἐφάνη ὅτε
ἀνεκομίσθη ἐκ τοῦ τάφου τὸ τούτου ἅγιον λείψανον καὶ μετεκομίσθη εἰς τὴν
Μαγνησίαν, διότι, ὅτε ὁ τάφος ἠνοίχθη, καμμάι δυσώδης ἀποφορὰ δὲν ἐξῆλθεν ἀλλ’
εὐωδία καὶ χάρις μεμιγμένη μὲ ἡδονὴν καὶ γλυκύτητα, ὡς ἂν ἤθελεν ἀνοιχθῆ κῆπος
ἀρωματικὸς καὶ εὐώδης. Ὁ δὲ νεκρὸς ἐφάνη νὰ κάθεται ἐπάνω εἰς θρόνον βασιλικόν,
χωρὶς νὰ ἔχῃ κἀμμίαν λύσιν τῶν ἁρμῶν τοῦ σώματος, χωρὶς νὰ ἔχῃ κἀμμίαν μελανίαν
καὶ χωρίς τινα δυσωδίαν ἢ σημεῖον ἄλλο νεκρότητος. Ἀλλ’ ὁ πρὸ ἑπτὰ ἐτῶν
ἐνταφιασθεὶς ἐφαίνετο ὡς ζωντανός, ἔχων μὲν εἰς τὰ μέλη του τὸ φυσικὸν αὐτῶν
κίνημα, φέρων δὲ εἰς τὰς παρειὰς τοῦ προσώπου τὸ φυσικὸν αὐτῶν κόκκινον χρῶμα.
Ἀλλὰ καὶ αὐτὰ τὰ βασιλικὰ στρώματα τοῦ λειψάνου ἐφυλάχθησαν ἀδιάφθορα, ὡς ἂν
ἤθελαν ῥαφῆ σήμερον. Ἀὸ τότε δὲ καὶ ὕστερον ἐνήργει τὸ τίμιον λείψανον ἐν τῇ
Μαγνησίᾳ θαύματα πάμπολλα, ἰατρεῦον ἀσθενείας, διῶκον δαίμονας καὶ ἄλλα πάθη
θεραπεῦον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου
τοῦ Μεγάλου τοῦ ἐν Ὀλύμπῳ.
Τὸν Ἰωαννίκιον ἐκ γῆς
λαμβάνει
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἰερομαρτύρων· Νικάνδρου ἐπισκόπου Μύρων καὶ
Ἑρμαίου τοῦ πρεσβυτέρου.
Χριστὸν
ποθοῦντας ζῶντας Μάρτυρας δύω,
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Πορφύριος ὁ ἀπὸ μίμων, ξίφει
τελειοῦται.
Ὁ
Πορφύριος εὐστόλιστος ἐκ ξίφους,
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις
εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν
ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ
Mάτην
τί θρηνεῖς τὴν ὑβρίστριαν πόλιν,
ὦ των Προφητών πενθικώτατος πέλων;
ὦ των Προφητών πενθικώτατος πέλων;
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Γεωργίου Καρσλίδη, τοῦ ὁμολογητοῦ
Χριστοῦ
ἔδειξας σὴν ψυχὴν γεώργιον,
ἀγάπη
πιαινόμενον, Γεώργιε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ νηστευτοῦ τοῦ Ῥώσου.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἑορτάζει σου τὴν μνήμην τὴν πανίερον ἡ μεγαλόδοξος,
πόλις θεόφρον ἡ σή, Μαγνησία χαίρουσα, Βατάτζη ἔνδοξε, καὶ τὸν Κύριον, δοξάζει
ὅτι εὕρατο, σὲ προστάτην ἐν ἀνάγκαις.
Λέων ἄλκιμος καθάπερ ἀναδέδειξαι καὶ ἀνδρειότατος, τῶν
δυσμενῶν τὰς ὁρμάς, μηδόλως πτοούμενος, βασιλεῦ ἔνδοξε· ὁ γὰρ δίκαιος, λέων
καθάπερ πέποιθεν, ὡς φασὶν αἱ παροιμίαι.
Κυβερνώμενος ταῖς αὔραις ταῖς τοῦ Πνεύματος ἄναξ
θεόστεπτε, τὴν ἀλμυρὰν τῶν παθῶν, διέπλευσας θάλασσαν, κούφως μακάριε,
ἀπερίκλυστον, ψυχῆς τὸ σκάφος ἔνδοξε, συντηρήσας ἄχρι τέλους.
Ὡς παγκόσμιον φωστῆρά σε γεραίρομεν Δοὺξ θεοδόξαστε,
τῶν πειρασμῶν τὴν ἀχλύν, καὶ νόσων καὶ θλίψεων ἀποδιώκοντα, καὶ φωτίζοντα,
ψυχάς τε καὶ τὰ σώματα, τῶν πιστῶς σε εὐφημούντων.
Ὁ θαυμάσιος ἀκέστωρ καὶ ἀνάργυρος νῦν ἐπεδήμησε,
Βατάτζης ὁ ἱερός, προσέλθετε ἅπαντες, τούτῳ ἐκ πίστεως, καὶ ἰάθητε, οἱ νόσοις
κατεχόμενοι, τιμῆς ἄνευ ἀργυρίου.
Θεοτοκίον.
Σοῦ ὁ τράχηλος ὁρμίσκος
Κόρη γέγονε καὶ ἐλεφάντινος, καθάπερ πύργος ἁγνή, αἱ χεῖρες δὲ πάναγνε, ἐν αἷς
τὸν Κύριον ἦρας, ὤφθησαν χρυσαῖ τε καὶ διάλιθοι, καὶ θαρσεὶς πεπληρωμέναι.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Νόμους συντηρήσας τοῦ
Κυρίου, πανσέβαστε Ἰωάννη χαριτώνυμε, σεαυτὸν προέθηκας, πᾶσιν εἰς ὑπόδειγμα·
καὶ γὰρ ὁ σὲ μιμούμενος πάντως σωθήσεται, κᾂν πλούσιος καὶ ἔνδοξος εἴη, κᾂν
ἀγθαῶν πάντων, ἐν ἀφθονίᾳ πέλοι.
Ἵνα τοῖς ἀνθρώποις
ἐμφανίσῃ, Θεὸς οἵαν δόξαν μάκαρ κατεπλούτησας, ἐν τῷ πόλῳ Ἅγιε, σῶμά σου
ἀνέδειξεν, ἐπὶ τῆς γῆς ὁλόκληρον καὶ εὐωδέστατον, ἰάσεων, πηγάζον τὰ ῥεῖθρα,
καὶ ἀποδιῶκον τὰ πνεύματα τῆς πλάνης.
Κέρας καὶ γαυρίαμα ἐδόθης,
τῇ πόλει τῇ τῶν Μαγνήτων χαριτώνυμε, ταύτης προμηθούμενος, καὶ δεινῶν
λυτρούμενος· διὸ καὶ αὕτη ᾄδει σοι τὰ χαριστήρια, καὶ ᾄσματα, Βατάτζη Ἰωάννη,
λαμπρῶς συγκροτοῦσα, τὴν πάνσεπτόν σου μνήμην.
Ὅλως συγκραθεὶς τῷ ὑπὲρ
λόγον, φωτὶ τῆς σεπτῆς Τριάδος παμμακάριστε, Ἰωάννη ἔνδοξε, ὅλος φῶς γεγένησαι,
ὅλος ἡλιόσταλακτος, ὅλος φωτόμορφος, διάνοιαν, φωτίζων τῶν πίστει, σὲ
ἀνευφημούντων, ἐπὶ τῆς γῆς θεόφρον.
Θεοτοκίον.
Κόρη
οἱ μαστοί Σου οἱ ὡραῖοι, νεβροὶ τῆς δορκάδος ἀνεφάνησαν, δίδυμοι πανύμνητε, καὶ
ἀμπέλου βότρυες· κοιλία δέ Σου ἄχραντε, Θεὸν χωρήσασα, ἐνδέδεικται, λαμπρὰ
θημωνία, σίτου τοῦ ὡρίμου, ἐν κρίνοις πεφραγμένη.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Δεῦτε ἀδελφοί, τῷ θείῳ
προσέλθωμεν, οἰκείῳ ἄνακτι, καὶ ἐξαιτησώμεθα, τὴν τούτου σκέπην καὶ τὴν βοήθειαν,
φεῖσια ἡμῶν κραυγάζοντες, Βατάτζη ἔνδοξε· τοῦ λαοῦ σου, καὶ κινδύνων λύτρωσαι,
καὶ πταισμάτων τὴν ἄφεσιν δώρησαι.
Ἤνοικταί σοι νῦν,
Παραδείσου εἴσοδος, ὦ χαριτώνυμε, καὶ ἡ ἀνεκλάλητος, τῆς βασιλείας τρυφή σοι
δέδοται· ἐντρύφα οὖν μακάριε, σκίρτα καὶ χόρευε, εἰς αἰῶνας αἰώνων γηθόμενος,
καὶ ἡμῖν τὸν Θεὸν ἱλεούμενος.
Μέμνησο ἡμῶν, τῶν νῦν
μεμνημένων σου, Βατάτζη ἔνδοξε, βασιλεῦ φιλόχριστε, καὶ ἀεννάως Κυρίῳ πρέσβευε,
ἡμᾶς τοὺς οἰκτροὺς δούλους σου, ἐκ πάσης θλίψεως, λυτρωθῆναι, καὶ πυρὸς τοῦ
μέλλοντος, καὶ τῆς ἄνω τυχεῖν ἀπολαύσεως.
Ὅπου οἱ χοροί, Ἀγγέλων
ἐστήκασι, καὶ τὰ μακάρια, τῶν Ἁγίων πνεύματα, δοξολογοῦσιν ἀπαύστως Κύριον,
Προφῆται καὶ Ἀπόστολοι, καὶ πάντες Δίκαιοι, ἐκεῖ, ἄναξ Ἰωάννη, ἔστηκας αἰωνίως,
δοξάζων τὸν Κύριον.
Σῶσον νῦν ἡμᾶς, Ἰωάννη
ἔνδοξε, καὶ πάντας σκέπασον, ταῖς χρυσαῖς σου πτέρυξιν, ὥσπερ σκεπάζει ἀετὸς
ἅπαντα, λεπτὰ αὐτοῦ νεόσσια, βλάβης ῥυόμενος, ὁρωμένων, ἐχθρῶν ἀοράτων τε,
δραστικαῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Θεοτοκίον.
Σοῦ
ὁ ὀμφαλός, ἁγνὴ κρατὴρ γέγονε, τορνευτὸς ἔμπλεως, οἱ ῥυθμοὶ δὲ ἄχραντε, μηρῶν
Σου θείων ὁρμίσκοις ὅμοιοι, ποδῶν τε διαβήματα Σοῦ ὡραιώθησαν, Μαριὰμ Σὺ ὅλη
λαμπρὰ πέφυκας, ὡς σελήνη ἀστὴρ καὶ ὡς ἥλιος.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
βασιλέα ἅπαντες, Βατάτζην εὐφημήσωμεν, τῆς οἰκουμένης τὸ εὖχος, καὶ Ὀρθοδόξων
τὸ κλέος, τῶν δυσσεβῶν τὸ ἥττημα, καὶ ἰατρὸν ἀδάπανον, παντοίων ἀῤῥωστημάτων,
ψυχῶν ὁμοῦ καὶ σωμάτων.
Θεοτοκίον.
Λυχνία
κλίμαξ τράπεζα, Παρθένε ἐχρημάτισας, τὰς οὖν ποιότητας τούτων, παράσχου μοι
Θεοτόκε, ἐκτρέφουσα πεινῶντά με, ὑψοῦσα καταπίπτοντα, φωτίζουσα τυφλώττοντα,
ὅπως παντί μου τῷ βίῳ, ὡς εὐεργέτιν ὑμνῶ Σε.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
φιλεόρτων τὰ πλήθη δεῦτε συνδράμετε, καὶ στέψατε ἐν ὕμνοις, τὸν ὑμῶν βασιλέα,
ῥύστην καὶ προστάτην ἐν πειρασμοῖς, Ἰωάννην τὸν ἔνδοξον, καὶ τὴν εἰκόνα τὴν
τούτου πανευλαβῶς, ἅμα πάντες προσκυνήσατε.
Τῷ
Βασιλεῖ τῶν αἰώνων νῦν παριστάμενος, ὁ βασιλεὺς Βατάτζης, βασιλεία ςἐκείνου,
καὶ δόξης αἰωνίου κατατρυφᾷ, κατὰ χάριν θεούμενος, καὶ ἐκτενῶς ἱκετεύει ὑπὲρ
ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων αὐτόν.
Ἡ
Μαγνησία ἀγάλλου σὺν τοῖς οἰκήτορσι, τοῖς σοῖς λαμπρῶς τελοῦσα, τὴν σεπτὴν καὶ
φωσφόρον, μνήμην βασιλέως καὶ οἰκιστοῦ, καὶ λαμπροῦ πολιούχου σου, καὶ ὑπὲρ σοῦ
πρέσβυν τοῦτον πρὸς τὸν Χριστόν, πρόβαλλε ἐν περιστάσεσιν.
Τοὺς
ἐκτελοῦντας ἐκ πόθου τὴν θείαν μνήμην σου, ὦ ἄναξ ἐλεήμων, Ἰωάννη Βατάτζη,
φύλαττε ἐκ βλάβης παντοδαπῆς, ψυχῆς ἅμα καὶ σώματος, καὶ βασιλείας ἀνάδειξον
κοινωνούς, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐνν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν τῷ πνεύματι, καὶ κροτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ
πανδήμῳ πανηγύρει τοῦ πολιούχου ἡμῶν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ
τῶν ἰαμάτων δεξάμενοι τὴν χάριν, τὸν ταῦτα τοῖς χρήζουσι ἀεὶ δαψιλῶς
ὑπερεκχέοντα, βασιλέα Ἰωάννην εὐφημείτωσαν· οἱ πένητες τὸν πλουτιστήν, οἱ
δαιμονῶντες τὸν ῥύστην, οἱ ἐν συμφοραῖς τὸν σωτῆρα, οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ
ποιμένες τὸν πολυαρνίαν, οἱ πλημμελοῦντες τὸν θερμὸν πρέσβυν, οἱ ὁδοιπόροι τὸν
συνοδίτην· οἱ πάντες τὸν πᾶσι πάντα γενόμενον Ἅγιον βασιλέα, ἐγκωμιάζοντες
ἀνακράξωμεν· Βατάτζη θεοδόξαστε, μεσίτευσον καὶ ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν καὶ
Δεσπότην, καὶ ῥῦσαι κολάσεως, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου