Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 4. ΟΣΙΟΣ ΙΩΑΝΝΙΚΙΟΣ ΜΕΓΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ Δ΄!!
ΙΩΑΝΝΙΚΙΟΣ ΟΣΙΟΣ ΜΕΓΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου, δευτεροῦντα αὐτά. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Θεωρίας τῆς κρείττονος, ἐπιβὰς παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες, καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος· ὅθεν Μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πίστει περίδοξος.

Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόφρον Ἰωαννίκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τους ἐν πίστει ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.

Δόξα... Ἦχος β'
Ἀνδρειοφρόνως τελέσας τὸ ἀσκητικὸν στάδιον, τὸν δίαυλον τῶν ἀρετῶν διῆλθες προθύμως· τοὺς τῶν παθῶν θῆράς τε νεκρώσας, τὸ κατ' εἰκόνα ἀλώβητον διέσωσας· Πνεύματος δὲ ταμίας γενόμενος, τὰ πόρρω ὡς ἐνεστῶτα προεῖδες, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Ἰωαννίκιε· καὶ νῦν τῷ θρόνῳ τῷ θείῳ παριστάμενος, πρεσβεύεις ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.


Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ  Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας  Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι  εἰς τὸν αἰῶνα ζῶσι,  καὶ ἐν   Κυρίῳ    μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ  βασίλειον  τῆς  εὐπρεπείας, καὶ τὸ  διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει  τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ  δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου  τῶν νεφῶν, ἐπὶ  σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται  αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει  αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.  Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος β´.
Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ γῆς, Ἰωαννίκιε Ὅσιε, τῶν παθῶν προσβολάς, ἐν τῇ ῥοῇ τῶν δακρύων σου πάσας ἀπήμβλυνας. Κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανοὺς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου. Εὐσεβείας γὰρ καρποὺς ἐν ἑαυτῷ ἐνδειξάμενος, θεραπεύεις δι’ αὐτῶν, τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι· χαίροις, τῆς Ἑώας ἀστὴρ χρυσαυγέστατος, καὶ τῶν μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν· χαίροις, ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα· χαίροις, τῶν πλανωμένων ὁ μέγας ὁδηγός· χαίροις, τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.

Ὁ αὐτός.
Τὸν ἐπὶ γῆς ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν ἀσκητῶν τὸ καύχημα, Ἰωαννίκιον τιμήσωμεν. Πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ ἐπλήθυνε τὸ ποίμνιον Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

Ὁ αὐτός.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος· καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτὶ καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ἰωαννίκε Πατὴρ ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ· ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων· οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς ἀρχιφώτου σοφέ, θείας Τριάδος ἱερὸν ἐνδιαίτημα· ὁ πράξει καὶ θεωρίᾳ, θεοειδὴς γεγονώς, καὶ ταῖς θείαις Πάτερ ἀναβάσεσι, τὸν νοῦν σου ἀνύψωσας, πρὸς ἀρετῆς τὴν ἀκρώρειαν· δι’ ἐμελλείας, τῶν ἐνθέων σου πράξεων, καλλυνόμενος, καὶ ταῖς θείαις ἐντεύξεσι, Πάτερ ὡραϊζόμενος, ἀλώβητον ἔσωσας, τὸ κατ’ εἰκόνα τρισμάκαρ, Ἰωαννίκιε Ὅσιε· διὸ εἰς αἰῶνας, Βασιλείαν ἐκληρώσω, τὴν ἐπουράνιον.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις, τῶν μοναστῶν καλλονή, τὸ τῶν Ὁσίων ἀληθῶς ἐγκαλλώπισμα, Ἀγγέλων σύσκηνος Πάτερ, ὡς ἰσαγγέλως ἐν γῇ, βιωτεύσας ὄντως ὡς ἀσώματος· Μαρτύρων συνόμιλε, Προφητῶν ἰσοστάσιε, πάντων Δικαίων, καὶ Ἁγίων συμμέτοχε, οἶκος πάντερπνος, τῆς Τριάδος μακάριε, ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, τοῦ Παραδείσου οἰκῆτορ, Ἰωαννίκιε Ὅσιε, Χριστὸν ἐκδυσώπει, τοῖς ὑμνοῦσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, τῆς ἀληθείας τὸ ἀκράδαντον ἔρεισμα, ὁ πύργος τῆς εὐσεβείας, τὸ τῶν πιστῶν στήριγμα, πάντων Ὀρθοδόξων περιτείχισμα, ἀκέστωρ ὁ ἄμισθος, ἀσθενῶν τὸ προσφύγιον, χειμαζομένων, ἀσφαλὲς ὁρμητήριον, ὁ ἀνάπλεως, χαρισμάτων τοῦ Πνεύματος, πάντων τῶν προστρεχόντων σοι, προστάτης θερμότατος, τῶν σὲ τιμώντων ἐν πίστει, πρέσβυς σοφὲ ἀκαταίσχυντος· Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β'
Τῷ τοῦ Χριστοῦ ἔρωτι τρωθεὶς τὴν διάνοιαν, εἰς ὄρος ὑψηλόν, ἀνῆλθες Ἰωαννίκιε, καὶ ἔλαβες ποικίλα χαρίσματα, ἰατρεύειν τὰς νόσους, τῶν ἀνυμνούντων σου πόθῳ, τὴν θείαν κοίμησιν.




Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Tὴν ἐπίγειον δόξαν πάτερ κατέλιπες, καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπινοίας Θεοῦ· ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς, μυστικῶς ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης, καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς θορύβους τοῦ βίου καταλιπών, καὶ αἱρέσεως πλάνην ἀποβαλών, Θεῷ προσωμίλησας, δι’ ἀσκήσεως Ὅσιε, καὶ νεκρώσας τὴν σάρκα, σαυτὸν ἐταπείνωσας, γεγονὼς τῆς Τριάδος σεπτὸν οἰκητήριον· ὅθεν καὶ θαυμάτων, εἰληφὼς θείαν χάριν, τῷ κόσμῳ ἐξέλαμψας, ἀρετῶν σου ταῖς λάμψεσιν, Ἰωαννίκιε Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν φλογμὸν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρῖξον, ψυχή μου καὶ στέναξον· καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν μόνην ἁγνήν· δι’ ἧς πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον ὀρθοδόξως δοξάζουσι.

Μετὰ τὴν β΄  Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἡ τοῦ Πνεύματος ἐν σοί, χάρις ἐσκήνωσεν σοφέ, καὶ δοχεῖον καθαρόν, Θεοῦ ἐδείχθης καὶ τερπνόν, τῇ ἰσαγγέλῳ ἐν γῇ βιοτῇ σου· ὅθεν καὶ ἡμεῖς, εὐφημοῦμέν σε, μνήμην σου σεπτήν, ἑορτάζοντες, καὶ μετὰ πόθου κράζομεν μακάριε, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, σῶσον τοὺς πίστει, σὲ εὐφημοῦντας, Ἰωαννίκιε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βίον ἐγκόσμιον, ἀπαρνησάμενος, ἐνθέῳ ἔρωτι, Ἰωαννίκιε, βίον ἰσάγγελον ἐν γῇ, μάκαρ ἐπολιτεύσω· ὅθεν πρὸς οὐράνιον, ἀρετῶν ὕψος ἔδραμες, πᾶσαν ἀπωσάμενος, τῆς σαρκὸς ἡδυπάθειαν· καὶ νῦν σὺν Ἀγγέλοις ἐπαγάλλη· ὅθεν ἀξίως εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εἶτα, τὸ Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος· καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτὶ καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ἰωαννίκε Πατὴρ ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Τοῦ Προδρόμου σε τὸν μιμητὴν αἰνέσω. Ἰωσήφ.
ᾨδὴ α'. Ἀνοίξω τὸ στόμα μου
Τῷ φέγγει τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου, πανηγυρίζοντας, φωταγώγησον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, Ἰωαννίκιε.
δὸν τὴν εἰσάγουσαν, ἀνεπιστρόφως διώδευσας, πρὸς πόλιν οὐράνιον, Ἰωαννίκιε· τὸ γὰρ Ἅγιον, ὡδήγησέ σε Πνεῦμα, ἐπαναπαυσάμενον ἐν τῇ καρδίᾳ σου.
ψοῦσαν ταπείνωσιν, Ἰωαννίκιε ἔσχηκας· διό σου δεόμεθα, οἴκτειρον Ὅσιε, τὴν ταπείνωσιν, ἡμῶν καὶ τὰς ὀδύνας, πάσας ἐπικούφισον, τῶν καρδιῶν ἡμῶν.
Θεοτοκίον
Πεσόντων ἀνάκλησις, καὶ ἱσταμένων βεβαίωσις, ὑπάρχεις Πανάμωμε· ὅθεν σου δέομαι, συμπεσόντα μου, τὸν νοῦν τῇ ἁμαρτίᾳ, ἀνόρθωσον Δέσποινα, ὅπως δοξάζω σε.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ποίημα Θεοδοσίας μοναχῆς Κωνσταντινοπολιτίσσης, τῆς Μονῆς Κλουβίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀχλύς μὲ καὶ ζόφος ἀνομιῶν, καὶ νὺξ ἁμαρτίας συγκαλύπτουσιν ἀγαθέ· ὡς ἥλιος ὢν δικαιοσύνης, ἀνάτειλόν μοι φῶς ἀφέσεως.
Τῷ ἔπεβης τῶν ἀρετῶν, καὶ τῶν χαμαιζήλων καὶ γηΐνων ἀπαλλαγείς, νῦν μετ’ Ἀγγέλων συγχορεύεις, Ἰωαννίκιε μακάριε.
Τραφεὶς ἐν τῷ γάλακτι νοητῶς, τῷ τῆς ἐγκρατείας, καὶ αὐξήσας ταῖς ἀρεταῖς, εἰς τέλειον μέτρον ἡλικίας, τῆς τοῦ Χριστοῦ παμμάκαρ ἔφθασας.
Θεοτοκίον.
Θείαν Σε σκηνήν τε καὶ κιβωτόν, τοῦ Λόγου Παρθένε, ἀνυμνοῦμεν ὑπερφυῶς· ἐν Σοὶ γὰρ ἐσκήνωσεν ἡ χάρις, καὶ τὴν τοῦ νόμου σκιὰν ἔπαυσεν.

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους
εόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, σταυρὸν Ἰωαννίκιε, καὶ ἐν ἀβάτοις ὄρεσιν, ὡς Ἠλιοὺ ὁ μέγιστος, ὑποχωρῶν διετέλεσας.
δὸν σοι τὴν λίαν ποθουμένην, Πατέρων ὑπέδειξε δυάς, ἣν εὗρες χρόνοις πλείοσιν, ἐγκεκρυμμένην ὄρεσι, προφητικῷ χαρίσματι, λελαμπρυσμένος Μακάριε.
Δονούμενοι πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῇ σῇ, σκέπῃ, Ἰωαννίκιε, ἁγίαις μεσιτείαις σου, πάντας ἡμᾶς ἐπίσκεψαι, ἐκδυσωπῶν τὸν φιλάνθρωπον.
Θεοτοκίον
ανίσιν ἐλέους σου Παρθένε, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν θεοχαρίτωτε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία Πανάμωμε.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Ὄμβροις τῶν δακρύων σου, τὰ τοῦ Βελίαρ βέλη κατέσβεσας, θεοφόρε τὰ πεπυρωμένα, καὶ πηγάζεις ἰάματα.
Δένδρον ὤφθης ἔμψυχον, τὰ τῶν θαυμάτων ἄνθη πυκάζον, καὶ περισκέπον ὑπὸ τὴν σκιάν σου, ἐκ φλογὸς ἁμαρτίας ἡμᾶς.
Ἀβραὰμ ἐζήλωσας τὰς ἀρετάς, ὡς ἄλλους κτησάμενος οἰκογενεῖς · δι’ ὧν μεθοδείας τοῦ ἐχθροῦ ᾐχμαλώτευσας.
Θεοτοκίον.
σχες ἐν ἀγκάλαις Σου τὸν περιέχοντα Δέσποινα, τοὺς οὐρανοὺς μαζοῖς θηλάζεις, τὸν τὰ σύμπαντα τρέφοντα.

Κάθισμα.  Ἦχος γ'. Τὴν ὡραιότητα.
Κόσμου τερπνότητα, προθύμως ἔλιπες, καὶ τῷ Δεσπότῃ σου, κατηκολούθησας, ἔρωτι θείῳ τὴν ψυχήν, τρωθείς, Ἰωαννίκιε· ὅθεν καὶ τὴν κάμινον, τῶν παθῶν ἐναπέσβεσας, δρόσω τῇ τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· διὸ σὺν τοῖς, Ἀγγέλοις χορεύεις, νῦν τούτων τὸν βίον μιμησάμενος.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἅπας ὁ βίος μου, ἐν ῥαθυμίᾳ πολλῇ, διῆλθε Πάναγνε, καὶ νῦν προσήγγισα, τῷ τῆς ἐξόδου μου καιρῷ καὶ δέδοικα τοὺς ἐχθρούς μου, μὴ διασπαράξωσι,τὴν ψυχὴν μου Θεόνυμφε, καὶ τῆς ἀπωλείας με, τῷ βυθῷ παραπέμψωσιν, ἀλλ' οἴκτειρον τὸν δοῦλόν σου Κόρη, καὶ ῥῦσαί με τῆς τούτων κατακρίσεως.

ᾨδὴ δ'. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν
ρη ὑψηλότατα καταλαβών, κορυφὰς δαιμόνων ὑψούμενος, ἐν ταπεινώσει, ἐταπείνωσας Σοφέ, καὶ κατ' αὐτῶν ἠρίστευσας, κλέος Μοναστῶν καὶ ἑδραίωμα.
Μάχαιραν ὡς δίστομον τὸν τοῦ Χριστοῦ, φόβον ὁπλισάμενος δράκοντα, τὸν ἀποστάτην, καταβάλλεις νοητῶς, καὶ αἰσθητῶς Μακάριε, νίκαις ἱεραῖς κλεϊζόμενος.
λος θείῳ Πνεύματι πυρακτωθείς, Πάτερ παγετὸν ἐκαρτέρησας, ἔτεσι πλείστοις ταῖς ἐρήμοις προσχωρῶν, καὶ ἐκζητῶν τὸν Κύριον, χάριτί σε θείᾳ συνθάλποντα.
πὸ ψυχικῶν ἡμᾶς ἀσθενειῶν, Πάτερ δονουμένους καὶ πίστει σε, νῦν ἐπίσκεψαι προσκαλουμένους ταῖς σαῖς, πρὸς τὸν Θεὸν δεήσεσιν, ὅπως εὐσεβῶς σε γεραίρωμεν.
Θεοτοκίον
Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι· Εὐλογημένη, ἵλεών μοι τὸν Κριτήν, τὸν σὸν Υἱὸν ἀπέργασαι, ὅπως κατὰ χρέος δοξάζω σε.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ὡς πτωχεύσας τῷ πνεύματι, τὴν τῆς Βασιλείας δόξαν ἐπλούτησας, καὶ πρὸς πόλιν εἰσελήλυθας, τὴν τῶν πρωτοτόκων, Πάτερ Ὅσιε.
Τὸν πρὸς πένητας ἔλεον ἐνδαψιλευσάμενος παμμακάριστε, τὴν λαμπάδα τῆς καρδίας σου ἀκλινῶς ἀκοίμητον διετήρησας.
Τῆς σαρκὸς τὴν ἐμπάθειαν ὡς παρεχομένην Πάτερ διέπτυσας, τῆς ψυχῆς δὲ τὴν εὐγένειαν ὡς διαιωνίζουσαν κατελάμπρυνας.
Θεοτοκίον.
Ὁ τοῖς πᾶσιν ἀχώρητος, ἀστενοχωρήτως ἐν Σοὶ ἐσκήνωσεν· ὅθεν πάντες ὑπερτέραν Σε οὐρανῶν ὑμνοῦμεν, ἀειπάρθενε.















ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα
βάδισας Ὅσιε, στενὴν καὶ τεθλιμμένην ὁδόν, θείαις ἀναβάσεσι καρδίας, καὶ θεωρίαις ἐμπλατυνόμενος, καὶ θέσει θεούμενος σαφῶς, πόλιν τὴν οὐράνιον, νῦν οἰκεῖς ἀγαλλόμενος.
Τὸ ὄμμα καθάραντι τῆς διανοίας Ὅσιε, χάρις σοι ἐδόθη προφητείας, ὡς ἐνεστῶτα λέγειν τὰ μέλλοντα, βλέπειν τε τὰ πόρρω ὡς ἐγγύς, ὦ Ἰωαννίκιε, τῇ τοῦ Πνεύματος χάριτι.
δύνης με λύτρωσαι, ἁμαρτιῶν καὶ θλίψεων, παῦσον τῆς καρδίας μου τὸν πόνον, καὶ τῶν πταισμάτων τὴν λύσιν βράβευσον, τὸν ἀγαθοδότην καὶ Θεόν, ἔχων ὑπακούοντα, τῶν σεπτῶν σου δεήσεων.
Θεοτοκίον
Νοός μου θεράπευσον, τὰς ἐκτροπὰς Πανάμωμε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας σκότος ἀπέλασον, ὅπως ἐν αἰνέσει σε ὑμνῶ, τὴν ἀειμακάριστον, Θεοτόκε πανύμνητε.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ἐν τῷ ὄρει σκηνώσας, ὡς σεμνῷ παλατίῳ Πάτερ, ὑπαίθριος καὶ κρυμοῖς ἀέρων καὶ ἡλίου βολαῖς συμφλεγόμενος, ἐξ ἐνύλου φθορᾶς πρὸς τὰς ἐκεῖ τῆς ἀφθαρσίας μετετέθης μονὰς καὶ σκηνώματα.
Τοῦ ἐχθροῦ τὰς ἐπάρσεις ἐν τῇ ταπεινώσει σου Πάτερ κατέβαλες, καὶ ὡς ἄλλον τοῦτον Γολιάθ, κραταιῶς ἐσφενδόνισας, καὶ ἁρπάσας αὐτοῦ τὴν μιαιφόνον πανοπλίαν, θριαμβεύεις τῆς νίκης τὰ τρόπαια.
Ἡ σορὸς τῶν λειψάνων τοῦ τιμίου σκήνους σου, Πάτερ θεόπνευστε, κιβωτὸς ἐδείχθη ἰαμάτων ἐκβλύζουσα χάριτας, ἣν ἀντλοῦντες πίστει, ὡς ἰατρεῖον παθημάτων, τῶν λυπούντων τὴν ῥῶσιν λαμβάνομεν.
Θεοτοκίον.
Δωρεῶν οὐρανίων θησαυρὸς ἀνεδείχθης, Μῆτερ Θεόνυμφε, καὶ πλουτεῖς τὸν κόσμον, τῇ ἀχράντῳ καὶ μόνῃ πρεσβείᾳ Σου λυτρουμένη πάντας, ἐκ συμφορῶν καὶ συμπτωμάτων, καὶ δεινῶν ἐγκλημάτων καὶ θλίψεων.













ᾨδὴ ς'. Τὴν θείαν ταύτην
Μαράνας πάθη τοῦ σώματος, ὡς δένδρον καθωράθης ὑψίκομον, καρποὺς τὰ θαύματα, καὶ τὰ σεπτὰ κατορθώματα, ἱερωτάτως φέρων Ἰωαννίκιε.
άσατό σε ὁ Κύριος, ὁράσει Εὐσταθίου τοῦ Μάρτυρος, ἰὸν ὀλέθριον, καταπιόντα πανόλβιε, διὰ χειρὸς ἀδίκου καὶ κινδυνεύοντα.
Μυρίοις πόνοις ὡμίλησας, τὸ σῶμα ἀσθενῶς διακείμενος Ἰωαννίκιε· ὅθεν ἐν πίστει κραυγάζω σοι, τὰς ἀλγηδόνας παῦσον τῶν νοσημάτων μου.
Θεοτοκίον
μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένας ἐμβίβασον, τῆς σωτηρίας Κόρη Θεοχαρίτωτε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τῇ αἴγλῃ τῶν ἐντολῶν, τὰ ὄμματα τῆς καρδίας σου, φωτίσας καὶ λαμπρυνθείς, φαιδρῶς τὴν διάνοιαν, τὰ βάθη κατωπτεύσας, τὰ τῆς θεωρίας συνεργείᾳ θείου Πνεύματος.
Τὸ μύρον τὸ νοητόν, διέπνευσεν ἐν καρδίᾳ σου, καὶ ὅλον σε τοῖς πιστοῖς, εὐῶδες θυμίαμα ἀνέδειξεν Ὅσιε, τῶν αἱρετιζόντων τὸ δυσώδες διαπτύοντα.
Ἀντώνιον τὸν σοφόν, τοῖς τρόποις ἐχαρακτήρισας, ἐγκράτειαν δὲ τὸν νοῦν, ἐκθρέψας ἀοίδιμε, ἐδείχθης Εὐθύμιος, ἐπιθυμιῶν γὰρ τῶν τοῦ Πνεύματος ἐφάνης ἀνήρ.
Θεοτοκίον.
Ὁ θεῖος Σου τοκετός, ἐθέωσέ μου τὸ πρόσλημμα, καὶ συνῆψε τῷ Πατρί, καὶ Ἁγίῳ Πνεύματι· διό Σε πανάμωμε, τοῦ Θεοῦ Μητέρα, ἐκ ψυχῆς κυρίως σέβομεν.
















Κοντάκιον. Ἦχος πλ. δ' Τῇ ὑπερμάχῳ.
Ἀστὴρ ἐφάνης παμφαὴς ἐπὶ γῆς λάμπων, καὶ τοὺς ἐν ζόφῳ τῶν παθῶν περιαυγάζων, ἰατρὸς δὲ ἀρωγότατος τῶν νοσούντων, ἀλλ' ὡς χάριν εἰληφώς, τὴν τῶν ἰάσεων, τοῖς αἰτοῦσί σε παράσχου πᾶσαν ἴασιν, ἵνα κράζωμεν· Χαίροις Πάτερ, Ἰωαννίκιε.
Ὁ Οἶκος
Ἤστραψεν ἐν τῷ κόσμῳ ὁ θεόληπτος βίος τῶν σῶν κατορθωμάτων, Παμμάκαρ, καὶ ἀπήλασε πᾶσαν ἀχλὺν ψυχικῶν παθημάτων, καὶ φῶς ἄϋλον κατηύγασε, τοῖς πίστει σοὶ καὶ πόθῳ ἐκβοῶσι ταῦτα.
Χαίροις, τερπνὸν Μοναζόντων κλέος·
χαίροις, φωστὴρ διαυγὴς τοῦ κόσμου.
Χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις·
χαίροις, εὐρωστούντων ἀκλόνητον ἔρεισμα.
Χαίροις, ὅτι τὴν ἐπίγειον ἀπεβάλου στρατιάν·
χαίροις, ὅτι τὰ οὐράνια ἀντηλλάξω τῶν φθαρτῶν.
Χαίροις, τῶν θείων ὄντως ἀρετῶν ὁ ταμίας·
χαίροις τῶν ἀπορρήτων αὐτουργὸς θαυμασίων.
Χαίροις, παθῶν παντοίων καθαίρεσις·
χαίροις, ἡμῶν προστάτης θερμότατος.
Χαίροις, παντὸς ἑτοιμότατος ῥύστης·
χαίροις, παντὸς καταφύγιον κόσμου.
Χαίροις, Πάτερ Ἰωαννίκιε.

Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ Μεγάλου τοῦ ἐν Ὀλύμπῳ.
Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει
Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.
Σῆμά σοι ἔν γε τετάρτῃ Ἰωαννίκιε χεῦσαν.
Οὗτος ὁ μακάριος γεννᾶται τῷ εἰκοστῷ τετάρτῳ ἔτει τῆς τοῦ θηριωνύμου Λέοντος τυραννίδος, χώρας μὲν φὺς τῶν Βιθυνῶν, πατρὸς δὲ Μυριτρίκη, καὶ μητρὸς Ἀναστασοῦς. Οὗτος εἰς μέτρον ἡλικίας πεφθακώς, τῷ τεσσαρακοστῷ ἔτει τῆς αὐτοῦ ἡλικίας, κατὰ Βουλγάρων ἐκστρατεύσας σὺν τῷ βασιλεῖ, καὶ μεγάλως ἀνδραγαθήσας, καὶ πολλοὺς τῶν Βουλγάρων κατακόψας, καὶ τοὺς ὁμοφύλους περισώσας ἐπ’ ὄψεσι τοῦ βασιλέως, καὶ ἀπωσάμενος τὴν μελετωμένην παρὰ τοῦ βασιλέως τιμήν τε καὶ δόξαν, καταλαμβάνει τὸ τοῦ Ὀλύμπου ὄρους· ἐν ᾧ θείας φωνῆς αὐτήκοος γεγονώς, τὰ τῶν ὀρέων ὑψηλότερα φθάνει· ὅπου δύω περιτυχὼν μοναχοῖς, οὐχ ὁραθεῖσι παρά τινος πώποτε, τρίχινά τε περιβεβλημένοις, καὶ βοτάναις ἀγρίαις τρεφομένοις, περὶ πάντων ὧν εἶχε κατὰ σκοπόν, ἤκουσε, καὶ περιβόλαιον ἐξ αὐτῶν ἔλαβεν εὐχῆς χάριν. Ἐκεῖθέν τε ἀπολυθείς, τὸ τοῦ Τριχάλικος ὄρος καταλαμβάνει. Εἶτα, τὴν τῶν Αὐγάρων Μονήν. Εἶτα τῆς Κοντουρίας τὰ ὄρη. Καὶ μαθὼν τριάκοντα ψαλμούς, ἔψαλλε μετά τινος τροπαρίου, οὕτω συντεθειμένου: Ἡ ἐλπίς μου ὁ Θεός, καταφυγή μου ὁ Χριστός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον.
Οὗτος ὁ μακάριος, πολλοὺς τόπους διαμειψάμενος, καὶ μέγιστα ἐργασάμενος θαύματα, καὶ περὶ τῶν μελλόντων προειπών, καὶ πρὸς τὴν Ἀντιδίου Μονὴν ἐλθών, καὶ πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν Κυρίῳ, ἐτῶν ὑπαρχόντων ἐννενήκοντα πρὸς τοῖς τέσσαρσι.

Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω,
Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.
Οὗτοι οἱ Ἅγιοι, πολλοὺς τῶν εἰδώλων ἀποσπῶντες, καὶ τῷ Χριστῷ προσάγοντες, τῷ τῆς πόλεως κόμητι Λιβανίῳ διεβλήθησαν. Ὁ δέ, τοῖς ἁμιλλιτηρίοις αὐτοῦ προσδήσας ἵπποις, τούτους ἐλαύνων ἐτιμώρει. Ἑλκυσθέντων οὖν τῶν Ἁγίων ἐπὶ πολύ, αἱ σάρκες αὐτῶν κατεκόπησαν, ὡς πᾶσαν τὴν γῆν φοινιχθῆναι τῷ τούτων αἵματι. Εἶτα πάλιν ἐκέλευσεν ἀναρτηθέντας σπαθίζεσθαι, καὶ εἰς κάμινον πυρὸς ἀποῤῥιφῆναι. Καὶ ἐπεὶ θείᾳ ῥοπῇ ἀβλαβεῖς διέμειναν, ἐκέλευσεν ὁ μάταιος κατὰ τῶν καρδιῶν αὐτῶν, καὶ τῆς κεφαλῆς καὶ τῶν σπλάγχνους ἥλους ἐμπαγῆναι, καὶ ἔτι πνέοντας ἐν τύμβῳ ἀσφαλισθῆναι· καὶ οὕτω κατακλεισθέντες, τῇ σκληρᾷ καὶ ἀνυποίστῳ βίᾳ, τῷ Θεῷ παρέδωκαν τὰς ἁγίας αὐτῶν ψυχάς.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Πορφύριος ὁ ἀπὸ μίμων, ξίφει τελειοῦται.
Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους,
Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.
Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Αὐρηλιανοῦ, ἐκ τῆς Ἐφεσίων πόλεως ὁρμώμενος, καὶ ἐκ μικρᾶς ἡλικίας μίμοις καὶ θεάτροις ἐκτραφείς· ὅς, διὰ τὴν αὐτὴν αἰτίαν τῷ κόμητι Ἀλεξάνδρῳ παραστὰς ἔχαιρε. Τὰ τῶν Χριστιανῶν δέ ποτε ὑποκριθείς, ὑφ’ ἑτέρου μιμουμένου τὸν ἐπίσκοπον, μᾶλλον δὲ ψευδομένου, βαπτίζεται, καταπαιζόντων δῆθεν καὶ χλευαζόντων τὰ ἡμέτερα. Οὗ γενομένου, καὶ στολὴν λευκὴν ὑποδύς, αὐτὸς μὲν τῇ χάριτι τοῦ Θεοῦ τέλειον Χριστιανισμὸν ὑπεδέξατο. Ἄγγελοι δὲ ὤφθησαν προηγούμενοι αὐτοῦ λαμπᾶδας κατέχοντες, οἳ καὶ κατὰ ἀνατολὰς προσεύχεσθαι τοῦτον ἐδίδαξαν, καὶ τῷ μετώπῳ καὶ παντὶ τῷ σώματι τὸν Σταυρὸν διαγράφειν· ὅθεν καὶ πολλοὶ προσῆλθον τῇ τοῦ Χριστοῦ πίστει· οἳ καὶ διὰ νεφέλης ἐβαπτίσθησαν, καὶ τῇ Ἐκκλησίᾳ προσῆλθον. Εἶτα, τοῦ κόμητος τὸν ἅγιον προσκαλεσαμένου, καὶ τὴν πίστιν τοῦ Χριστοῦ ἀρνήσασθαι κελεύοντος, αὐτὸς μὴ βουληθείς, προστάξει τοῦ κόμητος, τὴν διὰ ξίφους δέχεται τελευτήν.

Kάτω βασιλεὺς ὢν τὸ πρὶν στεφηφόρε,
ἄνω βασιλεὺς νῦν ἐδείχθης, ὦ κλέους!
Οὗτος, πατρίδα μὲν εἶχε τὴν μεγαλόπολιν Ἀδριανούπολιν, προγόνους δὲ τοὺς πρώτους τῆς βασιλικῆς Συγκλήτου, διότι ὁ πάππος αὐτοῦ, Κωνσταντῖνος ὁ Βατάτζης λεγόμενος, ἦτο στρατοπεδάρχης τοῦ βασιλέως Μανουὴλ τοῦ Κομνηνοῦ, ἐν ἔτει 1143. Ἀφ’ οὗ δὲ ἀπέθανον οἱ γονεῖς τοῦ βασιλέως τούτου, ἔμεινε πολὺς πλοῦτος εἰς αὐτόν, τὸν ὁποῖον διεμοίρασεν εἰς πτωχοὺς καὶ ἐξώδευσεν εἰς ἀφιερώματα θείων ναῶν καὶ ἐκκλησιῶν. Ἔπειτα ὑπῆγεν εἰς τὸ ἐν Βιθυνίᾳ Νύμφαιον, ὅπου τότε ἦτο τὸ παλάτιον καὶ ἡ καθέδρα τῶν βασιλέως τῆς Κωνσταντινουπόλεως. Ἐκεῖ δὲ εὗρε τὸν ἀπὸ πατρὸς θεῖόν του, κληρικὸν ὄντα καὶ ἱερωμένον, πλησίον εἰς τὸν βασιλέα Θεόδωρον τὸν Λάσκαριν, τὸν ἐν ἔτει 1206 βασιλεύσαντα. Μὲ τὸ μέσον λοιπὸν τοῦ θείου του ἔγινε φίλος μὲ τὸν βασιλέα, δὲν ὑπερηφανεύετο ὅμως διὰ τὴν φιλίαν ταύτην, ἀλλὰ ταπεινῶς εἰς ὅλους ἐφέρετο· ὅθεν καὶ ἀπὸ ὅλους ἠγαπᾶτο, ἦθος ἔχων σεμνόν, ζωὴν σώφρονα, ὄμμα ἱλαρόν. Ἦτον εὐκολοπλησίαστος εἰς ὅλους, πρᾷος, ἄκακος, γαληνὸς καὶ διαλεγόμενος εἰς ὅλους μὲ πρόσωπον ἥμερον· λοιπὸν διὰ τὰς ἀρετάς του ταύτας ἔλαβεν εἰς γυναῖκά του τὴν θυγατέρα τοῦ βασιλέως, Εἰρήνην ὀνομαζομένην, μετὰ ἀπὸ μονομαχίαν μὲ τὸν Λατῖνον Κόῤῥαδον, τὸν καυχώμενον εἰς τὴν δύναμίν του, τὸν ὁποῖον ἐνίκησεν εἰπών· Κύριε Ἰησοῦ Χριστέ, βοήθει μοι.
Ἀφ’ οὗ δὲ ὁ πενθερός του βασιλεὺς Θεόδωρος ἀπέθανεν, ἔλαβε τὴν βασιλείαν ὁ Ἰωάννης ἐν ἔτει 1222. Καὶ λοιπὸν ἦτον εἰς ὅλους τοὺς ἀδικουμένους προστάτης θερμότατος καὶ ἐδεικνύετο στάθμη τῆς δικαιοσύνης. Μάλιστα δὲ ἐγνωρίζετο παρὰ πᾶσι ὅτι ἦτο πηγὴ τῆς ἐλεημοσύνης, δι’ ὃ ἐξαιρέτως ἐπωνομάζετο ἐλεήμων. Ὁμοίως ἐγνωρίζετο τῆς εὐσεβείας καὶ ὀρθοδόξου πίστεως ζηλωτής, διότι αὐτὸς ὁ ἀοίδιμος ἔγινεν αἴτιος νὰ βαπτισθῇ εἰς τὸν καιρόν του τὸ γένος τῶν Ἰουδαίων. Καὶ ζῆλον ἔλαβεν εἰς τὴν καρδίαν του διὰ νὰ ἑνώσῃ τὴν Ἀνατολικὴν Ἐκκλησίαν μετὰ τῆς Δυτικῆς, ἕνεκα τοῦ ὁποίου πρέσβεις ἐστάλησαν ἀπὸ τὸν Γρηγόριον Θ΄ πάπαν Ῥώμης καὶ διάλεξις συνεκροτήθη μεταξὺ Ἀνατολικῶν καὶ Δυτικῶν, Ἐξάρχου ὄντος τῆς διαλέξεως τοῦ τότε πατριάρχου Κωνσταντινουπόλεως Γερμανοῦ τοῦ νέου. Καὶ ὅσον τὸ ἐπ’ αὐτῷ θὰ ἐτελείωνε τὴν τοιαύτην ποθητὴν εἰρήνην, ἂν οἱ Δυτικοὶ ἤθελον στέρξει νὰ σηκώκωσιν ἀπὸ τὸ σύμβολον τῆς πίστεως τὴν προσθήκην. Αὐτὸς ὁ ἐλεήμων βασιλεύς, ἤκουσε νοερῶς καὶ θείαν φωνὴν ἐνηχθεῖσαν αὐτῷ καὶ λέγουσαν: Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσὼν καὶ συντριβεὶς ἀνώρθωται. Ἀπὸ τὴν ὁποίαν ἐνδυναμωθείς, κατέτροπωσε καὶ κατέσφαξε διὰ μονομαχίας τὸν μεγάλαυχον ἐκεῖνον Σουλτάνον Ἀζατίνην ὀνόματι, ὁ ὁποῖος ἐπιδραμὼν ἀπὸ τὸ Ἰκόνιον ἐλεηλάτει τὰς πόλεις ὅσαι εὑρίσκονται κατὰ τὸν ποταμὸν Μαίανδρον. Κυβερνήσας λοιπὸν θεοφιλῶς τὸ σκάφος τῆς παγκοσμίου βασιλεία ςὁ τρισμακάριστος παρέδωκεν ἐν εἰρήνῃ τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ, χρόνων ὢν 72. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα ἐνεταφιάσθη εἰς τὸ μοναστήριον τοῦ Σωτῆρος Χριστοῦ, τὸν ὁποῖον ἔκτισεν ὁ ἴδιος αὐτὸς βασιλεὺς καὶ ἐπωνόμασεν αὐτὸ Σώσανδρα. Ὕστερον δὲ δι’ ἀποκαλύψεως τοῦ ἰδίου βασιλέως μετεκομίσθη τὸ τούτου ἅγιον σῶμα εἰς τὴν πόλιν τῆς Μαγνησίας.
Θαῦμα δὲ μέγα ἐφάνη ὅτε ἀνεκομίσθη ἐκ τοῦ τάφου τὸ τούτου ἅγιον λείψανον καὶ μετεκομίσθη εἰς τὴν Μαγνησίαν, διότι, ὅτε ὁ τάφος ἠνοίχθη, καμμάι δυσώδης ἀποφορὰ δὲν ἐξῆλθεν ἀλλ’ εὐωδία καὶ χάρις μεμιγμένη μὲ ἡδονὴν καὶ γλυκύτητα, ὡς ἂν ἤθελεν ἀνοιχθῆ κῆπος ἀρωματικὸς καὶ εὐώδης. Ὁ δὲ νεκρὸς ἐφάνη νὰ κάθεται ἐπάνω εἰς θρόνον βασιλικόν, χωρὶς νὰ ἔχῃ κἀμμίαν λύσιν τῶν ἁρμῶν τοῦ σώματος, χωρὶς νὰ ἔχῃ κἀμμίαν μελανίαν καὶ χωρίς τινα δυσωδίαν ἢ σημεῖον ἄλλο νεκρότητος. Ἀλλ’ ὁ πρὸ ἑπτὰ ἐτῶν ἐνταφιασθεὶς ἐφαίνετο ὡς ζωντανός, ἔχων μὲν εἰς τὰ μέλη του τὸ φυσικὸν αὐτῶν κίνημα, φέρων δὲ εἰς τὰς παρειὰς τοῦ προσώπου τὸ φυσικὸν αὐτῶν κόκκινον χρῶμα. Ἀλλὰ καὶ αὐτὰ τὰ βασιλικὰ στρώματα τοῦ λειψάνου ἐφυλάχθησαν ἀδιάφθορα, ὡς ἂν ἤθελαν ῥαφῆ σήμερον. Ἀὸ τότε δὲ καὶ ὕστερον ἐνήργει τὸ τίμιον λείψανον ἐν τῇ Μαγνησίᾳ θαύματα πάμπολλα, ἰατρεῦον ἀσθενείας, διῶκον δαίμονας καὶ ἄλλα πάθη θεραπεῦον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ Καρσλίδη, τοῦ ὁμολογητοῦ
Χριστοῦ ἔδειξας σὴν ψυχὴν γεώργιον,
ἀγάπη πιαινόμενον, Γεώργιε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ νηστευτοῦ τοῦ Ῥώσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν
Τὴν καρδίαν, τῆς Τριάδος οἰκητήριον, ἀπεργασάμενος, τρεῖς ἐδομήσω ναούς, ἐν οἷς θείᾳ χάριτι, Ἰωαννίκιε, μύρα βλύζουσιν, εἰς φωτισμὸν καὶ κάθαρσιν, τῶν πιστῶς σοι προσιόντων.
ψυχή σου φωταυγείᾳ θείου Πνεύματος, ἐλλαμπομένη ἀεί, ψυχῶν ἑώρα πιστῶς, τῶν προσερχομένων σοι, Ἰωαννίκιε, τὰ βουλεύματα, προφητικαῖς προγνώσεσιν, ἱερῶς θαυμαζομένη.
Νοσημάτων, χειμαζόντων με Μακάριε, ψυχῆς καὶ σώματος, ταῖς ἱκεσίαις σου, συντόμως ἀπάλλαξον, καὶ μέλπειν ποίησον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
ναλλοίωτον, τεκοῦσα μόνη Κύριον, Θεοχαρίτωτε, τῇ δεξιᾷ τῇ αὐτοῦ, Ἁγνὴ ἀλλοιῶσαί μου, τὸν νοῦν ἱκέτευε, πρὸς τὰ κρείττονα, δεινῶς περιτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.

Ἕτερον. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐσταυρώθης τῷ κόσμῳ καὶ νεκρώσας τὰ πάθη πνεύματι ἔζησας· διὸ καὶ τοῖς ἀΰλοις, καὶ μένουσι συνήφθης, καὶ κραυγάζεις τῷ Κτίστῃ σου· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν ἐχθρῶν αἱ ῥομφαῖαι ἐπὶ σοὶ καὶ τὰ βέλη Πάτερ ἠσθένησαν, σταυρὸν γὰρ ὡπλισμένος, τὰς τούτων ἑλεπόλεις διαλύσας ἐκραύγαζες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἠλιοὺ καὶ Προδρόμου τὰς ἐρήμους ποθήσας Πάτερ θεόληπτε, κορυφὰς τοῦ Ὀλύμπου παρώκησας ὡς ἄλλον ἐκ νεότητος Κάρμηλον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωτηρίας ῥανίδα ἐπὶ τὴν νοσοῦσάν μου ψυχὴν ἐπίσταξον, Σὺ γὰρ ὤφθης Παρθένε, πηγὴ τῶν χαρισμάτων καὶ ἱλασμὸς τοῖς ψάλλουσιν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.














ᾨδὴ η'. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
στάμενος ἄνω πρὸς τὸ ὄρος, ὡς ἐπὶ λυχνίας λύχνος, Ὅσιε, πάντων τὰ νοήματα, πίστει κατεφώτιζες, ὑποδεικνύων ἄριστα Ἰωαννίκιε, τὴν τρίβον τῆς ζωῆς καὶ ἀνάγων, τούτους θείῳ λόγῳ, πρὸς ὕψος ἀπαθείας.
Νοῒ ἀπαθείᾳ καθαρθέντι, ὡμίλησας Κυρίῳ παντοκράτορι, ὑφ' οὗ τὰ ἀπόρρητα, Ὅσιε μυούμενος, προφητικῶς προέλεγες, εἰς σωτηρίαν ψυχῶν, ὡς μέγιστος παμμάκαρ προφήτης· ὅθεν σε συμφώνως, πιστοὶ ἀνευφημοῦμεν.
πῆλθόν μοι μάστιγες βαρεῖαι, καὶ νόσοι ἀλλεπαλλήλως με χειμάζουσι, τούτων με ἀπάλλαξον, Πάτερ ἱκετεύω σε, ὡς ἐκ Θεοῦ δεξάμενος, Ἰωαννίκιε, τὴν χάριν ἰατρεύειν τὰ πάθη, καὶ τὰς ἀλγηδόνας, πιστῶν ἐπικουφίζειν.
Τριαδικὸν
Σὺν πάσαις ταῖς ἄνω στρατηγίαις, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον, Τριάδα ἀμέριστον, ἄκτιστον Θεότητα, ὑμνολογοῦντες, Ἅγιος, Ἅγιος, Ἅγιος, βοήσωμεν ἐν ἀγαλλιάσει, μία ἐξουσία, ἀρχὴ καὶ βασιλεία.
Θεοτοκίον
ράθης Ἀγγέλων ὑπερτέρα, Θεὸν ἀπορρήτως σωματώσασα· τοῦτον οὖν ἱκέτευε, Δέσποινα πανάμωμε, τῶν σαρκικῶν ἀνώτερον, παθῶν γενέσθαι με, νοὸς ἐν ὑψηλῇ ταπεινώσει, ἀνυμνολογοῦντα, τὴν σὴν μεγίστην χάριν.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἐν τοῖς ἱδρῶσιν Ὅσιε, τῆς ἀσκήσεως ἔσβεσας τὰς τῶν ἡδονῶν ἀνθρακιὰς καὶ πυρώσεις, καὶ ὤφθης οὐράνιον ῥεῖθρον ζωῆς, τῇ ποίμνῃ σου ἀποσμῆχον, πᾶσαν νοσημάτων κηλῖδα· διὸ καὶ ἀνεβόας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῷ πελάγει Ὅσιε, τῆς ἀσκήσεως ἔπλευσας τῇ τῆς ἐγκρατείας αὔρα κυβερνώμενος, καὶ κλύδωνα ἔφυγες τῶν πονηρῶν δυνάμεων, καὶ ἐν τῷ λιμένι τῆς ζωῆς μεθωρμίσθης, βοῶν ἀδιαλείπτως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν ἀρετῶν τὸν δίαυλον, θαρσαλέως διήνυσας, καὶ ἐν τῷ σταδίῳ καταβὰς τῶν ἀγώνων, πρὸς πάλην ἀόρατον τοῦ δεινοῦ κοσμοκράτορος ἔστης, καὶ συντρίψας ἐδειγμάτισας τοῦτον, καὶ ψάλλων ἀνεβόας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱκανωθεὶς τῷ Πνεύματι, θεολόγων ὁ σύλλογος, δῆμος Ἀποστόλων, καὶ Μαρτύρων χορεῖαι, Ὁσίων τὰ τάγματα, Θεοῦ Μητέρα Δέσποινα, πάντες καταγγέλλουσι καὶ μέλπουσι πίστει· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



ᾨδὴ θ'. Ἅπας γηγενής
σχυσας Θεοῦ, τὸν νοῦν σου κρατύναντος, κατακρατῆσαι παθῶν, Ἄγγελος ἐν σώματι· ἐντεῦθεν Πάτερ σὺ ἐχρημάτισας, καὶ σὺν Ἀγγέλοις πάντοτε, τοὺς οὐρανούς κατοικεῖς, τῷ τῆς δόξης, θρόνῳ παριστάμενος, καὶ φωτὸς ἀνεσπέρου πληρούμενος.
σπερ οὐρανόν, τὰ ὄρη καὶ σπήλαια ᾤκησας Ὅσιε· ὅθεν σοι εἰρήνευσαν, ἄγριοι θῆρες καθυποτάξαντι, πάθη ψυχῆς δυσκάθεκτα, Ἰωαννίκιε, καὶ δικαίῳ, ἤδη χρηματίσαντι· διὰ τοῦτο πιστοὶ σε γεραίρομεν.
Σοῦ τὸ ἱερόν, καὶ ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, σοφὲ Ἰωαννίκιε, τῇ θείᾳ χάριτι, ἀναβλύζον, πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσιν.
δη τῷ Χριστῷ ἐγγίζων τρανότερον καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου, μνημονευόντων Ἰωαννίκιε, ἁμαρτιῶν συγχώρησιν, ἡμῖν αἰτούμενος, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ βασιλείας οἰκείωσιν.
Θεοτοκίον
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα φῶς ἡ κυήσασα, καὶ μὴ καταλάβῃ με, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτὴ με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Σεμνύνεται τὰ στίφη τῶν μοναστῶν, ταῖς σοφαῖς ὑποθήκαις τῶν λόγων σου, καὶ τοῖς πολλοῖς, πόνοις καὶ ἱδρῶσι καὶ πειρασμοῖς· πᾶσι γὰρ ὤφθης ἔσοπτρον, Πάτερ ἀκηλίδωτον τοῖς πιστοῖς, εἰς ὃ καὶ ἀφορῶντες, ῥυθμίζουσι τὸν βίον, πρὸς ἀπαθείας τελειότητα.
Ὡς εὔσημον ἡμέραν πάντες πιστοί, καὶ κλητὴν ἑορτὴν παναοίδιμε, τὴν σὴν φαιδράν, μνήμην ἐκτελοῦμεν πνευματικῶς, ἐν ᾗ καὶ ἀσπαζόμενοι, πίστει τῶν λειψάνων σου τὴν σορόν, ἀντλοῦμεν τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, καὶ σὲ συμφώνως μακαρίζομεν.
Ποθήσας τὸ συνεῖναι μετὰ Χριστοῦ, κατὰ Παῦλον τὸν μέγαν διδάσκαλον, μετὰ πολύν, δρόμον καὶ ἀγῶνα πρὸς ἀρετήν, καὶ καρτερίας πόνους τε, εὗρες τὴν ἀνάλυσιν ἐν αὐτῷ, καὶ στέφος καὶ βραβεῖον, τῆς νίκης ἐκομίσω, παρὰ τοῦ μόνου ἀθλοθέτου Χριστοῦ.
Θεοτοκίον.
Ἀπόρθητόν Σε τεῖχος ἐν πειρασμοῖς, καὶ λιμένα κεκτήμεθα πάναγνε, οἱ ἐν δειναῖς, ὄντες τρικυμίαις καὶ συμφοραῖς, καὶ μέγα ἱλαστήριον, τῶν παραπτωμάτων ἁμαρτωλοί· διὸ ταῖς σαῖς πρεσβείαις, Παρθένε Θεοτόκε, πάντας οἰκτείρησον καὶ σῶσον ἡμᾶς.



Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐμφρόνως καθυπέταξας, σοφὲ Ἰωαννίκιε, τῷ αὐτοκράτορι Πάτερ, νοῒ σαρκὸς τὰς ὀρέξεις, ἐντεῦθεν τὸ ἀκρότατον, τῶν ἐφετῶν κατέλαβες, καὶ θείας δόξης ἔτυχες, ὑπὲρ ἡμῶν οὖν πρεσβεύων, μὴ διαλίπῃς παμμάκαρ.
Θεοτοκίον
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι σου πανάμωμε, ἀφ' ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.

 Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεοφόρε Ὅσιε, δι’ ἐγκρατείας τὸν νοῦν, ἐκκαθάρας ἰσάγγελον, βίον πεπολίτευσαι, ἐπὶ γῆς ὡς ἀσώματος, ἐντεῦθεν χάριν, τὴν τῶν ἰάσεων, καὶ προφητείας ἐδέξω χάρισμα· ὅθεν ὑμνοῦμέν σε, πίστει καὶ γεραίρομεν χαρμονικῶς, μνήμην σου τὴν πάνσεπτον, Ἰωαννίκιε.

Πάτερ, θεόφρον μακάριε, τῷ σῷ Δεσπότῃ Χριστῷ, ἠκολούθησας ἄριστα, ταῖς ἐνθέοις πράξεσι, καὶ καλαῖς ἀναβάσεσι, χάριτι θείᾳ αὐτῷ ἑνούμενος, καὶ τῷ ἐκεῖθεν, φωτὶ λαμπόμενος· ὅθεν γεγένησαι, φωστὴρ διαυγέστατος καταυγασθείς, Πάτερ τὴν διάνοιαν, Ἰωαννίκιε.

Πάτερ, θεόφρον τρισόλβιε, ταῖς τῶν θαυμάτων βολαῖς, διαλάμπεις τοῖς πέρασι, οἰκουμένης Ὅσιε· ὡς ἀστὴρ φαεινότατος, ἐξ ὕψους Πάτερ τοῦ στερεώματος, τῆς Ἐκκλησίας, Ἰωαννίκιε· ὅθεν δεόμεθα, καὶ ἡμῶν τὰ ὄμματα καὶ τὰς ψυχάς, πάντων καταλάμπρυνον, ταῖς ἱκεσίαις σου.

Χαίροις, μοναζόντων καύχημα, τῶν ἀσκητῶν καλλονή, τῶν Ὁσίων φαιδρότατον, Πάτερ ἀγαλλίαμα, τῶν Ἀγγέλων συνόμιλε· ἄνθος εὐῶδες, τῆς θείας χάριτος, καὶ Παραδείσου, θεῖον ὡς ὄντως φυτόν· πάντων ἐντρύφημα, τῶν ὁμωνυμούντων σοι, καὶ ἐν χαρᾷ, καταγεραιρόντων σε, ἀξιοθαύμαστε.

Δόξα. Ἦχος πλ. δ΄.
Εἰς ὕψος θείας γνώσεως, καὶ ἀρετῆς ἀναδραμών, δι’ ἄκρας ἀσκήσεως καὶ θεομιμησίας, εἰς Ὄλυμπον ὄρος, θεοφρόνως ἀνελθών, εἰς γῆν ἐταπείνωσας, τὸν παλαιμναῖον δράκοντα, σοφὲ Ἰωαννίκιε· ὅθεν, θεωρίας θείας ἠξίωσαι, θείᾳ χάριτι καταγλαϊσθείς, καὶ προφητικῷ χαρίσματι, ὑπὸ τῆς παντοδυνάμου δεξιᾶς, ὡς Μωσῆς ἐν τῷ Σινᾷ, καὶ Ἠλίας ὁ ἔνδοξος καὶ ἔμπυρος οὐρανοδρόμος· διὸ εὐφημοῦμέν σε, θεσπέσιε Πάτερ, ἐκβοῶντές σοι πιστῶς· ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῇ παναγίᾳ Τριάδι παριστάμενος ἀεί, Πάτερ ἁγιώτατε.


Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου