ΔΕΚΕΜΒΡΙΟΣ Θ΄!!
ΑΓΙΑΣ ΑΝΝΗΣ ΠΡΟΜΗΤΟΡΟΣ ΣΥΛΛΗΨΙΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὁ ναὸς ὁ ὑπέρλαμπρος, ἡ
σκηνὴ ἡ πολύφωτος, τῷ τοῦ Κτίστου νεύματι ἐνιδρύεται, καὶ ἀσεβείας σαλεύονται,
ἐκ βάθρων ἱδρύματα, καὶ τῆς χάριτος Θεοῦ, οἱ θεμέλιοι σήμερον, καταπήγνυνται,
διὰ τοῦτο βοῶμεν· τῇ Παρθένῳ, διὰ σοῦ τῆς σωτηρίας, ἡμῶν αἱ βάσεις στηρίζονται.
Εὐφροσύνης ἐπέλαμψαν,
ἀκτίνες τῆς χάριτος, τῆς ἁγνῆς προΐσχουσαι, ἐκ μητρώας γαστρός, δι’ ἧς κατήφεια
ἅπασα, τῆς λύπης παυθήσεται, καὶ χαρᾶς τῆς νοητῆς, τῷ φωτὶ ἐλλάμφθησεται, τὸ
ἀνθρώπινον, ἐκτενῶς τῇ Παρθένῳ ἀνακράζων· διὰ σοῦ τῆς σωτηρίας ἡμῶν, αὐγάζουσι
χάριτες.
Τῶν θαυμάτων προίμια,
ἐναργῆ καὶ παράδοξα, τῆς οἰκοίας σήμερον παρουσίας Χριστοῦ, τὴν τῆς Παρθένου
ἀπότεξιν, τρανῶς καταβάλλετο, ἡ ἐκ στείρας γὰρ αὐτῆς, καθυπέφυνε σύλληψις, τὸν
ἀνέκφραστον, καὶ ἀπόῤῥητον τόκον, ἐκ Παρθένου τοῦ βουλήσει σαρκωθέντος, διὰ τὸ σῶσαι τὸ γένος ἡμῶν.
Στεῖρα Ἄννα καὶ ἄγονος, τὸν
Θεὸν καθικέτευε, ἑαυτῇ δωρήσασθαι θεῖον γέννημα, ἧς ἐπακούσας ὁ Ὕψιστος, τὴν
μόνην χαρίζεται, ἐκ πασῶν τῶν γενεῶν, ἐκλεχθεῖσαν μητέρα Αὐτοῦ, ἣν τιμήσωμεν,
ἱεραῖς μελῳδίαις εὐφημοῦντες, τοὺς αὐτὴν γεγεννηκότας, πνευματικῶς ἀγαλλόμενοι.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Σήμερον ἐκ τῆς ῥίζης τοῦ
Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαῖ βλαστάνειν ἀπάρχεται, τὸ
ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄.
Οἶκος τοῦ Ἐφραθᾶ.
Ἀπόθεσθε Ἀδάμ, καὶ Εὔα
πᾶσαν λύπην, ἡ Μήτηρ τῆς χαρᾶς γάρ, ἐν στείρᾳ παραδόξως, καρπογονεῖται σήμερον.
Στ.: Ἐκέκραξαν οἱ
δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο
αὐτούς.
Προπάτορ Ἀβραάμ, καὶ πάντες
Πατριάρχαι, εὐφραίνεσθε ὁρῶντες, τοῦ Θεοῦ τὴν μητέρα, ἐκ ῥίζης ὑμῶν φύουσαν.
Στ.: Ἐκ καρποῦ τῆς
κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.
Χαῖρε Ἰωακείμ, καὶ Ἄννα
χαῖρε ὅτι, χαρᾶς καὶ σωτηρίας, τὴν πρόξενον τῷ κόσμῳ, καρπογονεῖτε σήμερον.
Δόξα. Καὶ νῦν.
Χορὸς τῶν Προφητῶν,
ἀγάλλεσθε ἰδοὺ γάρ, Ἄννα καρπὸν ἐκφύει· δι’ οὗ αἱ προφητεῖαι, ὑμῶν
περαιωθήσονται.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς
Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται Θεόπαιδα· ἐξ
ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι
αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. (ἐκ γ’)
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια τῆς Ἁγίας. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.
Καρπογονοῦσα ἡ στεῖρα παρ'
ἐλπίδα, Παρθένον τὴν μέλλουσαν, τίκτειν Θεὸν ἐν σαρκί, ἀγαλλιάσει φαιδρύνεται,
χορεύει χαίρει, μεγαλοφώνως Ἄννα κραυγάζουσα· Φυλαὶ μοι συγχάρητε, ἅπασαι τοῦ
Ἰσραήλ, κυοφορῶ καὶ τὸ ὄνειδος τῆς ἀπαιδίας, ἐναποτίθεμαι, ὡς ηὐδόκησεν, ὁ
εὐεργέτης ἐπακούσας μου, τῆς προσευχῆς καὶ κατώδυνον, θεραπεύσας καρδίαν, δι᾿
ὠδίνων ὡς ὑπέσχετο.
Ὁ ἐξ ἀνίκμου πηγάσας ὕδωρ
πέτρας, καρπὸν τῇ κοιλίᾳ σου, Ἄννα χαρίζεται, τὴν ἀειπάρθενον Δέσποιναν, ἐξ ἧς
τὸ ὕδωρ, τῆς σωτηρίας μέλλει προέρχεσθαι. Οὐκέτι ὡς ἄκαρπος, γῆ παροικεῖς ἐπὶ
γῆς, ὀνειδισμοῦ ἠλλοτρίωσαι· γῆν γὰρ βλαστήσεις, καρποφοροῦσαν ζωῆς τὸν
ἄσταχυν, τὸν τὰ ὀνείδη ἀφαιρούμενον, πάντων βροτῶν ὡς ηὐδόκησε, διὰ σπλάγχνα
ἐλέους, μορφωθῆναι τὸ ἀλλότριον.
Τῶν Προφητῶν αἱ προῤῥήσεις
ἐκπληροῦνται· Ὄρος γὰρ τὸ ἅγιον, λαγόσιν ἵδρυται· Κλῖμαξ ἡ θεία φυτεύεται,
θρόνος ὁ μέγας, τοῦ Βασιλέως προετοιμάζεται. Τόπος εὐτρεπίζεται ὁ θεοβάδιστος.
Βάτος ἡ ἄφλεκτος ἄρχεται, ἀναβλαστάνειν, ἡ Μυροθήκη τοῦ ἁγιάσματος, ἤδη πηγάζει
τῆς στειρώσεως, τοὺς ποταμοὺς ἀναστέλλουσα, τῆς θεόφρονος Ἄννης, ἣν ἐν πίστει
μακαρίσωμεν.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Ἡ βασίλειος σήμερον,
ἀλουργὶς ἐξυφαίνεται, εἰς κοιλίαν ἄγονον ἡ θεόνυμφος, ἐξ ἧς πορφύραν τὴν
ἄχραντον, φορέσαι ηὐδόκησεν, ὁ τῆς δόξης Βασιλεύς, καὶ Θεὸς πάσης κτίσεως, ᾧ
κραυγάζομεν· τὰ παράδοξα Σῶτερ τῶν πραγμάτων, ὑπὲρ πᾶσαν προσδοκίαν, πληροῖς ὡς
μόνος φιλάνθρωπος.
Οὐρανοὶ ἀγαλλέσθωσαν,
γηγενεῖς εὐφραινέσθωσαν, ἡ κοινὴ γὰρ σήμερον ἀγαλλίασις, παντὶ τῷ κόσμῳ
μηνύεται, παρ’ ἐλπίδα ἅπασαν, στειρευούσης ἐκ Μητρός, ἐκβλαστῆσαι προέρχεται,
τὴν ἐπέλευσιν, τῆς Ἁγίας Τριάδος καὶ τῆς θείας, εὐφροσύνης τοῦ Σωτῆρος, καὶ
θυμηδίας τῆς κρείττονος.
Τὰ προοίμια σήμερον, τῆς
ἡμῶν ἀναπλάσεως, καὶ νεοποιήσεως καταγγέλλονται, ἐν τῇ συλλήψει σου ἄχραντε, σὺ
γὰρ ἐκ στειρώσεως, προσελθοῦσα τὴν βροτῶν, ἐφορίαν ἐμήνυσας· ὅθεν κράζομεν,
ἀφθονίας τῆς κρείττω ἡ αἰτία, σὺ ὑπάρχεις καὶ ἁπάντων, τῶν ἀγαθῶν Θεονύμφευτε.
Δόξα. Καὶ νῦν. Ἦχος α'. Γερμανοῦ
Τὸ ἀπόῤῥητον τοῖς Ἀγγέλοις,
καὶ ἀνθρώποις μεγαλεῖον, καὶ ἀπ' αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον,
σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται, Μαρία ἡ θεόπαις,
ἑτοιμαζομένη εἰς κατοικίαν, τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ
γένους ἡμῶν, ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν, ἀναβοῶντες πρὸς αὐτήν.
Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα (Κεφ. 28, 10-17)
Ἐξῆλθεν
Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησε τόπῳ, καὶ
ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε
πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ
κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ
Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο
ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ,
μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί
σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν,
καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ
φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων
σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ
μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ
ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ
ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ
οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας,
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4)
Ἔσται
ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ
θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι
ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ
ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ
ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη
κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι
Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ
Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν
ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ
εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ
οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11)
Ἡ
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς
θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς
τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς
ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι
φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν,
ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ
κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν,
ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες
αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε.
Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ
δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι
Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ
προστεθήσεταί σοι ἔτη ζωῆς.
Λιτή.
Ἦχος α’. Νικοδήμου.
Εὐφραίνου
ὁ Ἀδὰμ καὶ ἡ Εὔα, τοῦ γένους ἡμῶν οἱ προπάτορες ἀγαλλιᾶσθε τῷ πνεύματι, οἱ
χειρὶ Θεοῦ δημιουργηθέντες γενάρχε· ἰδοὺ γὰρ ἡ θυγάτηρ ὑμῶν, καὶ μήτηρ γενέσθαι
προορισθεῖσα Θεοῦ, σήμερον τὸ εἶναι λαμβάνει διὰ συλλήψεως· ἵνα ὑμᾶς ῥεύσαντας,
εἰς τὸ φεῦ εἶναι διὰ τὴν παράβασιν, εἰς τὸ εὖ εἶναι ἐπαναγάγη, καὶ πρὸς τὴν
πρώτην μακαριότητα, καὶ συλλαμβάνεται ἐν μήτρᾳ, οὐ ψιλοῖς τῆς φύσεως νόμοις; Οὐ
δὲ πάλιν γυμνοῖς ὅροις τῆς ὑπὲρ φύσιν χάριτος· ἀλλὰ τῷ κατὰ φύσιν, καὶ τὸ ὑπὲρ
φύσιν ἐγκαταμέμικται, τὸ μέν, ὅτι ἐκ φυσικοῦ σπέρματος λαμβάνει τὴν ὕπαρξιν· τὸ
δέ, ὅτι στειρωτικῶν ἅμα, καὶ γηραλέων λαγόνων, ὑπὲρ φύσιν βρεφουργεῖται, ἵνα
ὑμᾶς τοὺς εἰς τὸ παρὰ φύσιν, ἀναβιβάση ἐκ τοῦ κατὰ φύσιν τραπέντας, εἰς τὸ ὑπὲρ
φύσιν ἀναβιβάση, διὰ τοῦ ὑπερφυοῦς τόκου αὐτῆς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ
παρέχοντος πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Τίς
μὴ σκιρτήσει; ὴ τίς μὴ πνευματικῶς κροτήσει, ἐπὶ τῇ νῦν πανηγύρει τῆς
ἀειπαρθένου καὶ Θεομήτορος; Σήμερον γὰρ ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ὡς ἐξ ἡλίου
καὶ σελήνης, ἡ τὸν ποιητὴν τῶν φωστήρων ἀποτεκοῦσα συλλαμβάνεται, σήμερον ἐξ
ὀλίγων ῥανίδων σπέρματος βρεφουργεῖται, ἡ τῶν χαρίτων θάλασσα· ἥτις τὴν ἀένναον
πηγὴν παντὸς ἀγαθοῦ τῷ κόσμῳ πηγάσει σήμερον ἐκ μικροῦ κόκου, ῥιζοῦται ῥάβδος
οὐρανομήκης, ἐξ ἧς τὸ ἀμάραντον ἄνθος βλαστήσει, Χριστὸς ὁ Θεός· ὁ τὰς
ὑποθέσεις τῶν μεγάλων πραγμάτων, πόῤῥωθεν καὶ ἐξ ὀλίγων ἀρχῶν καταβάλλων εἰς
σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Θεοτόκε
Παρθένε, ἡ σήμερον ἐν γῇ συλλαμβανομένη, καὶ ἐν οὐρανῷ ὡς βασίλισσα δοξαζομένη,
ποῖος λόγος τὰ μεγαλεῖά σου διηγήσεται; Πᾶντα γὰρ τὰ σὰ ὑπὲρ φύσιν ὑπάρχει,
πᾶντα ἐξαίρετα, καὶ πᾶντα σοὶ μόνῃ ὡς Μητρὶ τοῦ Θεοῦ, ἰδιαίτερον πρέποντα. Σοῦ
καὶ ἡ γέννησις γέγονε θαυμασία, καὶ ἡ εἰς τὰ ἅγια εἴσοδος θαυμασιωτέρα. Σοῦ καὶ
ἡ κοίμησις, ἀπρόσιτος ἔμεινε τῇ φθορᾷ· ἀλλὰ καὶ ἡ σύλληψίς σου, ἡ νῦν
προκειμένη εἰς ἔπαινον, οὐ δίχα θαύματος ἐκτετέλεσται. Πάντων γὰρ τῶν ἐν τῇ
παλαιᾷ ἡγιασμένων ἐκ μήτρας, ἀνδρῶν ὑπαρχόντων. Σὺ μόνη ἐν γυναιξὶν ἡγιασμένη
ἐκ κοιλίας μητρός σου ἐφάνης, Ἀρχαγγέλου τῇ φωνῇ συλληφθεῖσα, δι’ ἐπαγγελίας
ἁγίας. Ἔδει γὰρ σὲ καὶ ἐν τούτῳ, ὡς Μητέρα Θεοῦ τὸ ἐξαίρετον ἔχειν, ἵνα καὶ ἐν
τοῖς φυσικοῖς, ὑπερφυὴς ἦς, καὶ ἐν τοῖς ἀνθρωπικοῖς, ὑπὲρ ἄνθρωπον· ἀλλὰ
δεόμεθα, πρέσβευε Θεόνυμφε, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει εὐφημούντων, τὴν σεβασμίαν
σου σύλληψιν.
Ἦχος
δ΄.
Εὐφροσύνης
μυστικῆς, καὶ χαρᾶς ἀνεκφράστου ὑπόθεσις, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ σήμερον
ἀνατέταλκε. Πᾶσαι γὰρ αἱ τῆς Παρθένου ἑορταί, χαρὰν πνευματικήν, τοῖς πιστοῖς
προμνηστεύουσιν. Οὐχ ἧττον δὲ καὶ ἡ νῦν τελουμένη ταύτης πανήγυρις, ὥσπερ γὰρ
τῶν Δεσποτικῶν ἑορτῶν τοῦ Χριστοῦ, κέντρον καὶ κεφάλαιον ὑπάρχει, ἡ τούτου
ἄσπορος σύλληψις. Οὕτω καὶ τῶν Θεομητορικῶν ἁπασῶν ἑορτῶν, κέντρον ὑπάρχει καὶ
καταρχὴ ἡ τῆς Παρθένου ἐκ σπέρματος, παράδοξος σύλληψις. Ἥνπερ νῦν χαρμονικῶς
ἑορτάζοντες, αἰτήσωμεν διὰ τῆς Παρθένου λαβεῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα
ἔλεος.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄.
Δεῦτε
φιλοπάρθενοι πάντες, τῇ Μητρὶ τοῦ Θεοῦ καὶ Παρθένῳ προσδράμωμεν. Ἰδοὺ γὰρ αὕτη
συλλαμβάνεται, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, διὰ θείας ἐπαγγελίας· ὁ ὑπερφερὴς
οὐρανός, ἡ θεογεώργητος γῆ, ἡ ἀπαρχὴ τοῦ ἐν Χριστῷ θεωθέντος Ἀδαμιαίου
φυράματος. Τὸ παρόμοιον τῆς ἀρχικῆς ὡραιότητος ἴνδαλμα· ὁ μέγας ἐν μικρῷ
κόσμος, τοῦ τὸν κόσμον ὅλον δημιουργήσαντος. Τὸ ἐπίγειον τοῦ οὐρανίου Βασιλέως
παλάτιον· ἡ φανέρωσις τῶν ἀποκρύφων τῆς θείας ἀκαταληψίας βυθῶν· τῶν τοῦ Θεοῦ
ἐπαγγελιῶν ἡ σφραγίς. Συλλαμβάνεται τοίνυν καὶ ὁ κόσμος τῆς πρὸς τὴν φθορὰν
ἀναστέλλεται ῥεύσεως. Φυτουργεῖται ἐν μήτρᾳ, καὶ τὸν φυτουργὸν τῆς ζωῆς μηνύει,
μικρὸν ὅσον εἰς τὴν κτίσιν ἐρχόμενον, ὁ θεόγλυπτος ἀνδριάς, ἡ χρυσοειδῆς, ἡ
διπλοΐς, ἡ ἀνεξάντλητος τῶν θείων ἀπαυγασμάτων πηγή. Ἣν προσυνοῦντες μετὰ πόθου,
μακαρίσωμεν ἐκ ψυχῆς, τὴν αὐτῆς πανεύφημον σύλληψιν.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν.
Ἄννα,
ἡ θεία χάρις ποτέ, προσευχομένη ὑπὲρ τέκνου ἐβόησε, τῷ πάντων Θεῷ καὶ Κτίστῃ·
Ἀδωναῒ Σαβαώθ, τὸ τῆς ἀπαιδίας οἶδας ὄνειδος, αὐτὸς τὴν ὀδύνην μου, τῆς καρδίας
διάλυσον, καὶ τοὺς τῆς μήτρας, καταῤῥάκτας διάνοιξον, καὶ τὴν ἄκαρπον,
καρποφόρον ἀνάδειξον, ὅπως τὸ γεννησόμενον, δοτὸν σοι προσάξωμεν, ἐπευλογοῦντες
ὑμνοῦντες, καὶ ὁμοφρόνως δοξάζοντες, τὴν σὴν εὐσπλαγχνίαν, δι' ἦς δίδοται τῷ
κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ
ἀθετήσει αὐτήν.
Πάλαι
προσευχομένη πιστῶς, Ἄννα ἡ σώφρων, καὶ Θεῷ ἱκετεύουσα, Ἀγγέλου φωνῆς ἀκούει,
προσβεβαιοῦντος αὐτῇ, τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν, πρὸς ἥν ὁ ἀσώματος, ἐμφανῶς
διελέγετο· Ἡ δέησίς σου, πρὸς τὸν Κύριον ἤγγισε, μὴ σκυθρώπαζε, τῶν δακρύων
ἀπόστηθι· εὔκαρπος χρηματίσεις γάρ, ἐλαία βλαστάνουσα, κλάδον ὡραῖον Παρθένον,
πάγκαλον ἄνθος ἀνθήσουσαν, Χριστὸν κατὰ σάρκα, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ
θρόνου μου.
Ζεῦγος
καρπογονεῖ τὸ σεπτόν, τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, ὁ Μόσχος ἀῤῥήτῳ
λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, ὑπὲρ ὅλου κόσμου προθυόμενος· διὸ γεγηθότες,
ἐξομολόγησιν ἄπαυστον, ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, καὶ τὴν σύμπασαν,
ἐποφείλουσαν ἔχουσι. Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, ἐν τῇ
Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, Μητρὸς τικτομένης, δι' ἧς δίδοται
πλουσίως, τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Ἦχος β'
Σήμερον
ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν
ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων
τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς
Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται Θεόπαιδα· ἐξ
ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι
αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. (ἐκ γ’)
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν,
Κάθισμα. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Ὁ νέος οὐρανός, ἐν κοιλίᾳ
τῆς Ἄννης, τεκταίνεται Θεοῦ, παντουργοῦ ἐπινεύσει, ἐξ οὗ ἐπέλαμψεν, ὁ ἀνέσπερος
ἥλιος. Κόσμον ἅπαντα, φωταγωγῶν ταῖς ἀκτίσι, τῆς Θεότητος, ὑπερβολῆ
εὐσπλαγχνίας, ὁ μόνος φιλάνθρωπος.
Δόξα... Καὶ
νῦν... Ὅμοιον
Χορὸς προφητικός,
προεκήρυξε πάλαι, τὴν ἄμωμον ἁγνήν, καὶ θεόπαιδα Κόρην, ἣν Ἄννα συνέλαβε,
στεῖρα οὖσα καὶ ἄγονος, ταύτην σήμερον, ἀγαλλιάσει καρδίας, μακαρίσωμεν, οἱ δι'
αὐτῆς σεσωσμένοι, ὡς μόνην πανάμωμον.
Μετὰ τὴν β' Στιχολογίαν,
Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα
σκίρτησον· ξηρὰ γὰρ καὶ ἄνικμος, γῆ ἀνεβλάστησε, καρπὸν εὐθαλέστατον, τὴν
ἀνθήσασαν κόσμῳ, στάχυν ἀθανασίας, καὶ τὸ ὄνειδος ἅπαν, ἤρθη τῆς ἀτεκνίας· Μεθ'
ὧν συνευφρανθῶμεν, χαίροντες σήμερον.
Δόξα... Καὶ
νῦν... Ὅμοιον
Ἡ πύλη ἡ ἄβατος νῦν
ἀποτίθεται, ἡ πόλις ἡ πάμφωτος λάμψαι προέρχεται, ἡ μόνη πανάχραντος, σήμερον
δι’ Ἀγγέλου, τοῖς δικαίοις δηλοῦται· ὅθεν ἐν εὐφροσύνῃ, ἀνεβόων τῷ Κτίστῃ,
καρπὸν ἡμῖν δώρησαι, τὴν ἀφθαρσίας πηγήν.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ
σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου
δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη Βασιλεύς,
ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ
στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα... Καὶ
νῦν... Ὅμοιον
Ἡ ἀμίαντος ἀμνάς, καὶ
ἀκηλίδωτος παστάς, ἐκ τῶν δικαίων προελθεῖν, ἄρτι ἀπάρχεται πιστοί, ἡ
θεοκόσμητος Μαρία παράδοξος, εὐφράνθητε λοιπόν, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πάντες
γηγενεῖς, συσκιρτήσατε, ὅτι ἐποίησε σήμερον παράδοξα, Θεὸς ἐν μήτρᾳ
στειρευούσῃ, καρπὸν τὴν μόνην, δείξας Παρθένον, ἣν πιστῶς ἀνυμνήσωμεν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει
αὐτήν.
Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα
Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον
ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν
ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων
τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ
Κανόνες τῆς Ἁγίας· ὁ πρῶτος μετὰ τῶν Εἱρμῶν εἰς στ’, καὶ οἱ ἄλλοι δύο ἀπὸ δ’.
Ὁ α’ Κανών,
ποίημα Ἀνδρέου Κρήτης.
ᾨδὴ α'. Ἦχος α'. Ὁ
Εἱρμός.
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι,
θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Τὴν Σύλληψιν σήμερον,
θεόφρον Ἄννα, τὴν σὴν ἑορτάζομεν, ὅτι τὴν χωρήσασαν, τὸν μηδαμοῦ χωρητόν,
συνέλαβες στειρωτικῶν, ἀπολυθεῖσα δεσμῶν.
Δικαίων ἐπήκουσας, τὰς
ἱκεσίας, Ἁγίων ἐπλήρωσας, τὰς ἐντεύξεις Κύριε, τῶν προπατόρων σου, καὶ τούτοις
δέδωκας καρπόν, τὴν σὲ τεκοῦσαν Ἁγνήν.
Ἡ Ἄννα ἡ ἔνδοξος, νῦν
συλλαμβάνει, Ἁγνὴν τὴν τὸν ἄσαρκον, συλλαβοῦσαν Κύριον, τὸν ὑπεράγαθον, καὶ
τίκτειν μέλλει τὴν σαρκί, μέλλουσαν τίκτειν Χριστόν.
Θεοτοκίον
Τὸ Ὄρος τὸ ἅγιον, ὅπερ
προεῖδε, Προφήτης ἐν Πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς τῶν εἰδώλων βωμούς,
συντρίψας σθένει θεϊκῷ, σὺ εἶ Παρθένε Ἁγνή.
Ὁ β’ Κανών,
κατ’ Ἀλφάβητον.
ᾨδὴ α’. Ἦχος α’. Χριστὸς
γεννᾶται.
Ἁγνήν, παρθένον Θεόπαιδα, μητέρα ἐσομένην τοῦ
κτίσαντος, γαστρὶ δεξαμένη ἔχαιρεν, Ἄννα ἀναβοῶσα· τοῦ Ἰσραὴλ πᾶσαι αἱ φυλαί
μοι συνευφράνθητε, ἰδοὺ κἀγὼ συνέλαβον.
Βιβλίον ὅπερ προέφησε, Προφήτης, σφραγισθὲν θείῳ
Πνεύματι, λαγόσιν αὐτῆς κατέχουσα, Ἄννα πᾶσιν ἐβόα· ἣν αἱ γραφαί, πᾶσαι
προδηλοῦσι, μεγαλύνομαι ἐγώ, φύουσα σήμερον.
Γαστρί, χωρεῖται καὶ πλάττεται, ναὸς ὁ θεϊκὸς καὶ
σωτήριος, λαγόσι μητρὸς φυτεύεται, κλίμαξ ἡ πρὸς τὰ ἄνω πάντας βροτοὺς
ἐπαναγαγοῦσα, ἧς τὴν σύλληψιν πιστῶς πανηγυρίσωμεν.
Ὁ γ’ Κανὼν τῆς
Ἁγίας, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων:
Ἡ τὴν χαρὰν τέξουσα, τίκτεται κόρη. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.
ᾨδὴ α'. Ἦχος β'. Ἐν
βυθῷ κατέστρωσε ποτέ
Ἡ τοῦ κόσμου σήμερον χαρά, λόγῳ προκηρύττεται, καὶ
μητρικὰς ὀδύνας εἰς εὐφρόσυνον, χαρμονὴν μεθίστησι, καὶ πολύτεκνον, τὴν τῆς
φύσεως στείρωσιν, ἔσεσθαι μηνύει, ἔργοις τοῖς τῆς χάριτος πληθύνουσαν.
Τὸ τερπνὸν παλάτιον Χριστοῦ, ὁ εὐρυχωρότατος, τῶν
οὐρανῶν οὐρανὸς ὁ ὑπέρτερος, σήμερον εἰσδέχεται, δι' ἐντεύξεως, τὴν βάσιν τῆς
ὑπάρξεως, τῆς ἐπαγγελίας ἐχούσης, ἀσάλευτον τὴν ἔκβασιν.
Ἡ πορφύρα σήμερον Χριστοῦ,
λαμπρῶς καταγγέλλεται, ἐκ στειρευούσης ὑφανθήσεσθαι χάριτι, νηδύος ἡ ἄσπιλος,
ἐξ ἧς φορέσας ὁ Βασιλεὺς τῆς κτίσεως, φύσιν τήν βροτείαν, κόσμῳ ὡραιότατος
ὀφθήσεται.
Θεοτοκίον
Γηγενῶν ἡ φύσις ἐπὶ σοί,
μόνη πανυπέρτατε, θεοπρεπῶς, ἐγκαυχωμένη Δέσποινα, χαίρει καὶ κηρύττει σου, τὰ
παράδοξα τῆς ἁγνείας τεράστια, καὶ ἐν εὐφροσύνῃ ᾄδουσα, δοξάζει σε
Θεόνυμφε.
ᾨδὴ γ'. Στερεωθήτω ἡ καρδία
μου.
Καρπὸν κοιλίας εἰ παράσχοις
μοι, ἀνεβόα Ἄννα πρὸς Κύριον, μεγαλυνθήσομαι καὶ σοί, τοῦτον προσαναθήσομαι·
διὰ τοῦτο συλλαμβάνει, τὴν ἁγνὴν Θεομήτορα.
Ἐν παραδείσῳ εὐχομένης σου,
τῆς φωνῆς ἀκούει ὁ Ὑψιστος, Ἄννα θεόφρον καὶ καρπόν, τῇ κοιλίᾳ σου δίδωσι,
Παραδείσου τὴν ἀνοίξασαν, τὴν θύραν τῆς χάριτος.
Τὰ κατὰ νόμον ἐκτελέσασα,
καὶ Θεῷ ἀμέμπτως δουλεύσασα, κυοφορεῖς τὴν ἀληθῆ, νομοδότην κυήσασαν, Ἄννα
πάνσεμνε· διό σε οἱ πιστοὶ μακαρίζομεν.
Θεοτοκίον
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον,
καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ
βοήθεια.
Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.
Δέχεται ἐξ ὕψους προσεδρεύων, Κυρίῳ ὁ Ἰωακείμ,
πεποθημένην ἀγγελίαν, ἐπιστάντος Ἀγγέλου, αὐτῷ καὶ λέγοντος ἄπιθι, τὰς σὰς
ἐντεύξεις ὁ πάντων Θεός, δίκαιε ἐπλήρωσεν.
Ἐπικαλουμένη, τὸν Θεὸν τῶν ἁπάντων ἡ Ἄννα ποτέ, ἐν
παραδείσῳ ἱσταμένη, ἐπιστάντα ἑώρα, αὐτὴ Ἄγγελον καὶ λέγοντα· μὴ ἀθύμει, Σὺ
Μητρὸς γὰρ Θεοῦ, μήτηρ μέλλεις ἔσεσθαι.
Ζηλοῦσα τὴν Ἄνναν, τὴν πρὸ σοῦ ἱκεσίας προσῆξας Θεῷ,
καὶ τὴν ἀσπόρως δεξαμένην, τὸν ἀχώρητον Λόγον, ἁγνὴν ἐν μήτρᾳ συνέλαβες, τῇ
εὐτεκνίᾳ σου πάντας ἡμᾶς, Ἄννα χαριτώσασα.
Ἕτερος. Ἐξήνθησεν ἡ ἔρημος.
Ῥανάτωσαν εὐφρόσυνον, αἱ νεφέλαι σήμερον, τὸν γλυκασμὸν
τοῖς πέρασιν· ἡ Νεφέλη ἰδοὺ γὰρ τίκτεται, ἐξ ἧς τὸ τῆς ζωῆς μου ὕδωρ βλύσει
Χριστός.
Ἀνοίγονται τῆς χάριτος, τὰ ταμεῖα σήμερον, ὁ
προκηρύσσων Ἄγγελος, ἀνεβόα Ἄννης τὴν Σύλληψιν· ἰδοὺ γὰρ σὺ τὴν Πόλιν
ἀποτίκτεις Θεοῦ.
Νενέκρωται ἡ φύσις μέν, τῶν ἀνθρώπων πρότερον, νῦν δὲ
ζωῆς τὰ σύμβολα, τῇ Συλλήψει τῆς Ἄννης δέχεται· ἀκάρπου γὰρ ῥίζης ἄρτι φύεται.
Θεοτοκίον
Ὡς ἄνθρακα φλογίζοντα,
ἁμαρτίας Ἄχραντε, τὸν σαρκωθέντα Κύριον, ὑπὲρ φύσιν ἐκ σοῦ δεχόμενοι, τοῦ
πλήθους τῶν πταισμάτων καθαιρόμεθα.
Κάθισμα. Ἦχος δ'. Κατεπλάγη
Ἰωσήφ.
Εὐλογίας ἀπαρχήν, τῆς
ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω Ἀγαθέ, Ἄννη βοώσῃ δι' εὐχῆς. Σὺ μεταπλάττεις τὰς
φύσεις τῶν ἐν γενέσει· διό μου, ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός,
πάλιν καινούργησον, ἵνα καρπὸν προσάξω σοι, βοῶσα, τῷ παντεπόπτῃ καὶ Κτίστῃ
μου. Σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε Φιλάνθρωπε.
Δόξα. Καὶ νῦν... Ἦχος
ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἰωακεὶμ ὁ ἱερὸς καὶ ἡ Ἄννα,
δῶρα προσήγαγον τοῖς πρὶν ἱερεῦσι, καὶ μὴ δεχθέντες ἄγονοι τυγχάνοντες, δέησιν
προσηύξαντο, τῷ Δοτῆρι τῶν ὅλων, καὶ τῆς προσευχῆς αὐτῶν, ἐπακούσας δωρεῖται,
τούτοις τὴν ὄντως πύλην τῆς ζωῆς, ἧς τὴν Ἁγίαν τιμήσωμεν Σύλληψιν.
ᾨδὴ δ'. Ἐν Πνεύματι
προβλέπων.
Ὢ θείας ἀγγελίας! ὢ ξένης
λαλιᾶς! εἰ κἀγὼ συλλήψομαι, Ἀγγέλου πρὸς αὐτήν, ἀποσταλέντος, ἡ Ἄννα ἐκπληττομένη,
μεγαλοφώνως ἀνεβόα· Τῷ Θεῷ μου, δόξα τῷ ποιοῦντι παράδοξα.
Συγχάρητέ μοι πᾶσαι, φυλαὶ
τοῦ Ἰσραήλ, ἐν γαστρὶ συνέλαβον, τὸν νέον Οὐρανόν, ἐξ οὗ τὸ ἄστρον ἀνατελεῖ μετ'
ὀλίγον, τῆς σωτηρίας Ἰησοῦς ὁ φωτοδότης, Ἄννα γηθομένη ἐκραύγαζεν.
Ὑπήκουσε τῆς Ἄννης, Θεὸς
τοὺς στεναγμούς, καὶ προσέσχε Κύριος, δεήσει τῇ αὐτῆς, καὶ ἀτεκνίας τὸ νέφος
διασκεδάσας, φωτὶ αὐγάζει εὐτεκνίας παραδόξως· ὅθεν συλλαμβάνει τὴν μόνην
Ἁγνήν.
Θεοτοκίον
Παρθένε Θεοτόκε, ἀμόλυντε
Σκηνή, μολυνθέντα πταίσματι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου καθαρωτάταις
ῥανίσι, καὶ δὸς μοι χεῖρα βοηθείας, ἵνα κράζω· Δόξα σοι, Ἁγνὴ θεοδόξαστε.
Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης
Ἰεσσαί.
Ἤνοικται ἡ μήτρα σου τὸ πρίν, ἡ ἄγονος καὶ δέδεκται, Ἄννα
νεφέλην τὴν οὐράνιον, ἐξ ἧς ἡμῖν ὁ φαιδρός, ἀνατείλας ἥλιος, πάντας φωτισμῷ τῆς
ἀληθείας, ατηύγασας καὶ βαθύ, σκότος ἀθεΐας ἐξήλασεν.
Θρόνος ὁ πυρίμορφος Θεοῦ, λαγόσι σου ἐνίδρυται, ἐν ᾧ
καθίσας ἀναπέπαυται, καὶ πάντων τῶν εὐσεβῶν, τὸν κόπον ἀφείλετο, καὶ τὴν
καθαρὰν θεογνωσίαν, ἐνίδρυσεν ἐπὶ γῆς, Ἄννα μακαρία θεόληπτε.
Ἴδε ἣν προέφε Σολομών, ἐν μήτρᾳ κλίνην εἴληφας τε,
τηρημένην ἀληθέστατα, τῷ ἀληθεῖ Βασιλεῖ, θείαν πρὸς ἀνάκλησιν, γένους τῶν
βροτῶν ἐπ’ ἀνακλήσει· διό σε χαρμονικῶς, Ἄννα οἱ πιστοὶ μακαρίζομεν.
Ἕτερος. Ἐλήλυθας ἐκ
Παρθένου.
Τὸ κάλυμμα, τοῦ σκιώδους διαίρεται σήμερον, Νόμου καὶ
τῆς χάριτος, ἡ εὐλογία προκύπτουσα, λάμπει τηλαυγέστατα, τῇ προκηρύξει τοῦ
τόκου τῆς θεόπαιδος.
Ἐλήλυθεν, οὐρανόθεν μηνύων ὁ Ἄγγελος, Ἄννῃ τὰ προοίμια,
τῆς παγκοσμίου χαρᾶς ἐμφανῶς, λέγων· Τῆς δεήσεως ὑπὲρ ἐλπίδα εἰσδέχου τὴν
ἐκπλήρωσιν.
Ξηραίνεσθαι, τῆς κακίας τὰ ῥεύματα ἄρχεται, καὶ βρύειν
τῆς χάριτος, οἱ ποταμοὶ διευθύνονται, σήμερον τοῦ τόκου σου, κηρυττομένου
Παρθένε πανυπέραγνε.
Θεοτοκίον
Ῥητόρων σε, κατ' ἀξίαν
γεραίρειν Πανύμνητε, γλῶσσαι αἱ πολύφθογγοι, ἀμηχανοῦσαι συστέλλονται, φόβῳ δὲ
τὰ θαύματα, καὶ σιωπῇ εὐφημοῦσαι μεγαλύνουσι.
ᾨδὴ ε'. Τὴν σὴν εἰρήνην δὸς
ἡμῖν.
Ἐκ ῥίζης ἡ βλαστήσασα,
Δαυΐδ καὶ Ἰεσσαί, Ἄννα νῦν βλαστάνειν ἀπάρχεται, τὴν θείαν ῥάβδον τὴν
βλαστήσασαν, τὸ μυστικὸν ἄνθος, Χριστὸν τὸν πάντων Κτίστην.
Μητέρα γενομένην με, ἡ Ἄννα
ἐκβοᾷ, ὄψονται λαοὶ καὶ θαυμάσουσιν· ἰδοὺ γὰρ κύω ὡς ηὐδόκησεν, ὁ τὰ δεσμὰ
λύσας, τὰ τῆς στειρώσεώς μου.
Νεάνιν ἣν συνέλαβον, ἐγὼ
Προφητικαί, πόῤῥωθεν φωναὶ προκατήγγειλαν, Ὄρος καὶ Πύλην ἀδιόδευτον, περιχαρῶς
Ἄννα, ἐβόα τοῖς παροῦσιν.
Ἕτερος. Θεὸν ὢν εἰρήνης.
Κατῆλθεν ἐξ ὄρους ὁ Ἰωακείμ, οὐχὶ πλάκας τοῦ νόμου
δεξάμενος, ἣν νόμος δὲ προέγραψε καὶ πᾶσαι Προφητῶν, ἐδήλωσαν αἱ ῥήσεις, Θεοῦ
ἁγνὴν Μητέρα, καὶ σκιρτῶν ἀνεβόα· ἐμεγαλύνθη ἡ καρδία μου.
Λαγόσιν ὡς ᾔσθετο Ἄννα
ποτέ, φυτευθεῖσαν τὴν εὔκαρπον ἄμπελον, ἐξ ἧς ὁ βότρυς ἤνθησεν, ὁ πέπειρος
ἡμῖν, οἶνον ἀθανασίας, πλουσίως ἀποστάζων, τί σοι ἀνταποδώσω, εὔσπλαγχνε Κύριε
ἐφθέγγετο.
Μὴ φέρων τὴν κτίσιν ὁ Ἰωακείμ, καθορᾷν εὐσεβείᾳ
στειρεύουσαν, τὴν στείρωσιν ἱκέτευε τῆς Ἄννης παρελθεῖν, καὶ ταύτην ἔξειν
παῖδα, ἐξ ἧς Υἱὸς ἐδόθη, πάντας υἱοθετήσας, τῷ ἑαυτοῦ Πατρὶ ὁ Ὕψιστος.
Ἕτερος. Μεσίτης Θεοῦ.
Ὁ τόμος Θεοῦ, δι' ἀγγέλου σήμερον κηρύττεται, ἐν ᾧ περ
ὁ σύνθρονος, Λόγος τοῦ Πατρὸς νῦν ἐγγραφήσεται, καὶ πιστοὺς ἐν τῇ Βίβλῳ,
ἐγγράψει τῆς χρηστότητος.
Ὑμνοῦσι νυνί, τοῦ ξένου μηνύματος τὴν δόξαν τρανῶς, οἱ
δίκαιοι πλέκοντες, τὴν εὐχαριστήριόν σοι αἴνεσιν, τῷ τὴν χάριν τοῦ τόκου, δι'
εὐχῆς ἐκπληρώσαντι.
Σοφίας Θεοῦ, κεκρυμμένης σήμερον δηλοῦται ἡμῖν, ἀληθῶς
μυστήρια, καταγγελλομένης τῆς Συλλήψεως, τῆς ἀχράντου Παρθένου, καὶ μόνης
Θεομήτορος.
Θεοτοκίον
Γαλήνην πιστοί, καὶ λιμένα
ἔχοντες Παρθένε ἁγνή, τὴν σκέπην σου πάντοτε, τὰς ἐπαναστάσεις τὰς τῶν θλίψεων,
ἀποφεύγομεν πάσας, ἐπὶ σοὶ ὁρμιζόμενοι.
ᾨδὴ ς'. Τὸν Προφήτην Ἰωνᾶν.
Πῶς χορεῖται ἐν γαστρί, ἡ
χωρήσασα τὸν Θεόν; πῶς γεννᾶται τὸν Χριστόν, ἡ γεννήσασα σαρκὶ; θηλάζει δέ, πῶς
ἡ τὸν Κτίστην γάλα θηλάσασα;
Τῆς δεήσεως ἡμῶν, ἐπακούσας
ὁ Θεός, γονιμώτατον καρπόν, νῦν δεδώρηται ὑμῖν, πανεύφημοι, Ἰωακείμ τε καί, Ἄννα
σήμερον.
Τὴν ἁγνὴν Περιστεράν,
συλλαβοῦσα ἐν γαστρί, χαρμονῆς πνευματικῆς, ἐπληρώθη ἀληθῶς, προσάγουσα,
χαριστηρίους ᾠδὰς ἡ Ἄννα Θεῷ.
Θεοτοκίον
Τρικυμίαι λογισμῶν, καὶ
παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν
μοι ἁγία Δέσποινα.
Ἕτερος. Σπλάγχνων Ἰωνᾶν.
Νόμου αἱ σκιαί, σαφῶς παρατρέχουσιν, αὐγὴ γὰρ ἰδοὺ τῆς
θείας χάριτος, ἐμφανίζεται ἡ Παρθένος νεφέλη ἐξ ἧς ὁ φαιδρός, τῆς θεότητος
ἀνίσχει ὄντως ἥλιος, Ἄννα γηθομένη ἔκραζε· τὸν Θεὸν Ἰσραὴλ μεγαλύνουσα.
Ξένον εἰ κἀγώ, συλλήψομαι θέαμα, ἡ ἄγονος πρίν, καὶ ἡ
οὐ τίκτουσα, Ἄννα ἔλεγε, φθεγγομένου Ἀγέλου ὡς ἤκουσεν· ὅτι τέξεται παιδίον καὶ
ἐκραύγαζεν· εὖγε τοῦ καλοῦ ἀκούσματος, εἰ τῶν λόγων ἡ ἔκβασις γένηται.
Ὄρη καὶ βουνοί, πεδία καὶ θάλασαι, Ἀγγέλων πληθύς, καὶ
πᾶσα φύσις βροτῶν εὐφραινέσθωσαν, τοῦ Δεσπότου τὸ θεῖον γὰρ τέμενος, ἀπαρχὴν
ἀναδομήσεως ἐδέξατο Ἄννα, ὀπηνίκα ἤσθετο, ἑαυτὴν συλλαβοῦσαν ἐφθέγγετο.
Ἕτερος. Ἐν ἀβύσσῳ
πταισμάτων.
Ἀγαλλέσθῳ φαιδρῶς ἡ προμήτωρ ἡμῶν· σήμερον γὰρ δέχεται,
χαρᾶς μηνύματα, τὴν λύπην ἀπωθούμενα, τῇ Συλλήψει τῆς μόνης Θόπαιδος.
Τὸ τῆς δόξης διάδημα πλέκεται, καὶ ἡ ἁλουργὶς ἡ
βασίλειος σήμερον, ὑπὲρ ἐλπίδα ἅπασαν, ἐν νηδύϊ ἀκάρπῳ ὑφαίνεται.
Ἰδοὺ πᾶσα ἡ κτίσις γεραίρει σου, τὰ ὑπερφυῆ καὶ μεγάλα
μυστήρια· σὺ γὰρ ὑπάρχεις Δέσποινα, καὶ βροτῶν καὶ Ἀγγέλων τεράστιον.
Θεοτοκίον
Ἰδοὺ θείων χαρίτων πηγὴ
νοητή, δι' ἐπαγγελίας τοῦ Κτίστου καὶ χάριτος, ἀναστομοῦσθαι ἄρχεται, ἐν ἀνίκμῳ
νηδύϊ ἐκβλύζουσα.
Κοντάκιον. Ἦχος δ'.
Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ
οἰκουμένη, τὴν τῆς Ἄννης Σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ
ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Ὁ Οἶκος
Σὺ ὁ τῇ Σάῤῥᾳ δοὺς ποτέ, ἐν
γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ ὁ
διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ
Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπ' ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου
τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ ἡ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ
εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον
κυήσασαν.
Συναξάριον.
Τῇ
Θ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης
Οὐχ
ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.
Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.
Τῇ δ' ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.
Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.
Τῇ δ' ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.
Ὁ Κύριος ἡμῶν καὶ Θεός,
ἑτοιμάσαι ἑαυτῷ ναὸν ἔμψυχον καὶ οἶκον ἅγιον εἰς κατοικίαν ἑαυτῷ, τὸν Ἄγγελον
ἀποστείλας πρὸς τοὺς Δικαίους Ἰωακεὶμ καὶ Ἄνναν (ἐξ ὧν ἠθέλησε προσελθεῖν τὴν
κατὰ σάρκα Μητέρα αὐτοῦ) προεμήνυσε τὴν σύλληψιν τῆς ἀγόνου καὶ στείρας, ἵνα
βεβαιώσει τῆς Παρθένου τὴν γέννησιν. Ὅθεν συνελήφθη ἡ ἁγία Παρθένος Μαρία καὶ
ἐγεννήθη, οὐχ ὥς τινες λέγουσι, μηνῶν 7 ἢ χωρὶς ἀνδρός, ἀλλ’ 9 τελείων μηνῶν
ἐγεννήθη, καὶ ἐξ ἐπαγγελίας μέν, ἐξ ἀνδρὸς δὲ συναφείας καὶ σπορᾶς. Μόνος γὰρ ὁ
Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη ἐκ τῆς Ἁγίας Παρθένου Μαρίας ἀποῤῥήτως καὶ
ἀνερμηνεύτως, ὡς οἶδε μόνος ἐκεῖνος, χωρὶς τῶν τῆς σαρκὸς θελημάτων, καὶ
τέλειος ὑπάρχων Θεὸς πάντα καὶ τῆς σάρκα αὐτοῦ οἰκονομίας τελείας προσελάβετο,
καθὼς καὶ τὴν τῶν ἀνθρώπων φύσιν ἐδημιούργησε καὶ ἔπλασε τὸ καταρχάς.
Ταύτην γοῦν τὴν ἡμέραν
πανηγυρίζομεν, ὡς ἀνάμνησιν ἔχουσαν τῶν ὑπ’ Ἀγγέλου δοθέντων χρησμῶν τοῦ τὴν
ἁγίαν σύλληψιν εὐαγγελισαμένου τῆς ἁγνῆς Θεομήτορος. Οὓς (χρησμοὺς) ἔργα ποιῶν
ὁ ἐκ τοῦ μηδενὸς ὑποστήσας τὰ σύμπαντα Θεός, διήγειρε τὴν στειρεύουσαν νηδὺν
εἰς καρπογονίαν. Καὶ τὴν ἐν ἀπαιδίᾳ τὸν βίον καταγηράσασαν, παιδοτόκον μητέρα
παραδόξως ἐργάζεται, ἄξιον πέρας τῆς δικαίας αἰτήσεως τῶν Δικαίων τοῦτο
παρασχών, ἐξ ἧς αὐτὸς ἔμελλε σαρκοφόρος Θεὸς προελθεῖν, εἰς ἀναγέννησιν τοῦ
παντός, θυγατέρα τεκεῖν τοὺς σώφρονας εὐδοκήσας, τὴν πρὸ αἰώνων ἐκ πασῶν τῶν
γενεῶν προορισμένην τε καὶ ἐκλελεγμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Δικαίας
Προφήτιδος Ἄννης, μητρός τοῦ Προφήτοῦ Σαμουήλ
Τὶ
σοι ἐπαινέσειεν, Ἄννα, τις πλέον;
Τὸ καρτερόφρον ἢ τὸ τῆς εὐτεκνίας;
Τὸ καρτερόφρον ἢ τὸ τῆς εὐτεκνίας;
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σωσίθεος, ξίφει τελειοῦται.
Σωσίθεον
σωθεῖσιν ἐγγράφει λόγος,
Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον.
Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Στεφάνου
τοῦ νεολαμποῦς τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπᾳ κειμένου
Ἐξήγαγες
γῆς τὸν στέφανον καὶ βίου·
Στέφει δὲ δόξης ἐστεφάνωσας Λόγε.
Στέφει δὲ δόξης ἐστεφάνωσας Λόγε.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Άγιος Μάρτυς Ναρσῆς ὁ Πέρσης, ξίφει τελειοῦται.
Πέρσης
κάραν σοι, Χριστέ, Ναρσῆς προσφέρει,
Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου.
Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Ἰσαάκ, ξίφει τελειοῦται.
Πάθους
τὸ λεῖπον Ἰσαὰκ Σάῤῥας τέκνου,
Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.
Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Βάσσης
τῆς Πατρικίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Γουλχίλντας (Wulhilda)
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγιος Μάρτυρος Ἐασίου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνθίμου τοῦ διὰ Χριστὸν σαλοῦ τοῦ Ἁγιορείτου.
Ταῖς τῶν δικαίων Σου
Προπατόρων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Τοὺς ἐν καμίνῳ Παῖδας σου.
Τῆς
ἀπαιδίας ὄνειδος φυγεῖν, ἱκέτευεν, Ἄννα τὸν Δεσπότην τοῦ παντός, καὶ τῆς αὐτῆς
ὁ συμπαθὴς φωνῆς ἀκούσας, τὴν αὐτὸν κυήσασαν, καρπὸν παρέσχεν αὐτῇ, καθὼς
ηὐδόκησεν.
Βασιλικὴ
πορφύρα ἐν τῇ σῇ, ἀπάρχεται, Ἄννα ἐξυφαίνεσθαι γαστρί· ἣν ὁ Θεὸς καὶ Βασιλεὺς
πάντων φορέσας, τοῖς βροτοῖς ὀφθήσεται, καὶ ταπεινώσει ἐχθρούς, τοὺς
πολεμοῦντας ἡμᾶς.
Τὸ
μύρον τὸ εὐῶδες ἐν γαστρί, συνέλαβες, Ἄννα τὴν τὸ μύρον τῆς ζωῆς, ὑπερφυῶς,
εἰσδεξαμένην τὸν Δεσπότην, τὸν πνοαῖς τῆς χάριτος, τὰς διανοίας ἡμῶν
εὐωδιάσαντα.
Θεοτοκίον
Ὡς
τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθείς, δίχα τροπῆς
ἀνθρωπικῶς, πάντας ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς, Ἰησοῦ, εἰ καὶ
ἡνώθης ἡμῖν.
Ἕτερος.
Οἱ Παῖδες εὐσεβείᾳ.
Πυρφόρον πάλαι βάτον
Μωϋσῆς, ἐν Σινᾷ ἣν ἑώρακεν, Ἄννα συνέλαβε γαστρί, ἀπαιδίας πῦρ σβεννύουσα, ὡς
ἐσύστερον δυσσέβειαν τοῖς μέλπουσιν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ῥανὶς τῇ σῇ νηδύϊ παραδόξως,
νῦν Ἄννα ἐξέβλυσεν, ἥτις τὸ ὕδωρ τῆς ζωῆς, ὅλον ἔνδον εἰσεδέξατο τὸ δροσίζον
τοὺς πιστῶς, αὐτῷ κραυγάζοντας· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Στρουθίον ὡς ἑώρας, καλιὰν
ἀνεπτερώθης πνεύματι, καὶ προσευχῇ περιστεράν, ἐκομίσω τὴν ἀμίαντον, καρπὸν
φέρουσαν Χριστόν, ἐλαίας Ἄννα ἡμᾶς, κατακλυσμοῦ νοητοῦ ἐλευθεροῦντα.
Ἕτερος.
Ἀντίθεον πρόσταγμα.
Κρηπὶς ὑπεστήρικται τῆς
σωτηρίας, καὶ βάσις τῆς χάριτος, ἡ τῆς Παρθένου Σύλληψις, ἐν ᾗ ὑπὲρ ἔννοιαν
γεννήσεται, τῶν γηγενῶν ἡ ἐλπίς, μελπόντων Χριστῷ διηνεκῶς· Εὐλογητὸς εἶ καὶ
ὑπερένδοξος.
Τὸ Ὄρος τὸ ἅγιον ἐπαγγελίᾳ,
τοῦ Κτίστου τὴν ὕπαρξιν, σήμερον προμηνύεται, λαμβάνον καὶ ἅπασαν, κατακαλύπτον
τὴν γῆν, τρόπῳ τῆς γεννήσεως· διὸ τὸν εὐεργέτην Χριστὸν δοξάζομεν.
Ἐλύθησαν χάριτι τῆς
ἀτεκνίας, οἱ Δίκαιοι σήμερον, καὶ Εὔας τῶν τῆς λύπης δεσμῶν, μηνύματα ἔλαβον,
ἀπολυτρώσεως· ὅθεν καὶ τὴν ἔκβασιν Χριστόν, ἐπεκαλοῦντο τὸν τῆς ζωῆς χορηγόν.
Θεοτοκίον
Ὁ
ὢν ἀπερίγραπτος ἐν τοῖς ἀχράντοις, κόλποις τοῦ Γεννήτορος, ἐν σοὶ Παρθένε
ἄχραντε, σαρκὶ περιφέρεται, δι' οἶκτον ἄφατον· ὅθεν καὶ προσίεται, γραφήν, ἐν
τῇ εἰκόνι ὁ Ὑπεράγαθος.
ᾨδὴ
η'. Ὃν φρίττουσιν Ἄγγελοι.
Δαυΐδ
ἣν προέφησε, Βασίλισσαν ἰδού, γαστρὶ ὑποδέχομαι, ἡ Ἄννα ἐκβοᾷ, καὶ τέξω τὴν
πάντων προστασίαν πιστῶν, τὴν τὸν Βασιλέα, Χριστὸν μέλλουσαν τίκτειν.
Ἡ
γῆ ἣν κατῴκησεν, ὁ γῆς Δημιουργός, τὸ Σκῆπτρον τὸ ἅγιον, ἡ νέα Κιβωτός, ἡ
Στάμνος τοῦ Μάννα, ἐν νηδύϊ μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.
Ἡ
Βάτος ἡ ἄφλεκτος, Λυχνία ἡ χρυσῆ, ὁ ἔμψυχος θάλαμος, Κυρίου τοῦ Θεοῦ, ἡ ἔντιμος
Ῥάβδος, ἐν γαστρὶ τῆς μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.
Θεοτοκίον
Ἀνάστησον
κείμενον, εἰς βάθη με κακῶν· τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς,
τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς, ἀλλ' οἴκτειρον καὶ
σῶσον.
Ἕτερος.
Θαύματος ὑπερφυοῦς.
Τί μοι μήτραν ἀπειργάσω
ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηροὺς καθὼς προέφης, ἐν Προφήταις Δέσποτα, ἀνεβόα Ἄννα
ποτέ, ἀτεκνίας μου τὸ ὄνειδος διάλυσον, καὶ δός μοι καρπόν, μεθ’ οὗ βοήσωμεν·
εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπῆλθε τὴν σὴν Ἄννα μήτραν
λυχνίαν, τὸ λαμπάδιον ἥτις τὸ θεῖον, μυστικῶς ἐχώρησε, τὸ φωτίσαν πᾶσαν πνοήν,
φρυκτωρίαις μυστικαῖς, τῆς θείας γνώσεως· διὸ γηθοσύνως ἀνεκραύγαζες· εὐλογείτω
ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Φέρουσιν ὡς ὡραιότατον νῦν
ζεῦγος, θείαν Δάμαλιν, ἐξ ἧς ὁ μόσχος ὁ ὡραῖος ἔλαμψεν, ὑπὲρ πάντων
σφαγιασθείς, ὁ κλεινὸς Ἰωακείμ, καὶ Ἄννα μέλποντες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν
Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Κάμινος ποτέ.
Τύπον τηλαυγῆ, τῆς φύσεως
τοῦ γένους, ἡ τῆς στειρώσεως ὑπέφηνεν, Ἄννης ἀπολύτρωσις· Θεοῦ γνῶσιν γὰρ
στειρεύουσα, ὑπὲρ ἐλπίδα λέλυται· ἔγνω γὰρ τὸν Δεσπότην, καὶ εὐσεβείας πληθύνει
καρπούς.
Ἅρμα τὸ φρικτόν, τοῦ μόνου
Βασιλέως, ἐπὶ τῆς γῆς κατασκευάζεται, ἐξ Ἄννης λαμβάνον ἀρχήν, ἐν ᾧ μέλλει
ἐποχούμενος, ὁ Κτίστης παραγίνεσθαι, ὅπως με πρός τὸ ὕψος, ἀναβιβάσῃ τῆς
χάριτος,
Ἴδεν ἐπὶ σοί, παράδοξα ἡ
κτίσις, θεογεννῆτορ ὑπερένδοξε, ξένη σου ἡ Σύλληψις, καὶ ἡ πρόοδος ἐξαίρετος,
τοῦ σώματός τε ἅπασα, αὔξησιν γνωρισμάτων, τῆς ἀφθαρσίας ἐμφαίνουσα.
Θεοτοκίον
Ὕδωρ
τὸ ζωῆς, ἐκ σοῦ Παρθένε βλύσαν, ὁ Ποιητὴς καὶ συνοχεὺς τοῦ παντός, τῆς πλάνης
τῷ καύσωνι, τὸ ἀνθρώπινον φλεγόμενον, ἐδρόσισεν, ἡγίασεν, ἔδειξε καρποφόρον
υἱοθετήσας τῇ χάριτι.
ᾨδὴ
θ'. Ὁ Εἱρμός
Μεγάλυνον ψυχή μου, Ἄνναν τὴν Ἁγίαν, τὴν
ἀξιωθεῖσαν, συλλῆψαι τὴν Παρθένον, καὶ μόνην Θεοτόκον.
Τὴν
ζωοδόχον πηγὴν συλλαμβάνουσα, Ἄννα θεόφρον, χαρὰν νῦν ἀνάλαβε, τὸν Ναὸν τὸν
ἅγιον, ἔνδον ἐν κοιλίᾳ σου, εἰσδεχομένη, φωτὶ δικαιοσύνης, ἀστραπτομένη τὸν
Κτίστην μεγάλυνον.
Ἡ
ξυνωρὶς ἡ σεπτὴ καὶ ἀοίδιμος, τοῦ πρὸ αἰῶνος Υἱοῦ οἱ προπάτορες, οἱ τοῦ Νόμου
φύλακες, ἀκριβεῖς γενόμενοι, οἱ ἀπαρχὴν τῆς χαρᾶς γεγεννηκότες, Ἰωακείμ τε καὶ Ἄννα
τιμάσθωσαν.
Ἣν
Δανιὴλ Ὄρος μέγα τεθέαται, καὶ Ἰωὴλ Γῆν Ἁγίαν ἑώρακε, Πύλην ἀδιόδευτον, ἄλλος
ἣν προέφησεν, ἐσφραγισμένην Πηγὴν καὶ θεῖον Πόκον, τὴν Θεοτόκον Παρθένον
ὑμνήσωμεν.
Θεοτοκίον
Ἡ
πορφυρὶς ἡ τὸ ἔριον βάψασα, τῆς ἀπορρήτου τοῦ Λόγου σαρκώσεως, τὸ θυμιατήριον
τὸ χρυσοῦν, ἡ Τράπεζα, ἐν ᾗ ὁ ἄρτος Χριστὸς ἐναπετέθη, ἡ Θεοτόκος Παρθένος
δοξάζεται.
Ἕτερος.
Μυστήριον ξένον.
Ἐπαύθη νῦν θανάτου τὸ κράτος
συλληφθείσης, τῆς παναγίας Κόρης, τῆς λυτρωσαμένης, ἡμᾶς ἐκ τῆς κατάρας.
Χορεύσατε πᾶσαι, ψυχαὶ καὶ
σκιρτήσατε, γῇ νῦν πεπλαστούργηται, ἥτις καρπογονεῖ ἀνηρότως, στάχυν ζωηφόρον,
ἐξ οὗ οἱ φαγόντες οὐ πεινάσουσι ποτέ, μεγαλύνοντες Αὐτοῦ τὴν ἀγαθότητα.
Ψαλτήριον μετὰ κιθάρας
ἀνάλαβε Δαβίδ, καὶ μελώδησον· ἰδοὺ κιβωτὸς ἀνεφάνη, Θεοῦ ἣν προέφης σαφῶς
ἐσομένην εἰς ἀνάπλασιν, δι’ ἧς ἐξανέστημεν ἡμεῖς, τοῦ παραπτώματος.
Ὡς μέγιστοι δύο ἀστέρες
ἠνέγκατε, τὴν αὐγὴν τὴν πάμφωτον ἥτις ἐξανατελεῖ τὸν μέγαν ἥλιον τῷ κόσμῳ· διὸ
εὐφημοῦμεν καὶ δοξάζομεν ὑμᾶς, Ἰωκείμ τε καὶ Ἄννα, ὡς θεόφρονας.
Ἕτερος.
Ἀνάρχου Γεννήτορος.
Σήμερον πᾶσα κτίσις, τῇ Ἄννῃ συγχορεύει,
ἐπὶ τῇ συλλήψει, τῆς μόνης Θεοτόκου.
Κροτείτωσαν σήμερον, τῶν
Προφητῶν οἱ πρόκριτοι· ἰδοὺ γὰρ αἱ προρρήσεις, αὐτῶν τῆς χάριτος, ἄρχονται
πληροῦσθαι ἀξίως, ἐν τῇ σεπτῇ, Συλλήψει τῆς μόνης, ἁγνῆς Θεομήτορος, ἐν ῇ
πάντες ἀγαλλόμεθα.
Ὁ θρόνος ὁ ἔνδοξος,
προτίθεται τοῦ Κτίσαντος, ἡ σωτήριος Πύλη, νῦν εὐτρεπίζεται, μόνῳ τῷ Δεσπότῃ
καὶ Κτίστῃ, διαβατὴ μόνῳ τηρουμένη, δι' ἧς εἰσαγόμεθα, εἰς ζωὴν τὴν
ἀτελεύτητον.
Ῥημάτων
δεήσεως, Ἰωακεὶμ σὺν Ἄννῃ βοᾷ, σὺ ἐπήκουσας μόνος, ὁ Ποιητὴς καὶ Θεός, καὶ τῆς
ἀτεκνίας τὴν λύσιν, σὺ παρασχών, ῥίζαν ἀφθαρσίας, ἐδωρήσω Κύριε, καὶ ἡμῖν τοῖς
σὲ δοξάζουσιν.
Ἡ κλῖμαξ στηρίζεται, δι' ἧς
ὁ Κτίστης Κύριος, καταβὰς ἀνελκύσει, ἄνω τὴν φύσιν ἡμῶν· Χαίροις οὐρανὲ σὺν
Ἀγγέλοις, χαῖρε Θεοῦ, ἡ σύμπασα κτίσις, χαίροις τὸ ἀνθρώπινον γένος, χάριτι
θεούμενον.
Θεοτοκίον
Ὑμνῶ
σου τὴν ἄφατον, φιλανθρωπίαν Δέσποινα· σὺ γὰρ εἶ φωτισμός μου, σύ μου τὸ
καύχημα, σύ μου χορηγὸς τῆς σοφίας, σύ μου χαρά, σύ μου προσδοκία, σὺ μου τὸ
ὀχύρωμα, τὸ κραταίωμα καὶ στήριγμα.
Ἐξαποστειλάριον.
Τῶν μαθητῶν ὁρώντων.
Ἰωακεὶμ
ὁ Δίκαιος σὺν τῇ Ἄννῃ, τῆς ἀτεκνίας τὸ ὄνειδος ἐκφυγόντες, σήμερον σκιρτῶντες
συναγάλλονται, χωρίον τὸ εὐρύχωρον, τὴν ἀπειράνδρος τεκοῦσαν, τὸν προαιώνιον
Λόγον.
Ἕτερον.
Ἐν πνεύματι τῷ Ἱερῷ.
Εἰσήκουσε
τοῦ στεναγμοῦ, τοῦ τῆς σώφρονος Ἄννης, ὁ Κύριος ὡς εὔσπλαγχνος, καὶ παρέσχετο
ταύτη, τὴν μόνην ἀπειρόγαμον, τὴν τὸ φῶς ἐκλάμψασαν, τοῖς πέρασιν ἀπορρήτως, ἣν
ὁ θεῖος καὶ κλεινός, καθορῶν Ἰωακείμ, ἠγάσθη καὶ ἐγεγήθει.
Ἕτερον. Ὁ
οὐρανὸν τοῖς ἄστροις
Ἡ
τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος, τὴν Θεοτόκον
Μαριάμ, ἣν μακαρίσωμεν πᾶσαι, αἱ γενεαὶ κατὰ χρέος.
Αἶνοι. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Ἡ τῶν ἀνθρώπων τὸ πρώην
φύσις στειρεύουσα, τῆς πρὸς Θεὸν ἐλπίδας, ἀπαρχὴν εὐσεβείας, βλαστάνειν τὴν
Παρθένον δι’ ἧς τῶν καλῶν, εὐφορία κηρύττεται, ἐν τῇ συλλήψει τῇ ταύτης ἐπὶ τῆς
γῆς, ἐπιδοῦναι τῇ κελεύσει Χριστοῦ.
Ἡ ἀδιόδευτος πύλη τοῦ
Βασιλέως Χριστοῦ, τῆς τοῦ Θεοῦ βουλήσει, ἐν ἀκάρπῳ νηδύϊ, τὴν ἵδρυσιν λαμβάνει
ἧς ἐπὶ γῆς, προτιθεμένης ἀρθήσονται, τῶν οὐρανίων αἱ πύλαι καὶ τοῖς βροτοῖς,
παραχωρήσουσι τὴν εἴσοδον.
Τῶν πρὸ αἰώνων ἀῤῥήτως ὑπὸ
Θεοῦ τοῖς βροτοῖς, προκηρυχθέντων θείων, καὶ φρικτῶν μυστηρίων, προοίμιον τῇ
πίστει ἡ τῆς Ἁγνῆς, καὶ Θεόπαιδος σύλληψις· δι’ ἧς τὰ ἔργα τοῦ σκότους καὶ τῶν
παθῶν, ἐκκοπῆναι προμηνύεται.
Ἐν τῇ ἐνθέῳ συλλήψει τῆς
Θεομήτορος, συνευφρανθῶμεν πᾶσαι, γηγενῶν αἱ χορεῖαι, σωτήριος γὰρ αὕτη κόσμῳ
παντί, ἀναδέδεικται σήμερον, ἡ γὰρ Θεόνυμφος Μήτηρ τοῦ Ἰησοῦ, ἐκ τῆς Ἄννης νῦν
ἀπάρχεται.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Σήμερον στειρωτικαὶ πύλαι
ἀνοίγονται, καὶ πύλη παρθενικὴ ἀδιόδευτος ἐμφυτεύεται· ἐν ᾗ Χριστὸς ὁ Βασιλεὺς
τῆς δόξης διελεύσεται, ὁ βασιλεύων εἰς τοὺς αἰῶνας, ἡ ἐκ ῥίζης Ἰεσσαί καὶ ἐξ
ὀσφύος τοῦ Δαβίδ, προορισθεῖσα θυγάτηρ, βλαστάνειν ἀπάρχεται. Σήμερον, Προφῆται
σκιρτῶσιν ἐν πνεύματι, ὁρῶντες τὴν ἔκβασιν τῶν αἰνιγμάτων αὐτῶν, καὶ ἅπας ὁ
θεῖος χορός, τῶν προπατόρων συνευφραίνεται, ὁρῶντες τὴν ἐκ πασῶν τῶν γενεῶν
προορισθεῖσαν εἰς κατοίκησιν τοῦ παντάνακτος, ἐκ στείρας ἀκάρπου κυοφορούμενην.
Ἀλλ’ ὦ Κόρη θεόκλητε καὶ Παρθένε ἀπειρόγαμε, μὴ διαλείπῃς ἱκετεύουσα, ὑπὲρ τῶν
πιστῶν ἐκτελούντων, τὴν παναγίαν σου σύλληψιν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ
Ἀπόλυσις.
Μεγαλυνάριον.
Ζεῦγος ἁγιόλεκτος τοῦ Θεοῦ,
ξυνωρὶς ἁγία, Θεοπάτορες τοῦ Χριστοῦ, πρεσβείαν ποιεῖται, ὑπὲρ τῶν ἐκτελούντων,
σύλληψιν τὴν ἁγίαν, τῆς Θεομήτορος.
ΕΣΠΕΡΙΝΟΣ Ι΄ ΔΕΚΕΜΒΡΙΟΥ
ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΣΥΛΛΗΨΕΩΣ.
Εἰς τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων γ’. Ἦχος α'. Πανεύφημοι
Μάρτυρες ὑμᾶς
Μάρτυς παναοίδιμε Μηνᾶ,
ἐκπελματιζόμενος, τοὺς ὀφθαλμοὺς ἐκκεντούμενος, καὶ ἀφαιρούμενος, θεολόγον
γλῶσσαν, ἔφερες στερρότατα, τὰς θείας ἀντιδόσεις σκοπούμενος· διὸ ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Χεῖρας ἐκκοπτόμενος ποδῶν,
στέργει τὴν ἀφαίρεσιν, ὁ Ἑρμογένης ὁ ἔνδοξος, καὶ κατοπτώμενος, τῷ πυρὶ
πλειόνως, ζέσιν τὴν ἐγκάρδιον, ἐδήλου τῷ Θεῷ προσκολλώμενος, ᾧ καὶ πρεσβεύει
νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μέλη συνθλαττόμενοι σοφοί,
κόλπον πρὸς θαλάττιον, ἐναπερρίφητε Ἅγιοι, νεύσει δὲ κρείττονι, γαληνὸν πρὸς
ὅρμον, τῆς τρυφῆς ἰθύνθητε, βυθίσαντες κακίαν τοῦ ὄφεως· διὸ πρεσβεύσατε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ γ’ τῆς Ἀπόδοσις τῆς Ἑορτῆς τῆς
Συλλήψεως. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὁ ναὸς ὁ ὑπέρλαμπρος, ἡ
σκηνὴ ἡ πολύφωτος, τῇ τοῦ Κτίστου πρόνοια ἐνιδρύεται, καὶ ἀσεβείας σαλεύονται,
ἐκ βάθρων ἱδρύματα, καὶ τῆς χάριτος Θεοῦ, οἱ θεμέλιοι σήμερον, καταπήγνυνται,
διὰ τοῦτο βοῶμεν τῇ Παρθένῳ, καὶ διὰ σοῦ τῆς σωτηρίας, ἡμῶν αἱ βάσεις
στηρίζονται.
Εὐφροσύνης ἐπέλαμψαν, αἱ
ἀκτῖνες τῆς χάριτος, τῆς ἁγνῆς προΐσχουσαι ἐκ μητρώας γαστρός· δι’ ἧς κατήφεια
ἅπασα, τῆς λύπης παυθήσεται, καὶ χαρᾶς τῆς νοητῆς, τῷ φωτὶ ἐλαμφθήσεται, τὸ
ἀνθρώπινον, ἐκτενῶς τῇ Παρθένῳ ἀνακράζων· διὰ σοῦ τῆς σωτηρίας, ἡμῖν αὐγάζουσι
χάριτες.
Τῶν θαυμάτων προοίμια,
ἐναργῆ καὶ παράδοξα, τῆς οἰκείας σήμερον παρουσίας Χριστοῦ, τὴν τῆς Παρθένου
ἀπότευξιν, τρανῶς κατεβάλλετο, ἡ ἐκ στείρας γὰρ αὐτῆς, καθυπέφηνε σύλληψις, τὸν
ἀνέκφραστον, καὶ ἀπόῤῥητον τόκον ἐκ Παρθένου, τοῦ βουλήσει σαρκωθέντος, διὰ τὸ
σῶσαι τὸ γένος ἡμῶν.
Δόξα. Ἦχος πλ. β'
Ὄντως ἡ γλῶσσά σου, κάλαμος
γραμματέως ὀξυγράφου, ἀθλητὰ ἐδείχθη, Καλλικέλαδε Μηνᾶ, ῥητορεύουσα σαφῶς
πίστιν εὐσεβῆ, καὶ δόγματα σωτήρια, δι' ὧν Θεὸς ἐδοξάσθη, καὶ ὡραῖον κάλλει,
τὸν Ἑρμογένην ἀπέφηνας, ὃς τοῦ θείου Βαπτίσματος διὰ σοῦ τετύχηκε, καὶ τοῦτον
συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν Εὐγράφῳ τῷ καλῶς ἐφεπομένῳ σοι,
παμμάκαρ ἀπέδειξας, καὶ νῦν ἐν παρρησίᾳ, τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ
ἐλλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ
αὐτός.
Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ,
βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ
μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄.
Οἶκος τοῦ Ἐφραθᾶ.
Ἀπόθεσθε Ἀδάμ, καὶ Εὔα
πᾶσαν λύπην, ἡ Μήτηρ τῆς χαρᾶς γάρ, ἐν στείρᾳ παραδόξως, καρπογονεῖται σήμερον.
Στ.: Ἐκέκραξαν οἱ
δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο
αὐτούς.
Προπάτορ Ἀβραάμ, καὶ πάντες
Πατριάρχαι, εὐφραίνεσθε ὁρῶντες, τοῦ Θεοῦ τὴν μητέρα, ἐκ ῥίζης ὑμῶν φύουσαν.
Στ.: Ἐκ καρποῦ τῆς
κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.
Χαῖρε Ἰωακείμ, καὶ Ἄννα
χαῖρε ὅτι, χαρᾶς καὶ σωτηρίας, τὴν πρόξενον τῷ κόσμῳ, καρπογονεῖτε σήμερον.
Δόξα. Καὶ νῦν.
Χορὸς τῶν Προφητῶν,
ἀγάλλεσθε ἰδοὺ γάρ, Ἄννα καρπὸν ἐκφύει· δι’ οὗ αἱ προφητεῖαι, ὑμῶν
περαιωθήσονται.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς
Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται Θεόπαιδα· ἐξ
ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι
αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. (ἐκ γ’)
Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου