Πέμπτη 5 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 7. ΟΣΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ ΓΡΗΓΟΡΙΑΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ Ζ΄!!
ΓΡΗΓΟΡΙΟΣ ΟΣΙΟΣ
ΚΤΗΤΩΡ ΜΟΝΗΣ ΓΡΗΓΟΡΙΟΥ Α. Ο.
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βίον ἀκηλίδωτον, ὑπομονὴ καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀληθῆ, ἐν συμπαθείᾳ Πάτερ κτησάμενος, ὡς ἄγγελος ἐβίωσας, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, σοφὲ Γρηγόριε, τῆς Μονῆς σου τὸ καύχημα. (Δίς)

Ἐπίγειος ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυτής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίω τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, Πάτερ Γρηγόριε, τῶν πιστῶς εὐφημούντων σε.

Ὁ νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπινεύσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισας, ἀμιγεῖς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος καὶ γνωριζόμενος, ὅλος φωτοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, κλεινὲ Γρηγόριε, μοναζόντων ἀγλάϊσμα.

Δόξα. Ἦχος πλ. β΄.
Γρηγόριε Πάτερ, συμπολῖτα τῶν Ἀγγέλων, Βασιλείας κληρονόμε τοῦ Χριστοῦ, παρεστὼς τῇ Τριάδι, πρέσβευε ὑπὲρ ἡμῶν τῶν φιλτάτων σου τέκνων, χρεωστικῶς ἐκτελούντων τὴν πανόσιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ θεοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.







Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πράξεως ἐπιβάς, τῷ ἅρματι θεόφρον, καὶ καθαρθεὶς τὴν φρένα, ἀνέδραμες εἰς ὕψος, τῆς θεωρίας Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πᾶσαι τῶν μοναστῶν, χορεῖαι συνελθοῦσαι, ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν συμφώνως, τὸν ἱερὸν Γρηγόριον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὥσπερ θεοφεγγής, φωστὴρ ἐξανατείλας, τῇ Ἐκκλησίᾳ Πάτερ, τὴν οἰκουμένην πᾶσαν, φωτίζεις τοῖς σοῖς θαύμασι.

Δόξα. Τριαδικόν.
Ἄναρχε ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὁ εἷς Θεὸς τῶν ὅλων, περίσωζε τοὺς πίστει, ὑμνοῦντάς Σου τὴν δύναμιν.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ ἄχραντε ἁγνή, καὶ ἄσπιλε Μαρία, πρέσβευε τῷ Υἱῷ Σου, μετὰ τοῦ Σοῦ Ὁσίου, ὑπὲρ ἡμῶν τῶν δούλων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ὡς ἄγγελος ἐν βίῳ ἐγνωρίσθης Πατὴρ ἡμῶν, καὶ χάριν ἰαμάτων ἐκομίσω ἀοίδιμε, θαυμάσια τελέσας φοβερά, Γρηγόριε παθῶν φυγαδευτά, θεραπεύεις ἐν ἀγάπῃ, σὺν ταῖς ψυχαῖς καὶ τὰ σώματα μακάριε· δόξα τῷ εὐδοκήσαντι ἐν σοί, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πιστοῖς ἰάματα.
Δόξα. Ὁ αὐτός. Τὸν τάφον Σου Σωτήρ.
Γρηγόριον ᾠδαῖς, εὐφημήσωμεν πάντες, ἐώας τὸν βλαστόν, καὶ Ὁσίων τὸ κλέος, Μονῆς τῆσδε δομήτορα, καὶ ἀπόρθητον ἔρεισμα, πίστει κράζοντες· μὴ διαλλίπῃς παντοίων, δεινῶν Ὅσιε, καθικετεύειν ἀπαύστως, τὴν ποίμνην σου σώζεσθαι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Νικολάου γ’. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύροις, παροικήσας αἰσθητῶς, μύρον ἀληθῶς ἀνεδείχθης, μύρῳ χρισθεὶς νοητῷ Ἅγιε Νικόλαε, Ἀρχιεράρχα Χριστοῦ, καὶ μυρίζεις τὰ πρόσωπα, τῶν πίστει καὶ πόθῳ, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων ἀεί, λύων συμφορῶν καὶ κινδύνων, τούτους καὶ τῶν θλίψεων Πάτερ, ἐν ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου. 

Νίκη, φερωνύμως ἀληθῶς, τοῦ πιστοῦ λαοῦ ἀνεδείχθης, ἐν πειρασμοῖς κραταιά, Ἅγιε Νικόλαε, θεράπων ὄντως Χριστοῦ· πανταχοῦ γὰρ καλούμενος, ὀξέως προφθάνεις, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου· σὺ γὰρ ἐν νυκτὶ καὶ ἡμέρᾳ, πίστει ὀπτανόμενος σῴζεις, ἐκ τῶν πειρασμῶν καὶ περιστασεων. 

Μέγας, ἀντιλήπτωρ καὶ θερμός, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὑπάρχεις ἔνδοξε, Ἅγιε Νικόλαε, Ἱεροκήρυξ Χριστοῦ, τοῖς ἐν γῇ καὶ τοῖς πλέουσι, τοῖς πόρρω καὶ πέλας, οἷα συμπαθέστατος, καὶ πρεσβευτὴς κραταιός· ὅθεν συνελθόντες βοῶμεν· Πρέσβευε πρὸς Κύριον ὅπως, πάσης λυτρωθῶμεν περιστάσεως. 

Καὶ γ’ τοῦ Ὁσίου Γρηγορίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Ἀγγέλων ὁμόσκηνον, καὶ Ὁσίων συνόμιλον, γεγονότα Ὅσιε σὲ Γρηγόριε, πηγὴν θαυμάτων ἀνέδειξε, Χριστὸς ὁ φιλάνθρωπος, Ὃν ἐπόθησας θερμῶς· διὸ σώζεις τοὺς πίστει σὲ μακαρίζοντας, ἐκ παντοίων κινδύνων θεοφόρε, καὶ βαρβάρων ἐπηρείας, καὶ πάσης ἄλλης κακώσεως.

Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, λαμπρυνθεὶς Γρηγόριε ὁσιώτατα, Χριστοῦ θεράπων γεγένησαι, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, ἀλγεινῶν τοὺς τὴν μνήμην σου τελοῦντας, καὶ ἐν πίστει ἐκβοῶντας· δόξα τῷ σὲ μεγαλύναντι.

Τοὺς μεγίστους ἀγῶνάς σου, θεοφόρε Γρηγόριε, καὶ τὴν ὑπεράνθρωπον καρτερίαν σου, ταῖς τῶν ἐχθρῶν παρατάξεσι, Χριστὸς ὁ Θεὸς ἡμῶν, κατιδών σοι τὴν Αὐτοῦ, Βασιλείαν ηὐτρέπισεν, δεῦρο λέγων σοι, ἀγαθὲ καὶ πιστὲ τοῦ ἀμπελῶνος, οἰκονόμε καὶ ἐργάτα, ἀπολαυεῖν τὸ δηνάριον.



Δόξα. Ἦχος πλ. β΄.
Τὴν τῶν Ὁσίων καλλονήν, καὶ μονοτρόπων κλέος, τὴν κρήνη τῶν θαυμάτων, καὶ τῶν παθῶν ὀλετῆρα ὀξύτατον συνελθόντες ὦ φιλέορτοι, μελῳδικαῖς ὑμνῳδίαις τιμήσωμεν λέγοντες· χαίροις, ὁ τῆς ἐώας βλαστός, καὶ τῆς τοῦ Γρηγορίου φρουρὸς καὶ κλέος ἀναφαίρετον· χαίροις, λαμπτὴρ τηλαυγέστατε, ὁ ταῖς τῶν ἔργων λάμψεσι, καταυγάζων τοὺς ἅπαντας· χαίροις, ὁ τῶν νοσούντων ταχὺς θεραπευτής, καὶ τῆς Μονῆς σου ταύτης προστάτης ἄγρυπνος. Καὶ νῦν παμμάκαρ Γρηγόριε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ἐν πίστει καὶ πόθῳ τελούντων καὶ τιμώντων ἀεί, τὴν θείαν σου ἑορτὴν καὶ πάνσεπτον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 κ 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











Λιτή. Ἦχος α΄. Ἰδιόμελον τοῦ Ἁγίου Γρηγορίου.
Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον κατεπλούτισας, Πάτερ. Ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Ἱεράρχα Νικόλαε.

Τοῦ Ὁσίου Γρηγορίου. Ἦχος ὁ αὐτός.
Τῆς κοσμικῆς ἀποστὰς συγχύσεως ἀοίδιμε, καὶ πᾶσαν τρυφὴν ὁμοῦ τε καὶ δόξαν μισήσας, τὴν οὐράνιον Βασιλείαν ἐπεπόθησας, ἡγιασμένε Γρηγόριε, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, τὴν τῶν ἀζύγων πολιτείαν ἐκλεξάμενος, τῷ κρύει καὶ καύσωνι τρυχωθείς, ἀγρυπνίαις τε καὶ προσευχαῖς περιφραχθείς, τὰς ἐνέδρας τοῦ σατὰν ἀπεκρούσω, καὶ τὴν χάριν τῶν θαυμάτων κομισάμενος, σὺν Ἀγγέλοις χορεύεις ἐν οὐρανοῖς, τὴν δὲ ἐνεγκαμένην περιφρουρεῖς, τοὺς ἐν αὐτῇ πιστοὺς ἐκ παντοίων νόσων θεραπεύων, ἐνεργείᾳ τοῦ θείου Πνεύματος, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου ἀνυμνούντων, τὸ ἱερόν σου μνημόσυνον.

Ὁ αὐτός.
Τὸν κλεινὸν καὶ στεῤῥὸν Γρηγόριον, τὸν ὑπὲρ τῆς αἰωνίου ζωῆς ἀγωνισάμενον, καὶ Μονὴν ἰδίαν ἐν τῇ τοῦ Ἄθωνος ὑπωρείᾳ δομησάμενον, δεῦτε ὦ φιλέορτοι ὑμνήσωμεν λέγοντες· Χαίροις, τῶν πιστῶν ἀήττητος πρόμαχος, καὶ τῶν ἀπίστων ἐθνῶν ἀπείργων τὰς μηχανουργίας· χαίροις, ἡ τῶν θαυμάτων ἀκένωτος πηγή, καὶ παραμυθία τῶν θλιβομένων· χαίροις, ὁ τῶν νοσούντων ταχὺς θεραπευτής· χαίροις, τῆς ἐώας τὸ καύχημα, καὶ τῆς ὁμωνύμου σου Μονῆς τὸ ἀγαλλίαμα.

Ἦχος πλ. α΄.
Τοῖς ἀσκητικοῖς ἀγῶσι σαὐτὸν κατακοσμήσας, τῶν ἀπ’ αἰώνος Ὁσίων Γρηγόριε, σύσκηνος γέγονας, καὶ τὴν αὐτῶν ἀμέμπτως ζηλώσας πολιτείαν, ἀπείληφας τὸ βραβεῖον τῆς καρτερίας σου. Κηρύττει γὰρ ἡ ἑώα τὰ θαύματα καὶ ἡ ἱερά σου Μονὴ τὰ παλαίσματα, ἡ δὲ θεία λάρναξ, τοῖς ἐν αὐτῇ προσιοῦσι πηγάζει ἰάματα ἀοίδιμε· διὸ καὶ ἡμῖν ὄμβρισον σήμερον ψυχικὴν σωτηρίαν, καὶ κινδύνων ἀφάρπασον, καὶ παντὸς δεινοῦ ἐλευθέρωσον· ἔχεις γὰρ ὡς ἀληθῶς τὴν παῤῥησίαν πρὸς Κύριον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἔχει μὲν ἡ μακαρία σου ψυχὴ καὶ ἄσπιλος, πανόσιε Γρηγόριε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ἧς τὰ τείχη ἐν ταῖς ἀχράντοις χερσὶ τοῦ ἀοράτου Θεοῦ ἐζωγράφηνται· ἔχεις δὲ καὶ τὸ πανέντιμον καὶ ἀσκητικώτατόν σου ἄντρον, σὺν τῇ θείᾳ σου ταύτῃ Μονῇ ἐπὶ τῆς γῆς, ἧν ἐν ἱδρῶσί τε καὶ πόνοις ἐδομήσω, εἰς ψυχῶν καθάρσιον· ἔνθα μονάζοντες, τὰς ἐλπίδας σοι τιθέμεθα. Φρούρησον ἀοίδιμε τὴν ἐπωνυμοῦσάν σοι ποίμνην, καὶ πόθῳ σοι κροτοῦσαν ἑορτῆν, παῤῥησίαν ὡς ἔχων πρὸς Χριστόν, Ὃν ἐθεράπευσας.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Γρηγόριε ἔνδοξε ναός, τῆς Τριάδος γέγονας, καὶ τὸν ναὸν τὸν πανάγιον, ἐν ᾧ τὸ σῶμά σου, εὐσεβῶς ἐτέθη, ποταμὸν ἀνέδειξας, ἀπείρων ἰαμάτων πανόλβιε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Λαβόντες τὸ λείψανον τὸ σόν, ἐκ τοῦ Ὄρους Ἅγιε, τῇ σῇ πατρίδι ἐκόμισαν, οἱ σοὶ θεράποντες, ἐν αὐτῇ γὰρ δ’ ἀπαύστως ἐκτελεῖ τὰ τεράστια, τῇ χάριτι Χριστοῦ παναοίδιμε, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Παμμάκαρ Γρηγόριε τὴν σήν, εἰκόνα γηθόμενοι, πανευλαβῶς ἀσπαζόμεθα, καὶ ἀρυόμενοι, ἰαμάτων πλήθη, πόθῳ σε γεραίρομεν, καὶ πίστει ἐκτελοῦμεν τὴν μνήμην· ἀλλ’ οὖν ἱκέτευε, τὸν Θεὸν Ὃν ἐθεράπευσας, ὑπὲρ πάντων τῶν ᾠδαῖς τιμώντων σε.

Δόξα. Ἦχος δ΄.
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει τῆς Μονῆς σου τὰ συστήματα, ἐπὶ τῇ παρουσίᾳ τῆς τιμίας εἰκόνος σου, ἡγιασμένε Πάτερ Γρηγόριε, καὶ δοξάζει Χριστόν, τὸν διὰ σοῦ παρέχοντα, ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἱνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ὡς ἄγγελος ἐν βίῳ ἐγνωρίσθης Πατὴρ ἡμῶν, καὶ χάριν ἰαμάτων ἐκομίσω ἀοίδιμε, θαυμάσια τελέσας φοβερά, Γρηγόριε παθῶν φυγαδευτά, θεραπεύεις ἐν ἀγάπῃ, σὺν ταῖς ψυχαῖς καὶ τὰ σώματα μακάριε· δόξα τῷ εὐδοκήσαντι ἐν σοί, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πιστοῖς ἰάματα.
Ἕτερον, ὅμοιον. Τοῦ Ἁγίου Νικολάου.
Νικόλαον τὸν μέγιστον Ἱεράρχην, καὶ τῆς οἰκουμένης φωστῆρα τιμήσωμεν ἐν ὕμνοις, σὺν τούτῳ Γρηγόριον σοφόν, ἑώας τὸν ἔκλαμπρον βλαστόν, καὶ δομήτορα τὸν θεῖον Μονῆς ἡμῶν, βοῶντες αὐτοῖς ἐν πίστει· ῥύεσθε πάσης βλάβης καὶ δεινῶν, ποίμνην ὑμᾶς γεραίρουσαν, ὑπὲρ ταύτης ἱλεούμενοι, τὸν εὐδιάλλακτον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νικόλαον ᾄσμασι τὸν Ἱεράρχην Χριστοῦ, σοφόν τε Γρηγόριον, τοὺς πολιούχους ἡμῶν, τιμήσωμεν κράζοντες· πάρεστε θεῖον ζεῦγος, τὴν γεραίρουσαν ποίμνην, ταύτην ὑμᾶς ἀπαύστως, ἐπηρείας παντοίαις, ταῖς θείαις ὑμῶν πρεσβείαις ἀπολυτρούμενοι.
Δόξα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Γρηγόριον ᾠδαῖς, εὐφημήσωμεν πάντες, ἐώας τὸν βλαστόν, καὶ Ὁσίων τὸ κλέος, Μονῆς τῆσδε δομήτορα, καὶ ἀπόρθητον ἔρεισμα, πίστει κράζοντες· μὴ διαλλίπῃς παντοίων, δεινῶν Ὅσιε, καθικετεύειν ἀπαύστως, τὴν ποίμνην σου σώζεσθαι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.











ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀστράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν καὶ αἴνεσιν, τοῦ ἐν γῇ σὲ δοξάσαντος· Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ πόθῳ τιμῶντας, Πατέρων ἐκλόγιον.
Δόξα.
Ἐκ βρέφους τῷ Θεῷ, κολληθεὶς θεοφόρε, τοῦ Πνεύματος σεπτόν, καταγώγιον ὤφθης, καὶ τὰ πονηρότατα, καθυπέταξας πνεύματα, ἐνασκήσας δέ, ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, χάριν εἴληφας, παρὰ Θεοῦ θεοφόρε, φρουρεῖν τοὺς τιμῶντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Προστάτης θερμότατος τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σῇ παῤῥησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν Ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις διδασκαλίαις καὶ εἰσηγήσεσι.
Δόξα.
Ὁσίως διήνυσας τὴν πολιτείαν τὴν σήν, βραβεῖον τὰ θαύματα παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐδέξω Γρηγόριε· ὄθεν σε συνελθόντες, κατὰ χρέος τιμῶμεν, πόθῳ τὴν σὴν εἰκόνα, καὶ χαρᾷ προσκυνοῦντες, πλουσίως ἡμῖν πηγάζουσαν χάριν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ παναμώμητε καὶ ἀπειρόγαμε, ἡ μόνη τὸν ἄχρονον Υἱὸν καὶ Λόγον Θεοῦ, ἐν χρόνῳ κυήσασα, τοῦτον σὺν τοῖς Ἁγίοις, καὶ σεπτοῖς Πατριάρχαις, Μάρτυσι καὶ Ὁσίοις, καὶ Προφήταις δυσώπει, δωρήσασθαι ἡμῖν, ἱλασμὸν καὶ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ταῖς θείαις χάρισι, σὲ κατελάμπρυνε, Πνεῦμα τὸ Ἅγιον, Πάτερ Γρηγόριε, Θεῷ λατρεύσαντα πιστῶς, ὁσίως τε καὶ δικαίως· ὅθεν σε καὶ θαύμασι, δαψιλῶς κατεκόσμησε, νόσους οὖν ἑκάστοτε, θεραπεύεις τῶν πίστει σου, τῇ θείᾳ προσιόντων εἰκόνι, καὶ ἐν ᾠδαῖς σε τιμώντων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεομακάριστε, Μῆτερ ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε· ὅθεν καὶ κραυγάζω Σοι· στεναγμῷ τῆς καρδίας μου, δέξαι με πανάχραντε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παῤῥησίᾳ κραυγάζω Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεία χάρις ἐκκέχυται πρὸ τῆς θήκης τῶν λειψάνων σου, ἡγιασμένε Πάτερ Γρηγόριε· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου, πᾶσα ἡ ἑώα συῤῥέει, τὴν ἴασιν τῶν νοσημάτων ἀρυόμενοι· ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὅπως ἵλεως γενήσηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, τοῦ Ἁγίου Νικολάου καὶ τοῦ Ὁσίου Γρηγορίου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ὀρθοδοξίας ἀληθοῦς ὑπόθεσις, ἐστὶν ἡ μνήμη σου, θαυματουργὲ Πάτερ, Ὅσιε Γρηγόριε, τοῖς συνελθοῦσιν ἅπασιν, καθαραῖς ταῖς καρδίαις, ὑμνῆσαι ταύτης τὸν αἴτιον, καὶ τὸν ὑπερθαύμαστον βίον σου.
Ἀπὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν, τολμήσας ᾄδω σοι, τῶν περὶ σὲ πόθῳ, κάτοχος γενόμενος, καὶ τῇ ὁμωνυμίᾳ σου, ἀλλὰ σύγγνωθι Πάτερ, καὶ δός μοι λόγον καὶ σύνεσιν, τοῦ προσενεγκεῖν σοι τὸν ἔπαινον.
Μὴ ἐνεγκὼν τὴν βαρβάρων ἔφοδον, θεῖε Γρηγόριε, τὴν ἐν τῷ Ἁγίῳ, Ὄρει τῷ τοῦ Ἄθωνος, ἀζύγων τῷ συστήματι, τῷ ἐχθρῷ ἐνεχθεῖσαν, θείᾳ προνοίᾳ γεγένησαι, τούτου μετανάστης μακάριε.
Θεοτοκίον.
Δεδουλωμένος ἡδονῶν τοῖς πάθεσι, Σὲ ἱκετεύω ἁγνή, ὡς Θεοῦ Μητέρα, δοῦναί μοι τὴν ἄφεσιν, τῶν πονηρῶν μου πράξεων, καὶ βελῶν τοῦ βελίαρ, τῶν καθ’ ἑκάστην βαλλόντων με, λύτρωσιν κομίσασθαι Δέσποινα.









ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Τὸν Ἠλίαν ζηλώσας καὶ Μωϋσὴν Ὅσιε, μῆκος ἡμερῶν ὡς ἐκεῖνοι, νηστείαν ἤνυσας, ἄρτον οὐράνιον, θεωριῶν οὐρανίων, ἐντρυφῶν τῇ χάριτι, τοῦ θείου Πνεύματος.
Ἱερῶν ἐξ ἀδύτων, ὡς φωταυγὴς ἥλιος, ὤφθης θεοφόρε τήνδε Μονήν σου δειμάμενος, ἐν τῇ τοῦ Ἄθωνος, εὐρυσθενεῖ ὑπωρείᾳ, ἥνπερ καὶ κατέλιπες, σοῖς τέκνοις Ὅσιε.
Ἀνυμνοῦμέν σε πόθῳ, διὰ παντὸς Ὅσιε, πᾶσα ἡ πληθὺς τῆς τοῦ Γρηγορίου θεομακάριστε, καὶ ἐκβοῶμέν σοι· ῥῦσαι τὴν ποίμνην σου ταύτην, ἐκ τῶν ὁρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν.
Ἱερέων τὸ κλέος, τῶν μοναστῶν καύχημα, καὶ τῶν ἐν τῷ Ἄθῳ Ὁσίων, στάθμη Γρηγόριε, ἡμῶν δὲ τῶν σῶν ἱκετῶν, ἀκαταμάχητον τεῖχος, δυσμενῶν τὰς φάλαγγας ἀποκρουόμενος.
Θεοτοκίον.
Ἐνοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῶς Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε Φιλάνθρωπε.

Κάθισμα. Ἦχος δ΄. Τοῦ Ἁγίου Νικολάου. Ταχὺ προκατάλαβε.
Ταχὺ προκατάλαβε Πάτερ Νικόλαε, καὶ σῶσον τοὺς δούλους σου ἐπερχομένων ἡμῖν, κινδύνων καὶ θλίψεων, ἔχεις γὰρ πρὸς τὸν Κτίστην, καὶ Θεὸν παῤῥησίαν, πάρεσο οὖν ἐν τάχει, τοῖς πιστῶς σε καλοῦσι, τὴν σὴν νῦν προστασίαν καὶ σκέπην δωρούμενος.
Δόξα. Τοῦ Ὁσίου Γρηγορίου.
Ἐπέστη φιλέορτοι λαμπρὰ πανήγυρις, ἡ μνήμη ἡ ἔνδοξος τοῦ θεοφόρου Πατρός, εὐφραίνουσα τὰ σύμπαντα, λάμπουσα ταῖς ἀκτίσι, καὶ θαυμάτων τῷ πλήθει, φέρουσα τοῖς ποθοῦσι, τὴν ἀένναον χάριν, ψυχῆς τε τὴν σωτηρίαν, καὶ βίον ἄμεμπτον.
Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς Σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων πάναγνε, κατὰ τῶν δούλων Σου.










ᾨδῆ δ’. Σύ μου ἰσχύς.
Ὅλον σαὐτόν, νεύμασιν ἐμπαρεχόμενος, τοῦ Δεσπότου, Ὅσιε Γρηγόριε, τῶν ἀρετῶν ἤρθης ἐμφανῶς, πρὸς ὑψηλοτάτην, καὶ θείαν ὄντως ἀκρώρειαν, κἀκεῖθεν ἰαμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς τὴν μνήμην σου πόθῳ γεραίρουσι,
Μένειν ἐντός, ἥκιστα κόσμου ὑπέμεινας, ὄντως Πάτερ ἔχων ὁδηγοῦσάν σε, τὴν τοῦ Θεοῦ, δύναμιν Χριστόν, ἐν δὲ τοῖς ἀβάτοις, τοῦ Ἄθω ἐνδιαιτώμενος, σπηλαίοις θεομάκαρ, ἀδεῶς πάντα φέρων, καὶ μελλόντων ἐλπίσι γηθόμενος.
Ὁ κατὰ σοῦ, στρατὸς ποτὲ θρασυνόμενος, τῶν βαρβάρων, γέγονεν ὁ δείλαιος, ἔργον βυθοῦ συναπολεσθείς, σὲ γὰρ ἀοράτως, ἡ θεία χάρις διέσκεπεν, ἡμῶν προνοουμένη, διὰ σοῦ σωζομένων, τῶν τιμώντων σε μάκαρ Γρηγόριε.
Θεοτοκίον.
Νόμοι ἐν Σοί, κεκαινοτόμηνται φύσεως, ὑπὲρ φύσιν, Λόγον γὰρ ἐκύησας· διό σε πίστει ἐκδυσωπῶ, ὑπὲρ τὴν φύσιν, τὴν ἀνθρωπίνην πανάμωμε, πολλὰ ἡμαρτηκότα, καὶ Θεοῦ μακρυνθέντα, ἐπιστρέφοντα δέξαι καὶ σῶσόν με.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Τὴν θαυμάτων πλουτοῦσαν, χάριν ἀνεξάντλητον, σορόν σου Ὅσιε, ἐν τῇ σῇ πατρίδι, μετοικίζεις ἱερὲ Γρηγόριε, ἧς τῇ πανηγύρει, ἐπικροτεῖ πιστῶν τὰ πλήθη, χαρισμάτων ἐνθέων πληρούμενα.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι, τὸν μέγαν προστάτην μου, ἐν παντί με τόπῳ, καὶ καιρῷ διατήρησον Ἅγιον, ἀπὸ πάσης βλάβης, καὶ ἐπηρείας τῶν φθονούντων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.
Θεοτοκίον.
Ἱκεσίαν Παρθένε, κατ’ ἀξίαν Σοι νέμειν, ἁγνὴ οὐ δύναμαι, ἀνωτέρᾳ οὔσῃ, Χερουβίμ τε καὶ πάσης τῆς κτίσεως· διὸ σὺν Γρηγορίῳ, τὸν Υἱόν Σου δυσώπει, ὑπὲρ πάντων ἡμῶν τῶν προσφύγων Σου.













ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἀρύσασθε εὐλαβῶς, τῶν χαρισμάτων τοῦ Πνεύματος, καὶ σώματι καὶ ψυχῇ, πόθῳ ἀσπαζόμενοι, Γρηγορίου μάκαρος, ἱερὰν εἰκόνα, καὶ δεινῶν ἀπολυτρούμενοι.
Τὰς τῶν δαιμόνων ὁρμάς, ὑπὸ τοὺς πόδας συντρίβεσθαι, σῶν ταπεινῶν ἱκετῶν, Γρηγόριε ποίησον, πόθῳ γεραιρόντων σε, καὶ ἐν ὕμνοις κροτούντων, τὴν πανίερόν σου κοίμησιν.
Χαρᾷ ναὶ πόθῳ ἡ σή, ποίμνη τὴν σὴν σεπτὴν μνήμην σήμερον, Γρηγόριε ἐκτελεῖ, Χριστὸν μεγαλύνουσα, παρασχόντα χάριν σοι, βοηθεῖν τοῖς πίστει καὶ καρδίᾳ αἰτουμένοις σε.
Θεοτοκίον.
Ἡ σωτηρίας πηγή, ταῖς Γρηγορίου ἐντεύξεσι, τὴν δέησιν ἱκετῶν, τῶν Σῶν δέξαι Δέσποινα, Σῷ Υἱῷ πρεσβεύουσα, καὶ Θεῷ τῶν ὅλων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ σὴ ποίμνη σήμερον, λαμπροφανῶς ἑορτάζει, τὴν σὴν μνήμην Ἅγιε, πνευματικῶς γηθομένη, χαίρει γάρ σε κεκτημένη ἄφθαρτον κλέος, ἄμαχόν τε, προμαχῶνα κατ’ ἐναντίων, ἀκαταίσχυντόν τε πρέσβυν, πρὸς τὸν Σωτῆρα, ᾧ εὐηρέστησας.
Ἕτερον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐξ ἑώας Ὅσιε, ἐξανατείλας, τῶν χαρίτων ἅπασαν, ταύτην λαμπρύνεις ἀστραπαῖς, τῶν σῶν θαυμάτων Γρηγόριε· διὸ καὶ πόθῳ ἀεὶ μεγαλύνει σε.
Ὁ Οἶκος.
Τίς τὰς σεπτάς σου ἀρετὰς ἀξίως καὶ ἱκανῶς ἀνυμνήσει θεόφρον Πάτερ Γρηγόριε, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν ταπείνωσιν, τὰς πρὸς Θεὸν ἀπαύστους ὑμνῳδίας, τὴν ἄκραν σκληραγωγίαν, καὶ ἄμετρον ἐγκράτειαν, δι’ ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος, πρεσβεύεις ἀεὶ ὑπὲρ παντὸς τοῦ κόσμου, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ποίμνης του ταύτης, ἥτις καὶ πόθῳ ἀεὶ μεγαλύνει σε.













Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος καὶ ἡσυχαστὴς Γρηγόριος, ὁ κτήτωρ τῆς ἐν Ἄθῳ Ἱερᾶς Μονῆς τοῦ Ἁγίου Νικολάου, Γρηγορίου δὲ ἐπικαλουμένης, ἐν εἰρήνῃ τελειοῦται.
Κτήτωρ Μονῆς σὺ Νικολάου ὡράθης,
ὅθεν κατοικεῖς, ἐν μοναῖς ταῖς τοῦ πόλου.
Ἑβδομάτῃ Δεκεμβρίοιο πόλον κατώκησεν Γρηγόριος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.
Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,
Θείας μετέσχεν ἀμβροσίας ἀξίως.
Ἑβδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.
Οὗτος γέγονεν ἐκ τῆς μεγαλοδόξου πόλεως Ῥώμης, εἷς ὢν τῆς Συγκλήτου, καὶ ἀεὶ τὴν ἀλήθειαν τηρῶν, ἔντε λόγοις καὶ ἔργοις. Προσφυῶς γὰρ ζυγός τις ὢν καὶ στάθμη περὶ τὸ δίκαιον, οὐχ ἑτεροκλινῆ ἐν τοῖς προσπίπτουσι ποιούμενος τὴν ἀπόφασιν, ἀλλ’ ἀπαρέγκλιτον καὶ ὀρθήν. Διά τοι τοῦτο καὶ τὴν ἡγεμονίαν ἐπιστεύθη ἁπάσης τῆς Ἰταλίας παρὰ τῶν εὐσεβῶν βασιλέων Κωνσταντίνου καὶ Κώνσταντος, τῶν υἱῶν τοῦ μεγάλου Κωνσταντίνου. Οὔπω δὲ καταρτισθεὶς τῷ θείῳ Βαπτίσματι, ἀλλ’ ἔτι ὢν ἐν τοῖς κατηχουμένοις, οὐδέν τι μεῖον εἰς ἀρετὴν καὶ βίου καθαρότητα των μετελειφότων τῶν Μυστηρίων καθίστατο. Ὅθεν καὶ κρίσει τοῦ βασιλέως Οὐαλεντινιανοῦ, Ἀρχιερεὺς τῆς ἐν Μεδιολάνοις Ἐκκλησίας, κατ’ ἐκεῖνο καιροῦ τοῦ προέδρου τὸν βίον ἀπολιπόντος, ὁ Ἅγιος Ἀμβρόσιος προχειρίζεται, ὁμοῦ τε τῷ Βαπτίσματι τελεσθείς, καὶ κατὰ τὴν τάξιν τοὺς Ἐκκλησιαστικοὺς βαθμοὺς διελθών, καὶ ἐπὶ τὸν ἔσχατον προελθών. Καλῶς δὲ τὴν εὐσέβειαν καὶ ὀρθῶς διδάσκων, καὶ τὴν Ἐκκλησίαν πάσης αἱρέσεως ἀμέθεκτον διατηρήσας, καὶ συνήγορος γεγονώς, τοῖς κατὰ Ἀρείου καὶ Σαβελλίου καὶ Εὐνομίου αἱρέσεων ἀγωνιζομένοις, καὶ ὑπὲρ τῆς εὐσεβοῦς πίστεως, διάφορα βιβλία συντάξας, καὶ τὸν βασιλέα Θεοδόσιον ἀπὸ τῆς ἐν Θεσσαλονίκῃ μιαιφονίας καταλαβόντα τὴν Μεδιόλανον πόλιν, τῶν θείων εἰσόδων τῆς Ἐκκλησίας κωλύσας, καὶ εἰς ὑπόμνησιν ἀγαγὼν ὧν τετόλμηκε, καὶ ὁπόση τις διαφορὰ καθέστηκεν, ἀναμεταξὺ ἱερωμένου καὶ λαϊκοῦ καὶ βασιλέως, αὐτὸν διδάξας, καὶ παραινέσεσι μὴ προπετῶς οὕτω καὶ ἀναιδῶς τῶν θείων κατατολμᾶν, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Χαίρων Ἀθηνόδωρος, εἰ τμηθῇ ξίφει,
Ἀφῃρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.
Οὗτος ἦν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, ἐκ Μεσοποταμίας τῆς Συρίας ὁρμώμενος, τὸν μονήρη βίον ἀρχῆθεν ἀναλαβών. Διαβληθεὶς δέ, παρέστη τῷ ἄρχοντι Ἐλευσίῳ. Καὶ τὸν Χριστὸν ὁμολογήσας, τείνεται μέσον δύο στύλων, καὶ λαμπάσι καταφλέγεται κατὰ πάντων τῶν τοῦ σώματος μερῶν, καὶ βώλοις σιδηροῖς πυρωθεῖς τὰς μασχάλας αὐτοῦ διακαίεται, καὶ τοῖς μυκτῆρσιν ἐγγένους εἰσδέχεται, καὶ ἐν χαλκῷ τάπητη πυρωθέντι ἁπλοῦται, ὃν παραδόξως ἐκ καυστικοῦ μετέβαλεν εἰς ψυχρότατον. Καὶ αὖθις χαλκῷ ταύρῳ πυρωθέντι ἐμβάλλεται καὶ ἐκ πολλῶν ἑτέρων βασάνων δι’ ἐπιστασίας Ἁγίου Ἀγγέλου λυτροῦται. Ὅθεν καὶ πρὸς τὴν πίστιν ὁδηγήθησαν ἄνδρες πεντήκοντα, καὶ αὖθις τριάκοντα. Ἐπεὶ δὲ τὴ διὰ ξίφους ἀπόφασιν ἐδέξατο, ὁ μέλλων τοῦτον τέμνειν παρείθη, καὶ ὡς νεκρὸς κατέπεσε, τῆς χειρὸς αὐτοῦ σὺν τῶ ξίφει ἀπὸ τοῦ ὤμου πεσούσης. Καὶ μηδαμῶς αὐτῷ οὔτε προσεγγίσαι τολμήσαντος, αὐτὸς ὁ Ἅγιος ἐπευξάμενος, τῷ Κυρίῳ τὸ πνεῦμα παρέθετο.  


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.
Θανὼν ὁ Νεόφυτος ὑδάτων μέσον,
Παρ᾿ ὑδάτων ζῇ μυστικῶν διεξόδους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δομέτιος, ξίφει τελειοῦται.
Δὸς Δομέτιε Χριστομάρτυς καὶ λάβε.
Δὸς τὴν κεφαλήν, καὶ λάβε στέφος μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται.
Διττοῖς συνάθλοις Ἰσίδωρε συμφλέγου·
Ἴσων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται.
Ἀμμοῦν πατρὸς κατεῖδες Νητρία τρία,
Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται.
Ἂν καὶ καμίνου Γάϊε βληθῇς μέσον,
Σοῦ Γαϊανὸς οὐκ ἀφέξομαι λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τριακόσιοι Μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.
Δόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,
Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.
 Οὗτοι οἱ Ἅγιοι Μάρτυρες, κατὰ τοὺς καιροὺς ὑπῆρχον Ζήνωνος βασιλέως Ῥωμαίων. Τὴν δὲ τῆς Ἀφρικῆς ἀρχὴν Ὀνώριχος, μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν Γιζερίζου κατεῖχεν, Ἀρειανὸς ὤν. Ὃν οἱ τῆς αἱρέσεως Ἀρείου ἐπίσκοποι, Κύριλλός τε καὶ Βυλιμάνδης (ἢ Βιλινάρδης), πείσαντες διωγμὸν μέγαν κατὰ τῶν ὀρθοδόξων κινῆσαι, τοιοῦτον ἀνεῤῥίπισεν, ὡς ὑπερβῆναι καὶ τοὺς κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ κινηθέντας. Ἐκ πασῶν γὰρ τῶν ἐν τῇ χώρᾳ πόλεων, δεκαπέντε τυγχανουσῶν, πάντας τοὺς ἱερεῖς ἐκδιωχθῆναι προστάττει, πρότερον τῶν τῆς Ἐκκλησίας ἱερῶν τε καὶ ἐπίπλων ἀφαιρεθέντων. Εἶτα μίαν Ἐκκλησίαν οἱ ὀρθόδοξοι καταλαβόντες, τὴν μυστικὴν ἐκεῖσε λειτουργίαν ἐπετέλουν. Ὅπερ γνόντες οἱ Βάρβαροι, περιέσχον αὐτήν, καὶ ξύλα κομίσαντες, καὶ λοιπὴν ὕλην ξηρὰν ἐνεγκότες περὶ αὐτήν, ὑφῆψαν, καὶ τὴν Ἐκκλησίαν κατέκαυσαν σὺν πᾶσι τοῖς Θεὸν ὑμνοῦσιν. Ὀνώριχος δέ, τοῦτο ἀποδεξάμενος, προσέταξε, τοὺς μὴ ἀναβαπτιζομένους τὸ ἀρειανικὸν βάπτισμα, παραυτίκα ἀναιρεῖσθαι. Καὶ ὅσοι μὲν τὰ τῶν βασανιστηρίων κολάσεων, φόβητρα φέρειν οὐκ ἠδύναντο, φυγῇ τὴν σωτηρίαν ἐκέρδαινον, χώρας ἀπολιπόντες καὶ οἴκους. Ὅσοι δὲ ἐῤῥωμένοι τὴν ὀρθόδοξον πίστιν ὑπῆρχον, προθύμως μάλα πρὸς τὸν τῶν κολάσεων θάνατον ἐξέδωκαν αὐτούς.
Τριακόσιοι δ’ οὖν αὐτῷ ἐν Καρχηδόνι μηνυθέντες, μὴ συμφρονεῖν ἑλόμενοι Ἀρειανοῖς, κεφαλικὴν ὑπέσχον τιμωρίαν. Τοῖς δὲ ἱερεῦσι μείζονας ἐπενόουν. Δύο γὰρ αὐτῶν κατέπρησαν, ἑξήκοντα δὲ τοὺς λογιωτέρους ἐγλωσσοτόμησαν ἐξ αὐτῶν τῶν κιονίδων. Οἳ καὶ διασπαρέντες ἐν πάσῃ τῇ ὑπὸ Ῥωμαίους γῇ, τὴν τοῦ Θεού μεγίστην ἐν αὐτοῖς θαυματουργίαν ἄνευ γλώττης ἐκήρυττον, ἀπταίστως τε καὶ τρανῶς τὰ λεγόμενα διαρθροῦντες, ὡς καταπλήττεσθαι τοὺς ὁρῶντας καὶ ἀκούοντας τούτων. Ἐξ ὧν εἷς τις μετὰ τὴν χάριν τῆς ἐν Χριστῷ ὁμολογίας, ὀλισθήσας εἰς σαρκικὴν ἁμαρτίαν, τὴν θείαν χάριν ἀποστῆναι πεποίηκεν ἀπ’ αὐτοῦ. Περὶ τούτων οὐκ ὀλίγοι συγγραφεῖς καὶ ἱστορικοὶ διηγήσαντο. Ἀλλὰ ταῦτα μὲν ὑπὸ Βανδήλων (Οὐανδάλων) ἐν Ἀφρικῇ τοῖς ὁμοούσιον τῷ Πατρὶ τὸν Θεὸν Λόγον ὁμολογοῦσι Χριστιανοῖς ἐτολμήθησαν.
Ἐν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ, κατὰ τὸν αὐτὸν καιρόν, Σουνίλδη ἡ γαμέτη τοῦ τὴν Ῥώμην κατέχοντος Ῥηγὸς Ὀδοάκρου, τὰ ὅμοια νοσοῦσα περὶ τὴν πίστιν, μίαν τινὰ τῶν πολιτίδων γυναικῶν ἠνάγκαζε τὸ τῶν Ἀρειανῶν ἀναβαπτισθῆναι βάπτισμα. Ὡς δὲ πείθειν οὐκ εἶχε, καὶ ἄκουσαν εἰς τὸ ὕδωρ τοῦ ἐπισκόπου Μεδιολάνων βαπτισθῆναι εἰσήγαγεν. Ἡ δέ, ὡς ἀνῆλθεν ἐκ τῆς κολυμβήθρας, δύο τῷ ἐπισκόπῳ ὀβολοὺς παρασχοῦσα· ἰδού, φησίν, ἀπέχεις τὸν μισθὸν τοῦ βαλανείου. Ὀργισθεῖσα οὖν ἡ Σουνίλδη, παραυτίκα ὁλόκαυτον αὐτὴν ἐποίησεν. Ἧς ὁ ἀνὴρ φοβηθεὶς αὐτόμολος ἦκε, καὶ ἀνεβαπτίσατο εἰς τὴν θρησκείαν Ἀρείου. Ὀχούμενος δὲ ἵππῳ, καὶ γενόμενος ἐν εὐκτηρίῳ πρὸ τῆς Πόλεως, ὑπὸ σκηπτοῦ πεσόντος ἐνεπρήσθη, καὶ ἐπειράθη, ὡς ἡ τοῦ Θεοῦ κρίσις δραστικωτέρα τοῦ προσκαίρου πυρὸς αὐτῷ γέγονεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῷ Ναῷ ὑμνοῦντες τὸν Θεόν, Ὀρθόδοξοι Μάρτυρες, ἐν Καρχηδόνι, ὑπὸ τῶν Ἀρειανῶν, πυρὶ τελειοῦνται.
Ὄντως ναός, πέφηνε τοῦ ναοῦ μέσον,
Καυθὲν τὸ πλῆθος τοῦτο δι ὀρθὸν σέβας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιο Δύο Ἱερεῖς, ὑπὸ τῶν Ἀρειανῶν, ἐν Καρχηδόνι, πρισθέντες τελειοῦνται.
Καὶ ἱερεῖς πρισθῆναι σπουδαίως δύο,
Εἴλοντο μᾶλλον ἢ λιπεῖν τὸ σφῶν σέβας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑξήκοντα Ἱερεῖς, ὑπὸ τῶν Ἀρειανῶν, ἐν Καρχηδόνι, οἳ τὰς γλώσσας τμηθέντες, πάλιν ἐλάλουν.
Δεκὰς ἄγλωττος ἑξαπλῆ λαλεῖ πᾶλιν,
Τρανοῦσα πᾶσι τὴν ἀλήθειαν ξένως.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῇ Ῥώμῃ Ὀρθόδοξος Μάρτυς Γυνή, ὑπὸ τῶν Ἀρειανῶν, πυρὶ τελειοῦται.
Μισοῦσα γυνή, δόγμα τῶν κακοφρόνων,
Ξένην ὐπέστη καῦσιν, ὦ τῆς ἀνδρείας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.
Πλήρης ἀπῆλθες πράξεων χρηστῶν Πάτερ,
Ἐκ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ.
Σπεύδων ὁ Παῦλος, τοὺς ἅπαντας λανθάνειν,
ἔλαμψε μᾶλλον ἢ τὸ φῶς πανταχόσε.
Οὗτος, ἐν τοῖς κατὰ κόσμον οὔτε περιφανὴς γέγονεν, οὔτε πάλιν πένης, ἀλλὰ τῶν γονέων αὐτοῦ ἐν αὐταρκείᾳ βιούντων, τὰ ἱερὰ ἐδιδάσκετο γράμματα. Εἰς ἡλικίαν δὲ αὐτῷ ἐλάσαντι, ἔδοξε συμφέρον τὸν κόσμον καταλιπεῖν, καὶ εἰς ἓν τῶν εὐαγῶν Σεμνείων τῆς Πόλεως τῆς ἰδίας εἰσελθεῖν, καὶ ἀμφιασάμενος τὸ ἅγιον καὶ ἀγγελικὸν Σχῆμα, ἠγωνίζετο πάσας τὰς ἀρετὰς μετελθεῖν. Καὶ τοσοῦτον ὑπερηκόντισε πάντας τοὺς ἐν ἐκείνῳ τῷ Σεμνείῳ, δοχεῖον τῶν ἀρετῶν γενόμενος, ὡς καὶ ἑτέρας ἐργασίας μεγάλας καὶ φοβερὰς προσλαβέσθαι. Ποτὲ γὰρ αὐτοῦ, μεθ’ ἑτέρων ἀδελφῶν, πίσσαν ἐν χαλκείῳ διαλύσαντος, καὶ ταύτης εἰς ὕψος ἀρθείσης ἐν τῷ καχλάζειν καὶ ἐκχεομένης, ὁρῶν ὁ Παῦλος τὴν τῆς πίσσης ἀπωλείαν, ὡς οὐδὲν παρέκειτο ξυλάριον ἢ ἕτερόν τι ἐπητήδειον πρὸς τὸν βρασμόν, τὴν χεῖρα γυμνώσας, εἰς τὸ χαλκεῖον ἐχάλασε. Καὶ τὴν πίσσαν διαταράξας, καὶ εὐφυῶς καχλάζουσαν καταπαύσας, ἐξήγαγε σῶαν καὶ ἀβλαβῆ, μήτε τὴν ὄψιν μολύνας, μήτε τῆς χειρός, ἠ τοῦ βραχίονος προσλαβομένων τὶ τὸ σύνολον. Τοῦτο οἱ σὺν αὐτῷ ἀδελφοὶ θεασάμενοι, ἐξέστησαν. Καὶ οἱ μὲν τῶν ἀδελφῶν, ὡς ἕνα τῶν θεοφόρων ἐλογίζοντο καὶ ἐτίμων, οἱ δὲ παντελῶς ἠπίστουν, ἐκεῖνος δὲ γῆν, καὶ σποδόν, καὶ ὀδωδότα κύνα ἑαυτὸν ἐκάλει. Καὶ ὡς ταῦτα ἔλεγεν, ἀπεστάλη εἰς διακονίαν ἐπὶ χρόνον τινά.
Τότε ὁ προεστώς, τοὺς εὐλαβεστέρους τῶν ἀδελφῶν συλλεξάμενος, εὐχήν, ἐπιτελουμένην σὺν σκληραγωγίᾳ πολλῇ, ἐπὶ ῥηταῖς ἡμέραις ἐποιοῦντο περὶ τοῦ Μοναχοῦ Παύλου, λέγοντες οὑτωσί· Δεῖξον ἡμῖν Κύριε, καθῶς ἐστὶ χωρητὸν ἰδεῖν, τὸν ἀδελφὸν ἡμῶν Παῦλον, ἄρα εἰς ποῖα μέτρα ἔφθασε, καὶ ποῦ κατετάγη. Ὁ δὲ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν Κύριος ᾠκονόμησε, μιᾷ τῶν νυκτῶν τοὺς ἀδελφοὺς ἀφυπνώσαντας, νεύσει Θεοῦ ἁρπαγῆναι εἰς Παράδεισον ποίκιλον καὶ πάντερπνον. Καὶ τοσαύτης ἐμφορηθῆναι εὐωδίας καὶ τέρψεως, ὅσον οὐδὲ εἰπεῖν δυνατόν. Ἐκπληττομένων δὲ αὐτῶν ἐπὶ τῷ παραδόξῳ θεάματι τούτῳ, ἔδοξε καὶ τὸν μοναχὸν αὐτοῖς φανῆναι Παῦλον, προσπεσόντα καὶ πάντας ἀσπαζόμενον. Ὡς καὶ ἐπυνθάνοντο, μαθεῖν θέλοντες τὶ τὸ ὁρώμενον, ἤκουσαν τοῦ Παύλου λέγοντος μετὰ πολλῆς τῆς ταπεινώσεως· ὁ μὲν Παράδεισος τοῦ Θεοῦ ἐστίν, ἀδελφοί, καὶ δι’ ἡμᾶς οὗτος γέγονεν, ὅτι δὲ δι’ ἐμὲ διὰ τῆς πρὸς Θεὸν ἐντεύξεως ἠθελήσατε ἕως τῶν ᾧδε ἀφικέσθαι, πάρειμη καὶ αὐτός. Πλὴν ἀδεῶς λάβετε ἐξ αὐτοῦ ἕκαστος, ὅπερ ὡς ὑπερέχον τῶν ἄλλων δοκεῖ, καὶ ὡς ἐφετόν, καὶ πορεύεσθε ἐν εἰρήνῃ, ἕτερον δὲ ἐν τῇ ἀνατεθείσῃ μοι διακονίᾳ ἐξαποστείλατε, ἐμὲ γὰρ οὐκέτι θεάσεσθε. Οἱ δὲ τὸν Παῦλον κατασπασάμενοι, καὶ λαβόντες ὁ μὲν ἄνθος, ὁ δὲ κλάδον, ἄλλος φύλλα τερπνότατα, ἕτεροι βοτάνας, ἐξίεσαν. Καὶ τὸν ὕπνον ἅπαντες ὁμοῦ ἀποτιναξάμενοι, καὶ εἰς ἓν συνελθόντες, διηγοῦντο εὐφραινόμενοι καὶ δοξάζοντες τὸν Θεόν. Ὁ μὲν γὰρ τοῖς ἄλλοις ὑπεδείκνυεν, ὅπερ ἐκεῖθεν ἔλαβεν, ὁ δὲ ἔλεγεν εἰληφέναι τόδε, ἐδείκνυε δὲ οὐδὲν, ἕτερος δὲ διεβεβαιοῦτο ἐφ’ ἱκανὸν τὴν εὐωδίαν φέρειν ἐν ταῖς ῥισίν, οὗπερ αὐτοχείρως ἐκεῖθεν ἐδράξατο, εἰ καὶ μηδὲν ἐπεφέρετο.
Ὁ δὲ μακάριος Παῦλος ἐκεῖθεν ἀπαναστάς, ἐν ᾗ δηλονότι διακονίᾳ ἀποσταλεὶς προσήδρευε, πρὸς τὰ Ἱεροσόλυμα ᾤχετο. Καὶ τοὺς ἐκεῖσε τόπους καταλαβών, καὶ προσευξάμενος, εἰς Κύπρον ἀφίκετο. Ἐν ὄρει δὲ ὑψηλῷ τῆς νήσου χρόνους πολλοὺς διατελέσαντος, οὐκ ὀλίγοι πρὸς αὐτὸν συνέῤῥεον. Καὶ τῆς φήμης πανταχόθεν διαδοθείσης καὶ διαδραμούσης, ἐκεῖθεν ἀνεχώρησε. Καὶ πρὸς τὰ τῷ Βυζαντίῳ παρακείμενα μέρη παραγενόμενος, κἂν τούτοις εὐαρεστήσας, φωνῆς ἐκεῖθεν ἀξιοῦται, ὡς ὁ θεσπέσιος πάλαι Μωϋσῆς· Ἀνάβηθι Παῦλε εἰς τὸ ὄρος, καὶ τελεύτα. Εἰς ἓν τοίνυν τῶν ὑψηλῶν ὀρέων ἀνελθών, ἐγχωρίς Παρηγορία ὀνομαζόμενον, τῷ Θεῷ προσεκύνησε. Καὶ μικρὸν ἐν τούτῳ ἐπιβιούς, ἐκοιμήθῃ ἐν Κυρίῳ.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου· ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν.
Λιμῷ θανόντα Πρίσκον ἄρτου γηΐνου,
Ὁ Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων.
Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,
Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.
Ἐξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,
Οἷς Νικόλαε, μὴ θύων, εἰς πῦρ θύῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Σίγιᾳ τῆς Ῥωσίας.
Ἀντώνιος Ἀντωνίου ζηλωτής ἐφάνη τοῦ Μεγάλου,
ὅς Ἡλιοῦ πρῶτον ἐζήλωσε τόν ἰσάγγελον βίον.
Ὁ ἐν Ἁγίοις Πατήρ ἡμῶν Ἀντώνιος ὁ τοῦ Σίγια, ἐγεννήθη ἐν ἔτει 1477 ἐν Ῥωσίᾳ, ἐκ γονέων πτωχῶν μέν ἐξ’ ὑλικῶν ἀγαθῶν, πλουσίων δέ κατά τήν πίστιν καί τήν εὐσέβειαν, οἵτινες Ἀνδρέαν καλέσαντες αὐτόν κατά τό Ἅγιον Βάπτισμα, ἀνέθρεψαν αὐτόν «ἐν παιδείᾳ καί νουθεσίᾳ Κυρίου» κατά τό Γραφικόν.
Εἰς τήν ἱεράν τέχνην τῆς ἁγιογραφίας ἐκπαιδευθείς καί τά κοινά τῆς ἐποχῆς αὐτοῦ διηκούσας γράμματα, ἐνυμφεύθη ὁ Ἀνδρέας μετά τόν θάνατον τῶν αὐτοῦ γεννητόρων, πλήν ὁ Θεός, διά τοῦ θανάτου τῆς συμβίας αὐτοῦ, εἰς τόν τῶν μοναχῶν βίον αὐτόν ἐκάλεσεν. Ὅθεν, τό πρῶτον ὑπετάγη τῷ Ὁσίῳ Παχωμίῳ, Ἡγουμένῳ τῆς ἐν Κένᾳ Μονῆς τοῦ Σωτῆρος, εἶτα δέ, τόν μονήρη καί ἡσυχαστικόν βίον ἀσπασάμενος, τῆς κατά βορρᾶν Θηβαΐδος ἐγένετο πολιστής, παρά τόν ποταμόν Σίγια ἡσυχαστικῶς βιώσας ἐπί 37 ἔτη,, ἔνθα καί μονήν τῷ Κυρίῳ ἀνήγειρεν.
Παρέδωκεν τό πνεῦμα εἰρηνικῶς τῷ 1556, θαυματουργός ἀναδειχθείς ἐν ζωῇ καί μετά θάνατον. Τῆς ἁγιότητος αὐτοῦ διά σημείων μαρτυρηθείσης, διεκηρύχθῃ αὗτῃ ἐπ’ ἐκκλησίαις ἐν ἔτει 1579, βασιλεύοντος ἐν Ῥωσίᾳ Ἰβάν Δ’ τοῦ Τρομεροῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ νηστευτοῦ, τοῦ ἐν τῷ Σπηλαίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φιλοθέης τοῦ Ἄρτζες.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.












ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Ὅτε τὸ στῖφος τῶν βαρβάρων, πλοιαρίοις συνεκύκλωσε τὸν Ἄθω, τότε τοῦτο σοφέ, βουλὰς διασκεδάσας, ὅλον σαὐτὸν ἐπέδωκας, ἀρωγὸν τοῖς ἐνοικοῦσι.
Ῥείθροις κατέπαυσας δακρύων, παναοίδιμε τὸ θράσος τῶν βαρβάρων, κυκλωσάντων ποτέ, Μονήν σου τὴν ἁγίαν, τῷ ἰσχυρῷ γὰρ κέκραγας, ἀντιλήπτορι καὶ ῥύστῃ.
Ὄρος τοῦ Ἄθω ἐγκαυχᾶται, τοῖς ἀγῶσί σου Γρηγόριε τρισμάκαρ, ἡ ἑώα δέ, ὡσαύτως τοῖς θαύμασί σου χαίρει, ἡ Γρηγορίου δὲ Μονή, ἐν τῇ σῇ ὁμωνυμίᾳ.
Θεοτοκίον.
Λύσιν παράσχου μοι πταισμάτων, ὧν ἀφρόνως διετέλεσα ὁ τάλας, καὶ ὁσίως ἐμέ, ἀξίωσον βιῶσαι, τὸν εὐτελῆ ἱκέτην Σου, καὶ ἀνάξιον Παρθένε.

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ὥσπερ χρυσὸν τὸ σκῆνός σου, τῇ πατρίδι σου δέδωκας, ὡς θησαυρὸν μέγαν, ἐκτελεῖν παράδοξα, Θεὸς γὰρ βραβεύει σοι, Ὃν ἐθεράπευσας ἐκ ψυχῆς, ὦ Γρηγόριε Πάτερ, τοῖς πίστει προσιοῦσι, καὶ θερμῶς ἐκβοῶσί· Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Προσυπαντᾷ θεσπέσιε, ἱερέων ὁ θίασος, ἅμα φιλοχρίστῳ τε λαῷ Γρηγόριε, τῇ σῇ σορῷ ἅπαντες, ἐν εὐφροσύνῃ ψυχῆς πολλῇ, τὸν Δημιουργὸν καὶ χορηγὸν ἐκβοῶντες· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, ἡμῖν τὸν παρασχόντα, τὸν φύλακα καὶ ῥύστην.
Ὡς τοῦ Χριστοῦ θεράποντα, διὰ βίου γενόμενον, καὶ οἰκειωθέντα, ἀρεταῖς τῷ Κτίστῃ σου, σὲ μάκαρ Γρηγόριε, ἐκλιπαροῦμεν ὑπὲρ ἡμῶν, τῶν τὴν ἱεράν σου ἑορτὴν ἐκτελούντων, συντόνως τῷ Δεσπότῃ, ἱκεσίας προσάγειν, ὅπως τῆς αἰωνίου, κολάσεως ῥυσθῶμεν.
Θεοτοκίον.
Ἰχνηλατεῖν με πάναγνε, τοὺς ὁσίως βιώσαντας, διὰ πολιτείας ἐναρέτου ποίησον, ἐχθροὺς καταῤῥάσσουσα, τοὺς ἀφειδῶς με θλίβοντας νῦν, καὶ πρὸς τῆς σαρκὸς κατολισθαίνειν τὰ πάθη, ἀπαύστως ἐνοχλοῦντας, ἵνα χαίρων κραυγάζω· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.









ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀνέτειλε Χριστός σοι ἄνωθεν φῶς, ὑπωρείαις μονάζοντι Ἄθωνος· ὅθεν Μονήν, ἐδομήσω μάκαρ περιφανῆ, ἀρχιεράρχῃ θείῳ τε, κλεινῷ Νικολάῳ θαυματουργῷ· μεθ’ οὗ καὶ νῦν δυσώπει, ἀτρώτους διαμένειν, τοὺς ἐν αὐτῇ καλῶς μονάζοντας.
Οἱ πόθῳ ἐνοικοῦντες τῇ σῇ Μονῇ, πανσεβάσμιε Πάτερ Γρηγόριε, τὴν σὴν σεπτήν, ἀναλογιζόμενοι βιωτήν, ὑψοποιὸν ταπείνωσιν, τὸ ἐν ἀγρυπνίαις καὶ προσευχαῖς, νηστείαις ὑπὲρ φύσιν, πληρούμεθα δακρύων, καὶ σὲ ἐκ πόθου μακαρίζομεν.
Σὺν πᾶσι τοῖς Ἁγίοις Πάτερ σοφέ, Ἀποστόλοις Ὁσίοις καὶ Μάρτυσι, καὶ τοῖς χοροῖς, τῶν θείων Ἀγγέλων χοροβατῶν, τῷ θείῳ Ἱεράρχῃ τε, Μύρων τῆς Λυκίας ἀεὶ συνών, πανσέπτῳ Νικολάῳ, πρεσβείαις ἐκτελεῖτε, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων ὑμᾶς.
Θεοτοκίον.
Ὑπέρφωτε νεφέλη Μήτηρ Θεοῦ, τοῖς ἡμᾶς πολεμοῦσι πολέμησον, τῇ κραταιᾷ, καὶ παντοδυνάμῳ Σου δεξιᾷ, καὶ ἐν ἀνάγκαις πρόστηθι, καὶ ἀδικουμένων άντιλαβοῦ, δεινῶν ἐξαιρουμένην, δύνασαι γὰρ ὡς θέλεις, ᾀεὶ λυτροῦσθαι τοὺς ἱκέτας Σου.

Ἐξαποστειλάριον. Τοῦ Ἁγίου Νικολάου. Γυναῖκες ἀκουτίσθητε,
Τὸν μέγα ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν, πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνήσκειν μέλλοντας, καὶ βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ’ ὄναρ, λύων τὴν ἄδικον ψῆφον.
Ἕτερα. Τοῦ Ὁσίου Γρηγορίου. Ὅμοια.
Ἡ θήκη τῶν λειψάνων σου, Γρηγόριε μακάριε, πάθη ποικίλα ἰᾶται, τῶν προστρεχόντων ἐν πίστει, καὶ ᾠδαῖς τιμώντων σε· διὸ πανηγυρίζομεν, τὴν φωτοφόρον μνήμην σου, ἐν ᾗ Χριστὸν ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων.
Γρηγόριον τιμήσωμεν, τὸν ἱερὸν φιλέορτοι, τὸν ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, ἀνύσαντα τοὺς ἀγῶνας, καὶ πρὸς αὐτὸν βοήσωμεν· χαίροις Ὁσίων σέμνωμα, ἡμῶν δὲ μέγα καύχημα, τῶν τῇ Μονῇ σου οἰκούντων, καὶ σὲ ἀπαύστως τιμώντων.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.






Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σοῦ ἡ σορὸς τῶν λειψάνων ἀνακήρυττει τρανῶς, τὴν χάριν τῶν θαυμάτων, ἧν θεόθεν ἐδέξω, Γρηγόριε τρισμάκαρ δι’ ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ πάσχοντες, οἱ τὴν ἑώαν οἰκοῦντες ταῖς σαῖς λιταῖς, ὑγιεῖς ἀποκαθίστανται. (Δίς)

Ἡ τῶν λειψάνων σου θήκη, θαυμάτων βλύζει πηγάς, τοῖς εὐλαβῶς καὶ πίστει, ἐν αὐτῇ προσιοῦσι, ἑώα δὲ ἀγάλλεται Πάτερ σοφέ, ἐπὶ ταύτῃ καὶ γάννυται, ἡ δὲ Μοή σου κηρύττει πόνους τοὺς σούς, καὶ τὰ ἔνδοξα παλαίσματα.

Τοῦ Γρηγορίου τὴν μνήμην, νῦν ἑορτάζομεν, δι’ ἧς ἡμῖν πηγάζει, ἡ ἀένναος χάρις, Χριστοῦ τοῦ ζωοδότου, καὶ γὰρ αὐτός, τοὺς ἐχθροὺς τροπωσάμενος τοὺς νοητούς, τῶν δαιμόνων καὶ τῶν παθῶν, τὴν ἐξουσίαν ἐκομίσατο.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πᾶσα ἡ ἑώα, ἐν ᾠδαῖς πνευματικαῖς καταστέψωμεν, τὸ πανσέβαστον σκῆνος τοῦ θεοφόρου Πατρὸς ἡμῶν, καὶ πιστῶς ἐκβοήσωμεν· χαίροις, ἡ τῶν θαυμάτων πηγή, καὶ τῶν νοσούντων ταχὺς θεραπευτής· χαίροις, ἡ τῶν λυπουμένων παραμυθία, καὶ τῶν ἐν κινδύνοις ἀπροσμάχητος σωτηρία. Ἀλλ’ ὦ Πάτερ Γρηγόριε, ὡς τὰς ἐφόδους ποτὲ τῶν βαρβάρων διεσκέδασας, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τὴν σὴν σεπτὴν Μονὴν ἀβλαβῆ διεφύλαξας, οὕτω καὶ νῦν, τοὺς ἐν αὐτῇ τιμῶντάς σε, καὶ ἐκ πόθου τελοῦντας τὴν σεβάσμιον μνήμην σου, ἐκ πάσης ἐπιδρομῆς καὶ βλάβης τοῦ ἀντικειμένου ἐλευθέρωσον, καὶ πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις τῆς ἑώας θεῖος βλαστός, χαίροις τῶν ἐν Ἄθῳ, μοναζόντων ὑπογραμμός, χαίροις τῆς Μονῆς σου, προπύργιον καὶ κλέος, Γρηγόριε τρισμάκαρ, φρούρει τὴν ποίμνην σου.
Χαίροις τῆς ἑώας βλαστὸς σεπτός, τῶν ἐν Ἄθῳ μοναζόντων στάθμη τε καὶ κανών, καὶ Μονῆς σου ταύτης, ἀκοίμητος προστάτης, Γρηγόριε τρισμάκαρ, ἣν φρούρει ἄτρωτον.
Ἔχει δὲ τὸ πνεῦμά σου οὐρανός, καὶ ἡμεῖς πλουτοῦμεν, τὴν εἰκόνα σου τὴν σεπτήν, ἣν περικυκλοῦντες, μετ’ ἀνεικάστου πόθου, τιμῶντες προσκυνοῦμεν, αὐτὴν Γρηγόριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου