Πέμπτη 5 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 6. ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΠΑΡΑΚΛΗΣΙΣ


ΔΕΚΕΜΒΡΙΟΣ ΣΤ΄.
ΝΙΚΟΛΑΟΣ ΜΥΡΩΝ ΛΥΚΙΑΣ
ΠΑΡΑΚΛΗΣΙΣ


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱερεὺς καὶ μιμητὴς τοῦ Σωτῆρος, καὶ χορηγὸς τῶν δωρεῶν τῶν ἐκεῖθεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου προφθάνεις ἀεί, πάντας τοὺς προσφεύγοντας, τῷ ναῷ σου τῷ θείῳ, καὶ πιστῶς προστρέχοντας, τῇ ἁγίᾳ σου σκέπῃ· διὸ βοῶμεν λύτρωσαι ἡμᾶς, ἐκ τῶν κινδύνων, τρισμάκαρ Νικόλαε.
Δόξα.
Τῷ τῶν Μυρέων Ἱεράρχῃ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἅγιε Νικόλαε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι, δυσώπει πανόλβιε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ νόσοις παντοίαις, ἐταζόμενοι ἱερέ, Νικόλαε πίστει σοῦ τῇ σκέπῃ, νῦν καταφεύγομεν ὅπως σωθείημεν.
Ὡς θεῖον ποιμένα σε καὶ θερμόν, προστάτην ὑμνοῦμεν, τῶν τιμώντων σε εὐλαβῶς, καὶ προσκαλουμένων σε ἐν πίστει, οὓς περιφρούρει τρισμάκαρ Νικόλαε.
Ῥευμάτων βορβόρου με δυσωπῶ, παθῶν ψυχοφθόρων, καὶ ὠδίνων σωματικῶν, Νικόλαε μάκαρ ἀποσμήξας, σαῖς μυριπνόοις ὀδμαῖς εὐωδίασον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν τῷ Νικολάῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυριπνόοις εὐχαῖς σου τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος μάκαρ, σοφὲ Νικόλαε, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου ἐκ πόθου, μνήμην τὴν ἀοίδιμον, καὶ πανσεβάσμιον.
Ἀληθῶς ὑπερβαίνει σοῦ ἡ ὀσμὴ πάνσοφε, μύρων τὰ ἀρώματα πάντα, καθάπερ γέγραπται, μάκαρ Νικόλαε· διὸ ὀσμῇ σου τῶν μύρων, πάντας εὐωδίασον, τοὺς σὲ γεραίροντας.
Ὁδηγὸν καὶ προστάτην πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα Πάτερ, καὶ ἱκετεύομεν, νόσων καὶ θλίψεων, καὶ δυσμενῶν ἐπηρείας, ἱερὲ Νικόλαε, σῶζε πρεσβείαις σου.
Θεοτοκίον.
Τὸ πυρίμορφον χαῖρε τοῦ παντουργοῦ σκήνωμα, ἄνθος μυστικοῦ παραδείσου, χαῖρε ἡδύπνοον, παρέχον ἅπασι, τὴν μυστικὴν εὐωδίαν, τοῖς Σὲ μακαρίζουσι, Μαρία πάνσεμνε.

Διάσωσον, ἀπὸ κινδύνων Νικόλαε τοὺς σοὺς δούλους, καὶ ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς ταχὺν ἐν δεινοῖς ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν, ἱκετεύομεν θαυματουργὲ Νικόλαε, συμπαθείᾳ σου τῇ πρὶν καὶ νῦν χρησάμενος, δεινῶν παντοίων ἡμᾶς λύτρωσαι, καὶ βλάβης τοῦ ἐχθροῦ, ἵνα γεραίρομεν ἀεί, τὴν σὴν χάριν καὶ βοήθειαν.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱεράρχα Νικόλαε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.
Ὁ ναός σου Νικόλαε, βρύει τὰς ἰάσεις πᾶσι τοῖς χρήζουσι, καὶ διώκει ἅπαν ἄλγημα, τῶν προσκαλουμένων σε ἐκ πίστεως.
Νοσημάτων παντοίων με, καὶ θαλάσσης κλύδωνός με διάσωσον, παμμακάριστε Νικόλαε, ἵνα πόθῳ μέλπω σου τὰ θαύματα.
Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι, καὶ τοῦ Νικολάου Κύριε δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Μύρα βρύει εὐώδη, σοῦ ὁ ἱερώτατος ναὸς Νικόλαε, ἐξ ὧν νῦν παράσχου, τοῖς προστρέχουσι μάκαρ ἐκ πίστεως, καὶ ἀσπαζομένοις, τὸν ἱερόν σου χαρακτῆρα, κυπρισμὸν εὐωδίας ἐκπνέοντα.
Νικολάου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς Βασιλείας, τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνη μακρόθυμε.
Παρεστὼς τῇ Τριάδι, Πάτερ θεοδόξαστε σοφὲ Νικόλαε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην τρισόλβιε, τοῦ ῥυσθῆναι πάντας, βιοτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης βασίλισσα, τοὺς ὑμνολογοῦντας τὸν Σὸν Υἱὸν λύτρωσαι βλάβης, καὶ κακίας δεινοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἕτοιμος, βοηθὸς ἐν κινδύνοις, ἰατρός τε τῶν ἐν νόσοις ποικίλαις, θεραπευτής, πάσης ἄλλης τε νόσου, καὶ τῶν ψυχῶν σωτηρίας ἐπίσημος, προστάτης καὶ πρέσβυς πρὸς Θεόν, νῦν τιμάσθω ἐν ὕμνοις Νικόλαος.
Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις τρισμάκαρ, ἱερουργέ, ὦ Νικόλαε Πάτερ· ὅθεν καὶ ζῶν καὶ θανὼν ἐπετέλεσας, θαυμάσια ὑπερφυῆ, καὶ ἐν γῇ καὶ θαλάσσῃ ἑκάστοτε.
Νοός μου, τὸ σκυθρωπὸν ἀπέλασον, καὶ καρδίας μου τὸν ζόφον τρισμάκαρ, καὶ τῶν παθῶν, δίωξον τὴν ὁμιχλήν, καὶ εὐωδίας τῶν μύρων σου πλήρωσον, Νικόλαε θαυματουργέ, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Θεοτοκίον.
Νοσοῦσάν μου, ἀνιάτως Παρθένε, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσα, τοῦ πονηροῦ, τὴν καρδία μου Κόρη, τῷ δραστικῷ Σου φαρμάκῳ θεράπευσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, πεποιθότα πανάχραντε Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων Νικόλαε τοὺς σοὺς δούλους, καὶ ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Νικολάου τῷ θείῳ τεμένει προσδράμωμεν, καὶ τὴν εἰκόνα αὐτοῦ ἀσπαζόμενοι, μετὰ πόθου αὐτοῦ ἀνακράξωμεν· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰᾶσθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Εἶτα οι Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μέγαν ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, ἱερὲ Νικόλαε, ἡ σὴ ποίμνη ἔχουσα θεῖον οἶκόν σου, καὶ πιστῶς ᾄσμασι, τὴν σεπτήν σου μνήμην, καταστέφει καὶ γεραίρει σου, εἰκόνα πάντιμον, καὶ τὴν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν πρὸς σὲ πίστιν μέγιστε, Μύρων Ἱεράρχα, ἡμῶν δὲ πολιοῦχε καὶ φωστήρ, μὴ οὖν παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.




ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν σε προστάτην ἐκ Θεοῦ εὑραμένη σοφὲ ἡ ποίμνη σου, κατέχει τὸν ναόν σου, ἰατρεῖον ἐν νόσοις, τοῖς προστρέχουσι πάντοτε, καὶ ἐπικαλουμένοις θερμῶς, τὴν σὴν βοήθειαν.
Τῶν Ἀγγέλων ὑπάρχων ἰσοστάσιος ὄντως σοφὲ Νικόλαε, σεπτῶν Ἱεραρχῶν τε, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θαλαττίου κινδύνου καὶ τοὺς μέλλοντας θνήσκειν ἀδίκως πάνσοφε, διέσωσας προφθάσας, καὶ νῦν τοὺς σὲ τιμῶντας, περιφρούρει Νικόλαε, ἵνα τελῶμεν φαιδρῶς, σὴν μνήμην εἰς αἰῶνας.
Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τῶν ψυχῶν ἀῤῥωστίας, σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Νικόλαε θεόφρον.
Τῶν ἰαμάτων, σὲ συνεργὸν πᾶς τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, Νικόλαε σὴν μνήμην.
Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ Νικόλαε τρισμάκαρ, ὅπως σοῦ τὴν μνήμην, γεραίρω εἰς αἰῶνας.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίας ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως Σὲ γεραίρω, τὴν κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Νικόλαε παμμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ, σὲ μακαρίζουσιν.
Ἑκάστῳ τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τοὺς δούλους σου, ἐλευθέρωσον.
Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπηρωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας, Νικόλαε μέγιστε.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρε Σοὶ κράζομεν· Σὺ γὰρ ἐκύησας κόσμῳ, τὴν ἀγαλλίασιν.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Νικόλαον τὸν μέγαν, πάντες τιμήσωμεν.
Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ῥύστην, πλεόντων τε σωτῆρα, κεκτήμεθα τρισμάκαρ, σοφὲ Νικόλαε.
Δέχου τὰς αἰτήσεις παμβασιλεῦ, τοῦ θεράποντός σου, Νικολάου τοῦ θαυμαστοῦ· καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ σε.
Ὕψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τοῦ λαοῦ σου, Ἱεράρχα Πάτερ σοφέ, καὶ παράσχου λύσιν, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης, φρικτῆς κολάσεως.
Νικόλαον πάντες τὸν ἰατρόν, ψυχῶν καὶ σωμάτων, εὐφημήσωμεν οἱ πιστοί· χαίροις Ἱεράρχα, Μυρέων τῆς Λυκίας, περίσωζε τοὺς πίστει, σὲ μεγαλύνοντας.
Χαίροις τὸ γλυκύτατον τοῖς πιστοῖς, ὄνομα καὶ πρᾶγμα, Ἱεράρχα θαυματουργέ· χαίροις ὁ τοῦ κόσμου, μέγιστος ὄντως πρέσβυς, πρὸς τὸν Θεὸν θεόφρον, θεῖε Νικόλαε.
Δέσποινα καὶ Μῆτερ τοῦ Ἰησοῦ, καὶ Θεοῦ τῶν ὅλων, ταῖς πρεσβείαις τοῦ θαυμαστοῦ, σοφοῦ Νικολάου, ἡμῶν θείου προστάτου, παντοίων ἐκ κινδύνων, ῥῦσαι τοὺς δούλους Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.













Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι, νῦν ἔνθα ἰάματα, θαυματοβρύτου ναοῦ, Νικολάου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι, ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων Νικόλαε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου