ΑΝΝΑ ΠΡΟΜΗΤΩΡ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἱερομοναχου Διονυσίου Ἁγιαρτεμίτου)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θεοφόρῳ ἐκτενῶς νῦν
προσέλθωμεν, οἱ ταπεινοὶ ὡς ἀληθῶς καὶ προσπέσωμεν, ἐν κατανύξει κράζοντες
θερμῶς ἐκ ψυχῆς· Ἄννα πολυΰμνητε, σπλαγχνισθεῖσα σοῖς δούλοις, πάσης ἡμᾶς
λύτρωσαι, προσβολῆς ἐναντίας, καὶ ἀπειλῆς δεινῶς παντοδαπῶν, εἰς σὲ γὰρ πάντες,
ἀεὶ ἐγκαυχώμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίβλεψον ἄνωθεν εὐμενῶς,
Προμῆτορ Κυρίου, καὶ ἐπόμβρησον δαψιλῶς, τὰ ῥεῖθρα τοῦ θείου σου ἐλέους, τοῖς
προσιοῦσι θερμῶς ἐν τῇ σκέπῃ σου.
Παθῶν ἀκαθέκτων τὴν
χαλεπήν, κατεύνασον ζάλην, καὶ παντοίων ἐπιφορῶν, τὴν ῥύμην ἀνάστειλον θεόφρον,
σαῖς πρὸς Θεὸν ἱεραῖς παρακλήσεσιν.
Ἐν νόσοις σὲ εὕροιμεν
ἰατρόν, φιλάγαθε Ἄννα, καὶ ἐν θλίψεσι πλατυσμόν, καὶ πύργον ἰσχύος ἐν ἀνάγκαις,
καὶ ἐν κινδύνοις ταχεῖαν ἀντίληψιν.
Θεοτοκίον.
Ἐπίσκεψαι Δέσποινα
συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, Σὲ ὑμνοῦντας ἀνελλιπῶς, καὶ πᾶσι παράσχου
σωτηρίαν, καὶ φωτισμὸν καὶ εἰρήνην καὶ ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συμφορῶν καὶ κινδύνων καὶ
ἀναγκῶν ἔνδοξε, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ περιστάσεων, πάντας διάσωσον, τοὺς
τῷ σεπτῷ σου τεμένει, πόθῳ προσεδρεύοντας, καὶ σὲ γεραίροντας.
Ἐξ ἐφόδου παντοίας
βαρβαρικῆς πάνσεμνε, καὶ δαιμονικῆς ἐπηρείας, καὶ ἐπιθέσεως, κακοποιούντων
ἀνδρῶν, ῥῦσαι τὴν ποίμνην σου ταύτην, τὴν ἐκ διαθέσεως, σὲ μεγαλύνουσαν.
Νοσημάτων παντοίων καὶ
ἀλγεινῶν λύτρωσαι, τοὺς εἰλικρινῶς αἰτουμένους, τὴν σὴν ἀντίληψιν, Ἄννα
φιλεύσπλαγχνε, ὅσα γὰρ θέλεις ἀνύεις, ὡς Προμήτωρ ἔνθεος, τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Ἡ ἐλπὶς ἡ βεβαία, τῶν
γηγενῶν ἄχραντε, καὶ ἡ ὀξυτάτη καὶ μόνη ἡμῶν βοήθεια, ῥῦσαι δεόμεθα, τῆς
πολυπλόκου κακίας, τοῦ δολίου δράκοντος, τοὺς Σὲ δοξάζοντας.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς
δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν
ἡμῶν πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σήν, ὡς ὅπλον
ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ δοῦλοί σου πανεύφημε, ἐκτενῶς βοῶμέν σοι·
θεοδόξαστε Ἄννα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη Προμήτωρ τοῦ
ποιήσαντος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συνεχόμενοι πάντοθεν, καὶ
δεινοῖς παντοίοις κλυδωνιζόμενοι, βοηθείας τῆς σῆς τύχοιμεν, Ἄννα οἱ
προστρέχοντες τῇ σκέπῃ σου.
Τὰς βουλὰς διασκέδασον, τῶν
ὠρυομένων κατὰ τῆς ποίμνης σου, καὶ ματαίωσον δεόμεθα, τὰς αὐτῶν ἐλπίδας Ἄννα
πάνσεμνε.
Μὴ παρίδῃς θεόληπτε, τοὺς
προσκαλουμένους σε εἰς βοήθειαν, ἀλλὰ τάχυνον τοῦ ῥύσασθαι, τῆς παρενοχλούσης
ἡμᾶς θλίψεως.
Θεοτοκίον.
Συμφορῶν καὶ κακώσεων, καὶ
ἐπερχομένων δεινῶν συμπτώσεων, καὶ ποικίλων παραπτώσεων, Θεοτόκε σῶζε τοὺς
ὑμνοῦντάς Σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῶν σωμάτων τὰ
συντρίμματα, καὶ τοῦ νοὸς τὰς ἐκτροπὰς ἀγαθή, καὶ διανοίας διασκέδασον τὴν
ζόφωσιν.
Αἴτησαι ἡμῖν, ἐπταισμένων
τὴν συγχώρησιν, ἐλευθερίαν πολυτρόπων δεινῶν, καὶ εἰρηναίαν παμμακάριστε
κατάστασιν.
Πάσης ἀπειλῆς, καὶ παντοίας
ἐλευθέρωσον, θεόφρον Ἄννα δυσχερείας ἡμᾶς, ὅπως ὑμνῶμεν ἀεὶ τὰ μεγαλεῖά σου.
Θεοτοκίον.
Πρόστηθι ἁγνή, τοῖς πιστῶς
Σε λιτανεύουσι, καὶ ἀσιγήτως Σε γεραίρουσι, καὶ ὀρθοδόξως Θεοτόκον
καταγγέλουσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μὴ παύσῃ, ὑπὲρ ἡμῶν
πρεσβεύουσα, προνοοῦσά τε ἀεὶ καὶ φρουροῦσα, πρὸς σὲ καὶ γὰρ παναοίδιμε Ἄννα,
διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς
διατήρησον.
Ἐκ πάσης, ἡμᾶς περίσωζε,
συνοχῆς τε καὶ παντοίας ὀδύνης, καὶ χαλεπῆς, ἐλευθέρωσον βλάβης, ψυχῆς ὁμοῦ τε
καὶ σώματος ἔνδοξε, ἰσχύεις γὰρ ὡς ἀληθῶς, ὡς Προμήτωρ τοῦ πάντα ἰσχύοντος.
Ἐκ σάλου, τῆς τῶν παθῶν
ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόληπτε Ἄννα, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, πρὸς
γαληνόντατον ὅρμον προσόρμισον, προνοίᾳ σοῦ τῆς ἀγαθῆς, ἀγαθοῦ τε Δεσπότου
Προμήτορος.
Θεοτοκίον.
Ὡς πάντων, τὴν δεσποτείαν
ἔχουσα, οἷα Μήτηρ τοῦ τῶν πάντων Δεσπότου, δίδου ἡμῖν, ἐγκλημάτων τὴν λύσιν,
καὶ παθημάτων ἁγνὴ ἀπολύτρωσιν, κινδύνων τε ἀπαλλαγήν, καὶ Θεοῦ Βασιλείας
οἰκείωσιν.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς
δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν
ἡμῶν πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν πιστῶν
ἀκαταμάχητε, μεσιτεία πρὸς Θεὸν ἀμετακίνητε, μὴ παρίδῃς σῶν οἰκετῶν ἱκέσιον
φωνήν, ἀλλ’ ἐπίβλεψον ὡς συμπαθής, εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς
προστρεχόντων σοι, σώζουσα ἐκ κινδύνων, καὶ σκέπουσα ἐκ παντοίων, πειρατηρίων
χαλεπῶν, Ἄννα πάνσεμνε τοὺς δούλους σου.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε
δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Μακάριοι πάντες
οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον: Εἶπεν ὁ
Κύριος· οὐδεὶς λύχνος ἅψας, καλύπτει αὐτὸν σκεύει...
Δόξα: Ταῖς τῆς Σῆς Προγόνου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Μὴ παρίδῃς ἔνδοξε, τὴν
ἀνυμνοῦσάν σε πίστει, καὶ πόθῳ γεραίρουσαν, καὶ ἀδιαλείπτως σὲ μεγάλυνουσαν,
ἱερὰν ποίμνην σου, ἀλλ’ αὐτὴν θεόφρον, ἀκοιμήτῳ προστασίᾳ περιχαράκωσον, καὶ
διαπαντὸς περιτείχισον, καὶ πάσαις ἀνεπίβατον, ταῖς ἀντικειμέναις δυνάμεσιν,
ἀνάδειξον ταύτην, πανεύφημε Προμῆτορ τοῦ Χριστοῦ· ἐν σοὶ γὰρ αὕτη κρατύνεται,
καὶ αὐχεῖ καὶ σώζεται.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀνηκέστων
συμφορῶν ἀδοκήτων Ἄννα θεόκλητε, μαστίγων πολυτρόπων, δεινῶν ὀλεθροτόκων, ῥῦσαι
πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δυσμενείας παντοίας καὶ
δεινῆς προσδοκίας καὶ πάσης ἔνδοξε, βουλῆς κακομηχάνου, περίζωσε τοὺς πίστει,
εἰσαεὶ ἀναμέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ψυχικὴν εὐεξίαν καὶ σωμάτων
τὴν ῥῶσιν πᾶσι θεόληπτε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου τεμένει,
προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σηπεδόνας ψυχῆς μου καὶ
παθῶν ἀλγηδόνας θᾶττον ἀφάνισον, καὶ ὅλον με Παρθένε, ῥοπῇ τοῦ Σοῦ ἐλέους,
σεσωσμένον ἀνάδειξον, ὅπως ὑμνῶ Σου ἀεί, τὰς θείας δυναστείας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐκ παντοίων, ἀνιαρῶν
τρυχομένους, καὶ δεινοῖς ἀεὶ ἐταζομένους, λύτρωσιν θεόφρον, παράσχου εἰς
αἰῶνας.
Τῆς τῶν δαιμόνων,
πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπηνείας, πρόφθασον καὶ ῥῦσαι, τοὺς
σοὺς σεμνὴ οἰκέτας.
Τοὺς ἐν ποικίλοις,
πειρατηρίοις τοῦ βίου, πολυτρόπως πάντοτε θεόφρον, περιστατούμενους, σῶζε εἰς
αἰῶνας.
Θεοτοκίον.
Τοὺς πεποιθότας,
ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρει εἰς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας,
τὴν σεπτὴν σορόν σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει καὶ
σῶζε Ἄννα φιλάγαθε.
Ἐκ θείων ὑψωμάτων, μὴ
ἐλλίπῃς ὅλως, θεόφρον Ἄννα ἡμᾶς ἐποπτεύουσα, καὶ τὰς ἰάσεις ἀφθόνως πᾶσι
βραβεύουσα.
Μὴ παύσῃ συντηροῦσα, ταύτην
σου τὴν ποίμνην, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων Ἄννα
πανθαύμαστε.
Θεοτοκίον.
Ἐλπίς μου γλυκυτάτη, καὶ
ἀναψυχή μου, καὶ τῆς ψυχῆς μου χαρὰ Παναγία, χαρᾶς ἐκείνης με δεῖξον πάναγνε
μέτοχον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ
πιστοί, Ἄνναν τὴν Ἁγίαν, τὴν Προμήτορα τοῦ Χριστοῦ, τὴν ἀξιωθεῖσαν, γεννῆσαι
τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ παναμώμητον.
Χαρίτων ὡς ἔμπλεως ἀγαθή,
χαρίτωσον πάντας, τοὺς ἐν πίστει σὲ ἀκλινεῖ, ἀνυμνολογοῦντας, καὶ πόθῳ
προσκυνοῦντας, τῆς θείας κληρουχίας πάντας ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν
Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, μνημονεύεις ἀγαθή,
τῶν μνημονευόντων σου πόθῳ, καὶ εὐφημούντων σε, καὶ ἐκλιπαρούντων σε
Θεοπρομῆτορ θερμῶς, καὶ πρὸς σὲ μετὰ πίστεως, ἀεὶ ἀφορώντων, καὶ πρὸς τὴν
ἀντίληψιν καταφευγόντων τὴν σήν· πάσης οὖν ἡμᾶς ἐπηρείας, νόσων συμφορῶν καὶ
κινδύνων, καὶ δεινῶν ἁπάντων ἐλευθέρωσον.
Πάντες, σοὶ προσπίπτομεν
πιστῶς, πάντες σε θερμῶς δυσωποῦμεν, Ἄννα φιλεύσπλαγχνε, πάντας ἡμᾶς λύτρωσαι
τῇ μεσιτείᾳ σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων, δεινῶν ἐπιθέσεων, καὶ
ἀλγηδόων πικρῶν, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ ἀῤῥωστημάτων ποικίλων, καὶ
πολυειδῶν ἑτέρων θλίψεων.
Πάσης, τῶν ἐθνῶν ἐπιδρομῆς,
πάσης τῶν ἐχθρῶν κακουργίας, πάσης στενώσεως, πάσης περιστάσεως, πάσης
κακώσεως, πάσης ἄλλης συμπτώσεως, παντοίας ἀνάγκης, ἐκ πάσης τε θλίψεως, καὶ
προσβολῆς τοῦ ἐχθροῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ πειρατηρίου τοῦ βίου,
ῥῦσαι τοὺς σοὺς δούλους Ἄννα ἔνδοξε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις
τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου