ΟΚΤΩΒΡΙΟΣ 29.
ΜΑΡΙΑ ΟΣΙΑ ΤΡΟΠΑΡΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Στιχηρά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῇ ἀσκήσει πανόλβιε, καὶ
κακώσει τοῦ σώματος, θαυμαστὰ διήνυσας ἀγωνίσματα, Χριστῷ τὴν σάρκα δουλώσασα,
καὶ πάθη μειώσασα, καὶ ὁρμὰς τῶν ἡδονῶν, παντελῶς χαλινώσασα, τοῖς παλαίσμασιν,
ὅθεν πόθῳ τὴν μνήμην σου τελοῦντες, κατὰ χρέος ἐν αἰνέσει, σὲ ὦ Μαρία
γεραίρομεν.
Τὸ ὡραῖον τοῦ σώματος, εἰς
τὸ πρῶτον ἀξίωμα, σῶν δακρύων χεύμασι μετεῤῥύθμισας, τὴν ἁμαρτίαν μισήσασα, ἐξ
ὅλης καρδίας σου, Ἀβραμίου τοῦ σεπτοῦ, ταῖς σοφαῖς εἰσηγήσεσι, καὶ ἐξήστραψας,
ὡς ἀστὴρ φαεινὸς τοῖς ἐν τῷ σκότει, ἡδονῶν ἐζοφωμένοις, Μῆτερ Μαρία πανεύφημε
Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Φωτισθεῖσα ἐνθέως Χριστοῦ
τῇ χάριτι, τῆς μετανοίας ἐδείχθης φωτοφανὴς λαμπηδών, ἁμαρτίας τὴν ἀχλὺν
λιποῦσα πάνσεμνε, ὅθεν ὡς Ἄγγελος Θεοῦ, Ἀβραμίου ταῖς λιταῖς, Μαρία σὺ
ἀνεδείχθης, μεθ’ οὗ ἱκέτευε Μῆτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ταῖς εὐχαῖς ἀπώσατο, τοῦ
Ἀβραμίου τοῦ θείου, ἁμαρτίας ζόφωσιν, ἡ πανοσία Μαρία, θρόνῳ δέ, ἐπουρανίῳ νῦν
παρεστῶσα, στέφανον, παρὰ Κυρίου ἀπολαβοῦσα, σὺν Ὁσίοις καὶ Ἀγγέλοις, τὸν θεῖον
ὕμνον, ᾄδειν καὶ γέγηθεν.
Μεγαλυνάριον.
Τὴν ἐν μετανοίᾳ τῇ θεαυγεῖ,
λάμψασαν ἐν κόσμῳ, ὥσπερ ἄστρον ἑωθινόν, ὑμνήσωμεν πάντες, τοῦ θείου Ἀβραμίου,
τὴν ἀνεψιὰν Μαρίαν, τὴν ὑπερθαύμαστον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου