ΟΚΤΩΒΡΙΟΣ ΛΑ΄!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(ὑπὸ
Νικηφόρου ἱερομονάχου Χίου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχου δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὄτε
ἐκ τοῦ ξύλου.
Ὅτε,
διεδόθη περὶ σοῦ, φήμη πονηρὰ ἀσεβείας, θεόφρον Μάρτυς Χριστοῦ, τότε σὲ
ἀπέβαλον, ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ, οἱ πιστοὶ σὺ δὲ δάκρυσι, θερμοῖς ἐκ καρδίας,
βρέχων ἣς τὸ πρόσωπον μετὰ πικρᾶς οἱμωγῆς, κράζων, παναοίδιμε· πίστιν, τὴν πρὸς
τὸν Χριστόν μου τὴν θείαν, ἀδελφοὶ οὐδέποτε ἐξόμωσα. (Δίς)
Ὅτε,
συνελήφθης ταῖς χερσί, τῶν ἀνόμων Μάρτυς Κυρίου, οἳ ἀγαγόντες σπουδῇ, δέσμιον
παρέστησαν, κρίσει ἀδίκων κριτῶν, θαρσαλέως ἐκήρυξαν, Θεόν τε καὶ κτίστην,
πάντων ὁρατῶν ὁμοῦ, καὶ ἀοράτων Χριστόν· ὅθεν, τῇ εἱρκτῇ παρεδόθης, καὶ ταῖς ἐν
αὐτῇ τιμωρίαις, θείαν παῤῥησίαν ἐνδειξάμενος.
Ὅλον,
ἐγκρατείᾳ τὸ σεπτόν, στάδιον τοῦ σοῦ μαρτυρίου, διῆλθες πόθῳ Χριστοῦ, τὸ
τριακονθήμερον, ἀδιαλείπτοις εὐχαῖς, καὶ δακρύων ἐκχύσεσι, θερμῶς ἱκετέυων, τοῦ
καταπεμφθῆναί σοι, θείαν ἐξ ὕψους ἰσχύν, ὅπως, τὸν ἀγῶνα τελέσῃς, καὶ τὰς τῶν
δαιμόνων ὀλέσῃς, φάλαγγας τοῖς ἄθλοις σου Νικόλαε.
Δόξα.
Ἦχος α΄.
Τὸν
νέον Ἀθλητήν, καὶ Μάρτυρα Κυρίου, τὸν τῆς νίκης ἐπώνυμον Νικόλαον, δεῦτε
ἐνθέοις ᾄσμασιν ὐμνήσωμεν· οὗτος γάρ, διὰ παντοίων βασάνων, ὡς χρυσὸς ἐν
χωνευτηρίῳ δοκιμασθείς, δόκιμος ἀνεφάνη, καὶ τοῦ Χριστοῦ θεράπων πιστότατος,
καὶ φίλος γνησιώτατος, ὑπὲρ Αὐτοῦ ἀποθανῶν· ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως,
σωθῆναι τοὺς τιμῶντας τὴν ἱερὰν αὐτοῦ ἄθλησιν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Λάβε
μοι κατὰ νοῦν, τὸν Μάρτυρα Κυρίου, τοὺς πόδας ἐν τῷ ξύλῳ, ἔχοντα καὶ ἁλύσεις,
ἐν τῷ τραχήλῳ φέροντα.
Στ.: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Καὶ
ἥλοις ἐν ταὐτῷ, ἐφηπλωμένον ὅλον, καὶ πλάκα βαρυτάτην, ἔχοντα ἐν τῷ στήθει, καὶ
πάντα ὐπομένοντα.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Ἐν
τόπῳ ζοφερῷ, ἄσιτον ὄντα ὅλως, τριήμερον καὶ ἵππων, ποσὶν ὑπεῤῥιμμένον, χεῖρας
καὶ πόδας δέσμιον.
Δόξα.
Τριαδικόν.
Πόθῳ
τῆς τριλαμποῦς, Θεότητος τὴν πείραν, βασάνων ἀνυποίστων, ὑπέμεινεν ὁ θεῖος· δι’
ὃ θέσει τεθέωται.
Καὶ
νῦν. Θεοτοκίον.
Πανάχραντε
ἁγνή, ἅμα τῷ Νικολάῳ, τῷ καρατομηθέντι, ἐν Χίου τῇ πλατείᾳ, ὑπὲρ ἡμῶν ἱκέτευε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Μέγαν εὕρατο.
Μέγα καύχημα, τῆς Χίου πέλεις, ἀξιάγαστε, τῆς σῆς πατρίδος,
Ἀθλοφόρε Χριστοῦ γενναιότατε· ὡς οὖν ἐν ταύτῃ τὸ αἷμα ἐξέχεας, καὶ μακαρίαν
εἰργάσω Νικόλαε, οὕτως Ἅγιε, αὐτὴν ἀσινῆ περίσωζε, ταῖς σαῖς πρὸς τὸν Κύριον
δεήσεσι.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς Χίου ἀγλάϊσμα καὶ Ἀθλητῶν μιμητῆς, ἐδείχθης Νικόλαε ὁμολογήσας Χριστόν, τυράννων ἐνώπιον· ὅθεν τῶν σῶν
αἱμάτων, οἱ κρουνοὶ Ἀθλοφόρε, δρόσος ὤφθησαν θεία, τῇ Χριστοῦ Ἐκκλησίᾳ·
ἐντεῦθεν πανευχαρίστως, μέλπει τοὺς ἄθλους σου.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, ὅτι καὶ νῦν καθ’ ἡμᾶς, ῥωμαλέῳ φρονήματι, ὁ κλεινὸς
Νικόλαος, ὑπὲρ πίστεως ἤθλησεν, ἐγκαρτερήσας τριακονθήμερον, ἐν ταῖς βασάνοις,
καὶ νίκην ᾔρατο, σθένει τοῦ Πνεύματος, ἐχθροὺς τροπωσάμενος πάντας ὁμοῦ, καὶ
στέφος δεξάμενος, τῆς νίκης ἄφθαρτον.
Πάντως,
ἡ θεία τεθαύμασται, πίστις Χριστοῦ τοῦ Θεοῦ, καὶ τιμὴν ἐκομίσατο, τὴν αὐτῇ
προσήκουσαν, Νικολάου ἀθλήσαντος, καὶ τοῦ Κυρίου τὸ θεῖον ὄνομα, ὑψώθη μόνον,
τὸ ὑπερύμνητον, καὶ καταβέβληται, ἐχθρὸς ὁ ἀρχέκακος τῇ συμπλοκῇ, τούτου καὶ
κατήργηται, ὁ πολυμήχανος.
Μάρτυς,
Χριστοῦ παναοίδιμε, τὴν τῶν τυράννων ὀφρύν, καὶ τὸ θράσος κατέβαλες, τοῦ κοινοῦ
ἀλάστορος, ἐναθλήσας στεῤῥότατα, καθυπομείνας, τῷ θείῳ ἔρωτι, πολλὰς βασάνους,
καὶ τέλος θάνατον· ξίφει τὴν πάντιμον, ἐκτμηθεὶς Νικόλαε κάραν τὴν σήν, ἣ καὶ
μετὰ θάνατον, κάλλει δεδόξασται.
Σκότος,
ἐφ’ ὅλην ἐπέπεσε, τὴν νῆσον Μάρτυς Χριστοῦ, καὶ τοὺς πάντας ἐξέπληξε, τὸ
φρικτὸν τοῦ θαύματος, τοῦ Θεοῦ σὲ δοξάσαντος, καθ’ ἣν ἡμέραν, τὴν σὴν ἀπέτεμον,
τιμίαν κάραν, οἱ σκότους ἔμπλεοι, Ἄγαρ ἀπόγονοι, τὸν δὲ νοῦν σκοτούμενον πλάνῃ
δεινῇ, ἔχοντες οἱ δείλαιοι, οὐκ ἐπῃσθάνοντο.
Νέε,
Ἀθλητὰ Νικόλαε, ὡς κεκτημένος πολλήν, παῤῥησίαν πρὸς Κύριον, ὑπὲρ οὗ ἠγώνισαι,
καὶ γενναίως ἐνήθληκας, εἱρκτὴν ἁλύσεις, πλακὸς βαρύτητα, ξύλου τε θλίψιν, ἥλων
ὀξύτητα, ἵππων συγκάθειρξιν, ἀσιτίαν θάνατον ὑπενεγκών, ἵλεων ἀπέργασαι, ἡμῖν
τοῖς δούλοις σου.
Δόξα.
Ἦχος πλ. β΄.
Τίς
μὴ εὐφημήσει σε Ἀθλοφόρε Κυρίου; Τίς μὴ ἀνυμνήσει σου τὴν λαμπρὰν μαρτυρίαν;
Τὸν μὲν γὰρ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα Λόγον καὶ Θεόν, φύσει Θεὸν ὄντα,
καὶ ἐπ’ ἐσχάτων φύσει γενόμενον ἄνθρωπον, τρανῶς ἀνεκήρυξας· τὸν δὲ τῆς πλάνης
ἀρχηγέτην, ὡς ἀπατεῶνα καὶ πάσης ἀθεμιτουργίας ἐφευρέτην, θαρσαλέως καθύβρισας.
Δι’ ὃ καὶ ἀνεβόας, Χριστὸν σέβομαι, Χριστῷ λατρεύω, καὶ τὰ πάντα προδίδωμι, ἵνα
Χριστὸν κερδήσω. Ἀλλ’ ὡς νῦν πρὸς Αὐτόν, ἀθλητικῇ παριστάμενος παῤῥησίᾳ,
ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν ἀεισέβαστον μνήμην
σου.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία
γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Πνευματικοῖς
ᾄσμασι λαοί, τὸν φερωνύμως νίκην τοῦ εὐσεβοῦς λαοῦ γεγονότα, Νικόλαον τὸν νέον
τοῦ Χριστοῦ μεγαλομάρτυρα, τιμήσωμεν σήμερον· ἡ γὰρ πρὸς τοῦτον τιμῆ τε καὶ
εὔνοια, ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας, ὑπὲρ οὗ τὸ αἷμα
μετὰ πολλὰς καὶ ἀνυποίστους βασάνους ἐξέχεε. Μακαρίσωμεν οὖν αὐτὸν γνησίως, ἵνα
καὶ ἠμεῖς Μάρτυρες τῇ προαιρέσει γεννώμεθα, καὶ τῶν αἰτῶν ἐκείνων ἀξιωθῶμεν
μισθῶν, παρὰ Χριστοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Μέγας
εἶ Κύριε καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου, ὅτι καὶ ἐν τοῖς καθ’ ἡμᾶς αἰῶσι,
νέον κομιδῇ ὄντα τὸν θεῖον Νικόλαον, πρὸς τοὺς μαρτυρικοὺς ἀγῶνας ἐνίσχυσας·
ὅθεν, τῇ σῇ ῥωννύμενος θείᾳ δυνάμει, ἐν εἱρκτῇ φρουρούμενος, καὶ ἐν ξύλῳ
κακουχούμενος, ἁλύσεσί τε δεσμούμενος, καὶ πλάκα ἐπὶ τοῦ στήθους φέρων, τὸ σὸν
πανάγιον διαπρυσίως ἐκήρυττεν ὄνομα, τὴν δὲ τῶν ἀθέων Ἀγαρηνῶν πλάνην, ἀπτοήτως
ἐξήλεγχεν· ἀφ’ ὧν τὴν κάραν ἀποτμηθείς, τὸν μαρτυρίου δρόμον διήνυσε, καὶ ταῖς
τῶν Μαρτύρων χορείαις ἐπαξίως συνήφθη, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ἦχος
γ΄.
Ἀντὶ
μὲν τῆς εἱρκτῆς, καὶ ἀσιτίας ἣν ὑπέστης, ἡ τρυφή σοι τοῦ Παραδείσου δεδώρηται·
ἀντῖ δὲ τῆς μεθ’ ἵππων συγκλίσεως, ἡ μετ’ Ἀγγέλων διαγωγή, Μεγαλομάρτυς
Νικόλαε· ἱκέτευε οὖν Χριστὸν τὸν Θεόν, ἵνα καὶ ἡμᾶς τοῦ ζόφου καὶ τῆς ἀλογίας
τῶν παθῶν ἀπαλλάξας, ἐν ἔργοις φωτός, καὶ ἀπαθείας ἀνέσει, τὸ ὑπόλοιπον τῆς
ζωῆς ἡμῶν διανύσαι καταξιώσῃ, τοὺς ἐκ πόθου τὴν μνήμην τελοῦντάς σου.
Ἦχος
δ΄.
Μέγα
καὶ παράδοξον θαῦμα, Μάρτυς Νικόλαε γέγονεν, ἡνίκα σου τὴν πάντιμον οἱ
δυσσεβεῖς ἀπέτεμον κάραν· ὁ γὰρ Θεὸς τὴν σὴν ἄθλησιν δοξάσαι βουλόμενος, Ὃν
τοῖς ἄθλοις σου ἐδόξασας, ζόφῳ βαθυτάτῳ τὴν νῆσον πᾶσαν, ὡς τὸ πάλαι τὴν
Αἴγυπτον ἐκάλυψε, τὸ δὲ πανίερόν σου πρόσωπον, νεκρὸν ἤδη, κάλλειο ἀῤῥήτῳ
κατελάμπρυνε. Δηλῶν ὅτι σὺ μὲν εἰς φῶς ἀνέσπερον καὶ ἄδυτον ἀπῆλθες, ἐκεῖνοι δὲ
ἐν τῷ σκότει τῆς ἀσεβείας, καὶ τῇ δεινῇ τοῦ δαίμονος πλάνῃ, ἀθλίως μένουσιν.
Ἀλλ’ ὡς μαρτυρικὴν κεκτημένος πρὸς τὸν Χριστὸν παῤῥησίαν, θραῦσον αὐτῶν τὰ καθ’
ἡμῶν φρυάγματα ταῖς πρεσβείαις σου.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
Χριστοφόροι τῆς Χίου λαοί, πόθῳ συνελθόντες τιμήσωμεν ἀξίως, Νικόλαον τὸν νέον
Ἀθλοφόρον Χριστοῦ, καὶ εὐφημιῶν στέμμασι τοῦτον ἀναδήσωμεν· τὸν νικηφόρον
Ἀθλητήν, καὶ τῆς πλάνης ὀλοθρευτὴν ἀναδειχθέντα, τὸν μὴ πτοηθέντα τοὺς
ἀποκτέιναντας τὸ σῶμα αὐτοῦ τυράννους, ἀλλὰ παῤῥησίᾳ ἀκαταπλήκτῳ, τὸν Χριστὸν
Θεὸν τοῦ παντὸς κηρύξαντα, καὶ τῷ οἰκείῳ αἵματι τὴν ὁμολογίαν τῆς αὐτοῦ πίστεως
βεβαιώσαντα· πάντες οὖν ἀνυμνοῦντες αὐτόν, βοήσωμεν· Μαρτύρων ἐγκαλλώπισμα
Νικόλαε, τὸ περικαλλὲς τῆς Χίου ἀνάθημα, ἡ πρὸς Θεὸν προσφορὰ καὶ θυσία
εὐπρόσδεκτος, μὴ ἐλλίπῃς φυλάττων τὴν σὲ μεγαλύνουσαν πόλιν, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Νῦν
ἡ Χίος ἀγάλλεται, καὶ ἐνθέως εὐφραίνεται, ὡς πανηγυρίζουσα τὴν σὴν ἄθλησιν,
Μεγαλομάρτυς Νικόλαε, καὶ λίαν σεμνύνεται, σὲ βλαστήσασα φυτόν, εὐθαλὲς καὶ
κατάκαρπον, τοῖς τοῦ πνεύματος, ἀκηράτοις καρποῖς καὶ δι’ εὐφήμου, γλώττης ἄγει
σου παμμάκαρ, τῆς ἀριστείας τὰ τρόπαια.
Στ.: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἐν
εἱρκτῇ καὶ ἐν ξύλῳ σε, ἠσφαλήσαντο ἄνομοι, καὶ πλακὸς βαρύτητι τὰ πανίερα,
στερνά σου Μάρτυς Νικόλαε, δεινῶς κατεβάρυναν, τὰ φλεγόμενα Χριστοῦ, τῇ ἀγάπῃ
καὶ ἥλους σοι, καθυπέβαλον, ἀλλὰ θείᾳ δυνάμει διεσείσθη, ἡ εἱρκτὴ καὶ
κατεβλήθη, ἡ πλὰξ ἡ σὲ ἐκπιέζουσα.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Τοὺς
ἐκ πόθου τελοῦντάς σου, τὴν σεβάσμιον ἄθλησιν, Ἀθλητὰ Νικόλαε φρούρει φύλαττε,
ταῖς σαῖς εὐχαῖς πρὸς τὸν Κύριον, ᾯ μάκαρ παρίστασαι, σὺν Μαρτύρων τοῖς χοροῖς,
ἐν μεθέξει θεούμενος, παναοίδιμε, ὡς τοῦ σώματος ὅλως ἀφειδίσας, τούτου χάριν
καὶ ἐκχέας, αἷμα τὸ τίμιον Ἅγιε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
εὐσεβῶν τὰ στίφη, τὸν νέον Ἀθλητὴν σὲ ὑμνοῦμεν, μάκαρ Νικόλαε, διὰ σοῦ γὰρ πρὸς
πίστιν τὴν ὄντως ἁγίαν, καλῶς στηριζόμεθα· τρισόλβιος εἶ ὑπὲρ αὐτῆς ἀθλήσας,
καὶ ἐχθροῦ ταπεινώσας τὴν ἔπαρσιν. Καρυῶν τὸ γέννημα, τῆς Χίου ἁπάσης τὸ
καύχημα, καὶ τῆς οἰκουμένης σεμνὸν ἀγαλλίαμα. Πρέσβευε Χριστῶ τῶ Θεῶ, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Μέγαν εὕρατο.
Μέγα καύχημα, τῆς Χίου πέλεις, ἀξιάγαστε, τῆς σῆς πατρίδος,
Ἀθλοφόρε Χριστοῦ γενναιότατε· ὡς οὖν ἐν ταύτῃ τὸ αἷμα ἐξέχεας, καὶ μακαρίαν
εἰργάσω Νικόλαε, οὕτως Ἅγιε, αὐτὴν ἀσινῆ περίσωζε, ταῖς σαῖς πρὸς τὸν Κύριον
δεήσεσι.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς Χίου ἀγλάϊσμα καὶ Ἀθλητῶν μιμητῆς, ἐδείχθης Νικόλαε ὁμολογήσας Χριστόν, τυράννων ἐνώπιον· ὅθεν τῶν σῶν
αἱμάτων, οἱ κρουνοὶ Ἀθλοφόρε, δρόσος ὤφθησαν θεία, τῇ Χριστοῦ Ἐκκλησίᾳ·
ἐντεῦθεν πανευχαρίστως, μέλπει τοὺς ἄθλους σου.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νικόλαον
πιστοί, εὐφημήσωμεν ὕμνοις, καὶ πόθῳ τὴν αὐτοῦ ἑορτάσομεν μνήμην, τοὺς ἄθλους
νῦν γεραίροντες, τοὺς ἀγῶνας τὰ σκάμματα, ἃ ὑπέμεινεν, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης,
γενναιότατα, καὶ δι’ αὐτὰ ταῖς χορείαις, Μαρτύρων συνήδεται.
Δόξα. Καὶ νῦν
... Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες,
Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα·
σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν
μόνην πανάμωμον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὢ
τῆς ἀνδρείας σου, Μάρτυς Νικόλαε, καὶ γενναιότητος, μεθ’ ἧς πανεύφημε, τοῦ
μαρτυρίου τοῖς φρικτοῖς ἀγῶσιν ἐγκαρτερήσας, τὸν Χριστὸν ἐκήρυξας, τῶν τυράννων
ἐνώπιον, καὶ τοὺς Ἄγαρ ᾔσχυνας, ἀπογόνους τοῖς λόγοις σου, ἐλέγχων αὐτοὺς ἐν
παῤῥησίᾳ, θείᾳ· δι’ ὅ σε ἀνυμνοῦμεν.
Δόξα. Καὶ νῦν
... Θεοτοκίον
Τὴν ὡραιότητα, τῆς
παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς
ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω
οὐρανὸς γῆ εὐφραινέσθω, αἱ τῶν Ἀγγέλων σὺν Ἁγίων ταῖς χορείαις, καὶ ἀνθρώπων τὰ
πλήθη ἐπὶ τῇ ἀθλήσει, τῇ θείᾳ, τοῦ Νικολάου τοῦ καρτερῶς, βασάνων, παντοίων
πείραν πόθῳ Χριστοῦ, καὶ ἐπώδυνον θάνατον, ὑπενεγκόντος ἐν γῇ, καὶ ταύτην
ἁγιάσαντος, οὐρανὸν δὲ οἰκήσαντο.
Δόξα. Καὶ νῦν
... Θεοτοκίον
Εὐχαριστοῦμέν
Σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον
Σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· σῶσον ἡμας, Παρθένε παντελεῆμον ὡς
ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἑτάσεως, μὴ
αἰσχυνθῶμεν οἱ δοῦλοί Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χριστέ,
τῶν Μαρτύρων τὸ κραταίωμα, ὁ καὶ τὸν Νεομάρτυρα Νικόλαον ἐνισχύσας, ὑπὲρ τοῦ
σοῦ θείου ὀνόματος ἐναθλῆσαι, δώρησαι ἠμῖν ταῖς αὐτοῦ ἱκεσίαις, τὸ μέγα Σου
ἔλεος.
Εἶτα οἱ Κανόνες· της Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄναρχε Λόγε ταῖς τοῦ Νέου
Μάρτυρος πανευπροσδέκτοις εὐχαῖς, τὸ νοερὸν στόμα, τῆς καρδίας ἄνοιξον, καὶ
χείλη μου τὰ ἔνυλα, ὅπως ᾄσμασι μέλψω, τὰς ἀριστείας τὰ τρόπαια, τούτου καὶ
λαμπρὰ κατορθώματα.
Βάθος σοφίας καὶ κριμάτων
ἄβυσσος καὶ ὕψος γνώσεως σῆς, φιλάνθρωπε Σῶτερ, πάντα νοῦν ἐξέπληξε· πῶς τὸν
ποτὲ μωραίνοντα, συνετὸν ἀπειργάσω, ἐχέφρονα καὶ θεόσοφον, Μάρτυρα τῆς θείας
σου πίστεως.
Γνῶσίν μοι θείαν οὐρανόθεν
Ἅγιε δός μοι πρεσβείαις ταῖς σαῖς, ὅπως ἐπαξίως, πλέξω σοι τὸν στέφανον, τοῖς
ἐγκωμίων ἄνθεσιν, καὶ τῶν ὕμνων τρισμάκαρ, ὡς τὸ φωτὶ ἐλλαμπόμενος, τῆς ἀπειροσόφου
Θεότητος.
Θεοτοκίον.
Ὡς
Θεοῦ Μήτηρ παῤῥησίαν ἔχουσα πρὸς τὸν τεχθέντα ἐκ Σοῦ, μονογενῆ Λόγον, καὶ Πατρὶ
συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι
πανάμωμε, τοὺς Σὲ Θεοτόκον δοξάζοντας.
Ὁ
β’ Κανών. ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Τῇ
αἴγλῃ τῆς τριλαμποῦς Θεότητος, περιλαμπόμενος, τροπαιοφόρε Μάρτυς τοῦ Χριστοῦ,
σὺν Μαρτύρων τοῖς θείοις χοροῖς, εὐχαῖς σου καταφαίδρυνον, τὰς διανοίας τῶν
ὑμνούντων σε.
Τοῖς
ῥείθροις τῶν ἱερῶν αἰμάτων σου, Μάρτυς Νικόλαε, τὸν νοητὸν ἀπέπνιξας ἐχθρόν, τῇ
ἐνθέῳ δυνάμει Χριστοῦ, ὡς Φαραὼ τὸν τύραννον Μωσῆς, τὸ πάλαι κατεβύθισε.
Στεφάνῳ
μαρτυρικῷ κοσμούμενος, θεῖε Νικόλαε, καὶ πορφυρᾷ ἐξ αἵματος στολῇ, καλλυνόμενος
Μάρτυς Χριστοῦ, γηθόμενος παρίστασαι, τῷ θείῳ θρόνῳ τοῦ παντάνακτος.
Θεοτοκίον.
Τὸν
φύσει δημιουργὸν ἐκύησας, ἡμᾶς θεώσαντα, τῇ ὑπὲρ νοῦν ἑνώσει ἀληθῶς, Θεοτόκε
πανύμνητε, Ὃν ἐκτενῶς ἱκέτευε φωταγωγῆσαι τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Δεῦτε συνδράμωμεν πιστοί,
καταμαθεῖν τοὺς ἀγῶνας, καὶ τοὺς ἄθλους τοῦ κλεινοῦ Νικολάου, τοῦ ἐκ Χίου καὶ
ᾠδαῖς, τὴν θείαν αὐτοῦ ἄθλησιν, μετ’ εὐλαβείας πλείστης, ἐπιτελέσωμεν ἅπαντες.
Ἐπιφανεῖσα ἡ σεμνή, καὶ
Θεοτόκος Μαρία, ἀπελθεῖν σοι ἐνετείλατο μάκαρ, καὶ ἰάσεως τυχεῖν, ἐκ τοῦ
ἱερατευόντος, ἐν τῷ ναῷ Κυρίου, τοῦ ποιητοῦ καὶ Υἱοῦ αὐτῆς.
Ζήλῳ τοῦ θείου Βαπτιστοῦ,
ἀποτμηθῆναι τὴν κάραν, δι’ ἀγάπην τοῦ Σωτῆρος ἐπόθεις, οὗ τὴν θείαν ἐκτομήν,
χερσὶ κατέχων ἔκραζες, Πρόδρομε Ἰωάννη, τῶν σῶν παθῶν κοινωνήσαι με.
Θεοτοκίον.
Νενεκρωμένον
μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ Σοῦ φανερωθείσης τῷ κόσμῳ,
διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ
πανάμωμε.
Ἕτερος.
Εὐφραίνεται ἐπὶ σοί.
Εὐφραίνονται
οἱ λαοί, πνευματικῶς οἱ εὐσεβεῖς σήμερον, τοῖς ἱερεῖς μέλεσι, σὲ ἀνευφημοῦντες
μακάριε.
Τὴν
μνήμην τὴν ἱεράν, τὴν σῆς ἀθλήσεως πιστῶς ἄγοντες, ἁμαρτιῶν ἄφεσιν, διὰ σοῦ
θεόθεν αἰτούμεθα.
Προΐστασο
τῶν πιστῶς, τὴν σὴν τελούντων ἑορτὴν Ἅγιε, ταῖς σαῖς λιταῖς θλίψεων, καὶ δεινῶν
παντοίων ῥυόμενος.
Θεοτοκίον.
Ἐσκήνωσεν
ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν ἄχραντε, ἄνευ σπορᾶς σάρκα γάρ, ἐκ Σοῦ
προσλαβὼν πεφανέρωται.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοὺς
ἀγῶνας ὀρθρίζοντες ἀνυμνοῦμέν σου, οὓς ὑπέστης γενναίως Μεγαλομάρτυς Χριστοῦ,
ὑπὲρ τῆς πίστεως ἀθλῶν παναοίδιμε· ὅτι καθεῖλες δι’ αὐτῶν τῶν τυράννων τὴν
ὀφρύν, καὶ θράση τὰ τῶν δαιμόνων, τὰ ἀσθενῆ θείᾳ ἰσχύϊ, καὶ στέφος τῆς
ἀφθαρσίας εἴληφας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἡ θαυμαστή, καὶ ἀξιάγαστος
ἔνστασις, ἣν εὐθέως ἔδειξας Νικόλαε, ὅτε προσήχθης τοῖς δικασταῖς, ὑπὲρ τῆς
πατρώας θρησκείας Μάρτυς ἀήττητε, κατέπληξεν εἰκότως ἀσεβούντων τὰ πλήθη, τὰ δὲ
τῶν εὐσεβῶν κατεθάῤῥυνε.
Θέσει Υἱός, Πατρὸς ἀνάρχου
γεγέννησαι, θεοφόρε, ἅ τε μὴ δεξάμενος υἱοθεσίαν Ἀγαρηνῶν, καὶ χρημάτων δόσιν,
οὐδὲ στολὴν τὴν πολύτιμον, ἀλλὰ περιφρονήσας, ὡς ἐχέφρων ἁπάντων, εὐσεβείας τῷ
πόθῳ φλεγόμενος.
Ἵνα ζωῆς, τῆς αἰωνίου
Νικόλαε, ἐπιτύχῃς, ζωὴν τὴν ἐπίκηρον, οὐδὲν ἡγήσω πόθῳ Χριστοῦ· ὅθεν παῤῥησίᾳ,
Αὐτὸν κηρύξας ὑπέμεινας, αἰκίας ἀφορήτους, καὶ πληγὰς ἀνυποίστους, καὶ βασάνους
παντοίας πολύαθλε.
Θεοτοκίον.
Διὰ παντός, μὴ διαλίπῃς με
σκέπουσα, Σὲ γὰρ ἔχω μόνην καταφύγιον, ἐν πειρασμοῖς, ὑπερασπιστήν, ῥῦστιν ἐν
κινδύνοις, ἐν συμφοραῖς παραμύθιον, προστάτην ἐν ἀνάγκαις, εὐθυμίαν ἐν λύπαις,
καὶ χαρὰν ἐν ταῖς θλίψεσι Δέσποινα.
Ἕτερος.
Ἐπαρθέντα σε ἰδοῦσα.
Συνελθόντες
τοὺς ἀγῶνάς σου εὐφημοῦμεν, καὶ τὰ λαμπρά σου τρόπαια καὶ τὰς ἀριστείας, Μάρτυς
Ἀθλοφόρε Χριστοῦ, εἰκότως δοξάζοντες, τὸν σὲ ἐνισχύσαντα Κύριον.
Ἱκεσίαις
σου Νικόλαε νικηφόρε, πρὸς τὸν Θεὸν περίσωζε, τοὺς ἀνευφημοῦντας, σοῦ τὴν θείαν
μνήμην πιστούς, καὶ πόθῳ γεραίροντας, τοὺς ὑπὲρ Χριστοῦ θείους ἄθλους σου.
Ὡς
τῷ θρόνῳ παριστάμενος τῆς Τριάδος, ἁμαρτιῶν τὴν ἄφεσιν ταῖς σαῖς ἱκεσίαις,
αἴτησαι τοῖς σοῖς ὑμνηταῖς, παμμάκαρ Νικόλαε, τοῖς ἐπιτελοῦσι τὴν μνήμην σου.
Θεοτοκίον.
Νεουργεῖ
τὴν ἀνθρωπότητα νέον βρέφος, ὁ πρὸ αἰώνων Κύριος ὀφθεὶς ἐκ Παρθένου, καὶ βροτὸς
γενόμενος, Αὐτῷ μελῳδήσωμεν· δόξα τῇ δυνάμει Σου Κύριε.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Κολαστήρια ξένα, Μάρτυς καὶ
δεινότατα κατεπενόησαν, τῆς σῆς καρτερίας, οἱ πλάνης προστάται θερμότατοι,
ἥλους ὀξυτάτους, διαπαρέντας ἐν σανίδι, ὑπὸ νῶτόν σου θεῖναι ὡμότατα.
Λαμπροί σου οἱ ἀγῶνες, καὶ
τὰ τρόπαια Μάρτυς ἅπερ ἀνήγειρας, κατ’ ἐχθρῶν ἁπάντων, ὁρατῶν ἀοράτων
πανθαύμαστε, θείᾳ γὰρ δυνάμει, περιεγένου ἀμφοτέρων, καὶ τὴν τούτων ὀφρὺν
καταβέβληκας.
Μὴ πτοηθεὶς τοὺς Ἄγαρ,
ἀπογόνους παμμάκαρ τὸ θεῖον βάπτισμα, δέξασθαι καὶ πίστιν, τὴν χριστώνυμόν τε
καὶ σωτήριον, πρὸς αὐτοὺς ἐβόας, οἱ δὲ θυμοῦ ἀναπλησθέντες, βαρυτάτῳ σε λίθῳ
ὑπέβαλον.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον, πάντες Σὲ κηρύττομεν Θεοχαρίτωτε, οἱ τῇ Σῇ γεννήσει, τῆς φθαρτῆς
λυτρωθέντες γεννήσεως, καὶ πρὸς τὴν ἀμείνω, πάλιν ζωὴν ἀνακληθέντες, διὰ
σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.
Ἕτερος.
Σὺ Κύριέ μου φῶς.
Σὺ
ὅλην πρὸς Θεόν, τὴν διάνοιαν ἔτεινας, Νικόλαε θεοφόρε, καὶ βασάνους ἀνδρείως,
τῷ πόθῳ τούτῳ ἤνεγκας.
Αἰκίαις
ἀφειδῶς, τοὺς σοὺς πόδας ἐκάκωσαν, Νικόλαε καὶ ἐν ξύλῳ, ἠσφαλήσαντο σὺ δὲ Θεόν,
χαίρων ἐδόξαζες.
Ἥλους
μὲν Ἀθλητά, οἱ τῆς Ἄγαρ ἀπόγονοι, ὑπέστρωσαν τοῖς σοῖς νώτοις, τοῖς δὲ στέρνοις
σου λίθον, ἐπέθηκαν βαρύτατον.
Θεοτοκίον.
Ὁ Λόγος τοῦ Θεοῦ, ὁ Πατρὶ
ὁμοούσιος, Σὸς γίνεται Θεομῆτορ, ὑπὲρ νοῦν τε καὶ λόγον, Υἱός Σοι ὁμοούσιος.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Νύκτωρ σεισμὸς φοβερός,
γενόμενος ἀπεκύλισεν, ὢ μέγα θαῦμα πιστοί, τὸν λίθον τὸν μέγιστον, ἐκ τοῦ θείου
σώματος, καὶ διετηρήθη, ἀβλαβὴς ὁ παναοίδιμος.
Ξένα εἰσὶ καὶ φρικτά,
Μεγαλομάρτυς Νικόλαε, τὰ ἐπὶ σοὶ πρὸς Θεοῦ, γενόμενα θαύματα· δι’ ὧν σε
ἐρύσατο, λίθου βαρυτάτου, καὶ τῶν ἥλων τῆς κακώσεως.
Ὁ ξενοτρόπως ποτέ, τὸν
Δανιὴλ λυτρωσάμενος, ἐκ τῆς λεόντων ὁρμῆς, σὲ νῦν διετήρησεν, ἀπήμαντον Ἅγιε,
ἐκ παντὸς κινδύνου, καὶ τῶν ἵππων τῆς θρασύτητος.
Θεοτοκίον.
Λαμψάτω νῦν ἐπ’ ἐμέ, ἡ
ἄφατος εὐσπλαγχνία Σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη
ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.
Ἕτερος.
Θύσω σοι μετὰ φωνῆς.
Ἔρωτι,
τῆς πατρώας θρησκείας ἐνήθλησας, ὑπενεγκὼν Ἀθλοφόρε, τὰς βασάνους πάσας
μεγαλοψύχως, καὶ τὸ στέφος παρὰ Θεοῦ ἐδέξω τὸ ἄφθαρτον.
Ἵππων
σέ, τοῖς ποσὶν ἐναπέῤῥιψας δέσμιον, χεῖρας καὶ πόδας ἀλλ’ ὅμως, θείᾳ βοηθείᾳ
καὶ προμηθείᾳ, ἀβλαβὴς ἐτηρήθης τρισόλβιε.
Σύμφωνον,
ἐκ ψυχῆς ἀναπέμπομεν Ἅγιε, αἶνον τῷ πάντων Δεσπότῃ, τῷ ἐνδυναμώσαντι παραδόξως,
σὲ θεόφρον, καρτερῶς ἐνεγκεῖν τὸ μαρτύριον.
Θεοτοκίον.
Κοίμισον,
τῶν παθῶν τῆς σαρκός μου τὰ κύματα, τῇ ἀκοιμήτῳ Σου Κόρη, ἱκεσίᾳ δέομαι, καὶ μὴ
δώῃς, ἁμαρτίας ἀφυπνῶσαί με, ὕπνον βαρύτατον.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Φερωνύμως
γέγονας, νίκη λαοῦ Ὀρθοδόξου, ἱερὲ Νικόλαε, ὑπὲρ Χριστοῦ ἐναθλήσας· ὅθεν σοι,
ἐν κατανύξει ψυχῆς βοῶμεν, δώρησαι, ἡμῖν τὴν νίκην ταῖς σαῖς πρεσβείαις, κατ’
ἐχθρῶν τῶν ὁρωμένων, καὶ ἀοράτων τοῖς σὲ τιμῶσι πιστῶς.
Ὁ
Οἶκος.
Τίς
σε ὦ νέε τοῦ Χριστοῦ στρατιῶτα, ἐπαξίως ὑμνήσει; Τίς σου τὰς λαμπρὰς ἀριστείας,
καὶ τὰ ἔνδοξα τρόπαια, προσφυῶς ἐπαινέσει; οὐ γὰρ κραταιόφρον, καὶ καλλίνικε
Ἀθλητά, τριακονθήμερον ταῖς βασάνοις ἐγκαρτερήσας, ἐν πολλοῖς καὶ πικροῖς
αἰκισμοῖς ἐν φυλακαῖς, ἐν ξύλῳ τοὺς πόδας θλιβόμενος, ἥλοις ὀξυτάτοις
ἐφαπλούμενος, καὶ πλακὸς βαρύτητα ἐπὶ τοῦ στήθους καὶ τῆς κοιλίας φέρων, καὶ
τοῖς ἵππων δέσμιον χεῖράς τε καὶ πόδας ὑποριπτόμενος ποσί, τὸν δρόμον τοῦ
σεπτοῦ μαρτυρίου τετέλεκας, τὴν πρὸς Χριστὸν τὸν Θεὸν πίστιν τετήρηκας· καὶ
παρ’ Αὐτοῦ στέφος ἀπείληφας ἄφθαρτον· δι’ ὃ μαρτυρικὴν παῤῥησίαν ἔχων πρὸς
Αὐτόν, αἴτησαι ἡμῖν τὴν κατ’ ἐχθρῶν ὁρωμένων τε καὶ ἀοράτων νίκην, ταῖς Αὐτοῦ
θείαις πρεσβείαις, τοῖς σὲ τιμῶσι πιστῶς.
Συναξάριον.
Τῇ ΛΑ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος
Νεομάρτυς Νικόλαος ὁ ἐν Χίῳ, ἐν ἔτει 1754, ξίφει τελειοῦται.
Nίκης
βραβεῖα Nικόλαε λαμβάνεις,
στεῤῥῶς ἀθλήσας διὰ Xριστόν παμμάκαρ.
στεῤῥῶς ἀθλήσας διὰ Xριστόν παμμάκαρ.
Τριακοστῇ
ἐν πρώτῃ κάραν ἐκτμηθείς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Ἀποστόλων ἐκ τῶν 70· Στάχυος, Ἀπελλοῦ, Ἀμπλίου, Οὐρβανοῦ, Ναρκίσσου καὶ
Ἀριστοβούλου.
Στάχυς
δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς,
ἐκ
τοῦ παρόντος ἐκθερίζεται βίου.
Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα,
σγᾷ στερήσει πνευμάτων ὡς κολλάβων.
Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ,
Xριστῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας.
Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα,
σγᾷ στερήσει πνευμάτων ὡς κολλάβων.
Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ,
Xριστῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας.
Τούτων, ὁ μὲν Ἅγιος Ἀπόστολος Στάχυς, προχειρίζεται τοῦ Βυζαντίου
ἐπίσκοπος, παρὰ Ἀνδρέου τοῦ Ἀποστόλου. ᾨκοδόμησε δὲ καὶ Ἐκκλησίαν ἐν
Ἀργυρουπόλει, ἐν ᾗ συνηθροίζοντο πλήθη Χριστιανῶν οὐκ εὐαριθμήτα, καὶ ἐδίδασκεν
αὐτά· καὶ οὕτω διαβιοὺς ἐπὶ ἔτεσι δέκα ἕξ, ἐν εἰρήνῃ ἐκοιμήθη.
Ὁ δὲ Ἀπελλῆς, Ἡρακλείας ἐπίσκοπος γέγονε· καὶ πολλοὺς τῷ Χριστῷ
προσαγαγών, τέλος μακάριον ἔλαβεν.
Ὁ δὲ Ἅγιος Ἀμπλίας καὶ Οὐρβανός, ἐπίσκοποι καὶ αὐτοὶ γεγονότες
παρὰ τοῦ αὐτοῦ Ἀποστόλου Ἀνδρέου, ὁ μὲν Ἀμπλίας Ὀδυσσουπόλεως, ὁ δὲ Οὐρβανὸς
Μακεδονίας, καὶ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, καὶ τὴν τῶν εἰδώλων καθαίρεσιν,
ὑπὸ Ἰουδαίων καὶ Ἑλλήνων ἀναιρεθέντες, τὰς μακαρίας αὐτῶν ψυχὰς τῷ Θεῷ
παρέθεντο.
Ὁ δὲ Νάρκισσος, διαφόρως βασανισθείς, παρέδωκε καὶ αὐτὸς τὴν ψυχὴν
τῷ Θεῷ, δι’ ὃν καὶ τὸ αἷμα αὐτοῦ προθύμως ἐξέχεε.
Ὁ δὲ Ἀριστόβουλος, χειροτονηθεὶς καὶ αὐτὸς λογικῶν προβάτων
ποιμήν, καὶ τὸν Χριστὸν πᾶσι κηρύττων, ἀπέλαβεν ἀντάξιον τῶν πόνων αὐτοῦ τὸν
μισθόν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Ἐπίμαχος ὁ Αἰγύπτιος, ξίφει τελειοῦται.
Οὐ
δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος,
Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων.
Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων.
Οὗτος,
λίαν ὡραῖος τὴν ὄψιν ἦν, ἐν τῷ ἀγρῷ τὴν οἴκησιν ἔχων, ἐκ πόλεως τοῦ Πηλουσίου.
Διαβληθεὶς δὲ πρὸς τὸν ἡγεμόνα Ἀπελλιανόν, ἐν Ἀλεξανδρείᾳ πλῆθος Ἁγίων
τιμωροῦντα, ἤδη τῆς θυσίας τελουμένης, δραμὼν ὁ Ἐπίμαχος, καταστρέφειν τὸν
βωμὸν ἐπεχείρει. Παραυτίκα οὖν ἐπὶ ξύλον ἀναρτᾶται, καὶ σιδηροῖς ὄνυξι ξέεται,
καὶ λίθοις τὰ ὀστᾶ συνθλάττεται. Γυνὴ δέε τις παρεστῶσα ἐκεῖσε, καὶ τὸν ἕνα
ὀφθαλμὸν ἔχουσα πεπηρωμένον, ἐπεί περ τῷ Ἁγίῳ ἀκλινῶς ἐνητένιζε, μέγα τι καὶ
ἀξιέραστον θαυματουργεῖται ἐν αὐτῇ. Ξεομένου γὰρ τοῦ Μάρτυρος, μέρος τι τῶν
ἐκείνου σαρκῶν ἐκεῖθεν ἀποσπαθέν, διαέριόν πως φερόμενον, ἀποστάζει τοῦ αἵματος
εἰς τὸν ὀφθαλμόν, καὶ ὁ σταλαγμὸς παγείς, ὢ τοῦ θαύματος!, φῶς γίνεται ταύτῃ,
καὶ ὑγιῆ τὸν ὀφθαλμὸν ἀποδίδωσιν. Ὕστερον δὲ καὶ ὁ Ἅγιος ξίφει τὴν κεφαλὴν
ἀποτέμνεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἐπισκόπου Μυγδονίας.
Ὁ
Ἰάκωβος πτερνίσας σαρκὸς πάθη,
Φερώνυμος δέδεικται ἐκ τῶν πραγμάτων.
Φερώνυμος δέδεικται ἐκ τῶν πραγμάτων.
Οὗτος,
γέγονεν ἐπίσκοπος Ἀντιοχείας τῆς Μυγδονίας, τῆς καὶ Νησίκης λεγομένης· δι’
ἄκραν δὲ ἀρετήν, μέγας θαυματουργὸς χρηματίσας, νεκροὺς τῇ τοῦ Χριστοῦ δυνάμει
ἐξανέστησε, καὶ πολλοὺς ἐξ εἰδωλομανίας εἰς θεογνωσίαν ἐπέστρεψε, πολλούς τε
δι’ ἀνθρώπινον φόβον τὸν Χριστὸν ἀρνουμένους, παλινδρομῆσαι πρὸς αὐτὸν
παρεσκεύασε, καὶ βίβλον πάνυ ὠφέλιμον συνετάξατο. Ἐξεικονίζει δέ τινα τῶν τῆς
βίβλου τάυτης Θεοδώρητος ὁ τῆς Κύρου ἐπίσκοπος, ἐν τῇ φιλοθέῳ αὐτοῦ ἱστορίᾳ.
Οὗτος, πλείστους πειρασμοὺς ὑποστὰς ὑπὸ τῶν εἰδωλολατρῶν βασιλέων, καὶ μὴ
ὑπενδούς, διήρκεσε μέχρι τοῦ μεγάλου βασιλέως Κωνσταντίνου, καὶ ἐν τῇ πρώτῃ
Συνόδῳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων εἷς ἦν· καὶ τὰ ἐκεῖσε εὐσεβῶς
κηρυχθέντα ἐπισφραγίσας μετὰ τῶν σὺν αὐτῷ καὶ βεβαιώσας, εἰσῆλθεν ἐν
Κωνσταντινουπόλει, πρὸς τὸν μέγαν Μητροφάνην· καὶ τούτῳ συγκοινωνήσας, καὶ
κοιμηθέντας κηδεύσας αὐτόν, ὑπέστρεψεν εἰς τὸν ἑαυτοῦ θρόνον, καὶ μικρὸν
ἐπιβιούς, καὶ σημείοις διαλάμψας, ἀνεπαύσατο ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
Ὁμολογητοῦ τινος Ἀνωνύμου, ἐκ τῆς Ἐκκλησιαστικῆς ἱστορίας τοῦ Θεοδωρήτου.
Kᾂν
ἀγνοῶμέν σοι τίς ᾗ κλῆσις μάκαρ,
Πάντως σὺ ζώντων εἶ βίβλῳ γεγραμμένος.
Πάντως σὺ ζώντων εἶ βίβλῳ γεγραμμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων· Στεφάνου, Βαρνάβα, Τροφίμου, Δορυμέδοντος, Κοσμᾶ, Δαμιανοῦ,
Σάββα, Βάσης, Ἀβραμίου, καὶ τῶν σὺν αὐτῶν.
Ἐννὰς
ἀθλητῶν σὺν συνάθλων πληθύϊ,
ἴσων μετέσχον καὶ στεφάνων ἐν πόλῳ.
ἴσων μετέσχον καὶ στεφάνων ἐν πόλῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῖς, λίθῳ τὴν κεφαλὴν βληθείς, τελειοῦται.
Kοράλλιόν
σοι λίθον ὡς δῶρον φέρει,
Παῖς τὴν κεφαλὴν ᾑματωμένην λίθῳ.
Παῖς τὴν κεφαλὴν ᾑματωμένην λίθῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι
Δώδεκα Κόραι, αἱ Μάρτυρες, ἐν μέσῳ στοᾶς κρεμασθεῖσαι, τελειοῦνται.
Ὡροσκοπεῖον
τὸ στοᾶς μέσον ξύλον,
Tὰς δώδεκα προΐσχεν ὡς ὥρας κόρας.
Tὰς δώδεκα προΐσχεν ὡς ὥρας κόρας.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Μάρτυρες Σέλευκος καὶ Στρατονίκη οἱ σύζυγοι, ξίφει τελειοῦνται,
οἵτινες μῦρον ἀέναον βλύζουσιν.
Xέουσιν
αἷμα σύζυγοι διὰ ξίφους,
Οἱ καὶ νεκροί χέουσιν εἰς ᾀεὶ μῦρον.
Οἱ καὶ νεκροί χέουσιν εἰς ᾀεὶ μῦρον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Γορδιανός, ξίφει τελειοῦται.
Kαὶ
Γορδιανὸς Mαρτύρων ζητῶν κλέος,
ἐφεῦρε τοῦτο Mάρτυς ὀφθεὶς ἐκ ξίφους.
ἐφεῦρε τοῦτο Mάρτυς ὀφθεὶς ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Ἐπίμαχος ὁ Ῥωμαίος, ξίφεσι κατακοπείς, τελειοῦται.
Ξιφῶν
ὀδόντας Ἐπίμαχε καρτέρει,
ἄγχεις γὰρ ἐχθροὺς ὧν ὀδόντες ὡς ξίφος
ἄγχεις γὰρ ἐχθροὺς ὧν ὀδόντες ὡς ξίφος
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Τρεῖς Μάρτυρες, οἱ ἐν Μελιτινῇ, τὰ σκέλη
συντριβέντες, τελειοῦνται.
Tρεῖς
συντριβέντες Mάρτυρες σκέλη ξύλοις,
Tὰ μακρὰ συντρίβουσι τῆς πλάνης σκέλη.
Tὰ μακρὰ συντρίβουσι τῆς πλάνης σκέλη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶ Ὁσίων Σπυρίδωνος καὶ Νικόδημου, τῶν ἐν τῷ σπηλαίῳ, τῶν
Ῥώσσων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωάννου Κοτσούρωφ, πρωτομάρτυρος τῆς νεότερης Ῥωσίας
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἑκατὸν Χιλιάδων Μαρτύρῶν τῆς Τυφλίδος.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Θεοῦ συγκατάβασιν.
Προστάξει ὁ ἥλιος, Θεοῦ τοῦ
κτίστου τὰς ἐαυτοῦ φωταυγεῖς, συνέστειλεν ἀκτῖνας, ἡνίκα ξίφει τὴν ἱερὰν
κεφαλήν, οἱ δυσσεβεῖς Ἀθλοφόρε ἀπέτεμον, τὴν σὴν λαμπρὰν καὶ σεπτήν, πάντως
τιμῶν τελευτήν.
Ῥωννύμενος σθένει σου,
παντοδυνάμῳ ὁ Ἀθλοφόρος Χριστέ, διήνυσε τὸν δρόμον τοῦ μαρτυρίου γιγαντιαίῳ
ποδί, καὶ ἐν σκηνώμασι θείοις ἐσκήνωσε, σὺν τοῖς Ἀγγέλοις βοῶν· εὐλογητὸς ὁ
Θεός.
Σιὼν τὴν οὐράνιον, οἰκεῖς
παμμάκαρ σὺν τοῖς Μαρτύρων χοροῖς, ἐλλαμπόμενος αἴγλῃ, καὶ φωταυγίᾳ τοῦ
ἀνεσπέρου φωτός, μετὰ Ἀγγέλων βοῶν εὐφραινόμενος, ἐν ἀσιγήτῳ φωνῇ· εὐλογητὸς ὁ
Θεός.
Θεοτοκίον.
Ὡς
ὄρθρος ἀνέτειλας, δικαιοσύνης ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς
ἀγνωσίας ἀποκαθαίροντα, θεογνωσίας ἀκτίσιν, ᾯ ψάλλομεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν
πατέρων ἡμῶν.
Ἕτερος.
Ἐν τῇ καμίνῳ.
Ἐν
τῇ καμίνῳ τῶν βασάνων Νικόλαε ὡς χρυσόν, ἐδοκίμασεν ὁ Κύριος ἐν τῇ γῇ, καὶ ὡς
θεῖον ὁλοκαύτωμα, σὲ προσδεξάμενος, κοινωνὸν θείας δόξης ἐποίησε.
Ξίφει
τὴν κάραν, ἀπετμήθης παμμάκαρ καὶ τοῖς σεπτοῖς, δήμοις τῶν Μαρτύρων πάντων ἐν
οὐρανῷ, συνεσκήνωσας Νικόλαε, εὐλογημένος εἶ τῷ Δεσπότῃ κραυγάζων γηθόμενος.
Ὡς
παῤῥησίαν, σὺ κεκτημένος Νικόλαε πρὸς Θεόν, τοῖς μετ’ εὐλαβείας θείας τὴν
ἱεράν, ἐκτελοῦσί σου πανήγυριν, ψυχῶν τὴν κάθαρσιν, καὶ σωμάτων τὴν ἴασιν
δώρησαι.
Θεοτοκίον.
Δεδοξασμένη,
πεφωτισμένη Μητροπάρθενε, πάντας τοὺς τιμῶντας Σὲ τὴν παναληθῆ, Θεοτόκον
περιφρούρησον, εὐλογημένη Σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Τῷ θρόνῳ παριστάμενος, τῆς
Τριάδος Νικόλαε, ἅμα τοῖς Μαρτύρων ἱεροῖς στρατεύμασι, τῶν ἄθλων τὰ ἔπαθλα,
λαμβάνων παρ’ αὐτῆς δαψιλῶς, καὶ νικητικά, ὡς Ἀθλητὴς τὰ βραβεῖα, δεχόμενος
τρισμάκαρ, σὺν πολλῇ εὐφροσύνῃ, ὑμνεῖς τὸ θεῖον κράτος, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἱκέτευε, Ἀθλοφόρε
Νικόλαε, τὸν Θεὸν τῶν ὅλων, τῶν θερμῶς τελούντων σου, τὴν μνήμην τὴν πάντιμον
καὶ παναγίαν σου τελευτήν, ἔχων πρὸς Αὐτόν, μαρτυρικὴν παῤῥησίαν, προσάγεις
ἱκεσίας, καὶ πληροῦν τὰς αἰτήσεις, τῶν πίστει προστρεχόντων, τῇ σκέπῃ σου τῇ
θείᾳ.
Φωτοφανὴς ὡς ἥλιος, ἡ σὴ
μνήμη ἀνέτειλεν, Ἀθλητὰ Κυρίου, Καρυῶν τὸ βλάστημα, καὶ Χίου τὸ καύχημα, καὶ
Ὀρθοδόξων κλέος λαμπρόν, καὶ φωταγωγεῖ, πνευματικαῖς λαμπηδόσι, τοὺς πόθῳ
ἐκτελοῦντας, καὶ ἐν ὕμνοις τιμῶντας, τοὺς ἄθλους οὓς ὑπέστης, ὑπὲρ τῆς
εὐσεβείας.
Θεοτοκίον.
Νύμφη Θεοῦ πανάμωμε, τοὺς
πρὸς Σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας τῶν παθῶν ἐξάρπασον, καὶ τὴν
αὐτόδεσποτον ἐλευθερίαν Δέσποινα, ταῖς τῶν Ὀρθοδόξων Ἐκκλησίαις παράσχου, ταῖς
πίστει μελῳδούσαις, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Λυτρωτὰ τοῦ παντός.
Καρυῶν
σὺ βλαστὸς εὐθαλέστατος, εὐτελοῦς τινος κώμης ἐβλάστησας, καὶ ἐν αὐτῇ
ἐξήνθησας, ἀρδευθεὶς δὲ αἱμάτων, ἐκ σῶν καλλιμάρτυς, ἄλλος φοίνιξ ἐφάνης
ὑψίκομος.
Οὐχ
ὡς Ἄβελ ποτὲ προσενήνοχας, εἰς θυσίαν Θεῷ ζῷα ἄλογα, σαυτὸν δὲ θῦμα ἄμωμον,
Ζαχαρίου τῷ ζήλῳ, καὶ τοῦ Προδρόμου, καὶ Μαρτύρων ἁπάντων Νικόλαε.
Νῦν
ἡ Χίος ἀγάλλου καὶ χόρευε, ὡς λαμπρὰ γὰρ ἐν πόλεσι πέφυκας, οἷα φῶς
ἐκδισκεύουσα, Νικολάου τοὺς ἄθλους, καὶ θεῖον αἷμα, τὸ ἐν σοὶ ἐκχυθὲν ὑπὲρ
πίστεως.
Θεοτοκίον.
Ὡς
Θεοῦ ἀκηλίδωτον ἔσοπτρον, ὑπεδέξω αὐτὸν σωματούμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι,
γνωριζόμενον Κόρη, ᾯ μελῳδοῦμεν· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Χορείαις τῶν Ἀγγέλων καὶ
τῶν λοιπῶν, οὐρανίων Ταγμάτων ἠρίθμησαι, ἐν οὐρανῷ, καὶ τῶν Ἀποστόλων καὶ
Προφητῶν, Μαρτύρων καὶ Ὁσίων τε, καὶ Ἱεραρχῶν τῶν πανευκλεῶν, καὶ Ἱερομαρτύρων,
καὶ πάντων τῶν δικαίων, Μάρτυς Νικόλαε τρισόλβιε.
Ψυχῆς σου τὴν λαμπρότητα
ἐκδηλῶν, τοῖς ἐν γῇ θεοφόρε Νικόλαε, φωτὶ τὸ σόν, πρόσωπον ἐλάμπρυνεν ὁ Θεός,
θαυματουργῶν ἐξαίσια, θαύματα καὶ τέρατα φοβερά, τὴν νῆσον πᾶσαν ζόφῳ, ἐκάλυψεν
ἐν ὥρᾳ, τῆς ἐκτομῆς σου παναοίδιμε.
Ὡς μέγιστον τὸ κλέος σου
Ἀθλητά, καὶ ἡ δόξα καὶ χάρις ἣν ἔλαβες, παρὰ Θεοῦ, πᾶσαν ἐγκωμίων ὑπερνικᾷ,
σύνθεσίν τε καὶ δύναμιν, λόγου ἐφυμνίου, ἀλλ’ εὐμενῶς, τὸ εὐτελές μου τοῦτο,
δῶρον δέξαι καὶ δός μοι, ταῖς σαῖς πρεσβείαις τὴν ἀντάμειψιν.
Θεοτοκίον.
Σωτῆρα
ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, πάναγνε
πταισμάτων μου τὰς σειράς, ταῖς Σαῖς πρεσβείαις λύουσα, πάντα γὰρ ὡς θέλεις νῦν
κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Ἕτερος.
Λίθος ἀχειρότμητος ὄρους.
Ὅτε
τῶν πολλῶν ἡ ἀγάπη, πρὸς τὸν Χριστὸν κατεψυχράνθη, τότε σὺ Νικόλαε ὤφθης, πυρὶ
τοῦ θείου πόθου τε καὶ τοῦ φίλτρου, πεπυρωμένος Ἅγιε· ὅθεν ἐνήθλησας
στεῤῥότατα.
Θέρμανον
κᾀμοῦ τὴν καρδίαν, τὴν ἁμαρτίαις ψυχρανθεῖσαν, τοῦ ἀνευφημοῦντός σε πίστει, εὐχαῖς
σου θείαις, πρὸς τὸν ἔνθεον πόθον, Νικόλαε μακάριε, καὶ ἐραστὰ Χριστοῦ
θερμότατε.
Τῷ
μεθ’ ἱερᾶς εὐλαβείας, συνταξαμένῳ σοι τοὺς ὕμνους, νίκην τῶν παθῶν μοι
παράσχου, ταῖς σαῖς πρεσβείαις Ἀθλοφόρε Κυρίου, καὶ νικηφόρον ὄντα με κλήσει,
καὶ πράγματι ἀνάδειξον.
Θεοτοκίον.
Φεῖσαί
μου Χριστὲ ὅταν ἔλθης, κρῖναι τὸν κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν κακῶν
μου, ταῖς ἱκεσίαις τῆς κυησάσης Σε, καὶ τοῦ σεπτοῦ Σου Μάρτυρος, ὡς ἀγαθὸς καὶ
παντοδύναμος.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῖς
αἵμασί σου τρισμάκαρ, ἡ σὴ πατρὶς πιανθεῖσα, νῆσος ἡ Χίος βοᾷ σοι· Νικόλαε
Νεομάρτυς, σύ μου εἶ δόξα καὶ κλέος, καὶ πρὸς Θεὸν πρέσβυς θεῖος.
Θεοτοκίον.
Χρυσοπλοκώτατε
πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ βασιλέως,
ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν δεσπότην.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς
ἐτησίως τὴν μνήμην σου ἑορτάζοντας, Νικόλαε τρισμάκαρ, καὶ πιστῶς εὐφημοῦντας,
τοὺς ἄθλους τοὺς ἀγῶνας οὓς καρτερῶς, ἐναθλῶν καθυπέμεινας, ὑπὲρ Χριστοῦ τῆς
ἀγάπης τοῦ δι’ ἡμᾶς, καθ’ ἡμᾶς ἐνανθρωπήσαντος.
Εἰ
καὶ τοὺς πόδας ἐν ξύλῳ Μάρτυς ἠσφάλισαι, καὶ ἐν εἱρκτῇ ἐβλήθης, καὶ πλακὸς
βαρυτάτης, τὸν πιεσμὸν ὑπέστης πόθῳ Χριστοῦ, γενναιόφρον Νικόλαε, ἀλλὰ τὸν
δρόμον διήνυσας ἀνδρικῶς, τῆς ἀθλήσεως μακάριε.
Ἀποτμηθεὶς
διὰ ξίφους πάσας διέτεμες, τὰς μηχανὰς τοῦ πλάνου, καὶ δολίου βελίαρ, Νικόλε
θεόφρον· δι’ ὃ τοὺς πιστῶς, τὴν σὴν μνήμην γεραίροντας, ῥῦσαι παγίδων τῶν
τούτου ταῖς πρὸς Θεόν, εὐπροσδέκτοις ἱκεσίαις σου.
Καὶ
μετὰ θάνατον Μάρτυς σὲ ἐμεγάλυνεν, ὁ τῶν ἁπάντων κτίστης, τέρασι καὶ σημείοις,
φωτὶ γὰρ οὐρανίῳ τὸ ἱερόν, ἐπεσκίαζε λείψανον, σοῦ τὸ πολύαθλον μάκαρ καὶ
θαυμαστῆς, εὐωδίας ἐπληρώσατο.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
μη ἐκπλαγῆ; Τίς μη εἰκότως θαυμάσει; Τὴν θαυμαστὴν καρτερίαν, καὶ ἀνένδοτον
ἔνστασιν Νικολάου τοῦ λαμπροῦ Ἀθλητοῦ; Οὐδὲν γὰρ αὐτὸν τῆς τοῦ Χριστοῦ ἀγάπης
χωρίσαι κατίσχυσεν, οὐ τυράννων θωπεῖαι, οὔτε μὴν ἀπειλαί, οὐ φυλακαί, καὶ
βασάνων ποικιλίαι· ἀλλὰ πάντα ὑπενεγκὼν τὰ δεινά, ἑδραῖος ἐν αὐτῇ καὶ
ἀκλόνητος, μέχρι τοῦ διὰ ξίφους μακαρίου τέλους διέμεινεν· ἀλλ’ ὡς νῦν πρὸς
Αὐτὸν στεφηφορῶν παριστάμενος Ἀθλητά, ἐκτενῶς ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Πρόμαχος Νικόλε τοῖς πιστῶς, τῇ σῇ θείᾳ σκέπῃ, καταφεύγουσι καὶ
φρουρός, γενοῦ καὶ προστάτης, ῥυόμενος εὐχαῖς σου, κινδύνων πολυτρόπων, ψυχῆς
καὶ σώματος.
Ὡς
ἀστὴρ ἐξέλαμψας φαεινός, ἐκ τῆς νήσου Χίου, τῶν Μαρτύρων ἡ καλλονή, Νικόλαε
μάκαρ, καὶ πάντας καταυγάζεις, τοὺς σὲ ἀνευφημοῦντας, καὶ μεγαλύνοντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου