ΟΚΤΩΒΡΙΟΣ 29!!
ΤΙΜΟΘΕΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΕΣΦΙΓΜΕΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακὸν ψαλμόν, στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Τιμόθεε Χριστόν, ἐκ
ψυχῆς ἠγάπησας, καὶ δι’ αὐτὸν τὴν εὐπάθειαν, σαρκὸς ἐμίσησας, τὸν σταυρόν σου
ἄρας, καὶ μονάσας πρότερον, καὶ χαίρων τὸ σὸν αἷμα ἐξέχεας, διὸ τὴν μνήμην σου,
τὴν ἐτήσιον γεραίρομεν, τὸν Σωτῆρα Χριστὸν μεγαλύνοντες.
Παμμάκαρ Τιμόθεε ῥοαῖς, τῶν
σεπτῶν αἱμάτων σου, Λευϊάθαν τὸν ἀρχέκακον, τὸν σὲ πτερνίσαντα, ἐβύθισας ὄντως,
καὶ τοῖς θείοις ἄθλοις σου, τελείᾳ ἀφανείᾳ παρέδωκας, διὸ τὴν μνήμην σου, ἡ
Μονὴ τοῦ Ἐσφιγμένου νῦν, ἑορτάζει πόθῳ εὐφημοῦσά σε.
Τρισμάκαρ Τιμόθεε ἡμῖν, ὡς
ἀστὴρ ἐξέλαμψας, νεοφανὴς τὴν σκοτόμαιναν, Μωάμεθ ἅπασαν, τὴν κατασχεθεῖσαν,
εἰς τὰ κόσμου πέρατα, ἀκτίσι τοῦ λαμπροῦ μαρτυρίου σου, λύων πανεύφημε, καὶ
φωτίζων τοὺς τιμῶντάς σε, καὶ θερμαίνων, πρὸς πόθον τοῦ κτίσαντος.
Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, εἰς μετάμελον πικρόν,
πτώματος οὗ πέπονθας ἦλθες, Μάρτυς Τιμόθεε, καὶ Μονὴν κατέλαβες, τοῦ Ἐσφιγμένου
θερμῶς, καὶ τὸ σχῆμα τὸ ἅγιον, καλῶς ἐνεδύσω, πόνοις τε καὶ δάκρυσι,
κατατηκόμενος, τότε, τῶν δαιμόνων τὰ στίφη, σὺν ὁλολυγμῷ ἀνεβόων· ὢ πῶς
ἀπωλέσαμεν ὃν εἴχομεν.
Ὅτε, πρὸς τὴν ἄθλησιν
στεῤῥῶς, ἔδραμες αὐτόκλητος Μάρτυς, καὶ ἐπὶ βήματος, λαμπρῶς ὡμολόγησας, πίστιν
τὴν ἔνθεον, καὶ Μωάμεθ διήλεγξας, τὴν ἔχθιστον πλάνην, τότε τὸ παράστημα, τὸ
γενναιότατον, σοῦ οἱ ἀσεβεῖς ἐκπλαγέντες, αἰσχύνης τ’ ἀμέτρου πλησθέντες, ἐν
εἱρκτῇ ζοφώδει κατεδίκασαν.
Ὄτε, ἐκτετέλεκας καλῶς, τὸν
τοῦ μαρτυρίου σου δρόμον, καὶ καρατόμησιν, καὶ χύσιν σοῦ αἵματος, χαίρων
ὑπήνεγκας, δι’ ἀγάπην τοῦ Κτίστου σου, Τιμόθεε τότε, ἅπαντες οἱ Μάρτυρες, σοὶ
προϋπήντησαν, δεῦρο, Νεομάρτυς βοῶντες· δεῦρο μεθ’ ἡμῶν συναγάλλου, εἰς τὰ
ὑπερκόσμια σκηνώματα.
Δόξα. Ἦχος δ΄.
Κροτήσωμεν σήμερον, ἐπὶ τῇ
μνήμῃ Τιμοθέου τοῦ Νέου Ὁσιομάρτυρος, ὁμωνυμήσας γὰρ οὗτος Τιμοθέῳ τῷ
Ἱερομάρτυρι καὶ Ἀποστόλῳ, τῇ μιμήσει τοῦ μαρτυρίου καὶ συνώνυμος ἀληθῶς ἐκείνῳ
ἐγένετο, τιμήσας Θεὸν τῇ ὁμολογίᾳ τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, ὅθεν καὶ τοῖς
τιμῶσιν αὐτὸν ἀξίως, παρέχει πλουτοποιὰ ἰαμάτων χαρίσματα, καὶ πρεσβεύει
ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης
Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ
Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ
ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς
πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ
προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ
Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 914).
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς ἡ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθε μοι μάρτυρες καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην ἵνα γνῶτε, καὶ πιστεύσητε
καὶ συνῆτε, ὅτι ἐγὼ εἶμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός· καὶ μετ᾿ ἐμὲ
οὐκ ἔσται· ἐγὼ εἶμι Θεός, καὶ οὐκ ἐστὶ πάρεξ ἐμοῦ ὁ σῴζων ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἢν ἐν ὑμῖν Θεὸς ἀλλοτριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ
ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ᾿ ἀρχῆς ἐγὼ εἶμι, καὶ οὐκ ἐστὶν ὁ ἐκ τῶν χειρῶν μου
ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄ 19).
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὑ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἶσιν
ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἷ πεποιθότες
ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενούσιν αὐτῷ"
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε΄ 15, στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου ὅτι τῇ δεξιὰ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ
ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ἀνελθὼν εἰς οὐρανούς, ὅθεν
καὶ κατῆλθες, μὴ ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε, ἐλθέτω σου το Πνεῦμα, φέρον εἰρήνην
τῷ κόσμῳ. Δεῖξον τοῖς υἰοῖς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς Σου, Κύριε φιλάνθρωπε.
Ὁ αὐτός.
Ὁσιομάρτυς Τιμόθεε, σὺ τῷ
πυρὶ τῆς θείας ἀγάπης πυρούμενος, ἰδεῖν τὸ πρόσωπον Χριστοῦ τοῦ Θεοῦ
ἐπεθύμησας, καὶ δι’ ἀσκήσεως πρότερον καθαρθείς, διὰ δὲ τῆς στεῤῥᾶς σου
ἀθλήσεως ὕστερον, τῇ ἐκχύσει τοῦ σοῦ αἵματος, ὡς ὄρνις εὐκέλαδος, εἰς καλιὰν
ἀνέπτης οὐράνιον, καὶ τοῦ πόθου σου ἐντυχών, νῦν ἐν τῷ οἰκῳ μένεις τῆς
βασιλείας, αἰωνίαν σωτηρίαν τῷ οἴκῳ τῆς ψυχῆς σου εὑράμενος, ἔνθα Ἰησοῦς ὁ
στεφοδότης, ἐν δεξιᾷ Πατρὸς κάθηται, ᾧ καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ ἡμῶν
τῶν πόθῳ τιμώντων σε.
Ἦχος β΄.
Τὸν λαμπρὸν ἀριστέα τοῦ
Χριστοῦ, καὶ Νεομάρτυρα Τιμόθεον μακαρίσωμεν, ἐπαινοῦντες αὐτοῦ τὴν
συντετριμμένην μετάνοιαν, τὸ πρὸς τὴν ἄθλησιν πρόθυμον, καὶ ἀκατάπληκτον, καὶ
τὸ διὰ καρατομίας μακάριον τέλος. Διὸ καὶ τὸν τοῦ μαρτυρίου δικαίως ἐκομίσατο
στέφανον, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Τιμὴ Θεοῦ, καὶ ἀνθρώπων
ἔπαινος, ἀνεδείχθης Ὁσιόαθλε Τιμόθεε, ἐν σταδίῳ κηρύξας Χριστὸν τὸν Θεὸν ἡμῶν,
καὶ ἐναντίων τυράννων αὐτὸν ὁμολογήσας. Διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῆς φίλης
σου ταύτης Μονῆς, τῆς ἐκ πόθου τελούσης τὴν μνήμην σου πιστῶς, τὸν μόνον
φιλάνθρωπον σώζεσθαι ἄτρωτον.
Δόξα. Ἦχος πλ. Α΄
Διὰ πόθον Χριστοῦ τρισμάκαρ
Τιμόθεε, τὸ σῶμά σου παρέδωκας εἰς μάστιγας, καὶ πληγὴν μαχαίρας, ἀλλὰ καὶ ὑπὲρ
νοῦν καὶ λόγον Χριστός σοι ἀμείβεται. Καταφρονήσας γὰρ φθειρομένης σαρκός, καὶ
προσκαίρου ζωῆς, ἔφθασας εἰς τὸν λιμένα τῆς καταπαύσεως, εἰς τὴν πόλιν τὴν
ἁγίαν τὴν ἐπουράνιον Ἱερουσαλήμ, εἰς τὴν ἐκκλησίαν τῶν πρωτοτόκων, ἐν ᾗ
τρανώτερον τοῦ θείου κάλλους ἐπεντρυφῶν, καὶ ἡμᾶς τυχεῖν πρέσβευε δεόμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε, τιμήσωμεν ᾄσμασι,
τὸν Ἀθλοφόρον Χριστοῦ, καὶ ἀήττητον Μάρτυρα, τὸν Νέον Τιμόθεον, Παραώρας τὸ
καύχημα, Κισανίου, κλέος περίδοξον, καὶ Ἐσφιγμένου, Μονῆς τὸ ἥδυσμα, πίστεως
φύλακα, ἐκκλησίας στέφανον καὶ χαρμονήν, καὶ τιμῆς ὑπόθεσιν, Θεοῦ Τιμόθεον.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πᾶσαν, τοῦ ἐχθροῦ τὴν
ἔφοδον, καὶ τῶν ἀπίστων ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον,
ἀνεδύσω Τιμόθεε, τῆς ἀκηράτου, ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου, καταξιούμενος,
θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς
εὐφημοῦσί σε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Σοῦ, προσκυνοῦμεν τὰ ἄμφια,
καὶ τὴν Εἰκόνα πιστῶς, ὦ γενναῖε Τιμόθεε, καὶ σὲ ἱκετεύομεν, ἀπὸ πάσης
κακώσεως, ὀργῆς καὶ βλάβης, παντοίας λύτρωσαι, ποίμνην τὴν πόθῳ, ἀνευφημοῦσάν
σε, καὶ μετὰ θάνατον, ῥῦσαι τῆς κολάσεως καὶ οὐρανῶν, βασιλείας ποίησον,
μέτοχους ἡμᾶς.
Δόξα. Ἦχος πλ. Δ΄.
Σήμερον Ἐσφιγμένου Μονή,
τὰς πρὸς τὸν Ἰωσὴφ εὐλογίας ἀναλαβοῦσα βοᾷ σοι, καθάπερ ὁ Πατριάρχης Ἰακώβ, ὡς
καλὴ καὶ φιλόπαις μήτηρ σου Τιμόθεε ἔνδοξε· υἱός μου εἶ σὺ ηὐξημένος, πρός με
ἀνάστρεψον, καὶ πρέσβευε ἀπαύστως τῷ σῷ κατὰ χάριν Πατρί, καὶ ἐμῷ Νυμφίῳ Χριστῷ
τῷ Θεῷ, ὅπως σώσῃ τὴν ποίμνην ταύτην τὴν ἐμοὶ οἰκοῦσαν, ἐκ λύκων νοητῶν, καὶ
πάσης λώβης ἀπήμονα, καὶ εἰσάξῃ εἰς τὴν Βασιλείαν Αὐτοῦ τὴν οὐράνιον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν Θεὸν ὡς τιμήσας
φερωνύμως Τιμόθεε, δι’ ἀθλήσεως πόνων προσηνέχθης ὡς τίμιον, καὶ ἄμωμον θῦμα
καὶ δεκτή, τρισμάκαρ ἐγένου προσφορά, ὅθεν πόθῳ συνελθόντες, τοὺς σοὺς ἀγῶνας
ἐν ὕμνοις γεραίρομεν· δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ θαυμαστώσαντι, δόξα
τῷ τὴν σεπτήν σου μνήμην δοξάσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι
Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ
κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ
ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ πῦρ ἀγαπήσεως τῆς πρὸς
Χριστὸν τὸν Θεόν, ἐν βάθει καρδίας σου, ἔχων σοφὲ τὸ γλυκύ, μὴ φέρων τὴν φλόγα
δέ, ἔσπευσας διαβῆναι, πρὸς Αὐτὸν Ἀθλοφόρε, θᾶττον διὰ θανάτου, καὶ βασάνων
ποικίλων, καὶ νῦν Χριστῷ ἑνωθείς, ἔστης τοῦ πόθου σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα, τὰς
ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε, λῦσον
τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση
Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.
Μετὰ τὴν
β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
Φυτευθεὶς ὥσπερ ξύλον
Μάρτυς Τιμόθεε, διεξόδοις ὑδάτων ῥείθροις αἱμάτων σου, συνεργείᾳ θεϊκῇ καρποὺς
τῶν ἄθλων σου, ἐν καιρῷ περιφανῶς, τῷ φυτουργῷ καὶ Ποιητῇ, ἀπέδωκας διὰ τοῦτο,
τὴν σὴν ἁγίαν ὑμνοῦμεν, μνήμην τιμῶντές σε παμμακάριστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ
θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου
γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ
ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ζωὴν τὴν ἄπονον, εὗρες
Τιμόθεε, Θεὸν τιμήσας γάρ, ἄθλοις κεκλήρωσαι, τὰ ἀγαθὰ ἃ ὀφθαλμός, οὐκ εἶδεν
οὐδὲ ἤκουσεν, οὖς οὐδὲ διάνοια, τῶν ἀνθρώπων, ἠννόησεν, ἃ Θεὸς ἡτοίμασε τοῖς
Αὐτὸν ἀγαπήσασιν, ὧν καὶ ἡμᾶς μετασχεῖν σὺν σοὶ δυσώπει, τοὺς ἐκτελοῦντας τὴν
μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα τῆς παρθενίας
σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι
Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι·
διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ
Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός...
Ταῖς ἀπαύστοις φωτοδοσίαις
τῆς ὑπὲρ νοῦν θεαρχίας, καταλαμπόμενος Ὁσιόαθλε Τιμόθεε. Αἴτησαι ἡμῖν τοῖς
τιμῶσί σε, φωτισμὸν καὶ ἱλασμόν, καὶ μέγα ἔλεος.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου εἰς στ΄· καὶ τοῦ Ὁσιομάρτυρος εἰς στ΄, οὗ ἡ Ἀκροστιχίς: Νέον γεραίρω Τιμόθεον τοῖς λόγοις.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νοός μου τὴν ζόφωσιν
φώτισον θείαις πρεσβείαις σου, καὶ λόγον μοι δώρησαι, Μάρτυς Τιμόθεε, ὅπως
μέλψω σου, ἀγῶνας καὶ τὰ ἆθλα, καὶ τὰ ὑπὲρ πίστεως, ἀνδραγαθήματα.
Ἐτίμησας ἔνδοξε Θεὸν σοῖς
ἄθλοις Τιμόθεε, ἡμᾶς δὲ κατηύφρανας, ἐπιποθοῦντάς σε, καὶ κατηύγασας, πιστῶν
τὰς διανοίας, τροπαίοις τῆς νίκης σου, καὶ ἀριστεύμασιν.
Ὀ πρώην καυχώμενος γῆν ἐξαλείφειν
καὶ θάλασσαν, στρουθίον καθάπερ νῦν, ὤφθη Τιμόθεε, τῇ γενναίᾳ σου, ἀθλήσει
στεφηφόρε, καὶ κεῖται ὁ δόλιος, πτῶμα ἐξαίσιον.
Θεοτοκίον.
Νοεῖν οὐ δεδύνηται βρότειος
νοῦς Παναμώμητε, τὸ μέγα μυστήριον, τοῦ θείου Τόκου Σου, τὸ γὰρ ἅπασαν,
βαστάζοντα τὴν κτίσιν, ἀγκάλαις ἐβάστασας, ὦ ξένον ἄκουσμα.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Γελοίαν ἐκήρυξας τὴν
πλάνην, Μωάμεθ Τιμόθεε σοφέ, μύθων καὶ λήρων γέμουσαν, καὶ παντὸς ἀτοπήματος,
διό σου, τὴν ἐτήσιον μνήμην δικαίως γεραίρομεν.
Ἐθρήνεις πικρῶς τὰς ἁμαρτίας,
τὰς σὰς ἐν σεμνείῳ τῷ σεπτῷ, Ἐσφιγμένου Τιμόθεε, συντρίβων τὴν καρδίαν σου,
ὅθεν Θεὸς ἀκούσας σου, τοῦ μαρτυρίου ἠξίωσε.
Ῥανίσι δακρύων σου
τρισμάκαρ, κατέβρεχες ἔδαφος Μονῆς, Ἐσφιγμένου Τιμόθεε, ζητῶν ἧττας συγχώρησιν,
ἧς ὕστερον ἐπέτυχες, ὑπὲρ Χριστοῦ λαβὼν θάνατον.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες Παρθένε,
ἀκόπως ἐβάστασας ἁγνή, ἀφθόρως δὲ ἐγέννησας, Θεὸν τὸν ὑπερούσιον, ὦ τέρατα
παράδοξα! Τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ὥσπερ θώρακα
ἀναλαβόμενος, πρὸς πάλην ἐχώρησας τῶν ἀοράτων ἐχθρῶν, καὶ αὖθις ἐς ὕστερον,
κατὰ ὁρωμένων, Ὀσιόαθλε ὅθεν, ἔπαθλον ἐκομίσω, θεραπεύειν τὰς νόσους, διό σου
ἐκτελοῦμεν τὴν μνήμην Τιμόθεε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκαίνισας ἄχραντε τῷ θείῳ
Τόκῳ Σου, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας,
πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας, ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν
πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἵλεων ἀπέργασαι ταῖς σαῖς
εὐχαῖς, τὸν Σωτῆρα Μάρτυς Τιμόθεε, ὅπως ῥυσθέντες, αἰωνίζοντος πυρός, δόξης
ἀξιωθείημεν, οἱ σὲ ἐξαιρέτως ποθήσαντες.
Ῥώμην καὶ τὴν ἔνστασιν τὴν
τῆς ψυχῆς, σοῦ οἱ ἀσεβεῖς κατεπλάγησαν, καὶ σοῦ τὴν κάραν, ἐκτεμόντες ποταμῷ,
σῶμα τὸ σὸν ἀπέῤῥιψαν, τὴν αἰσχύνην ὅλως μη φέροντες.
Ὤσπερ Εὐαγγέλιόν τι
θαυμαστόν, ἀκοὴν τῆς σῆς τελειώσεως, οἱ σὲ ποθοῦντες, ἐδεξάμεθα σαφῶς, Μάρτυς
Χριστοῦ Τιμόθεε, καὶ χαρᾶς ἀῤῥήτου ἐπλήσθημεν.
Θεοτοκίον.
Τίς ἂν ἐξυμνήσῃ τὸ κάλλος
τὸ Σόν; ἢ τίς σε δοξάσῃ Θεόνυμφε; ἐν λόγοις οὖσαν, θείας δόξης θησαυρόν; ὅθεν
σιγῇ δεόμεθα, σῶσον τοὺς πιστῶς Σε γεραίροντας.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἴσχυσαν οὐδ’ ὅλως σε,
πάνδεινα κολαστήρια, οὔτε δωρεῶν αἱ ὑποσχέσεις, ὑπὸ ἀπίστων σοὶ προτεινόμεναι,
σῆς ψυχῆς στεῤῥὸν καταβαλεῖν, ἔνδοξε Τιμόθεε, Ἐσφιγμένου τὸ καύχημα.
Μολήσας πρὸς ἄθλησιν,
ἐπάτησας Τιμόθεε, λέοντα καὶ δράκοντα εἰκότως, καὶ ᾔσχυνας ὄφιν σκολιόν,
δύναμιν φραξάμενος, τοῦ Χριστοῦ τὴν ἀήττητον.
Ὁρώμενα ἅπαντα, ὑπεριδὼν
Τιμόθεε, πάντων κατεφρόνησας τῶν τῇδε, ὅθεν ἐβόας τοῖς τυραννοῦσί σε, καὶ
ὑπισχνουμένοις δωρεάς, πάντα ταῦτα πέλουσι, ματαιότης παράνομοι.
Θεοτοκίον.
Θεόνυμφε Δέσποινα, Ἀγγέλων
τὸ ἐντρύφημα, ῥόδον μυστικὸν τοῦ Παραδείσου, ἐξ οὗ προῆλθε τῆς Θεαρχίας ὀσμή,
χαῖρε καὶ κατηύφρανε ψυχάς, τῶν μακαριζόντων Σε, Θεοτόκε ἑκάστοτε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἐφάνης ῥόδον ἡδύπνοον,
καιροῖς ἐν τοῖς ἐσχάτοις Τιμόθεε, Μάρτυς καὶ ἤνθησας, διὰ στεῤῥᾶς σου ἀθλήσεως,
ἡμᾶς εὐωδιάζων τοὺς σὲ γεραίροντας.
Ὅλως διψῶν τὸ ποτήριον,
Τιμόθεε τρισμάκαρ αὐτόκλητος, πρὸς πόλιν ἔδραμες, Ἀνδριανοῦ καὶ τὴν κάραν σου,
τμηθεὶς τὸ τῆς ἀθλήσεως στέφος εἴληφας.
Καλῶς τὸν δρόμον ἐτέλεσας,
σὺν Παύλῳ καὶ τὴν πίστιν ἐτήρησας, Μάρτυς Τιμόθεε, ὅθεν πιστῶς ἀρυόμενοι,
ἀπαλλαγὴν τῶν νόσων ἀνευφημοῦμέν σε.
Θεοτοκίον.
Θεὸν παιδίον ἐγέννησας, τὸν
πάντων πρὸ αἰώνων ὑπάρχοντα, Θεοχαρίτωτε, διὸ κακίαις γηράσαντα, ἐνθέοις
ἀρεταῖς με νέον ἀπέργασαι.
Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Εὐφημεῖ σε ᾄσμασιν, ἡ σὴ
Μονὴ Ἐσφιγμένου, καὶ λαμπρῶς γεραίρει νῦν, τοὺς θαυμαστούς σου ἀγῶνας, ἔσπευσας
γὰρ τεθνάναι, ὦ ξένον θαῦμα, ἔθυσας, τῷ σῷ Δεσπότῃ καθάπερ θῦμα, τὸ σὸν αἷμα ὡς
ἐπόθεις, Μαρτύρων κλέος, σοφὲ Τιμόθεε.
Ὁ Οἶκος.
Μετανοίας τελειοτάτης καὶ
ὁλοκαρδίου ὑπόδειγμα σεαυτόν, πᾶσι τοῖς ἀρνησιχρίστοις προέθηκας Ὁσιόαθλε
Τιμόθεε. Μεταγνοὺς γὰρ πικρῶς, καὶ ἐν τῷ τοῦ μαρτυρίου σταδίῳ ἀνδρείως
ἀποδυθείς, μετὰ παῤῥησίας τὸν Χριστὸν ἀνεκήρυξας, καὶ τὴν κάραν ἐκτμηθείς,
στεφανηφόρος εἰς οὐρανοὺς ἀνέδραμες. Διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, Μαρτύρων
κλέος, σοφὲ Τιμόθεε.
Συναξάριον.
Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Τιμοθέου τοῦ
Ἐσφιγμενίτου.
Τομὴν
κεφαλῆς Τιμόθεος ὑπέστη,
Τιμῶν
κεφαλήν, Χριστὸν ὅν περ ἠγάπα.
Εἰκάδι
ἀμφενάτῃ, ἄορ Τιμόθεον κατέπεφνε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
Κάρας
τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
Βλάστημα
Ῥώμης, Μάρτυς Ἀναστασία.
Αὕτη ὑπῆρχεν ἐπὶ Δεκίου καὶ
Οὐαλλεριανοῦ τῶν βασιλέων, καὶ Πρόβου ἡγεμόνος, Ῥωμαία τῷ γένει, νέαν ἄγουσα
τὴν ἡλικίαν καὶ ἔν τινι Μοναστηρίῳ διατρίβουσα. Αὕτη, παῤῥησίᾳ τὸν Χριστὸν
ὁμολογήσασα, ῥαπίζεται τὸ πρόσωπον· καὶ ἐπ᾿ ἀνθράκων πυρὸς ἁπλωθεῖσα, ῥάβδοις
μαστίζεται· καὶ ἐπὶ ξύλου κρεμασθεῖσα, μαγκάνοις τισὶ πιέζεται καὶ ὀγκίνοις
ὀξέσι καταπείρεται· καὶ κρεμασθεῖσα, καθ᾿ ὅλου τοῦ σώματος ξέεται, καὶ τοὺς
μαστοὺς ἐκτέμνεται, καὶ τοὺς ὄνυχας ἐκριζοῦται· τὰς χεῖρας καὶ τοὺς πόδας
ἀκρωτηριάζεται, καὶ τὴν γλῶτταν ἀφαιρεῖται, καὶ τοὺς ὀδόντας ἐκριζοῦται, καὶ
τελευταῖον τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ.
Σαρκὸς
νεκρώσας, Ἀβράμιε, πᾶν μέλος,
Θανὼν
συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.
Ἀφεῖσα
σαρκὸς τοὺς ἐραστὰς Μαρία,
Ψυχῶν
ἐραστῇ μυστικῶς περιπλέκῃ.
Οὗτος ἐγένετο παῖς
χριστιανῶν γονέων· γυναῖκα δὲ γήμας ἀβουλήτως, διὰ τὸν πρὸς Κύριον πόθον
καταλιπὼν πάντα καὶ ἀναχωρήσας, ἑαυτὸν καθεῖξεν ἔν τινι οἰκίσκῳ, πᾶσαν
σκληραγωγίαν μετερχόμενος· καὶ μετὰ χρόνους δέκα χειροτονεῖται Πρεσβύτερος.
Τελευτήσαντος δὲ τοῦ κατὰ
σάρκα ἀδελφοῦ αὐτοῦ καὶ παιδίον θῆλυ καταλείψαντος, ὡσεὶ χρόνων ἐννέα, τοῦτο
ἀνελάβετο καὶ πλησίον τοῦ κελλίου αὐτοῦ, ἕτερον κελλίον ποιήσας, ἔθετο. Ἐν δὲ
τῷ εἰκοστῷ χρόνῳ τῆς ἡλικίας αὐτῆς, ἐπεὶ συνέβη αὐτὴν περιπεσεῖν πτώματι καὶ ἐν
πανδοχείῳ μετὰ τῶν ἑταιριζομένων γενέσθαι γυναικῶν, στρατιώτου σχῆμα ὁ Ἅγιος
ὑποδὺς καὶ ἐπιβὰς ἵππῳ, τοῦ πτώματος αὐτὴν ἐξήρπασε καὶ πρὸς τὸν ἴδιον
ἀποκατέστησε τόπον. Ἥτις τοσαύτην μετάνοιαν ἐπεδείξατο, ὡς μετ᾿ ὀλίγον χρόνον
μεγάλα θαύματα ἐκτελεῖν. Ἀνεπαύσατο δὲ ὁ μακάριος Ἀβράμιος κατὰ τὴν εἰκοστὴν
ἐνάτην τοῦ Ὀκτωβρίου μηνός, καὶ αὕτη ὡσαύτως μετ᾿ ὀλίγον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
Ἁγίων Μαρτύρων Κυρίλλου, Μίνη καὶ Μιναίου.
Ὑπόσχεσιν
μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος
οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.
Πίπτει
Μιναῖος ἐκ ξίφους, ἰδεῖν φθάσας
Καὶ
τὸν Μίνην πεσόντα τοιούτῳ τέλει.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σάββας ὁ Στρατηλάτης, ἔνθεν κἀκεῖθεν κεντηθείς,
τελειοῦται.
Σάββας
κατ᾿ ἄμφω κλήσεως μέρη Σάβας.
Ὅθεν
κατ᾿ ἄμφω νύττεται λόγχαις μέρη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Ἄννης, τῆς
μετονομασθείσης Εὐφημιανός.
Στολῇ
κρυβεῖσαν ἀνδρικῇ σεμνὴν Ἄνναν
Χριστὸς
κατ᾿ αὐτῶν ἀῤῥενοῖ τῶν δαιμόνων.
Αὕτη
ἡ ὁσία Μήτηρ ἡμῶν Ἄννα γεννᾶται ἐν Βυζαντίῳ παρὰ εὐλαβοῦς τινος Διακόνου τοῦ
ναοῦ τῶν Βλαχερνῶν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Ἀπορφανισθεῖσαν δὲ
τῶν γεννητόρων, ἔσπευδεν ἡ μάμμη ἀνδρὶ εὐλαβεστάτῳ συζεῦξαι αὐτήν, ὃ καὶ
πεποίηκε. Καὶ ἐλθὼν ἐκ τοῦ Ὀλύμπου ὁ πρὸς πατρὸς θεῖος αὐτῆς, ἀνὴρ
ἀσκητικώτατος καὶ διορατικότατος, ὃς καὶ ὑπὸ τοῦ Εἰκονομάχου Λέοντος τὴν γλῶτταν
ἐκκοπείς, ἐλάλει καὶ μετὰ τὸ ἐκκοπῆναι ταύτην τρανῶς καὶ ἀνεμποδίστως· ὡς εἶδε
ταύτην ἀνδρὶ συζευχθεῖσαν, «Ἵνα τί τὴν πρὸς θείους ἀγῶνας καὶ πόνους ἀφορῶσαν,
ἔφη, ἀνδρὶ συνεζεύξασθε;» καὶ ἐπευξάμενος αὐτῇ, ἀνεχώρησε.
Χρόνων
δέ τινων παρεῤῥυηκότων καὶ τοῦ δυσσεβοῦς ἐκείνου βασιλέως εἰς ᾍδου ταμεῖα
καταχθέντος, Εἰρήνη καὶ Κωνσταντῖνος οἱ ὀρθόδοξοι καὶ πιστότατοι βασιλεῖς, τὸν
Ἅγιον ἐκεῖνον ἄνδρα μεταστειλάμενοι, καί, οἷα πάθοι, ἀναδιδαχθέντες, παρὰ τοῦ
πρὸ αὐτῶν βασιλεύσαντος, τὴν εὐλογίαν ἐκ τούτου ἐλάμβανον, καὶ τὰς εὐχὰς
ἐκομίζοντο. Οὗτος δὲ πάλιν τὰ συντείνοντα πρὸς εὐαρέστησιν Θεοῦ ὑποθείς, τὴν
πρὸς τὰ ἴδια ἐβάδιζε. Τότε πάλιν, ἰδὼν τὴν μακαρίαν ταύτην, «Ἀνδρίζου καὶ ἴσχυε
τέκνον, φησί· πολλαὶ γὰρ αἱ θλίψεις τῶν δικαίων. Γίνωσκε δὲ ὅτι, μὴ πρότερον
γεννηθῆναι τὸ ἐν τῇ κοιλίᾳ σου παιδίον, πρὶν τὸν ἄνδρα σου τῷ τάφῳ καλύψεις», ὃ
καὶ γέγονεν. Μετὰ γὰρ ἕκτον μῆνα τῆς συλλήψεως, τέθνηκεν ὁ ταύτης ἀνήρ. Ἡ δέ,
πολλὰ θρηνήσασα, καὶ τῇ λύπῃ ἑαυτὴν κατατήξασα, τὸ μὲν παιδίον ἀπογαλακτίσασα,
δέδωκεν εἰς χεῖρας τοῦ ἑτέρου θείου αὐτῆς, ἡ δὲ πρὸς τοὺς ἀγῶνας ἀπεδύσατο.
Ὁποίους δὲ καὶ ἡλίκους, ἴσασιν οἱ μεμυημένοι, καὶ ἄκρως τὸν ἀσκητικὸν δρόμον
τελέσαντες.
Ἐν τούτοις οὖν αὐτῆς οὕσης,
παραγίνεται ἐκ τοῦ Ὀλύμπου ὁ διορατικώτατος ἐκεῖνος ἀνήρ. Αὐτὴ δέ, παρὰ τοὺς
πόδας αὐτοῦ πεσοῦσα καὶ τὴν εὐλογίαν αἰτησαμένη, «Ἐνδυναμοῦ ἐν Κυρίῳ,
τέκνον, ἤκουε· καί, ποῦ τὸ παιδίον;» ὁ θαυμάσιος ἐκεῖνος φησίν. Ἡ δέ· «Τὸ
μὲν ἓν τῷ ἀδελφῷ σου καὶ εὐεργέτῃ μου μετὰ Θεὸν ἀνεθέμην, τὸ δὲ ἕτερον, παρ᾿
ἐμοί ἐστι». Ταῦτα εἰποῦσα καὶ ἕτερα, συγχύσεως καὶ καρδίας ὀδυνωμένης οὐ
μικρῶς, ῥήματα, καὶ ἀμφοτέρους τοὺς παῖδας τῷ τιμίῳ ἐκείνῳ παραστήσασα γέροντι,
«Εὖξαι, ὦ πάτερ τίμιε, ὑπὲρ τῶν τέκνων», δακρυῤῥοοῦσα ἠντιβόλει. Ὁ δέ· «Οὐ
χρείαν ἔχουσι ταῦτα εὐχῆς». Ἡ δέ, βαρέως τοῦτο τοῖς ὠσὶ δεξαμένη καὶ ἐκ
βάθους στενάξασα, «Οἴμοι τῇ ἁμαρτωλῷ»! ἔφη· «τί ἆρα καὶ πάλιν τὸ παρ᾿
ἡμῖν;» Καὶ ὁ γέρων· «Οὐκ εἶπόν σοι, τέκνον, πολλαὶ αἱ θλίψεις τῶν
δικαίων; εἰ μὴ ἡμεῖς ὑπομείνωμεν, οὐκ ἄν ποτε δικαιωθῶμεν· οὕτω γάρ ἐστι πρέπον
καὶ ἀρέσκον Θεῷ». Ἡ δέ· «Μή, Κύριέ μου, ἔδοξε τῷ Δεσπότῃ ἡ τῶν ἀνηλίκων
μου παίδων πρὸς τὰ ἐκεῖθεν μετάστασις;» Καὶ ὁ θαυμάσιος· «Καλῶς εἶπας, ὦ
τέκνον· ἐν τάχει γὰρ λήψεται ταῦτα ὁ Δεσπότης ἀπὸ σοῦ». Καὶ τῷ Θεῷ αὕτη, ὡς
εἰκός, εὐχαριστήσασα καὶ τοῖς ποσὶ τοῦ τιμίου γέροντος προσπεσοῦσα καὶ τὴν
εὐχὴν κομισαμένη, τὴν τῶν προσόντων αὐτῇ διανομὴν ἀμφοτέραις χερσὶν ἤρξατο. Καὶ
μετ᾿ οὐ πολὺ τῶν παίδων τελευτησάντων, δάκρυα ἐπὶ τούτοις ἐκχέασα καὶ τὰ
περιλειφθέντα χερσὶ πενήτων ἀποθεμένη, τὰς ἐκκλησίας περιῄει φωταγωγοῦσα καὶ
προσευχομένη καὶ τὸν συντακτήριον ἀσπαζομένη.
Τέλος, Μοναχόν τινα ἐκ τοῦ
Ὀλύμπου εὑροῦσα καὶ δι᾿ αὐτοῦ ἀποκειραμένη, ἐν τῶ κρυπτῷ μὲν ἀνδρικὴν ὑπεδύσατο
στολήν, ἔξωθεν δὲ γυναικείαν· καὶ λαθοῦσα, ἐν τοῖς Ὀλύμπου εὑρέθη μέρεσι. τὴν
γυναικείαν στολὴν ἀποῤῥίψασα. Προσρυεῖσα δέ τινι τῶν Κοινοβίων καὶ εἰσελθοῦσα,
τῷ πυλωρῶ προσωμίλει, τῶν ἄλλων προτιμότερον ἔχειν λέγουσα, εἰς ὄψιν τοῦ
προεστῶτος ἐλθεῖν. Ὁ γοῦν πυλωρός, τῷ προεστῶτι κατὰ τὸ σύνηθες μηνύσας, καὶ
τοῦτον μετακληθέντα παραστησάμενος, ἐξῄει.
Τῆς τιμιωτάτης δὲ γυναικὸς
πρὸς τοὺς πόδας τοῦ προεστῶτος κειμένης καὶ τὴν συνήθη εὐλογίαν ἐξαιτουμένης, ὁ
θεῖος οὗτος ἀνήρ, τὴν εὐλογίαν δούς, καὶ ἀναστήσας, «Τίς ἡ πρὸς ἡμᾶς σου
ἄφιξις; καὶ τί σου τὸ ὄνομα;» Ἡ δέ «Τὸ μὲν αἴτιον τῆς πρὸς τὴν ἁγίαν ταύτης
Μονὴν ἀφίξεως, τὸ προσόν μοι, Πάτερ ἅγιε, πλῆθος τῶν ἐπταισμένων· ὅπως ἡσυχάσας
τὸν τῆς ζωῆς μου περιλειφθέντα χρόνον, εἰ καὶ ἀνάξιος, εὕροιμι τὸ Θεῖον ἵλεων
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὔνομα δὲ Εὐφημιανός». Ὁ δὲ γέρων πρὸς αὐτήν· «Εἰ
τοιοῦτον, ὦ τέκνον, λογισμὸν ἔσχες ἐν τῇ καρδίᾳ σου, καὶ τὴν σωτηρίαν ποθεῖς,
φεῦγε τὴν παῤῥησίαν· εὐάλωτος γὰρ ἡ τῶν εὐνούχων φύσις τοῖς ἐμπαθέσι λογισμοῖς».
Ταῦτα εἰπὼν καὶ τὴν συνήθη εὐχὴν ἐκτελέσας, συνηρίθμησε ταύτην τῇ ἀδελφότητι.
Ἐπὶ τοσοῦτον δὲ προέκοπτε καὶ ἐπεδίδου τοῖς ἔμπροσθεν ἐν πάσῃ ἀρετῇ καὶ ταπεινώσει,
ὡς καὶ ὑπογραμμὸς καὶ τύπος γενέσθαι τοῖς ἐν πάσῃ τῇ Μονῇ ἀσκουμένοις Μοναχοῖς.
Ὁ δὲ διάκονος τῶν ἐν τῇ
οἰκίᾳ αὐτῆς, εἰς αὐτὸ τοῦτο προκριθεὶς παρὰ τῆς Ἁγίας, οἰκονομήσας πάντα, ὡς
ὑπέθετο δηλονότι τῷ τοιούτῳ ἐξῆλθε πρὸς ἀναζήτησιν τῆς κυρίας αὑτοῦ, καὶ
ἐντυχὼν τῷ Μοναχῷ τῷ ἀποκείραντι ταύτην, ἐπυνθάνετο, εἰ ἄρα σύνοιδε, ποῦ ἐστιν
ἡ τὰ γήινα λιποῦσα καὶ τὰ οὐράνια ἐπιζητοῦσα. Ὁ δὲ πρὸς αὐτόν· «Ὅ,τι δῆλα περὶ
αὐτῆς μοι ἐγένετο, ὦ τέκνον, οὐκ ἀρνήσομαι. Ποῦ δὲ νῦν ἄρα ἐστίν, ἀγνοῶ. Ἀλλὰ
δεῦρο μικρὸν ἅμα πορευθῶμεν εἰς τόδε τὸ Μοναστήριον»· καὶ φθάσαντες, ἔμαθον διὰ
τοῦ πυλωροῦ, εἴσω τῶν ἀρκύων ἔχειν τὸ ζητούμενον· καὶ ἠξίου διαμηνυθῆναι
ταύτην. Τῆς δὲ ἐξελθούσης, ὁ Μοναχὸς τὸν διάκονον ὑποδείξας· «ἰδού», φησίν, «ὁ
πιστότατός σου οἰκονόμος, πολλὰ παθὼν εἰς ἀναζήτησίν σου, πάρεστι· καὶ εἰ
βούλει, πορευθῶμεν εἰς τὴν ἡμετέραν Λαύραν».
Τούτων ἀκούσασα ἡ Ἁγία καὶ
τῷ προεστῶτι τῆς Μονῆς προσελθοῦσα καὶ τὴν εὐλογίαν ἐξ ἐκείνου καὶ τῶν λοιπῶν
ἀδελφῶν λαβοῦσα, ἐξῄει ἐκεῖθεν, καὶ ἀπῆλθεν ἅμα τῷ διακόνῳ, συνόντος καὶ τοῦ
Μοναχοῦ, εἰς τὴν Λαύραν. Ἐν ταύτῃ δὲ ἐφ᾿ ἱκανὸν διατρίψασα, θαυμάτων ἀπείρων
αὐτουργὸς ἀνεδείχθη. Ἀμέλει τῆς τῶν θαυμάτων φήμης διαδοθείσης, πολύ τι πλῆθος
ἀποταξαμένων προσεῤῥύη τῇ Μονῇ. Ἀλλὰ τὸ τοῦ τόπου ἐστενωμένον καὶ βίαιον,
διεκώλυε τὴν τῶν προσερχομένων ἐπίδοσιν. Ὅθεν ὁ τῆς Μονῆς προεστώς, θεόθεν
ἐμπνευσθείς, τῷ τηνικαῦτα Πατριάρχῃ Κωνσταντινουπόλεως, τῷ ἁγίῳ Ταρασίῳ,
δηλοποιήσας περὶ τῶν θαυμασίων ἔργων τοῦ Μοναχοῦ Εὐφημιανοῦ, ὅπως τε,
διακωδωνηθέντων τῶν θαυμάτων, οὐκ ὀλίγων ἀνδρῶν πλῆθος ἀποταξαμένων προσεῤῥύη
τῇ Μονῇ, καὶ μὴ χωρεῖσθαι τοὺς προσερχομένους διὰ τὸ πάνυ ἐστενωμένον τοῦ τόπου
καὶ σμικρότατον διασαφήσας, εὗρε τὸν Πατριάρχην συνευδοκοῦντα τῷ ἰδίῳ θελήματι.
Καὶ λαβὼν διὰ δωρεᾶς αὐτοῦ τόπον ἐρείπιον, τὸν νῦν, ἡ Μονὴ τῶν Ἀβραμιτῶν λεγόμενον,
δι᾿ ὀλίγου χρόνου ἐξ αὐτῶν τῶν κρηπίδων φροντιστήριον ἀποκαταστήσας, εἰς πολλῶν
ψυχῶν σωτηρίαν, ἐν αὐτῷ τὴν Ἁγίαν τὸν λειπόμενον αὐτῇ χρόνον ἀσκητικῶς διανῦσαι
παρεσκεύασε· καὶ τούτου γενομένου καὶ τῆς ἀγγελικῆς ἐκείνης διαγωγῆς περιβοήτου
τοῖς πᾶσι γενομένης, εἰς ὅσον ἄρα ποσὸν οἱ καθ᾿ ἑκάστην προσερχόμενοι
περιίσταντο, οὐ δυνατὸν διαγράψαι.
Ἐπεὶ δὲ καὶ πειρασμός τις
ἐπισυνέβη τῇ Ἁγίᾳ ἀπό τινος, τὸ μὲν σχῆμα Μοναχοῦ, ἔργοις δὲ καὶ πράγμασι τὰ
πρῶτα φέροντος τῶν προσῳκειωμένων τῷ χαιρεκάκῳ δαίμονι· τούτου μὲν ἔργον αὐτὸ
τοῦτο ἀπαραίτητον κεκτημένου, τραχείας ὕβρεις καὶ αἰσχράς, ὡς κατὰ εὐνούχου,
τῆς Ὁσίας ἐκχέοντος καὶ κατηγοροῦντος ἀναφανδόν, ἐκείνης δὲ ἀντ᾿ οὐδενὸς ταῦτα
λογιζομένης, καὶ εὐεργεσίας ἡγεῖσθαι μᾶλλον τὰ κατ᾿ αὐτῆς λεγόμενα διαβεβαιούσης,
γυνή τις θεοφιλής, τῶν αἰσχρῶν καὶ μυσαρῶν ῥημάτων τοῦ ὄντως βεβήλου, καὶ
φονέως μετὰ ταῦτα ἀποδειχθέντος, ἀκούσασα· «Πρόσεχε», φησίν, «ἀδελφέ, μήποτε
οὐκ ἔστιν, ὡς λέγεις, εὐνοῦχος, οὐδὲ ἐμπαθής, ὡς ὑπολαμβάνεις, ἀλλὰ γυνὴ καὶ
ἀπαθής· καὶ σὺ μὲν ἔχεις εἰς κέρδος τὴν γέενναν τοῦ πυρός, διασύρων τὴν ἀπαθῆ,
τοὺς δὲ ἀκούοντας μολύνεις. Πρὸ χρόνων γάρ τινων, γυνή τις τὰ προσόντα αὑτῇ
πάντα διανείμασα, γέγονεν ἀφανής· καὶ μή ποτε, ὃν λέγεις εὐνοῦχον, ἐκείνη ἐστί,
καὶ αὐτὸς εἰς βάραθρον ἀπωλείας τὴν ψυχήν σου κατάγεις».
Ὁ γοῦν μυσαρὸς ἐκεῖνος καὶ
δόλιος, προσθεὶς καὶ τοῦτο τῇ ἰδίᾳ πονηρίᾳ διετράνωσε τὸν λόγον εἰς πολλούς,
τὰς λοιδορίας ἀφείς. Ἔσπευσε δὲ κατακρημνίσαι τὴν Ἁγίαν εἰς τόπον κατωφερῆ,
ὅπως, κουφισθέντων ὧν ἠμφίεστο, γεγυμνωμένην ἴδῃ, καὶ σχῇ τὸ βέβαιον. Οὐκ εἰς
μακρὰν δὲ τοῦτο ποιήσας, εἶδε μὲν οὐδέν, γέγονε δὲ ἡμίξηρος ἐκ θείας δυνάμεως·
κἀκεῖθεν ἀπαναστάς, πρὸς τὰ ἴδια ᾤχετο. Ἐκεῖσε τοίνυν κατασχεθεὶς ὡς κατάδικος,
ἐγκλήματι φόνου, τῷ ξύλῳ τῆς αὐτοῦ κεφαλῆς ὡς ἐν ἀγχόνῃ ὑποπιεσθείσης, τῷ ἐγχωρίως
οὕτω λεγομένῳ Φούρκῃ, τὴν ὀλέθριον καὶ μιαρὰν ἀπέῤῥηξε ψυχήν.
Ἡ δὲ Ἁγία, ὡς ἐκ τούτου
διαφημισθεῖσα καὶ τὰ σκάνδαλα φεύγουσα, δύο καὶ μόνους ἔχουσα Μοναχοὺς μεθ᾿
ἑαυτῆς, ἀνέδραμε πρὸς τὰ μέρη τοῦ στενοῦ· καὶ εὑροῦσα Ἐκκλησίαν, ὕδωρ καὶ
κηπίον ἔχουσαν, κατῴκησεν ἐν αὐτῇ μετὰ τῶν δύο Μοναχῶν, τοῦ τε Εὐσταθίου καὶ
τοῦ Νεοφύτου. Κἀκεῖθεν πάλιν ἀπάρασα, μετὰ παραδρομὴν χρόνων τινῶν,
προσκληθεῖσα ἐν τῷ Βυζαντίῳ παρά τινων Μοναχῶν ἐπὶ τὰ μέρη τοῦ ῥεύματος, ἐκεῖσε
τὸ λειπόμενον αὐτῇ τῆς ζωῆς ἔτος διαβιβάσασα θεαρέστως, ἰάσεις τε καὶ θαύματα
οὐκ ὀλίγα τοῖς προσιοῦσι χαρισαμένη, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Μάρτυρος Μελιτινῆς.
Μελιτινὴ
ἵστατο γυμνὴ ἐν κρίσει,
Ὡς
ἐν θριάμβῳ δι᾿ ἀγάπην Κυρίου.
Αὕτη ἡ ἁγία Μάρτυς,
διαβληθεῖσα ὡς χριστιανὴ καὶ παραστᾶσα τῷ ἄρχοντι, πρῶτον μὲν τύπτεται τὰς
ὄψεις καὶ γυμνοῦται ἅπαν τὸ σῶμα· καὶ ὡς θρίαμβος ἵσταται ἐπὶ πολλὰς ὥρας
ἀνακρινομένη μέσον τοῦ δικαστηρίου· ἀλλὰ καὶ οὕτως ἦν μυκτηρίζουσα τόν τε
ἄρχοντα, καὶ πάντα τὰ σεβάσματα αὐτοῦ. Εἶτα πολλαῖς βασάνοις ἐκδοθεῖσα καὶ
διατηρηθεῖσα ἀβλαβής, τελευταῖον ξίφει κατετρώθη, καὶ οὕτω τὸ πνεῦμα τῷ Κυρίῳ
παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κατάθεσις τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου Προδρόμου.
Κάρα
τὴν σὴ ῥέοντος πλούτου φανότερον πιστῶς ἐναγλαΐζεται,
τοῦδε
τοῦ ἄστεως ἡ σεπτὴ ἐκκλησία τεῖχος κεκτημένη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Νέου Ἱερομάρτυρος Ἀθανασίου, τοῦ ἐκ Σπάρτης
τῆς Ἀτταλείας καταγομένου, ἐν Μουντανίοις δὲ μαρτυρήσαντος ἐν ἔτει ͵αχνγ´
(1653).
Διὰ
θανάτου ἀθανασίαν λάβε,
Ἀθανάσιε,
κῦδος ἱερωμένων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀβραμίου ἀρχιμανδίτου, τοῦ Ῥοστοβίας θαυματουργοῦ
Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
Ἁγίων Ἀποστόλων καὶ μαρτύρων Πέτρου, Παύλου,
Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, Στεφάνου τοῦ Πρωτομάρτυρος, Βαρνάβα τοῦ
Ἀποστόλου, Ἰωσὴφ τοῦ Πατριάρχου, καὶ Κλεόπα, Τροφίμου, Δορυμέδοντος, Κοσμᾶ,
Δαμιανοῦ, Βάσσης καὶ τῆς συνοδείας αὐτῶν. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ
σεπτῷ ἀποστολείῳ τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Παύλου ἐν τῷ Ὀρφανοτροφείῳ
ἅμα δὲ καὶ τὰ ἐγκαίνια τοῦ αὐτοῦ ναοῦ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Τί καλεῖτέ με, φρενόληπτον
παράφρονες, Μάρτυς Τιμόθεε, ἐβόας τοῖς δικασταῖς, ἐπίγνωτε ἄνομοι, ὡς οὐκ
ἐξέστηκα, τὴν δ’ εὐσέβειαν, οὐδέποτε ἀρνήσομαι, κᾂν πολλάκις ἀποθάνω.
Ὅλος ἔνθεος, γενόμενος Τιμόθεε,
τοῖς ἀπειλοῦσί σοι, Ὀθωμανοῖς εὐθαρσῶς, ἐβόας τὰ βάσανα, ἅ μοι προτείνετε,
ξίφος θάνατον, ἀγχόνην οὐδὲν ἤγημαι, δι’ ἀγάπην τοῦ Χριστοῦ μου.
Ἱκεσίαις σου, ταῖς θείαις
ἐλευθέρωσον, Μάρτυς Τιμόθεε, τοὺς ὑμνητάς σου ἡμᾶς, ἐκ πάσης κακώσεως, ἐν ὅσῳ
πνέομεν, καὶ ἐκλείποντας, εἰς τὰς μονάς σου πρόσδεξαι, κᾂν τὸ αἴτημα ᾗ μέγα.
Θεοτοκίον.
Σοῦ Πανύμνητε, τῆς
μεσιτείας ἄνευθεν, νόσων βροτῶν τε οὐδείς, ἔχει ἐλθεῖν πρὸς Θεόν, Σὺ γὰρ μόνη
γέγονας κοινὸν μεθόριον, κτιστῆς φύσεως, καὶ τῆς ἀκτίστου πάναγνε, ὦ πραγμάτων
παραδόξων.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Λαμπρὰ ἡ πρὸς ἄθλησιν ὁρμή
σου, λαμπρὰ δὲ ἡ παράστασίς σου γέγονε, λαμπρὰ καὶ ἡ ἄθλησις, ἔνδοξα τὰ
τρόπαια, κατὰ τοῦ πολεμήτορος, ἅπερ ἀνέστησας, τοῦ τρόποις ἐν ποικίλοις
τρισμάκαρ, πρὸς τὴν ἄθλησίν σοι, ἐμποδῶν γενομένου.
Ὅλοι ἀσελγεῖς
βεβορβορωμένοι, ὅλοι μεματαιωμένοι ὄντως πέλετε, τοῖς ἀπίστοις ἔλεγες, ἔνδοξε
Τιμόθεε, καὶ εἰς πῦρ κολασθήσεσθε ἂν μὴ πιστεύσητε, Χριστῷ τῷ ἀληθεῖ Θεοῦ Λόγῳ,
καὶ Ποιητῇ κόσμου, λαμπρᾷ φωνῇ ἐβόας.
Γέλως καθωράθη ὁ βελίαρ,
λαβὼν ἀνταπόδομα διπλοῦν ὃ δέδωκε, τούτῳ γὰρ Τιμόθεε, συμπλακεὶς τὸ δεύτερον,
τὴν σὴν γυναῖκαν ἥρπασας ἀπὸ τοῦ φάρυγγος, καὶ ἔσωσας αὐτὴν ἐκ θανάτου, σὺ δὲ
ἐναθλήσας, τὸ στέφος ἐκομίσω.
Θεοτοκίον.
Ὅλος Γαβριὴλ ὁ θεῖος
λάμπων, λαμπρότητι ἀρχαγγελικῇ Θεόνυμφε, Σοῦ τῇ ὑπὲρ Ἄγγελον, ἁγνείας
λαμπρότητι, ἀντελλαμφθεὶς νενίκηται, Σὲ ἀσπαζόμενος, καὶ γέγονε βραχὺ ὥσπερ
ἄστρον, κρυβὲν τῇ ἐλλάμψει, ἀνίσχοντος Ἡλίου.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἱεροὶ χοροί, Ἀγγέλων
ηὐφράνθησαν ἐν τῇ ἀνόδῳ σου, τάγματα Μαρτύρων δέ, φαιδρῶς σκιρτῶντα, σὲ
ὑπεδέξαντο, εἰς ἑαυτῶν σκηνώματα, ὡς ἐναθλήσαντα, ψυχῆς γνώμῃ, ἀνδρείᾳ Τιμόθεε,
καὶ τὴν πλάνην Μωάμεθ πατήσαντα.
Σήμερον τὴν σήν, πανήγυριν
ᾄσμασι Μάρτυς Τιμόθεε, πόθῳ ἑορτάζομεν, οἱ Ἐσφιγμένου Μονῆς οἰκήτορες, ὡς
σύνοικον πλουτήσαντες σὲ Ὁσιόαθλε, ἣν συντήρει, μάκαρ ταῖς πρεσβείαις σου, ἐκ
δεινῶν συμπτωμάτων ἀπήμονα.
Ἔχεις ἀληθῶς, Μάρτυς τὸν
Παράδεισον, νῦν ὃν ἐπόθησας, δι’ ὃν καὶ ἐνήθλησας, τμηθεὶς τὴν κάραν, Μάρτυς
Τιμόθεε, ἀλλὰ καὶ ἡμᾶς πρέσβευε τοὺς ἀγαπῶντάς σε, Παραδείσου, γενέσθαι
οἰκήτορας, μετὰ σοῦ εἰς αἰῶνα τὸν ἅπαντα.
Θεοτοκίον.
Ὕμνοις Σε ἁγνή, ὑμνῶ τὴν
πανύμνητον, ἣν ἡ ἐγκόσμιος καὶ ἡ ὑπερκόσμιος, γλῶσσα καὶ πᾶσα πνοὴ γεραίρουσιν,
ὡς τὸν Θεὸν γεννήσασαν τὸν ὑπερύμνητον, ὃν ὑμνοῦσι χιλιάδες χίλιαι, μυριάδες τε
μύριοι Ἄγγελοι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Περιχαρῶς τὴν μνήμην σου,
ἐκτελοῦμεν Τιμόθεε, οἱ τῆς Μονῆς Ἐσφιγμένου, πλουτοῦντές σε πολιοῦχον, καὶ τὴν
σεπτὴν εἰκόνα σου, σχετικῶς ἀσπαζόμεθα, σὺ οὖν ἡμᾶς περίσωζε, ἀπὸ παντοίας
ἀνάγκης, καὶ βλάβης τοῦ ἀλλοτρίου.
Θεοτοκίον.
Πορφύρα θεοΰφαντος, καὶ
στολὴ θεοποίκιλτος, χρυσοειδὴς διπλοΐς τε, τοῦ Λόγου τοῦ ἀνδρωθέντος, καὶ ὕλη
παναρμόνιος, τῆς θείας σωματώσεως, σὺ Μαριὰμ ἀνεδείχθης, ὑπὲρ κατάληψιν πᾶσαν.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Στρατιώτης ἀήττητος, ἀριστεὺς
γενναιότατος, κατὰ τοῦ ἀλάστορος Μάρτυς γέγονας, καταβαλὼν ἐν τοῖς ἄθλοις σου,
τὴν τούτου παράταξιν, τῇ ἰσχύϊ τοῦ Σταυροῦ, καὶ τιμήσας τὸν Κύριον, ὦ Τιμόθεε,
ὅθεν πάντες τιμῶμέν σου τὴν μνήμην, τὸν Σωτῆρα ἀνυμνοῦντες, τὸν σὲ ἀξίως
τιμήσαντα.
Ἡ Μονὴ Ἐσφιγμένου σε,
πολιοῦχον ἐκτήσατο, ἀναθρεψαμένη σε, θείῳ Πνεύματι, καὶ τὴν πανεύσημον μνήμην
σου, τελοῦσα γεραίρει σου, τοὺς ἀγῶνας τοὺς στεῤῥούς, διὸ πάντες δοξάζομεν, τὸν
τοιαύτην σοι, δωρησάμενον χάριν ἰαμάτων, ἣν παρέχεις τοῖς ἐν πίστει, τὰ σὰ
ἱμάτια σέβουσιν.
Ἰαμάτων χαρίσματα, τοῖς
πιστῶς προσεδρεύουσι, θήκη τῶν ἀμφίων σου ὦ Τιμόθεε, παρέχει πᾶσι καὶ γίνεται,
τὰ πάντα τοῖς χρήζουσιν, ἀκεσώδυνον τερπνόν, καὶ τὴν χάριν τοῦ Πνεύματος,
κομιζόμενοι, τὴν ἐν τούτοις ἀεὶ ἀνεκφοιτήτως, διαμένουσαν ὑμνοῦντες, τοὺς σοὺς
ἀγῶνας πολύαθλε.
Τῷ ἀΰλῳ σου πνεύματι, ἐν
ταῖς ἄνω λαμπρότησι, μακαρίων πνεύματα συνευφραίνονται, τὰ ὑλικὰ δέ σου ἄμφια,
ἔχοντες οἱ δέσμιοι, τῆς σαρκὸς πάντες ἡμεῖς, ἐπὶ γῆς ἀγαλλόμεθα, ὅθεν σήμερον,
ἑορτὴ οὐρανίων ἐπιγείων, γηθοσύνως συγκροτεῖται, ἐν τῇ σῇ μνήμῃ Τιμόθεε.
Δόξα. Ἦχος δ΄.
Τετρωμένος ὅλος, τῇ
πρὸς Χριστὸν τελειοτάτῃ ἀγάπῃ, Ὁσιόαθλε Τιμόθεε, πρὸς τοὺς μαρτυρικοὺς ἀγῶνας,
ῥωμαλαίῳ φρονήματι ηὐτομόλησας, τοῦ σώματος μὴ φεισάμενος. Θεοῦ δὲ ἐτίμησας τῇ
ἐκτομῇ τῆς σῆς θεόφρονος κεφαλῆς, καὶ τῇ ἐκχύσει τοῦ θείου σου αἵματος, τὸν
δόλιον ἐναπέπνιξας. Παῤῥησίαν οὖν ἔχων ἀθλητικὴν πρὸς Αὐτόν, ἱκέτευε ὑπὲρ τῶν
ἐκτελούντων τὴν μνήμην σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων
τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν
ψυχῶν ἠμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἔχων παῤῥησίαν πρὸς τὸν
Θεόν, τῶν σοὶ προστρεχόντων, τὰ αἰτήματα συμπαθῶς, τὰ πρὸς σωτηρίαν, δίδου ταῖς
σαῖς πρεσβείαις, Τιμόθεε γενναῖε, Ὁσιομάρτυς Χριστοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου