ΟΚΤΩΒΡΙΟΣ 29!!
ΑΘΑΝΑΣΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΤΤΑΛΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(π. Μελέτιος Συρίγος)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Λύπην ἀνυπόστατον, ἐν κόσμῳ
ἔσχες ἀοίδιμε, ὡς ὁ Κύριος ἔφησε, καὶ γὰρ ἐξελέξατο, σὲ οὕτως ἐκ τούτου, τοῦ
κόσμου ὁ Πλάστης, ὁ κόσμος δὲ φθόνου πλησθείς, ἐναποκτεῖναι σπεύδων ὡπλίζετο, ἡ
νίκη τοῦ Σωτῆρος δέ, δι’ ἧς τὸν κόσμον νενίκηκεν, εὐθαρσῆ σε κατέστησε, πρὸς
τοῦ πλάνου τὰ σκάμματα. (Δίς)
Ἄσκησιν ἀνέλαβες,
καρτερικώτατα ἔνδοξε, ἀπὸ βρέφους τὸ σῶμά σου, πιέζων ἐν θλίψεσι, καὶ
στενοχωρίαις, ὅθεν σου τὸ πνεῦμα, πρὸς τὸν Θεὸν ἀναδραμών, ἀΰλοις τάξεσι
συνευφραίνετο, ενθεν καὶ χάριν εἴληφας, τελειωθῆναι δι’ αἵματος, οὐ σαρκὶ γὰρ
καὶ αἵματι, Χριστῷ δὲ ἠκολούθησας. (Δίς)
Δεῦτε φιλομάρτυρες, τὸν
γενναιότατον Μάρτυρα, τοῦ Σωτῆρος κοσμήσωμεν, ὕμνων διαδήμασιν, ὃν Θεὸς ἐξ
ὕψους, τέρασι δοξάζει, καὶ ἐν σημείοις θαυμαστοῖς, ὅτι εὐτόλμως τοῦτον ἐκήρυξε,
τυράννων κατενώπιον, καὶ ψαλμικῶς αὐτῷ εἴπωμεν· χαῖρε φοῖνιξ ὑψίκομος, χαῖρε
κέδρος πολύφορος.
Βάπτισμα βεβάπτισται, τοῦ
μαρτυρίου πανεύφημε, καὶ ποτήριον ἔπιες, ὅ σοι ἐκεράσατο, Ἰησοῦς ὁ πρῶτος, ἐν
τοῖς Ἀθλοφόροις, καὶ ἀθλοθέτης ὑψηλός, διὸ στεφάνῳ δικαίῳ στέψει σε, ἐν δόξῃ
ὅταν ἔρχεται, κρῖναι τὸν κόσμον ὡς δίκαιος, καὶ σοὶ γὰρ Ἀθανάσιε, τόδε γέρας
ἡτοίμασται.
Δόξα. Ἦχος α΄.
Τὸν πανένδοξον ἐν Ἀθληταῖς,
Ἀθανάσιον ὑμνήσωμεν. Οὗτος γὰρ ὤφθη, τῆς ἀληθείας κῆρυξ διαπρύσιος, ὅτι τὸ τοῦ
Χριστοῦ, οὐκ ἐπαισχύνθη μαρτύριον, ἀλλ’ ἐγκαλλωπιζόμενος, τοῖς ἐκείνου
στίγμασι, τοῖς τὸν κόσμον σώσαι, καὶ πρὸς αὐτὰ σπεύδων, εὐθαρσῶς καὶ ἀνδρείως,
ἐνώπιον τυράννων, τοῦτον ἀνεκήρυξε, ποιητὴν καὶ προνοητὴν τοῦ παντός, καὶ
σωτηρία τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν
ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην,
ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ
ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ
μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε.
Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς
τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός
πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 914).
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς ἡ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθε μοι μάρτυρες καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην ἵνα γνῶτε, καὶ πιστεύσητε
καὶ συνῆτε, ὅτι ἐγὼ εἶμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός· καὶ μετ᾿ ἐμὲ
οὐκ ἔσται· ἐγὼ εἶμι Θεός, καὶ οὐκ ἐστὶ πάρεξ ἐμοῦ ὁ σῴζων ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἢν ἐν ὑμῖν Θεὸς ἀλλοτριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ
ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ᾿ ἀρχῆς ἐγὼ εἶμι, καὶ οὐκ ἐστὶν ὁ ἐκ τῶν χειρῶν μου
ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄ 19).
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὑ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἶσιν
ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἷ πεποιθότες
ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενούσιν αὐτῷ"
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε΄ 15, στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου ὅτι τῇ δεξιὰ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ
σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Τὸ τερπνότατον ἄνθος, τὸ ἐν
χειμῶνι τῆς πλάνης ἐξανατεῖλαν, εἰς τὸν τῆς Ἐκκλησίας Παράδεισον, Ἀθανάσιον τὸν
ἀρτιφαῆ Μάρτυρα εὐφημήσωμεν, τὴν καλλονὴν τῶν Μαρτύρων, καὶ Ὁσίων τὸ καύχημα.
Τὸ στήριγμα τῆς πίστεως, καὶ καθαιρέτην τῆς ἀσεβείας. Οὗτος γὰρ ἀνεφάνη,
κραταιὸς τοῦ Χριστοῦ στρατιώτης, νομίμως ἀθλήσας μέχρις αἵματος, ὑπὲρ τοῦ
ὀνόματος Αὐτοῦ, διὸ παῤῥησία κεκτημένος πρὸς Αὐτόν, τροπαιοφόρε Μάρτυς, ἐκτενῶς
ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Οἱ τοῦ Θεοῦ κραταιοὶ
στρατιῶται, τῆς γῆς σφόδρα ὄντως ἐπήρθησαν, ὡς Δαβὶδ ὁ μελωδὸς ἐκελάδησεν, ὅθεν
ὁ ῥώμῃ θείᾳ, κεκοσμημένος Ἀθανάσιος, τῷ Χριστῷ στρατευόμενος, οὐδεμιᾶ τῶν τοῦ
βίου πραγματειῶν ἐνεπλέκετο, ἀλλὰ πάντα τὰ τῆς γῆς καταλιπών, κοῦφος πρὸς τὴν
οὐράνιον πόλιν ἐπορεύετο. Καὶ ἐν ἰκρίῳ τοῦ Σταυροῦ συνανυψωθείς, τῷ Λυτρωτῇ
ἡμῶν Θεῷ, τὴν ἄνω κληρουχίαν ἐκληρώσατο. Καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος γ΄.
Τὸ Πανάγιον Πνεῦμα, ἐν τῇ
καρδίᾳ σου δεξάμενος, θεοῤῥῆμον Ἀθανάσιε, ποταμοὺς χαρίτων, ἐκ τῆς κοιλίας σου
ἀνέβλυσας, διδάσκων εὐσεβῶς τὸ τῆς Τριάδος μυστήριον, καὶ τὴν περὶ ἡμᾶς τοῦ
Υἱοῦ τοῦ Θεοῦ, οἰκονομίαν τὴν ἔνσαρκον, δι’ ἧς ἐῤῥύσθημεν, τῆς τυραννίδος τοῦ
ὄφεως, ὅθεν τὸ ὕδωρ τῆς εὐσεβείας σου, εἰς ζωὴν αἰώνιον ἁλλόμενον, κληρονόμον
σε τῆς ἄνω Βασιλείας, ἀνέδειξε παμμακάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Μέγιστον θαῦμα! παρθένος
τεκοῦσα, καὶ τὸ τεχθὲν Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον
ὑπὲρ φύσιν. Ὢ Μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ
θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς
θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα μήτηρ. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὰς τοῦ Κυρίου ὑψώσεις
φέρων ἐν λάρυγγι, διὰ τοῦ μαρτυρίου, ἀναβέβηκας ὄντως, πρὸς ὕψος θείας δόξης
ἀγχόνην καὶ γάρ, τὴν τοῦ λάρυγγος ἤνεγκας, καὶ τὸν Θεὸν ἐν ᾠδαῖς τε καὶ
πνιγμοναῖς, σὺ ἐδόξασας πανάριστε. (Δίς)
Ὡς λίαν ὤφθησαν Μάρτυς Θεοῦ
τὰ λόγια, ἐν λάρυγγί σου ὄντως, ὑπὲρ μέλι γλυκέα, ὡς ἔφη ὁ Προφήτης διὸ καὶ
ποθῶν, ἔργοις ταῦτα πληρώσασθαι, μετὰ ἡδύτητος πάσης τὴν πνιγμονήν, τὴν ἐν
λάρυγγι ὑπέφερες.
Ὑπὸ σκιὰν τὴν τοῦ ξύλου τοῦ
σταυρικοῦ ἐκζητῶν, καθίσαι καὶ τρυφῆσαι, τῶν Χριστοῦ παθημάτων, καρπὸν τοῦ
μαρτυρίου ἐτρύγησας σύ, Ἀθανάσιε πάνσοφε, ὃς καὶ γλυκύ σοι ἐφάνη ὑπερφυῶς, ἐν
τῷ λάρυγγι ἀγχόνην δεχθείς.
Δόξα. Ἦχος πλ. Α΄.
Διὰ τῆς ἐνδόξου ὑψώσεώς
Σου, Χριστὲ Βασιλεῦ τῆς ἐκ τῆς γῆς, εἰς τὸ ὕψος τοῦ Σταυροῦ, πάντας πρὸς
σεαυτὸν τῇ πίστει ἀνείλκυσας, διὸ καὶ Ἀθανάσιος, τῷ πρὸς σὲ πόθῳ ἀναπτερωθείς,
συνεσταυρώθη σοι καὶ τῶν ἐλπίδων, οὐ διήμαρτεν, ἤδη γὰρ μετὰ Σοῦ δοξάζεται, εἰς
τὴν Βασιλείαν Σου. Αὐτοῦ ταῖς ἱκεσίαις, φώτισον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως τὸν βίον σου
διεκπεράσας σοφέ, ποδήρας κεκόσμησαι ἱερωσύνης φαιδρῷ, κλεινὲ Ἀθανάσιε, ὅθεν
δικαιοσύνης, τὸν χιτῶνα φορέσας, νῦν ἐν ἀγαλλιάσει, τῷ Χριστῷ συναγάλλῃ,
πρεσβεύων ὑπὲρ πάντων ἡμῶν, τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον,
καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς
ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος,
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ αἵματι, τὴν Ἐκκλησίαν,
κατελάμπρυνας, ὡς Ἀθλοφόρος, Ἱερομάρτυς καὶ τὴν πλάνην κατήργησας, ὑπενεγκὼν
τῆς φλογὸς τὴν κατάκαυσιν, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ὅθεν ἅπαντες,
τὴν μνήμην τὴν σὴν πανσεβάσμιε, τελοῦντες ἐν πίστει, τὸν Σωτῆρα δοξάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ τοῦ
Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ
πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον,
πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πυρπολούμενος, τῷ θείῳ
ζήλῳ, πῦρ ἀκάματον, οὐκ ἐπτοήθης, ἀλλ’ ἀπελθὼν ἐν ἀπνοήτῳ θελήματι, τοῦ
μαρτυρίου τὸ τέλος ἀπείληφας, καὶ τῷ Δεσπότῃ ὡς θῦμα προσήνεξαι. Μάρτυς ἔνδοξε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θαῦμα μέγιστον, πῶς ἐν
ἀγκάλαις, Σὺ ἐβάστασας, Παρθενομῆτορ, τὸν ἐν δρακὶ Αὐτοῦ τὰ πάντα συνέχοντα,
καὶ ἐκ μαζῶν Σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη
Πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μεγαλεῖα πίστεως, ἐν σῇ
καρδίᾳ, περιθεὶς ἐφύλαξας, Ἱερομάρτυς Ἀθλητά, μὴ δειλιάσας τὸν τύραννον,
Χριστοῦ θεράπον, διὸ ἡμᾶς φύλαττε.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν
ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με
λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.
Οἱ Ἀναβαθμοί·
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ…
Εὐαγγέλιον, ἐκ
τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς
ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοί… (Ζήτει
Σεπτεμβρίου Κ΄.)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον.
Ἦχος Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ
Θεός…
Τίς ἐπαξίως τῶν ἀρετῶν σου
διηγήσεται τὰ τρόπαια; Ποῖον στόμα τοῦ μαρτυρίου τὴν καρτερίαν ἀποφθέγξοιτο; ἐν
ἀμφοτέροις γὰρ ηρίστευσας Ἀθανάσιε. Ἀλλὰ μὴ παύση δυσωπῶν εὐαρεστήσας Χριστῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν, ὡς ἔχων Ἱερομάρτυς παῤῥησίαν πολλήν.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου β΄.
Ὁ α΄ Κανὼν
τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἐν
ἀφθίτοις ὕμνοις σὲ μέλψω τρισμάκαρ.
ᾨδὴ α΄. Θαλάσσης τὸ ἑρυθραῖον πέλαγος.
Ἐδέξω, ἐκ τοῦ Κυρίου σου
πάνσοφε, πάντα αἰτήματα, τῆς σῆς καρδίας καὶ γὰρ ἀληθῶς, κατατρύφας ἀσκήσει
πολλῇ, τῆς τούτου ἀγαθότητος, ὅθεν καὶ Μάρτυρα σὲ ἔδειξε.
Νηστείαις, καὶ προσευχαῖς
στομούμενος, οὐρανοχάλκευτον, βέλος ἐδείχθης Μάρτυς δυνατοῦ, τοῦ Σωτῆρος καὶ
πλάστου Χριστοῦ, ἐρημικοῖς ἐν ἄνθραξι, βάλλον καὶ φλέγον τὸν ἀντίπαλον.
Ἀσκήσει, περιλαμφθεὶς ἐν
ὄρεσι, φωτὸς ἠξίωσαι, ὡς Μωϋσῆς ἐν ὄρει τῷ Σινᾷ, διαλάμπων Ἀγγέλου μορφήν, καὶ
πρὸς τῆς ἀναστάσεως, τῆς θείας δόξης ἐμφορούμενος.
Θεοτοκίον.
Φανεῖσα, καθαρωτέρα
πάναγνε, πάσης τῆς κτίσεως, κατηξιώθης θαύματος φρικτοῦ, τὸν Σὸν Πλάστην
γεννῆσαι ἐν γῇ, καὶ Μήτηρ ὀνομάζεσθαι, τοῦ πρὶν γενέσθαι Σὺ ὑπέρμαχος.
Ἕτερος Κανών,
οὗ ἡ ἀκροστιχίς: Στέμμασιν ἀθανάτοις
ἀναδήσομεν Ἀθανάσιον.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Στεφηφορῶν τῷ βασιλεῖ
παρίστασαι, ὡς νικητὴς κραταιός, νομίμως ἀθλήσας, Μάρτυς Ἀθανάσιε, καὶ
παῤῥησίαν κέκτησαι, πρὸς αὐτὸν διὰ τοῦτο, αἴτησαι δῶρον δοθῆναί μοι, ὕμνοις
ἐγκωμίων ὑμνῆσαί σε.
Τοῖς σοῖς ἐπαίνοις
ἐγχειρεῖν προθέμενος, δέδοικα μάλιστα, μὴ σοῦ τὴν ἀνδρείαν, καὶ δόξης τὸ
μέγεθος, σμικρύνω τοῖς ψελλίσμασι, τοῖς ἐμοῖς γενναιόφρον, ἐκ τῆς σκιᾶς μετρῶν
σώματα, μέγιστα διὸ σύ με φώτισον.
Ἐν σωφροσύνῃ τὴν ὀσφὺν
ἐζώννυες, διὰ νεότητος, πάσης σου θεόφρον, ὅταν δὲ προσήγγισας, τῷ γήρᾳ τὰς
παλάμας σου, ὡς ὁ Πέτρος ἐκείνεις, καὶ ἄλλου ζωνοῦντος σῶμά σου, σὺ Σταυρῷ
δοξάζεις τὸν Κύριον.
Μεταλαμβάνων τῆς τραπέζης
πάντοτε, τῆς τοῦ Κυρίου τοῦ σοῦ, ἣν ἡτοίμασέ σου, λαμπρῶς καταγώγιον, τὴν
κεφαλὴν ἐλίπανας, ἐν ἐλαίῳ ἁγίῳ, ἱερωσύνης καὶ ἔπιες, τὸ τοῦ μαρτυρίου
ποτήριον.
Θεοτοκίον.
Μόνη Παρθένος ἐν μητράσιν
ἔμεινας, Θεοκυῆτορ Ἁγνή, μόνη ἐν παρθένοις, Μήτηρ ἀπειρόγαμος, ἐσείχθης
Μητροπάρθενε, διὰ τοῦτό Σε πᾶσαι, αἱ γενεαὶ μακαρίζομεν, καὶ δοξολογοῦμεν τὸν
τόκον Σου.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Θηρίοις τοῖς τοῦ ἀγροῦ, καὶ
τοῦ καλάμου σὲ Χριστὸς δέδωκεν, ἐπιτιμῶντα σφοδρῶς, ὅθεν καὶ ἡμᾶς τούτων
λύτρωσαι.
Ἴθυνας πρὸς οὐρανόν, τὸ τῆς
ψυχῆς σου κραταιὸν φρόνημα, τὰς τῆς σαρκὸς ἔῤῥιψας, εἰς τὴν γῆν ὁρμὰς δι’
ἀσκήσεως.
Τὴν δόξαν τὴν ὑπὲρ νοῦν,
ἀποκειμένην τοῖς σεπτοῖς Μάρτυσι, μάκαρ ἐν νῷ θέμενος, ταύτης ἐκπεσεῖν οὐκ
ὑπέφερες.
Θεοτοκίον.
Ὁ Λόγος ὁ σαρκωθείς, ἐκ τῆς
ἀσπόρου Σου γαστρὸς ἄνανδρε, πείθει σεπτοὺς Μάρτυρας, τῶν σαρκὸς παθῶν
ὑπερίπτασθαι.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀνδρῶν τῶν πρώτων ἀρετάς,
ἐν σεαυτῷ θησαυρίσας, τοῦ Μωσέως τὴν πραότηταν ζῆλον, τοῦ δικαίου Φινεές, καὶ
Σαμουὴλ τὸν ἄπλαστον, σκεῦος τοῦ παναγίου, Πνεύματος γέγονας ἔντιμον.
Σοφίας πρώην ἐραστής, ὁ
Σολομῶν ἀνεδείχθη, ἀλλ’ ἐξώκειλεν εἰς ἄτιμα πάθη, ἐν τῷ τέλει τῆς ζωῆς, ἀλλὰ σὺ
ἐρειδόμενος, ταύτη μάκαρ εἰς τέλος, ξύλον ζωῆς αὐτὴν εὕρηκας.
Ἰσοκλεῆ σε τῷ Σαμψών, ἐξ
ἀντιθέτου εὑρίσκω, αὐτὸς γὰρ κόμην ἐκτρέφων ἐνίκα, τοὺς ἐχθροὺς ὡς δυνατός, σὺ
δὲ κείρας τὰς τρίχας σου, τῆς κεφαλῆς ἐγένου, τροπαιοφόρος ἀήττητος.
Νέος Κυρίῳ γεγονώς, σὺ
Ναζιραῖος παμμάκαρ, καὶ εἰδὼς τῆς κεφαλῆς σου τὰς τρίχας, ἠριθμεῖσθαι παρ’
αὐτῷ, ταύτας τεμὼν ἀνέθηκας, τῷ δεδωκότι στέφος, ἀντὶ ἐκείνων δεξάμενος.
Ἀθανασίας ἐραστής, ὑπάρχων
ὦ θεηγόρε, ἐξεζήτησας θερμῶς σοι δοθῆναι, κατοικεῖν διὰ παντός, ἐν οἴκῳ τοῦ
Κυρίου σου, ὃ καὶ ζῶν ἐκληρώσω, καὶ μετὰ τέλος ἀπέλαβες.
Θεοτοκίον.
Θανατωθεῖσαν τὴν ἡμῶν,
φύσιν Παρθένε πρὸς ὕψος, τῆς ζωῆς ἀνεκαλέσω τεκοῦσα, τὴν ἀθάνατον ζωήν, δι’ ἧς
ἀνεκαινίσθημεν, καὶ τῆς ζωῆς τοῦ ξύλου, τοῦ ἐν Ἐδὲμ ἀπολαύομεν.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Διδάγμασι τερπνοῖς, τῆς
ἡδίστης σου γλώσσης, ἐγλύκανας σοφέ, τὴν πικρίαν τῆς πλάνης, ὡς ἅλας γὰρ
ἐνέβαλες, Ἑλισσαῖον μιμούμενος, τὴν τῶν λόγων σου, ἀήττητον δύναμιν Μάρτυς,
ἀρυσάμενος, ἐκ τῶν χειλέων Κυρίου, τὴν χάριν τὴν ἄφθονον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ
Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάρος, δεινῆς ἀπογνώσεως, καὶ
πταισμάτων καὶ θλίψεων, Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ
κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους Σου.
ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ἰσχυρότατον ὁπλίτην Σαμψὼν
τὸν μέγαν, ἡ κόμη ἀπειργάζετο σὺ δὲ θεοφόρε, κείρας τῶν τριχῶν τὴν στολήν,
ἀριστεὺς ἀήττητος, καὶ τροπαιοφόρος γεγένησαι.
Συνεζύγης τῷ Νυμφίῳ Χριστῷ
θεόφρον, κεκοσμημένος στίγμασι τοῖς τοῦ μαρτυρίου, φέρων τε ὡς ὅρμον χρυσοῦν,
ἀγχόνην ὡς δέσμιος, ἐν Κυρίῳ Μάρτυς πολύαθλε.
Ὑψωθέντα ἐπὶ ξύλου τὸν σὸν
Δεσπότην, ἑωρακὼς συνύψωσαι καὶ συνεσταυρώθης, τούτῳ καὶ γὰρ οὕτως σε, Πατὴρ ὁ
οὐράνιος, εἵλκυσεν ἐκ γῆς Ἀθανάσιε.
Θεοτοκίον.
Μακαρία ἡ κοιλία Σου
Θεομῆτορ, ἐξ αὐτῆς γὰρ σεσάρκωται ἡ μακαριότης, ἡ αὐτοϋπόστατος, ὁ Λόγος καὶ
Κύριος, τῇ βροτείᾳ φύσει ἑνούμενος.
Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Ἀναλαβών, τὴν πανοπλίαν τοῦ
πνεύματος, ὡς γενναῖος, στρατιώτης ἔφραξας, ὅλον σαυτόν, θώρακα φορῶν, τῆς
δικαιοσύνης, τὸν ἄῤῥηκτον ὡς δὲ μάχαιραν, τὸν λόγον τοῦ Κυρίου, πίστιν δὲ ὡς
ἀσπίδα, οἷς ἐχθρὸν τὸν παμπόνηρον ἔκτεινας.
Νὺξ ζοφερά, τῆς ἀσεβείας
κατέλαβεν, οἰκουμένης, ταύτης τὰ πληρώματα, τοῦ Ἰσμαήλ, σέβας τὸ πονηρόν, σὺ δὲ
γενναιόφρον, ἀθανασίας ἐπώνυμε, ὡς λύχνος ἀνεφάνης, καὶ διήλεγξας πλάνην, διὰ
τοῦτο θανάτῳ σε ἔσβεσαν.
Ἅρμα πυρός, εἰς οὐρανὸν
ἀνεβίβασε, τὸν Ἡλίαν, σὲ δὲ Ἀθανάσιε, ξύλον Σταυροῦ, ἥρπασεν ἐκ γῆς, καὶ πρὸς
οὐρανίους, σκηνὰς κατώκησεν αληκτα, τρυφῶντα τῆς ἀγήρω, καὶ ἀθανάτου δόξης, σὺν
Ἀγγέλων χοροῖς ἀξιΰμνητε.
Θεοτοκίον.
Τὸν ἐκ Πατρός, γεγεννημένον
πρωτότοκον, Θεὸν Λόγον, πρὸ πάσης τῆς κτίσεως, Σὺ ἐπ’ ἐσχάτων, τῶν ἡμερῶν,
ἐγέννησας Κόρη, καὶ Πλάστης ὤφθης τοῦ Πλάστου Σου, ὦ θαύματος ἀῤῥήτου, πῶς τὸν
Κτίστην Σου κτίζεις; ὑπὲρ νοῦν τε καὶ λόγον καὶ ἔννοιαν
ᾨδὴ ε΄. Σὺ Κύριε μου φῶς.
Νοῦν σὲ πεπλουτηκώς, τοῦ
Χριστοῦ κατεπάλαισας, σαρκὸς καὶ κόσμου βολίδας, τῶν παθῶν δὲ ἐδείκνυς, τὸν
νοῦν σου αὐτοκράτορα.
Ὄλον τῷ σῷ Θεῷ, σεαυτὸν
ἀνατέθεικας, νοῦν τε καὶ σῶμα καὶ πνεῦμα, διὸ καὶ προσηνέχθης, Αὐτῷ ὡς
ὁλοκαύτωμα.
Ἴδοιμι Ἰησοῦ, τὴν δόξαν ἣν
ἡτοίμασας, τοῖς Μάρτυσί σου ζωήν μοι, τὸ θανεῖν γὰρ κομίσει, ὁ Μάρτυς ψάλλων
ἔλεγε.
Θεοτοκίον.
Σάλπιγξ ὡς λιγυρά,
Ἀθανάσιος ἔκραζε, προσέλθετε τῷ Χριστῷ μου, καὶ τῇ τοῦτον τεκούσῃ, καὶ
φωτίσθητε ἄπιστοι.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὁλικῶς προσπαθείας, πάσης
τῆς πρὸς γῆν σεαυτόν ἀπεξένωσας, καὶ ὡς ἄϋλος τίς, ἐν μορφῇ ὑλικῇ πεπολίτευσαι,
τέθνηκας δὲ Μάρτυς, ἵνα δειχθῆς ὅτι ὑπάρχεις, ἐκ γηΐνης οὐσίας ἰσάγγελε.
Ἵνα τὶ ἀνομίαν, ἐν τῇ γῇ
ἐργάζεσθε κριταὶ παράνομοι, τὸν Θεὸν τῶν ὅλων, καὶ τὸν τούτου Υἱὸν
ἀπαρνούμενοι, ἔλεγεν ὁ Μάρτυς, τοῖς ἀπογόνοις τῆς παιδίσκης, ἐπιστρέψατε πάντες
καὶ σώθητε.
Σῶσαι θέλων τὸν κόσμον, ὁ
Πατὴρ δι’ ἄπειρον ἔλεος πέπομφεν, ὃν πρὸ τῶν αἰώνων, ἀπαθῶς καὶ ἀΰλων ἐγέννησε,
προσλαβεῖν τὴν φύσιν, τὴν ἀνθρωπίνην ἵνα σώσῃ, τούτῳ πίστει ἐλθόντες σωθήσεσθε.
Θεοτοκίον.
Ἀνατείλας ἐν κόσμῳ, ὁ Υἱὸς
ὁ ἔμφυτος καὶ προαιώνιος, τοῦ Θεοῦ ἐκ μήτρας, ἀπειράνδρου παρέσχετο δύναμιν,
τῆς υἱοθεσίας, τοῖς τοῦτον πίστει δεχομένοις, τούτου τέκνα πιστεύσαντες
γένησθε.
ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.
Σύμμορφος, τῆς Εἰκόνος Υἱοῦ
ἀναδέδειξαι, ἀναρτηθεὶς ἐπὶ ξύλου, καὶ ζωὴν θανάτῳ Μάρτυς ἀμείψας, διὰ τοῦτο,
καὶ τῆς δόξης Αὐτῷ κεκοινώνηκας.
Ἐτρώθη, τὴν κεφαλὴν ὁ ὄφις
πατούμενος, τοῖς ἀνενδότοις σου δρόμοις, τοῖς πρὸς Εὐαγγέλιον τοῦ Κυρίου, διὰ
τοῦτο, τῆς σαρκός σου τὴν πτέρναν κατέδακε.
Μαστίζη, ἀφειδῶς ἐκδιδάσκων
τοὺς ἄφρονας, καταλιπεῖν τὴν μαστίγων, αἰωνίων πλάνην ὄντως ἀξίαν, ἀλλὰ
χαίρεις, διὰ τὸν σὸν τυπτόμενον ἔρωτα.
Θεοτοκίον.
Ἔλυσας, τῆς ἀρᾶς τὸ
κατάκριμα Δέσποινα, τὴν εὐλογίαν τεκοῦσα, ὅθεν καὶ Μαρτύρων δῆμος ἁρπάζει, τὰς
βασάνους, ὡς πηγὴν εὐλογίας καὶ χάριτος.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Νηστεύσας ὁ Μωϋσῆς, δι’
ἡμερῶν τεσσαράκοντα, ἐδέξατο ἐκ Θεοῦ, τὸν νόμον τοῦ γράμματος, σὺ δὲ
πολλαπλάσιον, νηστεύσας ἐδέξω, ἀληθείας τὸ μαρτύριον.
Ἀνέπτη ὁ Δανιήλ, ἐκ λάκκου
θηρῶν εὐξάμενος, ἀλώβητος τῇ σαρκί, σοῦ δὲ ἡ πανάμωμος, ψυχὴ σαῖς δεήσεσι,
σαρκὸς ὡς παγίδος, συντριβείσης ἀπολέλυται.
Δακρύων τοῖς ὀχετοῖς, ζωῆς
τὴν τρίβον διέβρεχες, καὶ σπέρματα ἀρετῶν, ἐν τῇ γῇ κατέβαλες, διὸ μετὰ
θάνατον, ἐν ἀγαλλιάσει, αἴρεις πόνων σου τὰ δράγματα.
Ἠνοίγη σοι οὐρανός, ἐπὶ τῆς
γῆς ἀριστεύοντι, καὶ κλίμακι ἀσφαλεῖ, ἐχρήσω τοῖς ἄθλοις σου, Χριστὸς δὲ
ἱστάμενος, Πατρὸς δεξιόθεν, πρὸς αὐτὸν σὲ ἀνελκύσατο.
Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτήν,
ἀποκυήσασα πάναγνε, τὴν ταπεινήν μου ψυχήν, δεινῶς κινδυνεύουσαν, ἐκλύτρωσαι
τάχιον, παθῶν τυραννίδος, πρὶν εἰς τέλος ἀπολέσθαι με.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Θυσίαν Θεῷ, προσάγων τὴν
ἀναίμακτον, ὡς ὢν ἱερεύς, τῆς χάριτος πανένδοξε, ἐν οἰκείοις ὕστερον σεαυτὸν
ἱέρευσας αἵμασι, διὰ τοῦτο διπλοῖς ἐκ Θεοῦ, στεφάνοις ἐστέφθης εἰς τὴν ἄνω
ζωήν.
Ὁ Οἶκος.
Τὸν γενναιόφρονα τοῦ
Χριστοῦ Ἀθλοφόρον, καὶ δοκιμώτατον ἀσκητὴν Ἀθανάσιον, συνελθόντες ὦ φιλέορτοι,
ἐν ἐγκωμίων ὕμνοις στεφανώσωμεν. Οὗτος γὰρ πᾶσαν μηχανὴν τοῦ ἀντιπάλου
καταπατήσας, καὶ νικητὴς ἀνεφάνης πανάριστος, ἐν τε τῇ παλαίστρᾳ τῆς ἀσκήσεως,
καὶ τῷ σταδίῳ τῆς ἀθλήσεως, καὶ διὰ τοῦτο διπλοῖς ἐκ Θεοῦ, στεφάνοις ἐστέφθη
εἰς τὴν ἄνω ζωήν.
Συναξάριον.
Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἀθανασίου, τοῦ ἐκ
Σπάρτης τῆς Ἀτταλείας καταγομένου, ἐν Μουντανίοις δὲ μαρτυρήσαντος ἐν ἔτει
͵αχνγ´ (1653).
Διὰ
θανάτου ἀθανασίαν λάβε,
Ἀθανάσιε,
κῦδος ἱερωμένων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
Κάρας
τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
Βλάστημα
Ῥώμης, Μάρτυς Ἀναστασία.
Αὕτη ὑπῆρχεν ἐπὶ Δεκίου καὶ
Οὐαλλεριανοῦ τῶν βασιλέων, καὶ Πρόβου ἡγεμόνος, Ῥωμαία τῷ γένει, νέαν ἄγουσα
τὴν ἡλικίαν καὶ ἔν τινι Μοναστηρίῳ διατρίβουσα. Αὕτη, παῤῥησίᾳ τὸν Χριστὸν
ὁμολογήσασα, ῥαπίζεται τὸ πρόσωπον· καὶ ἐπ᾿ ἀνθράκων πυρὸς ἁπλωθεῖσα, ῥάβδοις
μαστίζεται· καὶ ἐπὶ ξύλου κρεμασθεῖσα, μαγκάνοις τισὶ πιέζεται καὶ ὀγκίνοις
ὀξέσι καταπείρεται· καὶ κρεμασθεῖσα, καθ᾿ ὅλου τοῦ σώματος ξέεται, καὶ τοὺς
μαστοὺς ἐκτέμνεται, καὶ τοὺς ὄνυχας ἐκριζοῦται· τὰς χεῖρας καὶ τοὺς πόδας
ἀκρωτηριάζεται, καὶ τὴν γλῶτταν ἀφαιρεῖται, καὶ τοὺς ὀδόντας ἐκριζοῦται, καὶ
τελευταῖον τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ.
Σαρκὸς
νεκρώσας, Ἀβράμιε, πᾶν μέλος,
Θανὼν
συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.
Ἀφεῖσα
σαρκὸς τοὺς ἐραστὰς Μαρία,
Ψυχῶν
ἐραστῇ μυστικῶς περιπλέκῃ.
Οὗτος ἐγένετο παῖς
χριστιανῶν γονέων· γυναῖκα δὲ γήμας ἀβουλήτως, διὰ τὸν πρὸς Κύριον πόθον
καταλιπὼν πάντα καὶ ἀναχωρήσας, ἑαυτὸν καθεῖξεν ἔν τινι οἰκίσκῳ, πᾶσαν
σκληραγωγίαν μετερχόμενος· καὶ μετὰ χρόνους δέκα χειροτονεῖται Πρεσβύτερος.
Τελευτήσαντος δὲ τοῦ κατὰ
σάρκα ἀδελφοῦ αὐτοῦ καὶ παιδίον θῆλυ καταλείψαντος, ὡσεὶ χρόνων ἐννέα, τοῦτο
ἀνελάβετο καὶ πλησίον τοῦ κελλίου αὐτοῦ, ἕτερον κελλίον ποιήσας, ἔθετο. Ἐν δὲ
τῷ εἰκοστῷ χρόνῳ τῆς ἡλικίας αὐτῆς, ἐπεὶ συνέβη αὐτὴν περιπεσεῖν πτώματι καὶ ἐν
πανδοχείῳ μετὰ τῶν ἑταιριζομένων γενέσθαι γυναικῶν, στρατιώτου σχῆμα ὁ Ἅγιος
ὑποδὺς καὶ ἐπιβὰς ἵππῳ, τοῦ πτώματος αὐτὴν ἐξήρπασε καὶ πρὸς τὸν ἴδιον
ἀποκατέστησε τόπον. Ἥτις τοσαύτην μετάνοιαν ἐπεδείξατο, ὡς μετ᾿ ὀλίγον χρόνον
μεγάλα θαύματα ἐκτελεῖν. Ἀνεπαύσατο δὲ ὁ μακάριος Ἀβράμιος κατὰ τὴν εἰκοστὴν
ἐνάτην τοῦ Ὀκτωβρίου μηνός, καὶ αὕτη ὡσαύτως μετ᾿ ὀλίγον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
Ἁγίων Μαρτύρων Κυρίλλου, Μίνη καὶ Μιναίου.
Ὑπόσχεσιν
μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος
οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.
Πίπτει
Μιναῖος ἐκ ξίφους, ἰδεῖν φθάσας
Καὶ
τὸν Μίνην πεσόντα τοιούτῳ τέλει.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σάββας ὁ Στρατηλάτης, ἔνθεν κἀκεῖθεν κεντηθείς,
τελειοῦται.
Σάββας
κατ᾿ ἄμφω κλήσεως μέρη Σάβας.
Ὅθεν
κατ᾿ ἄμφω νύττεται λόγχαις μέρη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Ἄννης, τῆς
μετονομασθείσης Εὐφημιανός.
Στολῇ
κρυβεῖσαν ἀνδρικῇ σεμνὴν Ἄνναν
Χριστὸς
κατ᾿ αὐτῶν ἀῤῥενοῖ τῶν δαιμόνων.
Αὕτη
ἡ ὁσία Μήτηρ ἡμῶν Ἄννα γεννᾶται ἐν Βυζαντίῳ παρὰ εὐλαβοῦς τινος Διακόνου τοῦ
ναοῦ τῶν Βλαχερνῶν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Ἀπορφανισθεῖσαν δὲ
τῶν γεννητόρων, ἔσπευδεν ἡ μάμμη ἀνδρὶ εὐλαβεστάτῳ συζεῦξαι αὐτήν, ὃ καὶ
πεποίηκε. Καὶ ἐλθὼν ἐκ τοῦ Ὀλύμπου ὁ πρὸς πατρὸς θεῖος αὐτῆς, ἀνὴρ
ἀσκητικώτατος καὶ διορατικότατος, ὃς καὶ ὑπὸ τοῦ Εἰκονομάχου Λέοντος τὴν
γλῶτταν ἐκκοπείς, ἐλάλει καὶ μετὰ τὸ ἐκκοπῆναι ταύτην τρανῶς καὶ ἀνεμποδίστως·
ὡς εἶδε ταύτην ἀνδρὶ συζευχθεῖσαν, «Ἵνα τί τὴν πρὸς θείους ἀγῶνας καὶ πόνους
ἀφορῶσαν, ἔφη, ἀνδρὶ συνεζεύξασθε;» καὶ ἐπευξάμενος αὐτῇ, ἀνεχώρησε.
Χρόνων
δέ τινων παρεῤῥυηκότων καὶ τοῦ δυσσεβοῦς ἐκείνου βασιλέως εἰς ᾍδου ταμεῖα
καταχθέντος, Εἰρήνη καὶ Κωνσταντῖνος οἱ ὀρθόδοξοι καὶ πιστότατοι βασιλεῖς, τὸν
Ἅγιον ἐκεῖνον ἄνδρα μεταστειλάμενοι, καί, οἷα πάθοι, ἀναδιδαχθέντες, παρὰ τοῦ
πρὸ αὐτῶν βασιλεύσαντος, τὴν εὐλογίαν ἐκ τούτου ἐλάμβανον, καὶ τὰς εὐχὰς
ἐκομίζοντο. Οὗτος δὲ πάλιν τὰ συντείνοντα πρὸς εὐαρέστησιν Θεοῦ ὑποθείς, τὴν πρὸς
τὰ ἴδια ἐβάδιζε. Τότε πάλιν, ἰδὼν τὴν μακαρίαν ταύτην, «Ἀνδρίζου καὶ ἴσχυε
τέκνον, φησί· πολλαὶ γὰρ αἱ θλίψεις τῶν δικαίων. Γίνωσκε δὲ ὅτι, μὴ πρότερον
γεννηθῆναι τὸ ἐν τῇ κοιλίᾳ σου παιδίον, πρὶν τὸν ἄνδρα σου τῷ τάφῳ καλύψεις», ὃ
καὶ γέγονεν. Μετὰ γὰρ ἕκτον μῆνα τῆς συλλήψεως, τέθνηκεν ὁ ταύτης ἀνήρ. Ἡ δέ,
πολλὰ θρηνήσασα, καὶ τῇ λύπῃ ἑαυτὴν κατατήξασα, τὸ μὲν παιδίον ἀπογαλακτίσασα,
δέδωκεν εἰς χεῖρας τοῦ ἑτέρου θείου αὐτῆς, ἡ δὲ πρὸς τοὺς ἀγῶνας ἀπεδύσατο.
Ὁποίους δὲ καὶ ἡλίκους, ἴσασιν οἱ μεμυημένοι, καὶ ἄκρως τὸν ἀσκητικὸν δρόμον
τελέσαντες.
Ἐν τούτοις οὖν αὐτῆς οὕσης,
παραγίνεται ἐκ τοῦ Ὀλύμπου ὁ διορατικώτατος ἐκεῖνος ἀνήρ. Αὐτὴ δέ, παρὰ τοὺς
πόδας αὐτοῦ πεσοῦσα καὶ τὴν εὐλογίαν αἰτησαμένη, «Ἐνδυναμοῦ ἐν Κυρίῳ, τέκνον, ἤκουε· καί, ποῦ τὸ παιδίον;» ὁ
θαυμάσιος ἐκεῖνος φησίν. Ἡ δέ· «Τὸ μὲν
ἓν τῷ ἀδελφῷ σου καὶ εὐεργέτῃ μου μετὰ Θεὸν ἀνεθέμην, τὸ δὲ ἕτερον, παρ᾿ ἐμοί
ἐστι». Ταῦτα εἰποῦσα καὶ ἕτερα, συγχύσεως καὶ καρδίας ὀδυνωμένης οὐ
μικρῶς, ῥήματα, καὶ ἀμφοτέρους τοὺς παῖδας τῷ τιμίῳ ἐκείνῳ παραστήσασα γέροντι,
«Εὖξαι, ὦ πάτερ τίμιε, ὑπὲρ τῶν τέκνων»,
δακρυῤῥοοῦσα ἠντιβόλει. Ὁ δέ· «Οὐ
χρείαν ἔχουσι ταῦτα εὐχῆς». Ἡ δέ, βαρέως τοῦτο τοῖς ὠσὶ δεξαμένη καὶ ἐκ
βάθους στενάξασα, «Οἴμοι τῇ ἁμαρτωλῷ»!
ἔφη· «τί ἆρα καὶ πάλιν τὸ παρ᾿ ἡμῖν;» Καὶ
ὁ γέρων· «Οὐκ εἶπόν σοι, τέκνον,
πολλαὶ αἱ θλίψεις τῶν δικαίων; εἰ μὴ ἡμεῖς ὑπομείνωμεν, οὐκ ἄν ποτε
δικαιωθῶμεν· οὕτω γάρ ἐστι πρέπον καὶ ἀρέσκον Θεῷ». Ἡ δέ· «Μή, Κύριέ μου, ἔδοξε τῷ Δεσπότῃ ἡ τῶν
ἀνηλίκων μου παίδων πρὸς τὰ ἐκεῖθεν μετάστασις;» Καὶ ὁ θαυμάσιος· «Καλῶς εἶπας, ὦ τέκνον· ἐν τάχει γὰρ λήψεται
ταῦτα ὁ Δεσπότης ἀπὸ σοῦ». Καὶ τῷ Θεῷ αὕτη, ὡς εἰκός, εὐχαριστήσασα καὶ
τοῖς ποσὶ τοῦ τιμίου γέροντος προσπεσοῦσα καὶ τὴν εὐχὴν κομισαμένη, τὴν τῶν
προσόντων αὐτῇ διανομὴν ἀμφοτέραις χερσὶν ἤρξατο. Καὶ μετ᾿ οὐ πολὺ τῶν παίδων
τελευτησάντων, δάκρυα ἐπὶ τούτοις ἐκχέασα καὶ τὰ περιλειφθέντα χερσὶ πενήτων
ἀποθεμένη, τὰς ἐκκλησίας περιῄει φωταγωγοῦσα καὶ προσευχομένη καὶ τὸν
συντακτήριον ἀσπαζομένη.
Τέλος, Μοναχόν τινα ἐκ τοῦ
Ὀλύμπου εὑροῦσα καὶ δι᾿ αὐτοῦ ἀποκειραμένη, ἐν τῶ κρυπτῷ μὲν ἀνδρικὴν ὑπεδύσατο
στολήν, ἔξωθεν δὲ γυναικείαν· καὶ λαθοῦσα, ἐν τοῖς Ὀλύμπου εὑρέθη μέρεσι. τὴν
γυναικείαν στολὴν ἀποῤῥίψασα. Προσρυεῖσα δέ τινι τῶν Κοινοβίων καὶ εἰσελθοῦσα,
τῷ πυλωρῶ προσωμίλει, τῶν ἄλλων προτιμότερον ἔχειν λέγουσα, εἰς ὄψιν τοῦ
προεστῶτος ἐλθεῖν. Ὁ γοῦν πυλωρός, τῷ προεστῶτι κατὰ τὸ σύνηθες μηνύσας, καὶ
τοῦτον μετακληθέντα παραστησάμενος, ἐξῄει.
Τῆς τιμιωτάτης δὲ γυναικὸς
πρὸς τοὺς πόδας τοῦ προεστῶτος κειμένης καὶ τὴν συνήθη εὐλογίαν ἐξαιτουμένης, ὁ
θεῖος οὗτος ἀνήρ, τὴν εὐλογίαν δούς, καὶ ἀναστήσας, «Τίς ἡ πρὸς ἡμᾶς σου
ἄφιξις; καὶ τί σου τὸ ὄνομα;» Ἡ δέ «Τὸ μὲν αἴτιον τῆς πρὸς τὴν ἁγίαν ταύτης
Μονὴν ἀφίξεως, τὸ προσόν μοι, Πάτερ ἅγιε, πλῆθος τῶν ἐπταισμένων· ὅπως ἡσυχάσας
τὸν τῆς ζωῆς μου περιλειφθέντα χρόνον, εἰ καὶ ἀνάξιος, εὕροιμι τὸ Θεῖον ἵλεων
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὔνομα δὲ Εὐφημιανός». Ὁ δὲ γέρων πρὸς αὐτήν· «Εἰ
τοιοῦτον, ὦ τέκνον, λογισμὸν ἔσχες ἐν τῇ καρδίᾳ σου, καὶ τὴν σωτηρίαν ποθεῖς,
φεῦγε τὴν παῤῥησίαν· εὐάλωτος γὰρ ἡ τῶν εὐνούχων φύσις τοῖς ἐμπαθέσι λογισμοῖς».
Ταῦτα εἰπὼν καὶ τὴν συνήθη εὐχὴν ἐκτελέσας, συνηρίθμησε ταύτην τῇ ἀδελφότητι.
Ἐπὶ τοσοῦτον δὲ προέκοπτε καὶ ἐπεδίδου τοῖς ἔμπροσθεν ἐν πάσῃ ἀρετῇ καὶ
ταπεινώσει, ὡς καὶ ὑπογραμμὸς καὶ τύπος γενέσθαι τοῖς ἐν πάσῃ τῇ Μονῇ
ἀσκουμένοις Μοναχοῖς.
Ὁ δὲ διάκονος τῶν ἐν τῇ
οἰκίᾳ αὐτῆς, εἰς αὐτὸ τοῦτο προκριθεὶς παρὰ τῆς Ἁγίας, οἰκονομήσας πάντα, ὡς
ὑπέθετο δηλονότι τῷ τοιούτῳ ἐξῆλθε πρὸς ἀναζήτησιν τῆς κυρίας αὑτοῦ, καὶ
ἐντυχὼν τῷ Μοναχῷ τῷ ἀποκείραντι ταύτην, ἐπυνθάνετο, εἰ ἄρα σύνοιδε, ποῦ ἐστιν
ἡ τὰ γήινα λιποῦσα καὶ τὰ οὐράνια ἐπιζητοῦσα. Ὁ δὲ πρὸς αὐτόν· «Ὅ,τι δῆλα περὶ
αὐτῆς μοι ἐγένετο, ὦ τέκνον, οὐκ ἀρνήσομαι. Ποῦ δὲ νῦν ἄρα ἐστίν, ἀγνοῶ. Ἀλλὰ
δεῦρο μικρὸν ἅμα πορευθῶμεν εἰς τόδε τὸ Μοναστήριον»· καὶ φθάσαντες, ἔμαθον διὰ
τοῦ πυλωροῦ, εἴσω τῶν ἀρκύων ἔχειν τὸ ζητούμενον· καὶ ἠξίου διαμηνυθῆναι
ταύτην. Τῆς δὲ ἐξελθούσης, ὁ Μοναχὸς τὸν διάκονον ὑποδείξας· «ἰδού», φησίν, «ὁ
πιστότατός σου οἰκονόμος, πολλὰ παθὼν εἰς ἀναζήτησίν σου, πάρεστι· καὶ εἰ
βούλει, πορευθῶμεν εἰς τὴν ἡμετέραν Λαύραν».
Τούτων ἀκούσασα ἡ Ἁγία καὶ
τῷ προεστῶτι τῆς Μονῆς προσελθοῦσα καὶ τὴν εὐλογίαν ἐξ ἐκείνου καὶ τῶν λοιπῶν
ἀδελφῶν λαβοῦσα, ἐξῄει ἐκεῖθεν, καὶ ἀπῆλθεν ἅμα τῷ διακόνῳ, συνόντος καὶ τοῦ
Μοναχοῦ, εἰς τὴν Λαύραν. Ἐν ταύτῃ δὲ ἐφ᾿ ἱκανὸν διατρίψασα, θαυμάτων ἀπείρων
αὐτουργὸς ἀνεδείχθη. Ἀμέλει τῆς τῶν θαυμάτων φήμης διαδοθείσης, πολύ τι πλῆθος
ἀποταξαμένων προσεῤῥύη τῇ Μονῇ. Ἀλλὰ τὸ τοῦ τόπου ἐστενωμένον καὶ βίαιον,
διεκώλυε τὴν τῶν προσερχομένων ἐπίδοσιν. Ὅθεν ὁ τῆς Μονῆς προεστώς, θεόθεν
ἐμπνευσθείς, τῷ τηνικαῦτα Πατριάρχῃ Κωνσταντινουπόλεως, τῷ ἁγίῳ Ταρασίῳ,
δηλοποιήσας περὶ τῶν θαυμασίων ἔργων τοῦ Μοναχοῦ Εὐφημιανοῦ, ὅπως τε,
διακωδωνηθέντων τῶν θαυμάτων, οὐκ ὀλίγων ἀνδρῶν πλῆθος ἀποταξαμένων προσεῤῥύη
τῇ Μονῇ, καὶ μὴ χωρεῖσθαι τοὺς προσερχομένους διὰ τὸ πάνυ ἐστενωμένον τοῦ τόπου
καὶ σμικρότατον διασαφήσας, εὗρε τὸν Πατριάρχην συνευδοκοῦντα τῷ ἰδίῳ θελήματι.
Καὶ λαβὼν διὰ δωρεᾶς αὐτοῦ τόπον ἐρείπιον, τὸν νῦν, ἡ Μονὴ τῶν Ἀβραμιτῶν
λεγόμενον, δι᾿ ὀλίγου χρόνου ἐξ αὐτῶν τῶν κρηπίδων φροντιστήριον ἀποκαταστήσας,
εἰς πολλῶν ψυχῶν σωτηρίαν, ἐν αὐτῷ τὴν Ἁγίαν τὸν λειπόμενον αὐτῇ χρόνον
ἀσκητικῶς διανῦσαι παρεσκεύασε· καὶ τούτου γενομένου καὶ τῆς ἀγγελικῆς ἐκείνης
διαγωγῆς περιβοήτου τοῖς πᾶσι γενομένης, εἰς ὅσον ἄρα ποσὸν οἱ καθ᾿ ἑκάστην
προσερχόμενοι περιίσταντο, οὐ δυνατὸν διαγράψαι.
Ἐπεὶ δὲ καὶ πειρασμός τις
ἐπισυνέβη τῇ Ἁγίᾳ ἀπό τινος, τὸ μὲν σχῆμα Μοναχοῦ, ἔργοις δὲ καὶ πράγμασι τὰ
πρῶτα φέροντος τῶν προσῳκειωμένων τῷ χαιρεκάκῳ δαίμονι· τούτου μὲν ἔργον αὐτὸ
τοῦτο ἀπαραίτητον κεκτημένου, τραχείας ὕβρεις καὶ αἰσχράς, ὡς κατὰ εὐνούχου,
τῆς Ὁσίας ἐκχέοντος καὶ κατηγοροῦντος ἀναφανδόν, ἐκείνης δὲ ἀντ᾿ οὐδενὸς ταῦτα
λογιζομένης, καὶ εὐεργεσίας ἡγεῖσθαι μᾶλλον τὰ κατ᾿ αὐτῆς λεγόμενα
διαβεβαιούσης, γυνή τις θεοφιλής, τῶν αἰσχρῶν καὶ μυσαρῶν ῥημάτων τοῦ ὄντως
βεβήλου, καὶ φονέως μετὰ ταῦτα ἀποδειχθέντος, ἀκούσασα· «Πρόσεχε», φησίν, «ἀδελφέ,
μήποτε οὐκ ἔστιν, ὡς λέγεις, εὐνοῦχος, οὐδὲ ἐμπαθής, ὡς ὑπολαμβάνεις, ἀλλὰ γυνὴ
καὶ ἀπαθής· καὶ σὺ μὲν ἔχεις εἰς κέρδος τὴν γέενναν τοῦ πυρός, διασύρων τὴν
ἀπαθῆ, τοὺς δὲ ἀκούοντας μολύνεις. Πρὸ χρόνων γάρ τινων, γυνή τις τὰ προσόντα
αὑτῇ πάντα διανείμασα, γέγονεν ἀφανής· καὶ μή ποτε, ὃν λέγεις εὐνοῦχον, ἐκείνη
ἐστί, καὶ αὐτὸς εἰς βάραθρον ἀπωλείας τὴν ψυχήν σου κατάγεις».
Ὁ γοῦν μυσαρὸς ἐκεῖνος καὶ
δόλιος, προσθεὶς καὶ τοῦτο τῇ ἰδίᾳ πονηρίᾳ διετράνωσε τὸν λόγον εἰς πολλούς,
τὰς λοιδορίας ἀφείς. Ἔσπευσε δὲ κατακρημνίσαι τὴν Ἁγίαν εἰς τόπον κατωφερῆ,
ὅπως, κουφισθέντων ὧν ἠμφίεστο, γεγυμνωμένην ἴδῃ, καὶ σχῇ τὸ βέβαιον. Οὐκ εἰς
μακρὰν δὲ τοῦτο ποιήσας, εἶδε μὲν οὐδέν, γέγονε δὲ ἡμίξηρος ἐκ θείας δυνάμεως·
κἀκεῖθεν ἀπαναστάς, πρὸς τὰ ἴδια ᾤχετο. Ἐκεῖσε τοίνυν κατασχεθεὶς ὡς κατάδικος,
ἐγκλήματι φόνου, τῷ ξύλῳ τῆς αὐτοῦ κεφαλῆς ὡς ἐν ἀγχόνῃ ὑποπιεσθείσης, τῷ
ἐγχωρίως οὕτω λεγομένῳ Φούρκῃ, τὴν ὀλέθριον καὶ μιαρὰν ἀπέῤῥηξε ψυχήν.
Ἡ δὲ Ἁγία, ὡς ἐκ τούτου
διαφημισθεῖσα καὶ τὰ σκάνδαλα φεύγουσα, δύο καὶ μόνους ἔχουσα Μοναχοὺς μεθ᾿
ἑαυτῆς, ἀνέδραμε πρὸς τὰ μέρη τοῦ στενοῦ· καὶ εὑροῦσα Ἐκκλησίαν, ὕδωρ καὶ
κηπίον ἔχουσαν, κατῴκησεν ἐν αὐτῇ μετὰ τῶν δύο Μοναχῶν, τοῦ τε Εὐσταθίου καὶ
τοῦ Νεοφύτου. Κἀκεῖθεν πάλιν ἀπάρασα, μετὰ παραδρομὴν χρόνων τινῶν,
προσκληθεῖσα ἐν τῷ Βυζαντίῳ παρά τινων Μοναχῶν ἐπὶ τὰ μέρη τοῦ ῥεύματος, ἐκεῖσε
τὸ λειπόμενον αὐτῇ τῆς ζωῆς ἔτος διαβιβάσασα θεαρέστως, ἰάσεις τε καὶ θαύματα
οὐκ ὀλίγα τοῖς προσιοῦσι χαρισαμένη, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Μάρτυρος Μελιτινῆς.
Μελιτινὴ
ἵστατο γυμνὴ ἐν κρίσει,
Ὡς
ἐν θριάμβῳ δι᾿ ἀγάπην Κυρίου.
Αὕτη ἡ ἁγία Μάρτυς,
διαβληθεῖσα ὡς χριστιανὴ καὶ παραστᾶσα τῷ ἄρχοντι, πρῶτον μὲν τύπτεται τὰς
ὄψεις καὶ γυμνοῦται ἅπαν τὸ σῶμα· καὶ ὡς θρίαμβος ἵσταται ἐπὶ πολλὰς ὥρας
ἀνακρινομένη μέσον τοῦ δικαστηρίου· ἀλλὰ καὶ οὕτως ἦν μυκτηρίζουσα τόν τε
ἄρχοντα, καὶ πάντα τὰ σεβάσματα αὐτοῦ. Εἶτα πολλαῖς βασάνοις ἐκδοθεῖσα καὶ
διατηρηθεῖσα ἀβλαβής, τελευταῖον ξίφει κατετρώθη, καὶ οὕτω τὸ πνεῦμα τῷ Κυρίῳ
παρέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κατάθεσις τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Ἰωάννου Προδρόμου.
Κάρα
τὴν σὴ ῥέοντος πλούτου φανότερον πιστῶς ἐναγλαΐζεται,
τοῦδε
τοῦ ἄστεως ἡ σεπτὴ ἐκκλησία τεῖχος κεκτημένη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Νέου Ὁσιομάρτυρος Τιμοθέου τοῦ Ἐσφιγμενίτου.
Τομὴν
κεφαλῆς Τιμόθεος ὑπέστη,
Τιμῶν
κεφαλήν, Χριστὸν ὅν περ ἠγάπα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀβραμίου ἀρχιμανδίτου, τοῦ Ῥοστοβίας θαυματουργοῦ
Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
Ἁγίων Ἀποστόλων καὶ μαρτύρων Πέτρου, Παύλου,
Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ, Στεφάνου τοῦ Πρωτομάρτυρος, Βαρνάβα τοῦ
Ἀποστόλου, Ἰωσὴφ τοῦ Πατριάρχου, καὶ Κλεόπα, Τροφίμου, Δορυμέδοντος, Κοσμᾶ,
Δαμιανοῦ, Βάσσης καὶ τῆς συνοδείας αὐτῶν. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ
σεπτῷ ἀποστολείῳ τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Παύλου ἐν τῷ Ὀρφανοτροφείῳ
ἅμα δὲ καὶ τὰ ἐγκαίνια τοῦ αὐτοῦ ναοῦ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες.
Λάρυγγι μάκαρ, ἐν τῷ σῷ
φέρων ὕμνους τοὺς θεϊκούς, χερσὶ δὲ ῥομφαίαν δίστομον τοὺς ἐχθρούς, τοῦ Κυρίου
σου κατέσφαττες, λόγοις καὶ πράξεσιν, εὐλογητὸς εἶ κράζων ὁ Κύριος.
Ψυχήν σου Μάρττυς, τὴν
λογικὴν καὶ θείαν ὑπερφιλῶν, δίδως τῷ θανάτῳ ταύτην τὴν γεηράν, ἵνα λάβης πάλιν
ἄληκτον, ὡς Ἰησοῦς προεῖπεν, ἀψευδῶς τῆς δόξης ὁ Κύριος.
Ὥσπερ πτηνὸν σύ, ἐν γῇ
βιώσας ἤρθης ἐκ τῶν τῆς γῆς, ὅλως μὴ μετέχων ταύτης τῶν μεριμνῶν, ἴσου τέλους
καὶ ἠξίωσαι, ὑπεραρθεὶς καὶ γάρ, ἐκ τῆς χθόνος Κυρίῳ προσήνεξαι.
Θεοτοκίον.
Τράπεζαν, ἐπιγινώσκομέν Σε
Μήτηρ Θεοῦ, ὅτι ὁ ἡγούμενος ἡμῶν καὶ Θεός, σαρκὸς ἄρτον ἐκ Σοῦ ἔφαγεν, ὃν καὶ
παρέδωκεν, εἰς ζωὴν τοῖς πιστεύουσιν ἄληκτον.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ὁ λόγους σου ἅλατι, ἧν
ἡρτυμένος πᾶσαι δὲ πράξεις αἱ σαί, ἡρμοσμέναι εἰς μίαν, ὥσπερ κιθάραν
ἐθεωροῦντο σαφῶς, διὸ καὶ πᾶς τὶς ἀκούων καὶ βλέπων σε· Εὐλογητὸς ἐκβοᾶ, ὁ τῶν
Πατέρων Θεός.
Μωρίαν ἡγήσαντο, τὴν
σύνεσίν σου κηρύττοντος τὸν Χριστόν, ἐν Σταυρῷ νεκρωθέντα, καὶ Θεὸν ὄντα
συνάναρχον τῷ Πατρί, σὺ δὲ σοφίαν καὶ δύναμιν ἔδειξας, ἔργοις Αὐτὸν ἀνυμνῶν·
Εὐλογητὸς ὁ Θεός.
Ἐλέγχω ἀνάσσοντας, ὥσπερ
Ἡλίας καὶ Ἰωάννης σοφέ, μῖσος ἄγριον ἧρας, κατὰ σαυτοῦ ζήλῳ ἐνθέῳ καὶ γάρ,
ἀναφλεγόμενος ὕμνεις τὸν Κύριον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νοΐ καθαρεύοντι, ἀπὸ τῶν
κάτω καὶ φθειρομένων τῆς γῆς, χαρακτήρων
θεόφρον, νῦν ἀπολαύεις τῆς οὐρανίου τρυφῆς, διὰ πολλῆς τῆς καρδίας σου
κάθαρσιν, ἣν ἔτι ζῶν ἐν σαρκί, ἤσκησας ἔνδοξε.
Θεοτοκίον.
Ἀῤῥήτως ἀνέτειλεν, ἐκ Σῆς
νηδῦος ἥλιος ὁ νοητός, καταυγάζων τὸν κόσμον, καὶ ἰατρεύων παντοῖα πάθη βροτῶν,
καὶ γὰρ ἰάσεις αὐτοῦ ἀναβρύουσιν, αἱ πτέρυγες ἀληθῶς, Παρθενομῆτορ Ἁγνή.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ῥείθροις τῶν δακρύων
ἀρδευθείς, ὦ Ἀθανάσιε, ὡς ξύλον ἤνθησας, καρπὸν εὐώδη ἀθλήσεως, ὑψωθεὶς ὡς
φοῖνιξ ἔνθεος, συνανυψώθης γὰρ Χριστῷ, σὲ γεωργήσαντι ὦ κραυγάζεις· Εὐλογεῖται
τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἴδε σοι δεδώρηται σοφέ, τὸ
σοὶ ποθούμενον, πρὸς ὃ ἐστέναζες, Μαρτύρων στέφος τὸ ἔνδοξον, ἐκ χειρὸς τῆς τοῦ
Κυρίου σου, καὶ γὰρ ἀκούει εὐμενῶς, πάντων τῶν βοώντων αὐτῶν μετὰ πόθου·
Εὐλογεῖται τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σύσσημον ἐπῆρεν ὁ Θεός, ἐν
πᾶσιν ἔθνεσι, Σταυρὸν τὸν τίμιον, δι’ οὗ συνήγαγε πάντοθεν, οἰκουμένης τὰ
πληρώματα, εἰς μίαν πίστιν ἀληθῆ, ὅνπερ ἐβάστασας καὶ σὺ Μάρτυς, πρῶτον ἀσκήσει
ἀθλήσει δὲ ὕστερον.
Τριαδικόν.
Μίαν τρισυπόστατον ἀρχήν,
οὐσίαν ἄναρχον, καὶ συναΐδιον, ἀδιαιρέτως ὑπάρχουσαν, ἐν ταυτότητι τῆς φύσεως,
διαιρετὴν προσωπικῶς, τοῖς ἰδιώμασι προσκυνούντες, δοξολογοῦμεν αὐτὴν ὡς Θεὸν
ἡμῶν.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Θανατηφόρου βρώσεως, ἐκ τοῦ
ξύλου μετέλαβε, πάλαι ὁ Ἀδὰμ ἐκτείνας ἀναιδέστατα, τὴν χεῖραν τὴν ἄδικον, σὺ δὲ
μάκαρ ἐκτείνας καλῶς, ἐν δικαιοσύνης τῷ ἰκρίῳ τὰς χεῖρας, ζωῆς καρπὸν ἐδρέψω,
ἀθανάτου καὶ θείας, βοῶν ὑπερυψοῦτε· Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀθανασίας γέγονας,
κληρονόμος τὸν θάνατον, τὸν τοῦ μαρτυρίου ὑποδὺς γηθόμενος, ζωὴ γὰρ ἀθάνατος,
καὶ εὐφροσύνη ἔστι πολλή, Μάρτυσιν ἐνθέοις τὸ ὑπὲρ Χριστοῦ θνήσκειν, διὸ μετὰ
Ἀγγέλω, αἰωνίως ἀγάλλῃ, Χριστὸν τὸν Ζωοδότην, ὑμνῶν εἰς τοὺς αἰῶνας.
Νεανικὴν μὲν ἔνστασιν,
πρεσβυτέραν δὲ σύνεσιν, λόγον εὐσεβῆ καὶ βίον ἀκηλίδωτον, ἐδείκνυς μακάριε, ἐν
τῷ σταδίῳ παρεστηκώς, μέσον τῶν τυράννων ὧν οἱ πλείους ἐβόων· οἱ Παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀπειρογάμως τέτοκας, τὸν
τὸν γάμον τιμήσαντα, καὶ τὴν παρθενίαν προτιμᾶσθαι δείξαντα, τῇ θείᾳ σαρκώσει
γάρ, τῇ ἐξ ἁγνῶν αἱμάτων τῶν Σῶν, δίδως ἀμφοτέροις εὐλογίαν καὶ δόξαν, Παρθένε
Θεοῦ Μήτηρ, διὰ τοῦτο ἐν πίστει, αἱ γενεαί Σε πᾶσαι, ὑμνοῦσιν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος
Ἄλλος Ἡλίαν σε γινώσκω,
ζήλῳ ἐλέγχοντα τὴν πλάνην, καὶ ὑπὸ φυτὸν καθεσθέντα, λύσιν αἰτοῦντα τοῦ
πολυμόχθου βίου, καὶ γὰρ ἐπόθεις Ὅσιε, Σταυρῷ ζωήν σου ἀνταλλάξασθαι.
Κριὸς ὡς ἐπίσημος ὤφθης, ἐν
τῷ φυτῷ πεπεδημένος, ὡς Σαβὲκ διὸ ἐπὶ ξύλων, τεθεὶς παμμάκαρ εἰς ὁλοκάρπωσιν,
θῦμα Θεῷ προσήνεξαι, καὶ ὡς ὁλοκαύτωμα εὐπρόσδεκτον.
Ἄζυγον ἐπόθησας βίον, ζυγὸν
δὲ ἦρας τοῦ Δεσπότου, ἐπὶ τῶν σῶν ὤμων συζεύξας, σαὐτὸν Νυμφίῳ τῷ νοητῷ τῶν
ψυχῶν, διὸ καὶ κατηξίωσαι, νυμφῶνος θείου Ἀθανάσιε.
Θεοτοκίον.
Ῥεῖθρον τῆς ζωῆς ὡς
τεκοῦσα, Παρθενομῆτορ Παναγία, ῥύπους τῆς καρδίας μου πλῦνον, ἐν τῷ ὑσσώπῳ τῆς
μεσιτείας Σου, καὶ σκεῦός με ἀπέργασαι, κεκαθαρμένον θείου Πνεύματος.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Σχοινία σοι ἐπέπεσεν
Ἀθλητά, μερισμοῖς ἐν κρατίστοις τῆς χάριτος, μερίδα γάρ, ἀγαθὴν προείλου ἐν τῷ
Χριστῷ, διόπερ καὶ ὁ κλῆρός σου, κράτιστος ὑπάρχει παναληθῶς, πρὸς ὃν ὁρῶν οὐδ’
ὅλως, ἐκάθευδες παμμάκαρ, ἐν τοῖς σχοινίοις βασταζόμενος.
Ἰδού σοι ὁ Δεσπότης
ἀναφωνεῖ, Ἀθανάσιε δεῦρο ἀπόλαβε, πόνων τῶν σῶν, τοὺς καρποὺς οὓς ἔσπειρας ἐπὶ
γῆς, καὶ εἰς χαρὰν τοῦ Κτίστου σου, εἴσελθε ὡς δοῦλος ὢν ἀγαθός, καὶ δόξης
ἀκηράτου, ἐπλήσθητι χορεύων, σὺν ἐκλεκτοῖς Μαρτύρων τάγμασι.
Ὁρᾶν κατηξιώθης τὸ ὀρεκτόν,
τοῦ Δεσπότου σου κάλλος πανόλβιε, καὶ ἐντρυφᾶν, τῆς ἀθανασίας καὶ φωτισμοῦ, σὺν
Ἀσωμάτοις πάντοτε, διὸ καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τὴν μνήμην σου τὴν θείαν,
τιμώντων ἐκ καρδίας, μέμνησο Μάρτυς πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Νικήσασα τῷ τόκῳ Σου τοὺς
θεσμούς, Παναγία Παρθένε τῆς φύσεως, Μήτηρ τοῦ Σου, γέγονας γενέτου ἐπὶ τῆς
γῆς, ὃν ὁ Πατὴρ ὁ ἄναρχος, ἔφυσεν ἐκ φύσεως τῆς Αὐτοῦ, πρὸ πάντων τῶν αἰώνων,
διὸ Μαρτύρων πλήθη, Σὲ ἀνυμνοῦντα μεγαλύνουσι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν μέγιστον ἐν Μάρτυσι,
καὶ κήρυκα τῆς πίστεως, τὸν στύλον τῆς εὐσεβείας, τὸν λάμψαντα ἐν ἀσκήσει,
ὥσπερ ἐν ἄστροις ἥλιος, ὑμνοῦμεν Ἀθανάσιον, οὗτος καὶ γὰρ ἐδόξασε, τὸν Κύριον
ἐπὶ ξύλου, προσενεχθεὶς ὡς θυσία.
Θεοτοκίον.
Τὴν φύσιν ἀνεκαίνισας,
φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν
πλάστην πάσης φύσεως, ὑφ’ οὗ ῥυσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ
τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μετὰ πόθου προσέδραμες, τῷ
θανάτῳ μακάριε, ὡς διψῶσα ἔλαφος ἐν τοῖς ὕδασι, καὶ γὰρ ἐπόθεις τὸ πρόσωπον,
ὁρᾶν τὸ ἀμήχανον, τοῦ Θεοῦ τοῦ ἰσχυροῦ, καὶ τοῦ ζῶντος ἐν χάριτι, ὅθεν
δράκοντα, τὸν ἀρχέκακον κτείνας ἐν ἀσκήσει, πρὸς τὸ ὕδωρ ἐπισπεύδεις, τοῦ
μαρτυρίου θεόληπτε.
Ἐν κυμβάλοις εὐήχοις σου,
δεκαχόρδῳ ψαλτῆρί τε, πᾶσι τοῖς κινήμασι τοῖς τοῦ σώματος, καὶ τῆς ψυχῆς
Ἀθανάσιε, ἤνεσας τὸν Κύριον, ὡς γὰρ ὄργανον Αὐτοῦ, ἐμπνεόμενον χάριτι, θείου
Πνεύματος, εὐαρμόστως τὸν Κτίστην, ἐν ἀσκήσει καὶ ἀθλήσει, Ἱερομάρτυς πανόλβιε.
Λύχνον ὥσπερ φερόμενος,
τοῖς ποσί σου μακάριε, νόμον τοῦ Δεσπότου σου ὁδηγοῦντά σε, πρὸς τὰ ἐκείνου
σκηνώματα, διέβης ἀπρόσκοπτος, νύκτα πᾶσαν τῆς ζωῆς, καὶ πρὸς φῶς κατεσκήνωσας,
ὅθεν Κύριος, σὲ φωτὶ περιλάμπει ἐν τῷ κόσμῳ, οὗπερ ἂν καὶ ἐπορεύου, ἀντιδοξάζων
σε λάμψεσιν.
Ἐν καρδίᾳ τὸν ἔρωτα, τοῦ
Χριστοῦ σου κτησάμενος, πάντα τὰ ἐπίκηρα ὥσπερ σκύβαλα, διελογίζου καὶ
ἔσπευδες, αὐτὰ παρελεύσεσθαι, καὶ μὴ ἄψασθαι αὐτῶν, ἵνα μόνον κερδήσειας, τὸν
ἀθάνατον, καὶ ἀΐδιον Λόγον διὰ τοῦτο, οὐδὲν ὅλως σε χωρίσαι, τοῦ ποθουμένου
δεδύνηται.
Δόξα. Ἦχος πλ. Α΄.
Τίς ἂν τὰς ἀριστείας σου,
ἐπαινέσειεν ἐπαξίως, Ὁσιομάρτυς Ἀθανάσιε; Ὃν ὁ Κύριος ἐν θαύμασιν ἐξαισίοις,
ἐθαυμάστωσε. Φωτί σε καταλαμπρύνας, καὶ ζῶντα καὶ μετὰ θάνατον, καὶ μύρον
κρήνην ἀναδείξας, πᾶσαν νόσον ἰώμενον. Διὸ προσπίπτοντές σοι λέγομεν· ἴασαι καὶ
ἠμῶν τὰ πάθη, ψυχῆς τε καὶ σώματος, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου