Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 28. ΑΓΙΟΙ ΝΕΟΜΑΡΤΥΡΕΣ ΚΡΗΤΗΣ ΑΓΓΕΛΗΣ, ΜΑΝΟΥΗΛ, ΓΕΩΡΓΙΟΣ & ΝΙΚΟΛΑΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ ΚΗ´
Ἁγίων Νεομαρτύρων τῶν ἐκ Σφακίων,
Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου.
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Τὸ ἑσπέρας στιχολογοῦμεν τὸ Μακάριος Ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. ς΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν Οὐρανίων Ταγμάτων.
Οἱ θαυμαστοὶ Ἀθλοφόροι, Τέσσαρες Μάρτυρες, σήμερον συγκαλοῦνται, τὴν σεπτὴν αὐτῶν μνήμην, τελείσαι ἐτησίως· διὸ καὶ ἡμεῖς, συνελθόντες τιμήσωμεν, ὡς ἐραστὰς τοῦ Κυρίου, καὶ καρτερῶς, ὑπὲρ πίστεως ἀθλήσαντας.

Πνευματικὴν νῦν χορείαν δεῦτε κροτήσωμεν, τοὺς Μάρτυρας ὑμνοῦντες, καὶ ἐκ πόθου βοῶντες· χαίρετε Γεώργιε Ἀγγελή, Μανουὴλ καὶ Νικόλαε, οἱ τῶν Μελάμπων τῆς Λάμπης κλεινοὶ βλαστοί, καὶ Ῥεθύμνης τὰ κλεΐσματα.

Νῦν ἡ σεβάσμιος μνήμη, τῆς σῆς ἀθλήσεως, ἠμᾶς συναγαγοῦσα, εὐφημῆσαι προτρέπει, τὰ τρόπαια τοὺς ἄθλους καὶ τὰς λαμπράς, ἀριστείας ἐν ᾄσμασιν, ἐν τῇ παρούσῃ ἑσπέρᾳ τε καὶ νυκτί, Ἀγγελὴ ἀθλητικώτατε.

Ἀποτμηθεὶς διὰ ξίφους, πάσας ἐξέτεμες, τάς μηχανὰς τοῦ πλάνου καὶ δολίου τυράννου, ὦ Μανουὴλ θεόφρον, διὸ τοὺς πιστῶς, τὴν σὴν μνήμην γεραίροντας, ῥῦσαι τῶν τούτου παγίδων ταῖς πρὸς Θεόν, εὐπροσδέκτοις ἱκεσίαις σου.

Ἐπὶ τῇ μνήμη προθύμως δεῦτε συνέλθωμεν, τοῦ θείου Γεωργίου, καὶ λαμπρῶς εὐφρανθῶμεν, αὐτὸς γὰρ ἑστιάτωρ ὑπάρχει ἡμῖν, τοῖς πιστῶς προσιοῦσιν αὐτῷ, καὶ τῶν δεινῶν ἀπαλλάττει ταῖς πρὸς Θεόν, ἱκεσίαις αὐτοῦ πάντοτε.

Τῶν Οὐρανίων τὰ κάλλη, ποθήσας ἔνδοξε, ὡς τῷ Χριστῷ συνεῖναι, μετ’ Ἀγγέλων Ἁγίων, παντοίας τὰς βασάνους ὑπέστης στεῤῥῶς, Νεομάρτυς Νικόλαε, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνῃ τοῖς συνάθλοις σου.



Δόξα. Ἦχος πλ. β´.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τῶν Ἀθλοφόρων, ὦ φιλέορτοι. Δεῦτε εὐφημήσωμεν αὐτούς, ἐν ᾠδαῖς καὶ ὕμνοις λέγοντες· χαίρετε Ἀγγελή, Μανουήλ, Γεώργιε καὶ Νικόλαε, χαίρετε οἱ τὴν πλάνην τῶν ἀπίστων ἐλέγξαντες, καὶ Χριστὸν τὸν Κύριον, Θεόν, καὶ Κτίστην τοῦ παντός, ἐνώπιον τυράννων κηρύξαντες, ἀλλ’ ὦ νεομάρτυρες τετράριθμοι, μὴ παύσητε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου...

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

























Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνεται ἐν Κυρίῳ ἡ πόλις ἡ Ῥέθυμνα, ἡ τὰ θεῖα τῶν τετραρίθμων μαρτύρων λείψανα, Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου. Οὗτοι γὰρ οἱ μακάριοι, πρὸς τὸν τοῦ μαρτυρίου ἀγῶνα ὁρμήσαντες, ἀνδρείως ὑπῆλθον πρὸς τὸ στάδιον, μηδόλως φειδόμενοι τοῦ γηΐνου αὐτῶν σώματος. Διὸ καὶ ὁ τῶν ἁπάντων Δεσπότης καὶ ἀθλοθέτης Χριστός, στεφάνοις ἀμαραντίνοις τὰς ἱερὰς αὐτῶν κεφαλὰς ὡς νικητὰς αὐτοῖς ἔστεψε,καὶ τὴν ἀκένωτον αὐτοῖς χάριν τῶν θαυμάτων πεπλούτηκεν, ἥν καὶ παρέχουσι πᾶσιν ἡμῖν τοῖς πιστοῖς, τοῖς γηθοσῦνως καὶ εὐσεβῶς καὶ ἐκ πόθου, τὴν ἱερὰν αὐτῶν μνήμην γεραίρουσιν.

Ἦχος β´.
Μαρτύρων καλλονή, τετράριθμοι τοῦ Χριστοῦ Νεομάρτυρες, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις πρεσβείαις ὑμῶν, προκόπτειν ἠμᾶς ταῖς ἀρεταῖς καταξιώσατε, ὡς παῤῥησίαν ἔχοντες πρὸς αὐτόν. Ὅν τῇ ἐκχύσει τῶν πολυτίμων ὑμῶν αἱμάτων ἐδοξάσατε· διὸ παριστάμενοι τῷ θρόνῳ αὐτοῦ, αἰτήσασθε δοθῆναι πᾶσιν ἡμῖν, τοῖς τὴν ἁγίαν μνήμην ὑμῶν φαιδρῶς ἑορτάζουσιν, ἁμαρτιῶν συγχώρησιν, καὶ τελείαν ἀπαλλαγὴν τῶν ἀθέων τυράννων, ὧν τὰ ὀστᾶ παρὰ τὸν Ἅδην, Ἅγιοι, σκορπισθείησαν.

Ἦχος γ´.
Νέοι μὲν τοῖς σώμασιν ὑπάρχοντες, γηραιοὶ δὲ τῷ φρονήματι, Ἀθλοφόροι τετράριθμοι μάρτυρες, ἀνδρείως ηὐτομολήσατε πρὸς τὸ στάδιον ἔνδοξοι, περιφραξάμενοι ἑαυτούς, τῷ θώρακι τῆς πίστεως, καὶ τῇ τῆς χάριτος ἀσπίδι ,καὶ τῷ δόρατι τοῦ Σταυροῦ, ἅτινα εἰσὶν ἀκαταμάχητα ὅπλα, δι’ ὧν τῶν ἀθέων τυράννων, τὸ θράσος κατεβάλετε, καὶ πρὸς τῷ θρόνῳ τῷ δεσποτικῷ ἀεὶ παρίστασθε, χαριζόμενοι πλουσίαν τὴν ἀκένωτον χάριν, τοῖς ἑορτάζουσιν Ἅγιοι τὴν χαρμόσυνον, πανέορτον καὶ σεβάσμιον ὑμῶν πανήγυριν.

Ἦχος δ´.
Ἀθλοφόροι τοῦ Χριστοῦ τετράριθμοι Νεομάρτυρες, τοῖς τῶν αἱμάτων ῥείθροις ὑμῶν διὰ πολυτρόπων βασάνων, τὰ καρτερικὰ ὑμῶν σώματα ἐκδόσαντες ἀδαμαντίνων στεῤῥότεροι, τῇ ὑπομονῇ ἐδείχθητε. Ὅθεν ἐπαξίως παρὰ Θεοῦ ἐδοξάσθητε, ὡς ἐν Εὐαγγελίοις γέγραπται, παρ’ οὗ καὶ τὴν χάριν εἰλήφατε καὶ ἐκπέμπετε, τοῦ δωρεῖσθαι τὰ ἰάματα τοῖς ἐπικαλουμένοις τὰ ὀνόματα, καὶ τὴν σεβάσμιον καὶ πανίερον μνήμην ὑμῶν, Ἅγιοι, ἑορτάζουσιν ἐκ πόθου.





Ἦχος πλ. δ΄.
Λάμπη καὶ Ῥέθυμνα σήμερον ἀγάλλονται, ἑορτάζουσαι τοὺς ἀγῶνας, τῶν τεσσάρων αὐτῶν μαρτύρων. Οὗτοι γὰρ διὰ Χριστὸν τὸ αἷμα αὐτῶν προθύμως ἐξέχεαν, καὶ τὴν πατρῴαν αὐτῶν πίστιν τρανῶς ἐνώπιον τῶν τυράννων καὶ εὐθαρσῶς ὡμολόγησαν, διὸ καὶ τοὺς στεφάνους παρὰ Χριστοῦ τοῦ Θεοῦ ἀξίως λαβόντες, πρεσβεύουσιν ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Δόξα. Ἦχος πλ. α´.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῳ ἐγείραντι ἐν τοῖς ἐσχάτοις τούτοις καιροῖς, τοὺς καλλινίκους Νεομάρτυρας, Γεώργιος, Ἀγγελήν, Μανουήλ, καὶ Νικόλαον. Δεῦτε εὐφρανθῶμεν αὐτῶν τῇ πανηγύρει, εὐσεβὼς μελωδοῦντες. Χαίρετε, οἱ τῆς πίστεως πρόμαχοι καὶ γενναῖοι Ἀθληταί. Χαίρετε Λάμπης τε καὶ Ῥεθύμνης καὶ τῆς Κρήτης, ἁπάσης οἱ φρουροὶ καὶ φύλακες. Χαίρετε, τῶν νοσούντων οἱ ἰατροί, τῶν ὀρφανῶν οἱ προστάται καὶ τῶν χειμαζομένων οἱ ἀντιλήπτορες. Χαίρετε, οἱ καὶ ἡμῶν τῶν γεραιρόντων τὴν σεβάσμιον ὑμῶν μνήμην ἔνθερμοι πρὸς Θεὸν πρεσβευταί, οἱ ἀπαύστως πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Καὶ νῦν.
Μακαρίζομέν σε...

Εἰς τὸν στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν...
Τετρακτὺν τὴν ὑπέρτιμον, τῶν μαρτύρων τιμήσωμεν, ἐν ὠδαῖς καὶ ᾄσμασι μακαρίζοντες, τὸν Μανουὴλ καὶ Νικόλαον, Γεώργιον ἅμα τε, καὶ τὸν θεῖον Ἀγγελήν, τοὺς στεῤῥῶς ἐναθλήσαντας, καὶ αἰσχύναντας, τὴν ὀφρὺν καὶ τὸ θράσος τοῦ Βελίαρ, τῇ δυνάμει τοῦ Σωτῆρος καὶ λυτρωτοῦ τῶν ψυχῶν ἠμῶν.

Στίχ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς ἁγίοις αὐτοῦ.
Εὐθαρσῶς κατησχύνατε, τὴν δυσσέβειαν ἔνδοξοι, αἰκισμοὶ καὶ βάσανοι γὰρ οὐκ ἔσεισαν, τὸ σταθερὸν τὸ τῆς πίστεως, ὑμῶν Νεομάρτυρες, παῤῥησίᾳ δὲ Χριστῷ ἐκραυγάζετε Ἅγιοι, τὰς ψυχὰς ἠμῶν, ὡς θυσίαν προσδέχου πανοικτίρμον, πανευώδη καὶ μαρτύρων, χοροὶς ἠμᾶς συναρίθμησον.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαμαύστωσεν ὁ Κύριος.
Τὰ τῆς Λάμπης βλαστήματα, καὶ Ῥεθύμνης στηρίγματα, καὶ Κρητῶν ἀμάραντα ἀγλαΐσματα, τοῦ παραδείσου οἰκήτορας, τὰ ἄνθη τὰ εὔοσμα καὶ εὐπρόσδεκτα Χριστῷ, καὶ τερπνότατα σφάγια ἀναθήματα, οὐρανίου ναοῦ τε τὴν τετράδα, τῆς Τριάδος τὴν ἁγίαν, μετ’ εὐλαβείας ὑμνήσωμεν.


Δόξα. Ἦχος πλ. δ´.
Δεῦτε φιλομάρτυρες πάντες, τὴν τετραυγὴ τῶν Μαρτύρων χορείαν, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν, Μανουὴλ τὸν θεῖον, Ἀγγελὴν τὸν ἀοίδιμον, Νικόλαον καὶ Γεώργιον τοὺς θεόφρονας, ὅτι αἵματα ἔδωκαν καὶ ὠνήσαντο τὴν αἰώνιον ζωήν. Κροτήσωμεν τὰς χεῖρας μετ’ εὐφροσύνης, ὅτι ἀνδρειοφρόνως ἀντέστησαν τοῖς τυράννοις καὶ ἐλκύσαντες τὴν μάχαιραν τοῦ πνεύματος, ὁ ἔστι ῥῆμα Θεοῦ, ἐβρόντησαν κατ᾿ αὐτῶν λόγους σοφούς. Οὗ προκρίνομεν τὰ φθαρτὰ τῶν ἀφθάρτων, τὴν μεγαλουργὸν τῶν ὀρθοδόξων πίστιν οὐκ ἐξαρνούμεθα. Οὐδὲν ἡμᾶς χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐ πῦρ, οὐ μάχαιρα, οὐδὲ σίδηρος. Τὸν Κύριον ἡμῶν καὶ Θεόν, οὐκ ἐγκαταλείψομεν, τὸν ἀεὶ βοῶντα τοῖς πιστοῖς· ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνῃ ζήσεται.

Καὶ νῦν. Θεοτοκίον.
Τὰ Οὐράνια ὑμνεῖ σε...

Ἀπολυτίκιον ποιηθὲν ὑπὸ Μελετίου Ἀρχιεπισκόπου Κρήτης. Ἦχος δ´.
Τὴν πίστιν σεβόμενοι, τὴν ἀληθῆ εὖσεβώς, Χριστὸν ἐκηρύξατε ἐπὶ ἀπίστων στερρώς, τετράριθμοι μάρτυρες, ξίφεσι τοὺς αὐχένας, ἀπετμήθητε πόθῳ ὅθεν τοῖς τῶν μαρτύρων ἠριθμήθητε δήμοις. Καὶ νῦν ταῖς ἰκεσίαις ὑμῶν, ῥύσασθε κινδύνων ἠμᾶς.
Ἀπολυτίκιον ἕτερον. Ἦχος γ´.
Τὴν Καλλιμάρτυρα, Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν καὶ νέους μάρτυρας, Γεώργιον, Ἀγγελήν, Μανουήλ, καὶ τὸν Νικόλαον. Τέσσαρες γὰρ ὑπάρχοντες, καὶ τῆς Λάμπης οἱ ἥρωες, δύναμιν μυρίοπλον τῶν τυράννων κατήσχυναν διὸ και· τοὺς στεφάνους ἐδέξαντο, ἐν τῇ Ῥεθύμνῃ σφαγέντες, μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Ἕτερον, ποίημα Καλλινίκου Ἐπισκόπου Ῥεθύμνης. Ἦχος δ΄.
Τῆς Κρήτης γεννήματα, καὶ Λάμπης θρέμματα, τοὺς τετραρίθμους Νεομάρτυρας ἀνευφημήσωμεν, Γεώργιον Ἀγγελήν, Μανουὴλ καὶ Νικόλαον. Οὗτοι γὰρ διὰ πίστιν τοῦ Κυρίου σφαγέντες, τὸ αἷμα αὐτῶν ἐθελουσίως ἐν τῇ Ῥεθύμνῃ ἐξέχεαν· διὸ καὶ παῤῥησίαν ἔχοντες πρὸς Χριστόν, πρεσβεύουσιν ἀεί, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπὸ αἰῶνος ἀπόκρυφον...








ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α΄ Στιχολ. Καθίσματα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τῆς Λάμπης οἱ λαμπροί, καὶ σεπτοὶ πολιοῦχοι ,ἀθλήσαντες στεῤῥῶς, ἐτροπώσαντο πίστει, τὸν ὄφιν τὸν ἀρχέκακον, καὶ νομίμως ἐστέφθησαν τούτων σήμερον, τὴν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, μεγαλοφώνως τὸν πάντων, δοξάζομεν Κύριον.
Δόξα. Ὅμοιον.
Τεσσάρων ἱερώς, ἀθλησάντων μαρτύρων, τὴν θείαν καὶ σεπτήν, ἑορτάζομεν μνήμην, τρυφῶντες τὰ θαύματα, καθ᾿ ἑκάστην ὡς νάματα, ἅπερ βρύουσιν, ἐκ τῶν τιμίων λειψάνων ἀπαπαύοντες, τὰς τῶν πιστῶν ἀσθενείας, δυνάμει τοῦ πνεύματος.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ Στιχολ. Ἦχος δ´. Ὁ ὑψωθείς.
Καταβαλόντες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, τῇ καρτερίᾳ τῶν δεινῶν ἀθλοφόροι, τὸν οὐρανὸν ᾠκήσατε γηθόμενοι, Νικόλαε, Γεώργιε, Ἀγγελή, Μανουήλ τε, ὅθεν μακαρίζεσθε εἰς αἰῶνα αἰῶνος, ὑπὲρ ἡμῶν πρεσβεύοντες Χριστῷ, τῶν ἐκτελοῦντων ὑμῶν τὰ μνημόσυνα.
Δόξα. Ὅμοιον
Οἱ Νεομάρτυρες Χριστοῦ οἱ γενναῖοι, ἀγωνισάμενοι καλῶς τὸν Βελὶἀρ, ὁλοτελὼς ἐβύθισαν αἱμάτων τοῖς κρουνοῖς, δέσμιοι γὰρ ἤχθησαν, καὶ εἱρκτῇ συγκλεισθέντες, ξίφεσιν ἐτμήθησαν κεφαλὰς θαρσαλέως, καὶ νικηφόροι ὤφθησαν διό, καὶ τοῖς μαρτύρων, χοροῖς ἠριθμήθησαν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Μετὰ τὸν πολυέλεον. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Τῶν ἡλίου ἀκτίνων μᾶλλον ἠμεῖς, ἀπαστράπτοντες φέγγει μαρτυρικῷ ὑπερλαμπροι μάρτυρες, Κρήτην πᾶσαν φωτίζετε, τὸν τῆς πλάνης ζόφον ἐκ μέσου διώκοντες, εὐσεβεῖς τὸ φάος πυρσεύετε ἅπασιν, ὅθεν εὐσχημόνως ὡς ἐν φαύσει ἡμέρας, τὴν τρῖβον τῆς πίστεως, ἀπλανῶς διοδεύσαντες τετράριθμοι Ἅγιοι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε θρόνε καθέδρα βασιλική, κλίνη, πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα. Χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῶν ἡμῶν ἡ εὐπρέπεια.

Οἱ ἀναβαθμοί. Ἦχος δ΄.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ.: Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῦ ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β´. Στίχ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ τετραυγὴς τῶν μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσε. Σήμερον γάρ, Ἀγγελὴς καὶ Μανουήλ, Γεώργιος καὶ Νικόλαος, οἱ τοῦ Χριστοῦ νεομάρτυρες, ἐκέρασαν πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστόν ἐκχυθεῖσιν αἵμασιν, ἑαυτοὺς ἔστεψαν, ἠμᾶς προτρεπόμενοι, τοὺς εὐσεβεῖς ἐραστάς, πρὸς ἑστίασιν τῶν ἀγώνων αὐτῶν, πρὸς αὐτοὺς σὺν βοήσωμεν· μὴ παρασιωπήσητε, τοῦ βοᾷν ὑπὲρ ἡμῶν πρὸς Κύριον.






















Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τῶν Ἁγίων ὁ παρών, ποίημα Καλλινίκου Ἐπισκόπου Ῥεθύμνης.
ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί
Δεῦτε πιστοί ἅπαντες τὰς χεῖρας κροτήσωμεν, καὶ θεοφθόγγοις ᾄσμασι πανηγυρίσωμεν, τῶν τεσσάρων Μαρτύρων τοὺς ἄθλους, Χριστὸν δοξολογοῦντες, ὅτι δεδόξασται.
Ὅπλον ἡμῖν θεῖον ἐδόθη καὶ καύχημα, τὸ τοῦ Σωτῆρος τρόπαιον, ἡ ἀκαθαίρετος τοῦ Σταυροῦ πανοπλία, δι’ ἧς οἱ τετράριθμοι μάρτυρες ἐστεφανώθησαν.
Ξίφος βασάνους, βόθρον τε σταυρὸν καὶ θάνατον, τοῖς ἀοιδίμοις τέσσαρσι μάρτυσιν ὑπανέτειναν, οἱ τοῦ θείου διῶκται ζωὴν πρὸς τὴν ἀγήρω αὐτοὺς ἐλαύνοντες.
Θεοτοκίον.
Ἄρτον Ζωῆς τέτοκας τὸν ἐπουράνιον σεσαρκωμένον Πάναγνε, τὸν ἐνυπόστατον τοῦ Γεννήτορος Λόγον, διό σε καὶ οἱ τέσσαρες μάρτυρες δοξάζουσι.

Ἕτερος. Ποίημα ἀνωνύμου. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Βυθῷ χειμαζόμενος, τῆς ἁμαρτίας φιλάνθρωπε, πρὸς μόνον τὸ πέλαγος, τῆς εὐσπλαγχνίας σου, ἀτενίζω μου, τὸ ὅμμα τῆς καρδίας, κυβέρνησον, σῶσόν με, τῶν Ἀθλοφόρων εὐχαῖς.
Ὁ ἄδυτος Ἥλιος, ὑμᾶς ἀστέρας ἀνέδειξεν, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας αὐτοῦ καταυγάζοντας, τῇ λάμψει τῶν ἀγώνων, Νεομάρτυρες ἔνδοξοι, ταύτης τὸ πλήρωμα.
Ἰστίῳ πτερούμενοι, πνεύματος θείου τὸ πέλαγος, ἁβρόχως διήλθετε, Νεομάρτυρες τῶν κολάσεων καὶ νῦν πρὸς θεῖον ὅρμον, τῆς ἄνω λαμπρότητος, κατεσκηνώσατε.
Σταυρὸν ὥσπερ θώρακα, ἐνδεδυμένοι μακάριοι, ἐχθρὸν τὸν ἀσώματον, κατεπαλαίσατε, μετὰ σώματος, βασάνους πολυπλόκους, καὶ θάνατον ἄδικον καθυπομείναντες.
Θεοτοκίον.
Χαρὰς ἡμῖν πρόξενος, ὡς δεξαμένη τὸ πλήρωμα, τῆς ὅλης Θεότητος, ὤφθης Πανάμωμε, ὅθεν πάντες σοῦ, χαῖρε τοῦ Ἀγγέλου, συμφώνως κραυγάζομεν Θεοχαρίτωτε.









ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ μέ.
Καθεῖλον οἱ ἐν Ῥεθύμνῃ τέσσαρες μάρτυρες, τῷ πάθει σου τῷ θείῳ δυναμωθέντες, τῆς πλάνης τὴν σκοτόμαιναν θαρσαλέως, ἐν πίστει κράζοντες· σὺ εἶ Θεὸς ἠμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Ῥανίσι θείου αἵματος ῥαντισθέντες, τυράννου βδελυξάμενοι ἀνομίαν, θυσία προσηνέχθητε τῷ Κυρίῳ, ἐκκοπτόμενοι καὶ πίστει κράζοντες, ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Ὅλον σὲ κεκτημένοι οἱ ἀθλοφόροι, ταῖς ἑαυτῶν καρδίαις ἐνοικισθέντα, τρανοῦντες τὴν εὐσέβειαν, ἀνεβόων· οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἠμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Θεοτοκίον.
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, πρὸς πίστιν τῆς Θεότητος τοῦ τεχθέντος, τιμῶμέν σε κραυγάζοντες τῷ υἱῷ σου· οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἠμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
Ὡς βότρυες γεγονότες, ἀμπέλου τῆς θείας ἀληθῶς, ἀθλήσεως προχέουσιν, οἶνον ἡμῖν οἱ Μάρτυρες, πνευματικῶς εὐφραίνοντα, τὰς διανοίας ἐν χάριτι.
Αἰνέσεως πάντες συμφωνία, ὑμνήσωμεν σήμερον πιστῶς, Νικόλαον, Γεώργιον, Μανουήλ τε καὶ Ἀγγελήν, τῆς ἀληθείας Μάρτυρας, γεγενημένους ἐν πνεύματι.
Θεοτοκίον.
Ὡς κλίμακα γῆθέν σε Παρθένε, ὁ Κτίστης προθέμενος βροτοῖς, ἐκ κατωτάτων θλίψεων, καὶ ἐκ φθορᾶς πρὸς ἄφθαρτον, ζωὴν ταῖς ἱκεσίαις σου, ἀναβιβάζει τοὺς ὑμνοῦντάς σε.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Γόνοι ἔντιμοι, τῆς Λάμπης ὄντες, στῦλοι ἄσειστοι Ῥεθύμνης ἅμα, φύλακες θεῖοι αὐτῶν ἐνυπάρχετε. Τῆς μὲν γὰρ κλάδοι σεπτοὶ ἀνεδείχθητε, τὴν δὲ τοῖς ὑμῶν ἐφοινίξατε αἵμασι, Νέοι Μάρτυρες, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, τοῦ περιέπειν αὐτῶν τὴν εὐσέβειαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θαῦμα μέγιστον, πῶς συνεσχέθη, ὁ ἀχώρητος ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμὸν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πίστει, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.






ᾨδὴ δ´. Εἰσακήκοα τὴν ἀκοήν Σου.
Ἐμιμήσαντο τὸ πάθος σου, τοῦ ἀπαθοῦς προθύμως, τῷ θανάτῳ ἑαυτοὺς ἐκδόντες, οἱ ἐν Ῥεθύμνῃ τέσσαρες μάρτυρες.
Ἱκετεύοντας προσδέξαι τοὺς νεομάρτυρας, καὶ λύσιν τῶν πταισμάτων, πειρασμῶν τε δίδου ἡμῖν, πρεσβείαις αὐτῶν καὶ εὐχαῖς.
Σεσιώπηται ἅπασα πλάνη δαιμόνων, Χριστέ, Θέον γάρ σε τὸν ὄντως ἀληθῆ, οἱ ἐν Ῥεθύμνῃ, μάρτυρες ἀνεκήρυξαν.
Θεοτοκίον.
Θεοτόκον σε ἔσεβον οἱ νεομάρτυρες, Θεὸν σεσαρκωμένον τὸν Υἱόν σου, Δέσποινα καταγγέλλοντες.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Λαμπρυνόμενοι τὰ κάλλει τῆς ἀρίστης ἀθλήσεως, φαεινοὶ λαμπτῆρες, Μάρτυρες Χριστοῦ ἀνεδείχθητε, φαεινοτάταις ἀκτῖσι καταυγάζοντες, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Μίαν γνώμην διαφόροις, αἰκιζόμενοι σώμασιν, οἱ Χριστοῦ ὁπλῖται, ὑπερβολικῶς ἐπεδείξαντο, ἕνα Θεὸν ἐν σταδίῳ ὁμολογῆσαν, καὶ ἀντίθεον, πλάνην σαφῶς ἐξηφάνισαν.
Ὡς γενναῖοι στρατιώται, ὡς ἀήττητοι Μάρτυρες, οἱ Χριστοῦ ὁπλῖται, ὡς τῆς εὐσεβείας ὑπέρμαχοι, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, καὶ χοροὶς τῶν Ἀγγέλων, ἀεὶ ἐπαγάλλεσθε.
Τῶν ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταῖς ὑμῶν πρεσβείας, ταῖς πρὸς τὸν Θεὸν διακρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον, καὶ πανέορτον, μνήμην ὑμῶν ἀξιάγαστοι.
Θεοτοκίον.
Τὴν πανάχραντον Μαρίαν, Θεοτόκον ὑμνήσωμεν, τὴν γεννησαμένην, τῆς δικαιοσύνης τὸν Ἥλιον, τὴν ἐπουράνιον πύλην τὴν εἰσάγουσαν, τοὺς δοξάζοντας ταύτην, Θεοῦ εἰς βασίλεια.















ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ὡραιοτάτην στολήν, πεφοινιγμένην εὐσεβῶς αἵματι μαρτυρικῷ, καὶ λελαμπρυσμένην τῇ χάριτι τῇ σῇ, νῦν οἱ ἐν Ῥεθύμνῃ, μάρτυρες Χριστοῦ ἠμφιάσαντο.
Χάρις καὶ ἔλεος, τοῦ Παντοκράτορος Θεοῦ, στέφουσι τοὺς ἀθλητάς, τῷ πόθῳ κατάλληλον νέμοντος ἰσχύν, δι’ ἧς νικηφόροι ἐδείχθησαν, οἱ ἐν Ῥεθύμνῃ Νεομάρτυρες.
Ῥάβδον δυνάμεως, τοῖς Νεομάρτυσι τὸν Σταυρὸν δέδωκας, καὶ τῶν ἐχθρῶν κατακυριεύοντας, ἐποίησας τούτους. Διό σου ὑμνοῦμεν Χριστὲ τὴν Θεότητα.
Θεοτοκίον.
Ἱερουργὸν ἐκ Δαβίδ, καταγομένη τὸν Χριστὸν τέτοκας, ὅθεν Ἁγνὴ τῆς ἱερωσύνης μετατιθεμένης, ἀνάγκῃ καὶ νόμου μετάθεσις γίνεται.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Τὰ ἄνθη τὰ πνέοντα, ὀσμὴν ἐνθέου γνώσεως, τῆς θεογνωσίας τοὺς λειμώνας, τοῦ Παραδείσου δένδρα τὰ ἒγκαρπα, τοὺς περικαλλεῖς καὶ φωταυγεῖς, Μάρτυρας ὑμνήσωμεν, καὶ πιστῶς μακαρίσωμεν.
Σωμάτων νοσήματα, καὶ τῶν ψυχῶν Νεομάρτυρες, παύονται τῶν θείων ὑμῶν λειψάνων προσκυνουμένων, καὶ τιμωμένων σεπτούς, Χριστὸς γὰρ δεδώρηται ἡμῖν ταῦτα ἰατήριον καὶ δεινῶν ἀμυντήριον.
Ὑμνείσθω Γεώργιος, μεγαλυνέσθω Νικόλαος, ἅμα Μανουὴλ δὲ ὁ γενναῖος, ἀνευφημείσθω πίστει Ἀγγελής, οἱ τῆς Ἐκκλησίας ἀκλίνεις στῦλοι, καὶ θεμέλιοι ἀρραγεῖς χρηματίσαντες.
Θεοτοκίον.
Ῥομφαῖα τὸ πρότερον ,ἡ τὴν Ἐδὲμ φυλάττουσα, νῶτα τοῖς πιστοῖς Ἁγνὴ παρέχει, σημειούμενοις τιμίῳ αἵματι, κενωθέντι ἐκ πλευράς, λόγχης ἐκκεντήματι, τοῦ ἐκ σοῦ ἀνατείλαντος.















ᾨδὴ στ´. Ἄβυσσος ἁμαρτιῶν.
Σάλπιγγος ἠχὴ κροτείτω, πνευματικὴ ἐπαξίως, λογικῶν χειλέων καρδία, ὕμνον ἐκπέμπουσα, καὶ μέλπουσα τῶν ἐν Ῥεθύμνῃ νεομαρτύρων τοὺς ἄθλους.
Τέτρωνται τῶν ἀσεβούντων καὶ δυσμενῶν αἱ καρδίαι, Χριστὸς γὰρ ἐκτείνας τὸν Σταυρὸν ὡς τόξον ἀπέστειλε τοὺς μάρτυρας βέλη ἠκονημένα.
Ὅπλοις τῆς δικαιοσύνης καὶ πίστεως οἱ νεομάρτυρες, ἑαυτοὺς πρὸς πάλην ἐχθρῶν ἀσάρκων καθώπλισαν καὶ τέλεον ἐξηφάνισαν αὐτούς.
Θεοτοκίον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἕτερος. Τὴν θείαν ταύτην.
Σοφὼς ὁ θεῖος Γεώργιος, Ἀγγελής τε Μανουὴλ καὶ Νικόλαος, πλοῦτον ἐπίκηρον, καὶ δυναστείαν καταπατήσαντες, τῆς αἰωνίου δόξης κατηξιώθησαν.
Πηγὴν ἰάσεων ἔχοντες, τὰς κᾶρας ὑμῶν Νεομάρτυρες, θερμῶς προστρέχομεν, ταύταις προσκύνησιν νέμοντες, καὶ τὸν Θεὸν ὑμνοῦντες τὸν ὑμᾶς δοξάσαντα.
Χάριν μεγίστην ἀπειλήφατε, Θεόθεν ἀθληταὶ γενναιότατοι, Μάρτυρες ἔνδοξοι· κάρας ὑμῶν γὰρ ὁ Κύριος, τῶν ἰαμάτων κρῆνας σαφῶς εἰργάσατο.
Θεοτοκίον.
Τὸ πῦρ ἐν σοὶ τῆς Θεότητος, ἐσκήνωσεν ἁγνὴ Θεονύμφευτε, καὶ οὐ κατέφλεξε, τὴν σὴν νηδὺν Παμμακάριστε, ἐδρόσισε δὲ μᾶλλον καὶ κατεφώτισε.

Κοντάκιον. Ἦχος α´. Χορὸς Ἀγγελικός.
Μαρτύρων τοῦ Χριστοῦ, τὴν τετράριθμον δόξαν, ὑμνήσωμεν πιστοί, εὐφημίαις ᾀσμάτων, Ἀγγελῆν, Γεώργιον, Μανουὴλ καὶ Νικόλαον· οὗτοι ἤθλησαν, μέχρι τομῆς καὶ θανάτου· οὗτοι στέφανον τῆς ἀφθαρσίας λαβόντες, αἰτοῦσι σωθῆναι ἡμᾶς.
Ὁ Οἶκος.
Τὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τεχθέντα Χριστὸν τὸν Θεὸν ποθοῦντες οἱ νέοι Μάρτυρες, σπεύδουσι θανεῖν ὑπὲρ αὐτοῦ πόθον μέγαν τε καὶ θεῖον ἐν καρδίᾳ ἐσχηκότες, αὐτοὶ ἑαυτοὺς προσήγαγον, τούτους οὖν καὶ ἡμεῖς, τοὺς τεσσάρας Νεομάρτυρας, ὡς θερμοὺς προστάτας ἀνυμνήσωμεν πίστει, ὡς ἐνδόξους ὄντας Χριστοῦ δούλους, μιμουμένους σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ πρεσβείας ποιοῦντας ὑπὲρ πάντων ἡμῶν.



Συναξάριον.
Τῇ ΚΗ΄ Ὀκτωβρίου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων τεσσάρων Νεομαρτύρων· Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων.
Δὶς δυο οὐράνιοι ὁπλῖται.
Ἐχθρὸν καταβαλόντες εἰς οὐρανοὺς ἀνήλθαν.
Ὀγδοάτῃ ἄορ ἐκκάδι δὶς δύο τέμει μαρτύρων αὐχένας.
Οὗτοι οἱ τέσσαρες νεομάρτυρες ἦσαν υἱοὶ γονέων θεοσεβῶν, Χριστιανῶν ὀρθοδόξων μυστικῶν, οἱ ὁποῖοι ἔσωθεν μὲν ἦσαν Ὀρθόδοξοι χριστιανοί, πράττοντες ἅπαντα τὰ τῶν χριστιανῶν ἔθιμα, καὶ ἀπολαμβάνοντες μυστικῶς ἅπαντα τὰ τῆς Ἐκκλησίας Μυστήρια ὅπως οἱ χριστιανοί, ἀλλὰ κατὰ τὸ φαινόμενον ἦσαν Ὀθωμανοί, διὰ τὸν φόβον εἰς αὐτούς. Εἰς τὴν Κρήτην ἦσαν πολλοὶ κρυπτοχριστιανοὶ ἀπὸ τῆς καταλήψεως τῆς ἀπὸ τοὺς Τούρκους. Κρυπτοχριστιανοὶ δὲ ἦσαν καὶ οὗτοι οἱ τέσσαρες μάρτυρες, ὅπως καὶ οἱ γονεῖς τοὺς. Ἐγεννήθησαν καὶ ἀνετράφησαν εἰς τὴν κώμην Μέλαμπες τῆς ἐπαρχίας Ἁγίου Βασιλείου Ῥεθύμνου Κρήτης. Ἐκκλησιαστικῶς, τὸ χωρίον ὑπάγεται εἰς τὴν Ἐπισκοπὴν Λάμπης καὶ Σφακίων, τῆς νήσου Κρήτης. Ἀπὸ τοὺς τέσσαρες νεομάρτυρας, ὁ μὲν Μανουὴλ καὶ Ἀγγελῆς ἦσαν γνήσιοι ἀδελφοί, υἱοὶ Ἰωάννου Ῥετζέπη, ὁ δὲ Γεώργιος, υἱὸς τοῦ Κων/ νοῦ Ῥετζέπη, καὶ ὁ Νικόλαος, υἱὸς τοῦ Ἰωάννου Ῥετζέπη, καὶ νέος γενναῖος. Ὅλοι εἴχαν ὀνόματα Ὀθωμανικὰ εἰς τὸ φαινόμενον, καθὼς καὶ οἱ γονεῖς τοὺς. Ἦσαν γεωργοί, ἔγγαμοι, μὲ γυναίκας καὶ παιδιά, τὰς ὁποίας εἴχαν νυμφευθὴ μυστικῶς σύμφωνα μὲ τοὺς Κανόνας τῆς Ὀρθοδόξου χριστιανικῆς πίστεως, ἐτέλεσαν ὅμως καὶ τὰ Ὀθωμανικὰ ἔθιμα εἰς τοὺς γάμους των. Φαινόμενοι δὲ καὶ ἐκτελοῦντες τὰ Ὀθωμανικὰ αὐτὰ ἔθιμα, ἐνέμοντο καὶ ὅλα τὰ Ὀθωμανικὰ δικαιώματα, χωρὶς νὰ πληρώνουν φόρους, οὔτε ἄλλον τι, ἀπὸ ὅσα ἀπέδιδαν οἱ χριστιανοί, οὔτε ἠνώχλουν τὸ ὑπὸ τῶν Ὀθωμανὼν ἐπειδὴ ἐφαίνοντο ἔτσι. Ὅταν δὲ τὸ 1821, ὅλοι οἱ εἰς τὴν νῆσον Κρήτη Χριστιανοὶ ἐσήκωσαν τὰ ὅπλα κατὰ τῆς δυναστείας τῶν Τούρκων, καὶ ἀποστασίαν ἐποίησαν διὰ νὰ ἁπαλλαγοὺν ἀπὸ τὸν ζυγὸν καὶ τὶς ἀφόρητες δυστυχίες καὶ κολάσεις, τὰς ὁποίας ὑπέφεραν παρὰ τῶν κρατούντων ἐπὶ τόσα ἔτη, ὅπως καὶ οἱ κάτοικοι τῆς ἄλλης Ἑλλάδος, καὶ ἐμάχοντο μετὰ τῆς Ἑλλάδος ὑπὲρ τῆς ἐλευθερίας, τότε καὶ οἱ θεῖοι οὖτοι νεομάρτυρες ,φλεγόμενοι ὑπὸ ζήλου εὐσεβείας, καὶ ἐθνικοῦ ἐνθουσιασμοῦ, συνετάχθησαν μετὰ τῶν χριστιανῶν, ζητοῦντες τὴν ἐλευθερίαν τῆς πατρίδος, ὅπως ἐκτελῶσι τὰ θρησκευτικά των καθήκοντα ἡσύχως καὶ ἀφόβως. Μετὰ τριῶν δὲ καὶ περισσοτέρων ἐτῶν γενναίαν ἀντίστασιν, ἠναγκάσθησαν οἱ Χριστιανοὶ τῆς Κρήτης νὰ ὑποκύψουν πάλιν εἰς τὸν Τουρκικὸν ζυγόν, τὸ ἔτος 1824, διότι ᾖλθε στρατιωτικὴ βοήθεια ὀπὸ τὴν Αἴγυπτον. Τότε ὅλοι οἱ χριστιανοὶ ἀφωπλίσθησαν ὑπὸ τῆς ἐξουσίας, πλῆθος δὲ ἀνδρῶν, γυναικῶν καὶ παίδων ἠχμαλωτίσθησαν. Τότε οἱ θεῖοι οὗτοι μάρτυρες ἔμειναν ἀβλαβεῖς καὶ ἔκτοτε διέμεναν εἰς τὸ χωρίον των Μέλαμπες, φαινόμενοι χριστιανοὶ φανερὰ καὶ ἐκτελοῦντες τὰ χριστιανικὰ τῶν καθήκοντα. Ὄταν δὲ ζήτησαν οἱ ὑπάλληλοι τῆς Ὀθωμανικὴς αὐτοκρατορίας τοὺς φόρους ἀπὸ τοὺς νικηθέντας Χριστιανοῦς, καὶ τὰ ἄλλα συνήθη δικαιώματά των, εὗρον τοὺς ἁγίους προθύμους, διὰ νὰ ἀποδώσουν τοὺς φόρους τῶν ὅπως καὶ οἱ ἄλλοι χριστιανοί. Γνωρίζοντες δὲ αὐτοὺς προηγουμένως ὡς Ὀθωμανούς, τοὺς παρεκίνουν ἵνα ἐπανέλθωσιν εἰς τὴν θρησκείαν ἐκείνην, καὶ ἔτσι νὰ ἁπαλλαχθοὺν ἀπὸ τοὺς φόρους, καὶ νὰ νέμωνται πάλιν ὅλα τὰ Ὀθωμανικὰ προνόμια. Αὐτοὶ ὅμως οὐδόλως ἐνέδωσαν εἰς τὰς συμβουλάς τῶν, οὔτε εἰς τοὺς κολακευτικοὺς λόγους των, ἀλλ᾿ ἀγωνιζόμενοι ὑπὲρ τῆς εὐσεβείας, ὡμολόγουν ὅτι εἶναι χριστιανοὶ ὅπως καὶ οἱ γονεῖς τῶν, καὶ ἀποδίδουν τὸν φόρον μὲ προθυμίαν. Τότε βλέποντες οἱ Εἰσπράκτορες τῶν φόρων, τὴν στερέωσιν τῶν ἀοιδίμων ἁγίων εἰς τὴν Ὀρθοδοξίαν, ἀνήγγειλαν τοῦτο εἰς τὸν ἠγεμόνι, τῶν ἐν τινι πόλει τῆς Κρήτης Ῥεθύμνης λεγοένη, οἰκοῦντι Μεχμὲτ πασᾶ λεγομένῳ, ὅς καὶ ἀπέστειλε τινὰς τῶν ὑπ’ αὐτόν, οἵτινες ἐκράτησαν αὐτοὺς καὶ δεσμίους ἐκ τῆς κώμης αὐτῶν εἰς τὴν Ῥέθυμναν ἤγαγον, οὕς καὶ ἐμφανίσας ἔμπροσθέν του, ἐπερώτησε, τίνα θρησκείαν σέβονται. Αὐτοὶ δὲ οἱ μακάριοι, χωρὶς τοῦ φοβηθῆναι παντελῶς, ὡμολόγησαν τὴν τῶν χριστιανῶν, καὶ ὅτι ἀπ’ ἀρχῆς χριστιανοὶ ὑπῆρχον, βεβαπτισμένοι ἐν ὀνόματι τῆς Παναγίας Τριάδος, καθάπερ καὶ οἱ γονεῖς αὐτῶν, καὶ τὸν Χριστὸν ὡς μόνον Θεὸν. Παρακινηθέντες δὲ ὑπὸ τοῦ Διοικητοῦ, διὰ νὰ ἀρνηθοὺν αὐτῶν τὴν θρησκείαν, καὶ νὰ ἐπιιστρέψουν πάλιν εἰς τὴν Ὀθωμανικήν, διδόντος αὐτοῖς δωρεάς, καὶ ὑποσχόμενος τοὺς βαθμοὺς καὶ μεγάλα ἀξιώματα, αὐτοὶ δὲν ἤθελαν οὔτε νὰ ἀκούσουν κἀν τοιαύτας ὑποσχέσεις, ἀλλ᾿ ἐφώναζαν ὅτι «ἀπ᾿ ἀρχῆς εἴμεθα χριστιανοί, καὶ χριστιανοὶ θέλομεν ἀποθανωνείν». Τέλος, ἐπειδὴ δεν ἐπείθοντο, ἔστειλεν αὐτοὺς δεσμίους εἰς τὴν φυλακήν. Καὶ εἰς τὴν φυλακὴν δὲ εὑρισκόμενοι, παρεκίνουν πάλιν αὐτοὺς ἐπὶ τὸ αὐτό, κατὰ διαταγὴν τοῦ Διοικητοῦ, ἀλλ᾿ αὐτοὶ πάντοτε ἀπαντοῦσαν μὲ μεγάλη φωνὴ μὲ τὰ ἴδια λόγια. Καὶ αὐτὸς ὁ Διοικητής, ἐκάλεσε διὰ δευτέραν φορὰν μπροστά του τοὺς ἁγίους, τοὺς ὡμίλησε καὶ τοὺς συνεβούλευσε, ποιῶν εἰς αὐτοὺς καὶ κολαστήρια. Ἀλλ᾿ οὐδὲν κατώρθωσε, μὴ δυνηθεὶς μεταβαλεῖν τὴν γνώμην των, οἱ ὁποῖοι ἐφώναζαν μὲ μεγάλη φωνὴ ὅτι, «θέλομεν νὰ ἀποθάνωμεν ὑπὲρ Χριστοῦ». Βλέπων δὲ ὁ Διοικητὴς τὴν σταθερότητα τῆς γνώμης τῶν καὶ τὴν στερέωσιν αὐτῶν εἰς τὴν χριστιανικὴν θρησκείαν, καὶ ὅτι οὔτε τὰ δῶρα, οὔτε οἱ ἀπειλὲς τοὺς μεταβάλλουν, ἀπεφάσισε τὴν τελευταίαν αὐτῶν ποινήν, τὸν θάνατον. Καὶ οὕτω ἐκδοθείσης τῆς καταδικαστικῆς ἀποφάσεως, ὠδήγησαν αὐτοὺς εἰς τὴν ποινὴν τοῦ θανάτου, εἰς τὸν τόπον ὅπου ἐφόνευαν τοὺς καταδίκους, λεγόμενον Μεγάλη Πόρτα, τῆς Ῥεθύμνης, ὅπου ὁ δήμιος ἀπέκοψε τὰς κεφαλάς των, ἀναβοώντων μέχρι τῆς τελευταίας αὐτῶν ἀναπνοῆς τὸ «Κύριε ἐλέησόν», καὶ ἔτσι οἱ ἀοίδοιμοι παρέδωκαν τὰς ἁγίας ψυχάς των εἰς τὸν Κύριον. Κατέλιπον δὲ τὰ ἅγια αὐτῶν Λείψανα εἴκει ἕως τρεῖς ἡμέρας, ὡς καταδίκων πρὸς περιφρόνησιν αὐτῶν. Κατὰ τὰς ἡμέρας δὲ αὐτάς, οἱ Ὀθωμανοὶ χωροφύλακες τῆς πόλεως ταύτης ἔβλεπαν φῶς εἰς τὰ ἅγια Λείψανά των, καὶ βλασφημοῦντες αὐτοὺς ὠνείδιζον λέγοντας, ὅτι κατῆλθεν πῦρ ἐκ τοῦ οὐρανοῦ, ἵνα κατακαύσῃ αὐτούς. Ἀφοῦ δὲ ἐθανάτωσαν τοὺς ἁγίους, ἔφεραν τὰς γυναίκας καὶ τὰ παιδιὰ αὐτῶν καὶ κατηχμαλώτευσαν αὐτούς. Μετὰ τρεῖς ἡμέρας δὲ χριστιανοί, οἱ ὁποῖοι ἦσαν εἰς τὴν πόλιν, ἀνεφέρθησαν εἰς τὸν διερμηνέα τοῦ Διοικητοῦ Μανουὴλ Παπαδάκην, καὶ αὐτὸς ἐζήτησε τὰ λείψανα τῶν μαρτύρων ἀπ᾿ αὐτόν, ἀπέστειλε δὲ τὸν Ἀντώνιον Πουρδούνην καὶ τὸν Γεώργιον Λαγόν, μεθ᾿ ἑτέρων τινῶν χριστιανῶν οἱ ὁποῖοι μετέφεραν τὰ Λείψανα τῶν μαρτύρων εἰς τὴν Μονὴν τοῦ Ἁγίου Γεωργίου (νῦν δὲ κοιμητηριακὸς ναός) του προαστεῖου τῆς πόλεως ὀνόματι Περιβόλια, ἔνθα καὶ ἐνεταφίασαν. Τὸ δὲ ἐκχυνόμενον αἷμα, καθὼς καὶ τὰ ἐνδύματα αὐτῶν, ἐποίουν πάμπολλα θαύματα. Μετὰ ἐν ἔτος ὁ γενόμενος Ἀρχιερεὺς Ῥεθύμνης Ἰωαννίκιος, ἀποστείλας εὗρε τὰ ἅγια αὐτῶν Λείψανα. Καὶ τὰς τρεῖς μὲν κᾶρας καὶ μέρος τῶν Λειψάνων ἔφερε εἰς τὴν Ἐκκλησίαν Ῥεθύμνης, τὰ ὑπόλοιπα δὲ ἔστειλεν εἰς τὴν Ἱερὸν Μονὴν Ἀρκαδίου, τὰ ὁποία διενεμήθησαν εἰς τοὺς Ὀρθοδόξους ἱερωμένους καὶ λαϊκούς, ποιοῦντα ἄπειρα θαύματα. Ἡ δὲ τέταρτη κᾶρα, μᾶλλον ἐθραύσθη ἐν τῷ τάφῳ αὐτῶν, παρὰ ὅτι ἐδόθη εἰς τὴν Ῥωσσίαν. Καθ’ ὅτι, ὅστις τῶν χριστιανῶν παρακαλεῖ αὐτοὺς μετὰ πίστεως, ἰατρεύεται ἐξ οἰασδήποτε ἀσθενείας πάσχει, δοξάζων οὕτω ὁ Κύριος τοὺς ὑπὲρ Αὐτοῦ ἀθλήσαντας ἁγίους.

Τῆ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ’ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν βασιλίδα τῶν πόλεων.
Σκέπῃ σου Ἁγνὴ σκέπεις καὶ περιθάλπεις,
Τοὺς πίστει ἀφορῶντας πρὸς Σὲ Παρθένε.
Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.
Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγία σορῷ τῇ οὖσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν. παρῆν δὲ Ἐπιφάνιος, καὶ εἶς τῶν παίδων αὐτοῦ μετ’ αὐτοῦ. Καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυχτίου, ποτὲ δὲ ἕως πρωΐ. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἧν καὶ ὁ Τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ Ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς. οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς τὸν Ἐπιφάνιον λέγων· Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δὲ φησίν· Ναί, Πάτερ μου πνευματικέ. Καὶ τούτων ὁρῶντων, κλίνασα τὰ γόνατα αὐτῆς, ἐπὶ πολλὴν ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ περιεστώτος λαοῦ. Ὅτε οὖν ἀπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τη ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρχον, ἐπάνων παντὸς τοῦ ἐκεῖσε ἑστῶτος λαοῦ διεπέτασεν, ὅπερ ἐπὶ ἱκανὰς ὥρας ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς ἤλεκτρον. Μέχρις οὖν ἧν ἐκεῖ ἡ Ὑπεραγία Θεοτόκος, ἐβλέπετο κακεῖνο. Μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο. Πάντως γὰρ ἧρεν αὐτὸ μεθ’ ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης.
Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων
Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.
Οὗτοι οἱ Ἅγιοι, ἐν ἑνὶ οἴκῳ διάγοντες καὶ τῷ Θεῷ ἀεὶ ἐν κρυπτῷ λατρεύοντες, διεβλήθησαν καὶ παρέστησαν τῷ δικαστηρίῳ. Καὶ ἐπειδὴ τὸν μὲν Χριστὸν ὡμολόγουν, τὰ δὲ εἴδωλα ἐκωμῴδουν, κρεμασθέντες ἐξέοντο· εἶτα ὄξει δριμυτάτῳ ταῖς πληγαῖς κατεῤῥαντίζοντο καὶ πυρκαϊᾶς κάτωθεν φλογιζομένης, προσηύχοντο σιωπηρῶς ἀλλήλους ἐπαλείφοντες. Οὐ παρεῖδεν οὖν ὁ Θεὸς τὴν δέησιν αὐτῶν· Ἄγγελοι γὰρ ἀοράτως τοὺς Ἁγίους τῶν δεσμῶν ἠλευθέρουν καὶ τὴν θεραπείαν παρεῖχον· τοὺς δὲ ἀσεβεῖς ἔκπληξις καὶ φόβος κατεῖχε, καὶ ἡ φυλακὴ τοὺς Ἁγίους εἶχε. Τῇ δὲ ἑξῆς, ῥοπάλοις τύπτονται· εἶτα ἐν τροχῷ δεθέντες, τῷ δοκεῖν ἐμαστίζοντο· καὶ ἐν μηδενὶ δεινὸν πεπονθότες, βορὰ τοῖς θηρσὶ παραδίδονται. Οὕτως οἱ ἅγιοι Μάρτυρες ἀβλαβεῖς ἐκ πάντων διατηρηθέντες, λέβησιν ἐκ πίσσης παφλάζουσιν ἐμβάλλονται καὶ ὁ βρασμὸς τῆς πίσσης εἰς ὕδωρ μετεβλήθη. Ἰδόντες οὖν οἱ δυσσεβεῖς, ὅτι αἱ κολάσεις τοῖς Ἁγίοις ἀντ᾿ οὐδενὸς ἐλογίσθησαν, ξίφει τὰς κεφαλὰς αὐτῶν ἔτεμον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.
Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,
Ὃ πρακτικὴ χεὶρ ἀρετῆς οἶδε πλέκειν.
Οὗτος ὁ Ὅσιος, περὶ τὰ τέλη τοῦ ὀγδόου αἰῶνος ἀκμάσας, ἠγωνίσατο κατὰ τῶν αἱρέσεων· καὶ ποιητὴς ἐγένετο ᾀσματικῶν Τροπαρίων, ὡς τοῦτο ἀναφέρει ὁ Γραπτὸς Θεοφάνης ἐν τῷ εἰς τὸν Ὅσιον τοῦτον μελουργηθέντι παρ᾿ αὐτοῦ Κανόνι.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα ἕξ.
Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα,
Ἔδειξε καινὸν καὶ τετμημένος τέρας.
Κτείνουσι φαῦλοι προσκυνηταὶ δαιμόνων,
Τρεῖς προσκυνητὰς Τριάδος διὰ ξίφους.
Ἄνδρας συνάθλους ἕξ ὁμοῦ καὶ τρὶς δέκα,
ὁμοῦ συναθλήσαντας ἔγνων ἐκ ξίφους
Οὗτοι οἱ ἅγιοι Μάρτυρες ἤθλησαν ἐπὶ Δεκίου βασιλέως καὶ Φουρτουνάτου ἡγεμόνος, ἐν Ἀφρικῇ γεννηθέντες καὶ ἀγωνισάμενοι. Τύπτονται οὖν νεύροις ὠμοῖς, εἶτα ῥάβδοις· καὶ πυρωθεῖσιν ὀβελίσκοις τὰ νῶτα καίονται· καὶ ἐπιχεομένου ὄξους σὺν ἅλμῃ, τριχίνοις ὑφάσμασιν ἀνατρίβονται· καὶ δεσμῷ μετὰ τὴν ἐρώτησιν βάλλονται καὶ γυμνοὶ σύρονται ἐπάνω πυρός. Εἶτα ξέονται καὶ εἰς βόθρον ἀποῤῥίπτονται, ὄφεων καὶ σκορπίων μεστόν· καὶ ἀβλαβεῖς διαμείναντες, ξίφει ἐτελειώθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμωσατέα.
Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα,
Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως.
Τὴν βασιλείαν οὐρανῶν, Φεβρωνία,
Τῆς πατρικῆς σου προκρίνεις ὡς ἀγχίνους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός.
Μίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ,
Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω.
Οὗτος μετὰ τὸ φανερῶσαι τὸν τίμιον Σταυρὸν καὶ πιστεῦσαι καὶ βαπτισθῆναι, γέγονεν Ἐπίσκοπος Ἱεροσολύμων μετὰ Μακάριον καὶ παρέτεινεν ἡ ζωὴ αὐτοῦ μέχρι τῆς βασιλείας Ἰουλιανοῦ τοῦ παραβάτου· ὃς κατὰ τῶν Περσῶν ἐκστρατεύσας, ἀπῆλθε καὶ εἰς Ἱερουσαλὴμ καὶ μαθὼν περὶ τοῦ Ἁγίου καὶ κρατήσας αὐτόν, ἑαυτῷ παρέστησε· καὶ ἀναγκάσας θῦσαι τοῖς εἰδώλοις, ἠλέγχθη παρ᾿ αὐτοῦ. Ὅθεν καὶ ἐκέλευσε κοπῆναι τὴν δεξιὰν αὐτοῦ χεῖρα, εἰπών· Ὅτι ἐπιστολὰς πολλὰς γράψας μετὰ τῆς χειρὸς ταύτης, πολλοὺς ἀπέστρεψας ἀπὸ τῶν θεῶν. Εἶτα ἐξέχεε μόλυβδον ἐν τῷ στόματι αὐτοῦ, καὶ μετὰ ταῦτα ἔθηκαν αὐτὸν ἐπὶ κραββάτου πεπυρακτωμένου, κατὰ πρόσωπον. Ἐλθοῦσα δὲ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, καὶ αὐτὴ ἐκρατήθη, καὶ κρεμασθῆναι ταύτην προστάττει ἐκ τῶν τριχῶν· καὶ ξεομένη, τὸ πνεῦμα τῷ Κυρίῳ παρέθετο. Εἶτα ἐμβληθεὶς καὶ αὐτὸς εἰς λέβητα, ἐπλήγη μετὰ ξίφους, καὶ ἐτελειώθη.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.
Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν,
Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ Α΄, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ ἀσκήσαντος.
Ἀθανάσιε, τίς σε οὐ μὴ δοξάσει
Ὃν Τριὰς αὐτὴν πανταχοῦ ἐδόξασεν;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, Ἀρχιεπισκόπου Σερβίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβραμίου, Ἐπισκόπου Ἐφέσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοφίλου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Διομήδους τοῦ ἐν Κύπρῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς.
Σαρκῶν Δανιήλ, οὗ κατίσχυσαν ποτὲ λεόντων στόματα, ἀλλ᾿ οὐδὲ θάνατος τῶν νεομαρτύρων σου, ἐν χειρί σου γάρ, Κύριε, ζῶσιν αἱ ψυχαὶ τῶν δικαίων ἀγαλλιῶσαι, καὶ ψάλλουσαι· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἠμῶν.
Ἡ φλὸξ τοῖς τρισίν, ἐδροσίζετο παισὶν ἐν Βαβυλώνι ποτέ, τοῖς Νεομάρτυσι δὲ ἡ παράνομος κατεφλέγετο ἄνοια, ὅθεν τὴν ἀπάτην, ὁρῶντες τεφρουμένην ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἠμῶν.
Τῷ πόθῳ Χριστέ, διαζέοντες τῷ σῷ οἱ Νεομάρτυρες, ὥσπερ ἀνάλωτον περιβόλαιον, βασάνων ἀλγεινῶν κατεφρόνουν, σοὶ ἐντρυφῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἠμῶν.
Ὡς εὔπλοκος ἦν ὁ χορὸς τῶν ἐν Ῥεθύμνῃ νεομαρτύρων, πολυτίμητός τε καὶ θεόλεκτος τῶν ἐκλεκτῶν σου ὁμήγυρις, πνεύματι τῷ σῷ κροτουμένη, καὶ εὐρύθμως χορεύουσα· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἠμῶν.
Νομίμως τῆς σῆς ὁμολογίας, εὐσεβῶς ὑπερήθλησαν ἐν Ῥεθύμνῃ, οἱ μάρτυρές σου αἰκιζόμενοι, καὶ θεοπνεύστῳ σου χάριτι, μίαν τρισυπόστατον φύσιν, ὁμολογοῦντες ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἠμῶν.
Θεοτοκίον.
Σὲ βάτον Μωσῆς, ἐν τῷ ὅρει τῷ Σινᾷ πυρπολουμένην, Ἁγνὴ προϋθεώρει τὴν ἐνέγκασαν, ἀκαταφλέκτως τὴν ἄστεκτον, αἴγλην τῆς ἀῤῥήτου οὐσίας ἑνωθείσης παχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ, ἁγίων ὑποστάσεων,

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ἐπὶ πέτραν θείας γνώσεως ἐρείσαντες, τὰς βάσεις Ἔνδοξοι, τῶν καρδιῶν ὑμῶν, ἐχθρῶν μηχανήμασιν οὐ παρετράπητε, ἀναμέλποντες ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Φῶς ἀνέσπερον, ἀθλήσασι δι᾿ αἵματος, ὑμὶν ἀνέτειλεν, καὶ εὐφροσύνῃ σαφῶς, ὑμᾶς διεδέξατο ὦ Νεομάρτυρες, ἀναμέλποντας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Μεγαλύνομεν ὑμῶν τοὺς ἄθλους ἐν πλουσίῳ λαμπόμενοι φωτὶ καὶ χάριτι, Ἀθλοφόροι διαπρέποντες, λύσιν πταισμάτων καὶ φροντίδων, δοθῆναι τοῖς πρὸς ὑμᾶς καταυγάζουσιν· ὦ Ἅγιοι, τὸν εὐεργέτην δυσωπήσατε.
Θεοτοκίον.
Φωνήν σοι τοῦ θείου Γαβριήλ, προσάγομεν, γεγηθότες Κόρη Πάναγνε· Χαῖρε ἡ κεχαριτωμένη, Μαρτύρων, Ἀποστόλων τὸ καύχημα, καὶ πάντων τῶν πιστῶν τὸ διάσωσμα, Παρθενομῆτορ ἀπειρόγαμε.

ᾨδὴ η´. Τὸν ἀρρήτῳ σοφίᾳ.
Μεμηνότων τυράννων τὴν δυσκάθεκτον μανίαν, οἱ νεομάρτυρες κατέβαλον, διαπρυσίως μελῳδοῦντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἀνανήψατε πλάνοι, καὶ ἐπίγνωτε τὸν Κύριον, ὥσπερ ὄντως οἱ ἐκ τῆς Λάμπης, ἔνδοξοι μάρτυρες ἀνεβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥητορεύειν μηδόλως μελετήσαντες, οἱ ἐν Ῥεθύμνῃ μάρτυρες, πνεύματος δὲ θείου πλησθέντες ἐβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Τῶν γενναίων τούτων Νεομαρτύρων, ὡραιώθησαν ἐν χάριτι, οἱ πόδες τρισυπόστατον φύσιν εὐαγγελιζομένων, καὶ Θεοτόκον ὁμολογούντων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Ἡ εὐαγεστάτη τῶν Μαρτύρων, πανήγυρις χαρμοσύνως ἐπεδήμησε, κόσμον καταυγάζουσα, πάντας κατευφραίνουσα, καὶ τηλαυγῶς φαιδρύνουσα, πίστει τοὺς ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὀρθρίζοντες πρὸς τὸν εκ τῆς Παρθένου Ἥλιον, Μάρτυρες ἀήττητοι φῶς ἐχρηματίσατε, καὶ τὸ τῆς πλάνης χάριτι, σκότος ἐλύσατε. Τὸν Κύριον ὑμνεῖτε βοῶντες καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Στεφάνῳ τῆς νίκης κοσμηθέντες, καὶ κάλλους διαδήματι λαμπόμενοι, αἴγλην τὴν ἀνέσπερον, τέλος τὸ μακάριον, ἐν οὐρανοῖς εἰλήφατε, Μάρτυρες κράζοντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὑμᾶς τοὺς γενναίους ἀθλοφόρους, Γεώργιον, Ἀγγελήν, Μανουήλ τε καὶ τὸν Νικόλαον, πρέσβεις πρὸς τὸν Κύριον, δυνατωτάτους ἔχοντες, πόθῳ κραυγάζομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Στόματι καὶ γνώμη Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε. Τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν ποιητήν καὶ Κύριον, καὶ βασιλέα Χριστόν, διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.



ᾨδὴ θ´. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὑλοτομήσαντο πάλαι τῶν εἰδωλων τὴν πλάνην, Χριστὲ ἐν ταῖς καρδίαις τῶν πιστῶν, σὺ τῷ πυρὶ τῷ τῆς πίστεως καταφλέξας Μαρτύρων τῆς εὐσεβείας ἤθροισας χορούς, ἐπαξίως σε ὕμνοις ἀπαύστως μεγαλύνοντας.
Ῥευστὴν οἱ ἐν Ῥεθύμνῃ μάρτυρες, δόξαν καὶ πλοῦτον Χριστέ, καταλιπόντες ἐπὶ γῆς, σὲ τὸ δόξης ἀπαύγασμα, ἀναφαίρετον πλοῦτον εὗραντες, αἰωνίων ἀγαθῶν κληρονόμοι, ἀξίως ἐν οὐρανοῖς ἐγένοντο.
Νενικηκότες τοῖς ἄθλοις, καὶ τῇ Τρισυποστάτῳ Τριάδι παρεστῶτες ἀθληταί, νῦν δωρηθήναι πρεσβεύσατε, τὴν εἰρήνην τῷ κόσμῳ, νίκας τοῖς εὐσεβέσι κατ᾿ ἐχθρῶν, πᾶσι τε σωτηρίαν τοῖς ὑμᾶς γεραίρουσιν.
Θεοτοκίον.
Νύμφη καὶ Μήτηρ Παρθένε, τῶν Ἁγίων τοὺς δήμους, τὸν σὸν καθικετεύοντας Υἱόν, δέξαι ἡ μόνη ἐλπὶς τῶν πιστῶν, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ εὐρωστίαν δώρησαι ἡμῖν, καὶ σωτηρίαν ψυχῆς τοῖς ὑμνοῦσί σε βράβευσον.

Ἕτερος. Εὕα μὲν τῷ τῆς παρακοῆς.
Καμάτους ὑμῶν τοὺς ἐπὶ γῆς οὐράνιος, εὐφροσύνη διεδέξατο, ἔνθα Μαρτύρων αἱ χορεῖαι, καὶ τὰ τῶν Ἀθλοφόρων στρατεύματα, καὶ πᾶσα τῶν Πρωτοτόκων ὁμήγυρις, τοῖς οὐράνιοις συνευφραίνεται.
Ἐκ τῶν δεσμῶν τῶν ὀδυνηρῶν Πανόλβιοι, καὶ κινδύνων διασώσατε, πάντας τοὺς πίστει τὴν ἁγίαν, Πανήγυριν ὑμῶν ἑορτάζοντας, εἰρήνην καὶ γαλήνην αἰτούμενοι, καὶ σωτηρίαν Πανσεβάσμιοι.
Ῥάβδον δυνάμεως θείας, τὸν Σταυρὸν κεκτημένοι, ἐβόων τῷ Χριστῷ οἱ ἀθληταί, οἱ τετράριθμοι Δέσποτα, πανσθενεὶ τροπαιούχῳ, τῇ σῇ στεφάνῳ χειρί, ἵνα πάντες σὲ ἐν ὕμνοις ἀπαύστως μεγαλύνομεν.
Θεοτοκίον.
Χαῖρε πηγὴ ἀφθαρσίας, Χαῖρε κούφη νεφέλη, Χαῖρε τερπνὲ Παράδεισε Θεοῦ πηγὴ ἰαμάτων ψυχῶν, Χαῖρε ἅγιον ὅρος, ὁ εἶδεν ὁ προφήτης Δανιήλ, Χαῖρε Μήτε ῥ Παρθένε Χαῖρε ἡ πάντων Ἄνασσα.












Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθομεν.
Ἀδελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ ἐν Ῥεθύμνῃ μάρτυρες, Γεώργιος, Ἀγγελής τε, Μανουὴλ καὶ Νικόλαος, σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ τοῖς πιστοῖς, τρόπαια νίκης κατὰ βαρβάρων, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.
Ἕτερον, ὅμοιον
Ὁ Μανουὴλ ὁ ἔνδοξος, Ἀγγελὴς ὁ θεόφρων, Νικόλαος Γεώργιος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐνήθλησαν καὶ τὴν πλάνην, τῶν ἀπίστων καθείλον, καὶ νῦν καθικετεύουσι, τὴν Ἁγίαν Τριάδα, ὑπὲρ ἡμῶν, οὕς ἐν ὕμνοις ἅπαντες εὐφημοῦντες, φαιδρῶς πανηγυρίσωμεν, τὴν σεπτὴν τούτων μνήμην.
Θεοτοκίον.
Κενοῦται ἐν τῇ μήτρᾳ σου, ὁ πληρέστατος, κόλπων πατρῴων ἄχραντε οὐκ ἐκστὰς ἀποῤῥήτως, καὶ σάρξ ὁρᾶται, καὶ βρέφος τίκτεται Θεοτόκε, ὅν ἐκτενῶς ἱκέτευε λυτρωθῆναι κινδύνων, καὶ πειρασμῶν, καὶ πταισμάτων Δέσποινα, καὶ γεένης, τοὺς εὐσεβῶς κηρύττοντας, τοῦ Θεοῦ σε μητέρα.

Εἰς τοὺς Αἴνους. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς γενναίου ἐν μάρτυσι, συνελθόντες μακάριε Ἀγγελῆ, τὴν μνήμην σου ἑορτάζομεν, καὶ γὰρ βασάνους ὑπέμεινας, καὶ αἷμα ἐξέχεας, δι’ ἀγάπην τοῦ Χριστοῦ, παρ᾿ οὗ στέφανον εἴληφας, ὃν ἱκέτευε, ἐκ παντοίων ῥυσθῆναι συμπτωμάτων, τοὺς ἐκ πόθου ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.

Μανουήλ τε τοῦ Μάρτυρος, ὡς ἀνδρείως ἀθλήσαντος, καὶ ἐχθροῦ τὴν ἔπαρσιν ταπεινώσαντος, τὴν θείαν μνήμην τιμήσωμεν, καὶ πόθῳ βοήσωμεν· Νέε Μάρτυς τοῦ Χριστοῦ, ὑπέρ οὗ αἷμα κέχυκας τούτῳ πρέσβευε, ἐκ ἰκινδύνων ῥυσθῆναι πολυτρόπων, τοὺς τιμῶντάς σου τὴν μνήμην, καὶ σὲ πιστῶς μακαρίζοντας.

Γεωργὸς ὥσπερ ἄριστος, Νεομάρτυς Γεώργιε, τὸ μικρὸν γεώργιον τοῦ σοῦ σώματος, σὺ καλλιέργησας ἄριστα, αὐτό τε κατήρδευσας, τῶν αἱμάτων σου ῥοαῖς, καρποφόρον τε ἔδειξας καὶ πολύγονον ἰαμάτων πληθύϊ καὶ θαυμάτων, τοῖς προστρέχουσιν ἐκ πόθου καὶ προσκυνοῦσί σε ἔνδοξε.

Τὸν τῆς νίκης φερώνυμον, τοῦ λαοῦ καὶ ὑπέρμαχον, τὸν στεῤῥὸν Νικόλαον εὐφημήσωμεν, ὅτι τὸν δρόμον τετέλεκε, τὴν πίστιν ἐκήρυξε, καὶ ἐνήθλισε στεῤῥῶς, δι’ ἀγάπην τοῦ κτίσαντος, ὦ παρίσταται, μετὰ δόξης ἀπαύστως ἱκετεύων, λυτρωθῆναι ἐκ κινδύνων, πάντας τοὺς τοῦτον γεραίροντας.


Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, τῇ ἐτησίᾳ πανηγύρει, τῶν νέων Μαρτύρων. Οὗτοι γὰρ οἱ ἀείμνηστοι, μηδὲν τῶν γηΐνων προτιμήσαντες, μόνον δὲ τὸν Σταυρὸν τοῦ Χριστοῦ ὡς θυρεὸν πλουτοῦντες, βασάνων κατεφρόνησαν, καὶ τὸν Χριστὸν γενναίως, Θεὸν ἀληθινὸν τοῖς ἀσεβέσιν ὡμολόγησαν, καὶ δι᾿ Αὐτὸν τὸ αἷμα προθύμως ἐξέχεαν. Τούτους ἀνευφημοῦντες εἴπωμεν· Ἀθληταὶ τοῦ Χριστοῦ γενναιότατοι, Ἀγγελή, Μανουήλ, Γεώργιε καὶ Νικόλαε, μὴ παύσητε πρεσβεύειν Θεῷ ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἠμῶν.

Καὶ νῦν.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε...

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον. Ποίημα Νικολάου Σταυράκη
Τοὺς γενναίους μάρτυρας τοῦ Χριστοῦ, τέσσαρας ἐν Κρήτῃ ὑπομείναντας καρτερῶς, τυράννων βασάνους καὶ χύσιν αἱμάτων, ἐν ὕμνοις ἐγκωμίων πιστοὶ τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου