ΟΚΤΩΒΡΙΟΣ ΚΗ΄!!
ΑΡΣΕΝΙΟΣ ΑΥΤΩΡΕΙΑΝΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ
δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τοῦ Ἤχου καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος
α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς
Βυζαντίδος τὸ κλέος ἀρχιεράρχα Χριστοῦ, τῶν μοναζόντων δόξα, καὶ ποιμὴν
οἰκουμένης, Ἀρσένιε τρισμάκαρ ῥῦσαι ἡμᾶς, τοὺς ὑμνοῦντάς σε ἔνδοξε, ἀπὸ
παντοίων κινδύνων καὶ πειρασμῶν, ὡς Κυρίῳ παριστάμενος.
Ὡς
τοῦ Χριστοῦ μιμητήν σε καὶ ποιμενάρχην σεπτόν, ὡς καθαρόν σε θύτην, μυστηρίων
Κυρίου, Ἀρσένιε τιμῶμεν πάντες πιστῶς, καὶ δοξάζομεν Ὅσιε, ὡς ζηλωτὴν ἀληθείας
ἐλεγκτικόν, εὐσεβῶς ἀνευφημοῦμέν σε.
Ὡς
γὰρ τὸ δρᾶμα ἐλέγξας τῆς ἀδικίας σαφῶς, ὑπερωρίσθης μάκαρ, τοῦ Κυρίου θεράπων,
Ἀρσένιε ἀδίκως θρόνου τοῦ σοῦ, καὶ ἐδέξω τὸν στέφανον, τῆς ἀληθείας ὡς μάρτυς
καὶ τὴν ψυχήν, ὑπὲρ ἧς καὶ ἔθυσας μακάριε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς
θείας ἀληθείας γενόμενος ἔλεγχος, καὶ ὑπὲρ ταύτης τὴν ψυχήν σου ἔθυσας μακάριε,
ἀντέστης ὡς ἀδάμας στεῤῥῶς, Ἀρσένιε ὡς μύστης τοῦ Χριστοῦ· διὰ τοῦτο ἀπελάθης
θρόνου τοῦ σοῦ, καὶ εὐσεβῶς βοῶμεν· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, πλὴν τῶν
Θεοτοκίων.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀρσένιον ᾄσμασιν,
ἀρχιεράρχην ὑμνήσωμεν, τῆς πόλεως τάυτης γὰρ γέγονε πρόεδρος, οἰκουμένης τε,
ἁπάσης πατριάρχης, καὶ ὅσιος ἄκακος, ὡς ὁ θεῖος Παῦλος βοᾶ.
Βασιλέα ἤλεγξας τὸ δρᾶμα
Πάτερ ὃ ἔδρασε, τὸ ἄδικον Ὅσιε τὸ κεκρυμμένον σαφῶς, καὶ ἀνθέστηηκας· διὸ καὶ
ἐξωρίσθης, ὡς δεύτερος ἄλλος τε θεῖος Χρυσόστομος.
Γενόμενος Πνεύματος τοῦ
παναγίου Ἀρσένιε, μητρὸς ἐκ κοιλίας γὰρ καὶ σκεῦος ἅγιον, καὶ θείας πολιτείας·
διὸ καὶ τιμῶμέν σε ἀρχιεράρχα Χριστοῦ.
Θεοτοκίον.
Παρθένε
πανάμωμε Χριστιανῶν τὸ προσφύγιον, ᾠδήν Σοι ἐπάξιον ἀνεύφημουμεν πιστῶς, τὴν
κυήσασαν, Θεὸν τὸν κτίστην πάντων, Αὐτὸν ἱκετεύουσα ὑπὲρ τῶν δούλων Σου.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Δοχεῖον ἐγένου τῆς Τριάδος,
Ἀρσένιε ἔνδοξε σεπτόν, θεῖον παμμάκαρ ἔμψυχον, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, καὶ
πατριάρχην ἔχρισε τῆς οἰκουμένης ὁσιώτατε.
Εὐγνώμων ἐγένου τοῦ
Δεσπότου, καὶ δοῦλος Χριστοῦ τοῦ Ἰησοῦ· διό σε καὶ κατέστησεν, ἐπὶ πολλῶν
Ἀρσένιε, ῥῦσαι ἡμᾶς ἐκ θλίψεων καὶ κινδύνων ταῖς πρεσβείαις σου.
Ζωὴν τὴν ἀγήρω ἐκληρώσω,
πανόλβιε μύστα τοῦ Χριστοῦ, Ἀρσένιε μακάριε, ἀρχιεράρχα μέγιστε, τοὺς ὑμνητάς
σου σκέπασον ἀπὸ παντοίων προσβολῶν τοῦ ἐχθροῦ.
Θεοτοκίον.
Πανύμνητε
Δέσποινα Παρθένε, διάσῳζε πάντας τοὺς πιστῶς, δοξάζοντάς Σε ἄχραντε, τοῦ
Ἀρσενίου πάναγνε, καὶ Σὺ αὐτοὺς ἀντιδόξασον.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺ
πρὸς ἀντίληψιν τῶν προστρεχόντων εἰς σέ, ζῶν καὶ μετὰ θάνατον Πάτερ Ἀρσένιε,
ἀοίδιμε Ὅσιε, πόθῳ σου τὴν ἁγίαν, τὴν τῶν θείων λειψάνων λάρνακαν, προσκυνοῦμεν
ἀσπαζόμενοι πίστει· διὸ καὶ τὰς ἰάσεις, δωρεῖται ὁ Κύριος.
Δόξα. Καὶ νῦν
... Θεοτοκίον
Ἡ μόνη κυήσασα
τὸν ποιητὴν τοῦ
παντός, ἡ μονη κοσμήσασα τὴν ἀνθρωπότητα,
τῷ τόκῳ
σου Ἄχραντε, ῥῦσαί
με τῶν
παγίδων,
τοῦ δολίου Βελίαρ,
στῆσόν με ἐπὶ
πέτραν, τῶν Χριστοῦ θελημάτων,
αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς,
ὃν ἐσωμάτωσας.
Ἢ Σταυροθεοτοκίον ὅμοιον
Ἡ ἄνυμφος
Μήτηρ σου ὡς ἐθεάσατο,
Σταυρῷ σε
ὑψούμενον
ὀδυρομένη
πικρῶς,
τοιαῦτα
ἐφθέγγετο.
Τί τὸ καινὸν καὶ
ξένον, καὶ
παράδοξον θαῦμα;
πῶς σε ἄνομος δῆμος, τῷ
Σταυρῷ προσπηγνύει,
τὸν μόνον σε ζωοδότην, φῶς μου γλυκύτατον;
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡ σεβάσμιός σου μάκαρ
πολιτεία καὶ ἄσκησις, καθαρόν σε θύτην Ὅσιε Χριστοῦ σε ἀνέδειξεν, καὶ
ποιμενάρχην ἀξίως καὶ ἰσάγγελον, θεαρέστως βιώσας σεπτῶς ὁσιώτατε.
Θεῖος πρόμαχος ἐφάνης
ἀληθείας καὶ ἔλεγχος, ἀδικίας Πάτερ καὶ οὐκ αἰσχυνόμενος Ὅσιε, οὐδὲ πτοούμενος
μάκαρ βασιλέως γάρ, ἐναντίον ὁμιλῶν ὥς φησιν ἡ Γραφή.
Ἵνα σε ὡς ποιμενάρχην
οἰκουμένης πανεύφημον, καὶ τῆς Βυζαντίδος κόσμιον πατέρα καὶ ὅσιον,
ἀνευφημοῦμεν τρισμάκαρ προεχρίσατο, ἐκ κοιλίας μητρὸς ἱερέα Χριστὸς ὁ Θεός.
Θεοτοκίον.
Ἄχραντε
τοὺς Σοὺς ἱκέτας διαφύλαττε πάντοτε, ἐκ τῶν ἐναντίων καὶ τῶν περιστάσεων
Δέσποινα, ἐκ τοῦ ἐχθροῦ ἐρχομένων παναμώμητε, ὡς γεννήτρια Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Κοσμήσας ὡς γνήσιος
ἀρχιεράρχης ἔνθεος, μάκαρ Ἐκκλησίαν τοῦ Κυρίου, τῆς Βυζαντίδος ἀρχῆς ἀνάκλησιν,
πρώτιστος ἐγένου καὶ ποιμήν, πάντας τοὺς τιμῶντάς σε περιέπεις Ἀρσένιε.
Λαβὼν τὸν σωτήριον σταυρὸν
τὸν τοῦ Κυρίου σου, τοῦτον ἠκολούθησας παμμάκαρ, καὶ εὗρες χάριν τῶν θαυμασίων
Αὐτοῦ, καὶ γέγονας Ὅσιε φωστήρ, πᾶσι τοῖς ὑμνοῦσί σε, τὰς ἰάσεις δωρούμενος.
Μακάριον εἴληφας παρὰ Θεῷ
μακάριε, στέφανον ἐξ ὕψους ἀοράτως, καὶ χάριν Πάτερ θαυμάτων Ὅσιε, λειψάνων σου
θήκην καὶ σορόν, πίστει τοὺς ἀσπάζοντας ἐκ κινδύνων λυτρούμενος.
Θεοτοκίον.
Ἐξέστησαν
ἅπαντα τὰ τῶν Ἀγγέλων Τάγματα, Σοῦ τῆς παναγίας Θεοτόκου, τὸ φρικῶδες ἁγνῆς
Παρθένου ὁρῶντα ἄχραντε, πάνσεμνε μυστήριον σαφῶς, Θεὸν γὰρ ἐγέννησας, τὸν
ἀχώρητον κτίσεως.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Νικήσας Πάτερ Ἀρσένιε,
νικήσαντα τὸν πάλαι προπάτορα, ἡμῶν μακάριε, μοναδικῇ πολιτείᾳ σου· δι’ ἧς
ὁσίως τοῦτον ἄρδην κατέβαλες.
Ξενίζων ξένους Ἀρσένιε,
οἰκτείρων καὶ κιχρῶν ἀενάως τε, τοὺς δεομένους σε, εὗρες καὶ χάριν παρὰ Κυρίου
σου, θαυμάτων Πάτερ ἀξιοθαύμαστε.
Ὁ πάσης κτίσεως Κύριος,
προγνώστης καὶ Θεός σε ἐχρίσατο, ποιμένα μέγιστον, καὶ ἐξελέξατο Ὅσιε, πρὸ τοῦ
σε τεχθῆναι, ὡς καθαρώτατον.
Θεοτοκίον.
Τὴν
θείαν Σκέπην Σου ἄχραντε, προστρέχοντες πανύμνητε Δέσποινα, καὶ ἐκβοῶμέν Σοι·
κινδύνων πάντων καὶ θλίψεων, καὶ κοσμικῶν σκανδάλων ρῦσαι τοὺς δούλους Σου.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ στρατηγῷ.
Τῷ
ποιμενάρχῃ τοῦ Κυρίου καὶ θεῖον ἔλεγχον, τῆς ἀληθείας ὡς σεπτὸν εὐσεβῶς κήρυκα,
ἀρχιεράρχην Βυζαντίδος σὲ εὐφημοῦμεν· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον,
ἐκ παντοίων κινδύνων ἡμᾶς ἐλευθέρωσον, ἵνα κράζωμέν σοι· χαίροις Πάτερ Ἀρσένιε.
Ὁ
Οἶκος.
Ἄνωθεν
ἐξ ὑψίστου κεχρισμένος ἐδείχθης, σεπτὸς ἀρχιεράρχης καὶ θεῖος, Ἀρσένιε μάκαρ
ζηλωτὴς τῆς ἀληθείας καὶ ταύτης ἔλεγχος· δι’ ἧς γὰρ καὶ ἐξωρίσθης, καὶ βοῶμέν
σοι νῦν τοιαῦτα·
Χαῖρε,
δι’ οὗ ἀπηλέγχθη ἡ ἀδικία·
χαῖρε,
ὅτι οὐκ ἐδέξω τοὺς δεχομένους ταύτην.
Χαῖρε,
ἀδικίας κρυφῆς ἡ φανέρωσις·
χαῖρε,
τῆς ἀληθείας λύχνος ὁ ἔμψυχος.
Χαῖρε,
ὕψος ἀρχιερέων καὶ Ὁσίων καλλονή·
χαῖρε,
τούτων ἡ εὐπρέπεια καὶ τοῦ κόσμου ὁ ποιμήν.
Χαῖρε,
ὅτι ὑπάρχεις οἰκητήριον θεῖον·
χαῖρε,
ὅτι τοῦ Ἁγίου Πνεύματος ἐγένου.
Χαῖρε,
ἀστὴρ ἐμφαίνων τὴν ἀλήθειαν·
χαῖρε,
φωστὴρ τοῦ κόσμου καὶ ἥλιος.
Χαῖρε,
δι’ οὗ ὁ Θεὸς θαυμαστοῦται·
χαῖρε,
δι’ οὗ δοξάζεται ὁ πλάστης.
Χαίροις,
Πάτερ Ἀρσένιε.
Συναξάριον.
Τῇ ΚΗ΄ Ὀκτωβρίου, Μνήμη τοῦ
Ἁγίου Ἀρσενίου τοῦ Αὐτωρειανοῦ, πατριάρχου Κωνσταντινουπόλεως.
Τῆ αὐτῇ ἡμέρᾳ, τὴν
ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ’ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς
ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν βασιλίδα τῶν πόλεων.
Σκέπῃ σου
Ἁγνὴ σκέπεις καὶ περιθάλπεις,
Τοὺς πίστει
ἀφορῶντας πρὸς Σὲ Παρθένε.
Μητρὸς Θεοῖο
Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.
Ἀΰπνου
δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγία σορῷ τῇ οὖσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ
μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν. παρῆν δὲ Ἐπιφάνιος, καὶ εἶς τῶν
παίδων αὐτοῦ μετ’ αὐτοῦ. Καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου,
ποτὲ μὲν μέχρι μεσονυχτίου, ποτὲ δὲ ἕως πρωΐ. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς
νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην
ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἧν καὶ ὁ
Τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ
Ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς. οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας
καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς
τὸν Ἐπιφάνιον λέγων· Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δὲ φησίν· Ναί,
Πάτερ μου πνευματικέ. Καὶ τούτων ὁρῶντων, κλίνασα τὰ γόνατα αὐτῆς, ἐπὶ πολλὴν
ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ
δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ
περιεστώτος λαοῦ. Ὅτε οὖν ἀπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου
αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τη
ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν
ὑπάρχον, ἐπάνων παντὸς τοῦ ἐκεῖσε ἑστῶτος λαοῦ διεπέτασεν, ὅπερ ἐπὶ ἱκανὰς ὥρας
ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς
ἤλεκτρον. Μέχρις οὖν ἧν ἐκεῖ ἡ Ὑπεραγία Θεοτόκος, ἐβλέπετο κακεῖνο. Μετὰ δὲ τὸ
ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο. Πάντως γὰρ ἧρεν αὐτὸ μεθ’ ἑαυτῆς, τὴν δὲ
χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν Νιτᾶ, Σαρβίλου,
Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης.
Σὺν ἑπτὰ
τέκνοις ἡ δυὰς τῶν συζύγων
Τιμὴν τομὴν
ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.
Οὗτοι
οἱ Ἅγιοι, ἐν ἑνὶ οἴκῳ διάγοντες καὶ τῷ Θεῷ ἀεὶ ἐν κρυπτῷ λατρεύοντες,
διεβλήθησαν καὶ παρέστησαν τῷ δικαστηρίῳ. Καὶ ἐπειδὴ τὸν μὲν Χριστὸν ὡμολόγουν,
τὰ δὲ εἴδωλα ἐκωμῴδουν, κρεμασθέντες ἐξέοντο· εἶτα ὄξει δριμυτάτῳ ταῖς πληγαῖς
κατεῤῥαντίζοντο καὶ πυρκαϊᾶς κάτωθεν φλογιζομένης, προσηύχοντο σιωπηρῶς
ἀλλήλους ἐπαλείφοντες. Οὐ παρεῖδεν οὖν ὁ Θεὸς τὴν δέησιν αὐτῶν· Ἄγγελοι γὰρ
ἀοράτως τοὺς Ἁγίους τῶν δεσμῶν ἠλευθέρουν καὶ τὴν θεραπείαν παρεῖχον· τοὺς δὲ
ἀσεβεῖς ἔκπληξις καὶ φόβος κατεῖχε, καὶ ἡ φυλακὴ τοὺς Ἁγίους εἶχε. Τῇ δὲ ἑξῆς,
ῥοπάλοις τύπτονται· εἶτα ἐν τροχῷ δεθέντες, τῷ δοκεῖν ἐμαστίζοντο· καὶ ἐν
μηδενὶ δεινὸν πεπονθότες, βορὰ τοῖς θηρσὶ παραδίδονται. Οὕτως οἱ ἅγιοι Μάρτυρες
ἀβλαβεῖς ἐκ πάντων διατηρηθέντες, λέβησιν ἐκ πίσσης παφλάζουσιν ἐμβάλλονται καὶ
ὁ βρασμὸς τῆς πίσσης εἰς ὕδωρ μετεβλήθη. Ἰδόντες οὖν οἱ δυσσεβεῖς, ὅτι αἱ
κολάσεις τοῖς Ἁγίοις ἀντ᾿ οὐδενὸς ἐλογίσθησαν, ξίφει τὰς κεφαλὰς αὐτῶν ἔτεμον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
Ὁσίου Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.
Ἐπώνυμος
Στέφανος οὗ φορεῖ στέφους,
Ὃ πρακτικὴ
χεὶρ ἀρετῆς οἶδε πλέκειν.
Οὗτος
ὁ Ὅσιος, περὶ τὰ τέλη τοῦ ὀγδόου αἰῶνος ἀκμάσας, ἠγωνίσατο κατὰ τῶν αἱρέσεων·
καὶ ποιητὴς ἐγένετο ᾀσματικῶν Τροπαρίων, ὡς τοῦτο ἀναφέρει ὁ Γραπτὸς Θεοφάνης
ἐν τῷ εἰς τὸν Ὅσιον τοῦτον μελουργηθέντι παρ᾿ αὐτοῦ Κανόνι.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα
ἕξ.
Τέμνουσι
Τερέντιον, ὃς βλύσας γάλα,
Ἔδειξε καινὸν
καὶ τετμημένος τέρας.
Κτείνουσι
φαῦλοι προσκυνηταὶ δαιμόνων,
Τρεῖς
προσκυνητὰς Τριάδος διὰ ξίφους.
Ἄνδρας
συνάθλους ἕξ ὁμοῦ καὶ τρὶς δέκα,
ὁμοῦ
συναθλήσαντας ἔγνων ἐκ ξίφους
Οὗτοι
οἱ ἅγιοι Μάρτυρες ἤθλησαν ἐπὶ Δεκίου βασιλέως καὶ Φουρτουνάτου ἡγεμόνος, ἐν
Ἀφρικῇ γεννηθέντες καὶ ἀγωνισάμενοι. Τύπτονται οὖν νεύροις ὠμοῖς, εἶτα ῥάβδοις·
καὶ πυρωθεῖσιν ὀβελίσκοις τὰ νῶτα καίονται· καὶ ἐπιχεομένου ὄξους σὺν ἅλμῃ,
τριχίνοις ὑφάσμασιν ἀνατρίβονται· καὶ δεσμῷ μετὰ τὴν ἐρώτησιν βάλλονται καὶ
γυμνοὶ σύρονται ἐπάνω πυρός. Εἶτα ξέονται καὶ εἰς βόθρον ἀποῤῥίπτονται, ὄφεων
καὶ σκορπίων μεστόν· καὶ ἀβλαβεῖς διαμείναντες, ξίφει ἐτελειώθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ὁσίου Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου
Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμωσατέα.
Εἰρηνικῶς
θνῄσκουσιν εἰρήνης τέκνα,
Φιρμιλιανὸς
καὶ σὺν αὐτῷ Μελχίων.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως.
Τὴν βασιλείαν
οὐρανῶν, Φεβρωνία,
Τῆς πατρικῆς
σου προκρίνεις ὡς ἀγχίνους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς
βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός.
Μίξας ἐλαίῳ,
Κυριακὲ παμμάκαρ,
Σὸν αἷμα
σεπτόν, μῖγμα καινὸν εἰργάσω.
Οὗτος
μετὰ τὸ φανερῶσαι τὸν τίμιον Σταυρὸν καὶ πιστεῦσαι καὶ βαπτισθῆναι, γέγονεν
Ἐπίσκοπος Ἱεροσολύμων μετὰ Μακάριον καὶ παρέτεινεν ἡ ζωὴ αὐτοῦ μέχρι τῆς
βασιλείας Ἰουλιανοῦ τοῦ παραβάτου· ὃς κατὰ τῶν Περσῶν ἐκστρατεύσας, ἀπῆλθε καὶ
εἰς Ἱερουσαλὴμ καὶ μαθὼν περὶ τοῦ Ἁγίου καὶ κρατήσας αὐτόν, ἑαυτῷ παρέστησε·
καὶ ἀναγκάσας θῦσαι τοῖς εἰδώλοις, ἠλέγχθη παρ᾿ αὐτοῦ. Ὅθεν καὶ ἐκέλευσε
κοπῆναι τὴν δεξιὰν αὐτοῦ χεῖρα, εἰπών· Ὅτι ἐπιστολὰς πολλὰς γράψας μετὰ τῆς
χειρὸς ταύτης, πολλοὺς ἀπέστρεψας ἀπὸ τῶν θεῶν. Εἶτα ἐξέχεε μόλυβδον ἐν τῷ
στόματι αὐτοῦ, καὶ μετὰ ταῦτα ἔθηκαν αὐτὸν ἐπὶ κραββάτου πεπυρακτωμένου, κατὰ
πρόσωπον. Ἐλθοῦσα δὲ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, καὶ αὐτὴ ἐκρατήθη, καὶ
κρεμασθῆναι ταύτην προστάττει ἐκ τῶν τριχῶν· καὶ ξεομένη, τὸ πνεῦμα τῷ Κυρίῳ
παρέθετο. Εἶτα ἐμβληθεὶς καὶ αὐτὸς εἰς λέβητα, ἐπλήγη μετὰ ξίφους, καὶ
ἐτελειώθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ
ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.
Φλεχθεῖσα
σάρκα Μάρτυς Ἄννα λαμπάσιν,
Ἀειφανὴς
ὑπῆρξε λαμπὰς Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
ὁσίου Ἀθανασίου τοῦ Α΄, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ
ἀσκήσαντος.
Ἀθανάσιε, τίς
σε οὐ μὴ δοξάσει
Ὃν Τριὰς
αὐτὴν πανταχοῦ ἐδόξασεν;
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, Ἀρχιεπισκόπου Σερβίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβραμίου, Ἐπισκόπου Ἐφέσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Διομήδους τοῦ ἐν Κύπρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄμπαν (Abban) τοῦ Ἰρλανδοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λαϊόβας (Lioba)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Θεοφίλου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ῥώσσου,
τοῦ διὰ Χριστὸν σαλλοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου, Μητροπολίτου Ῥοστόφ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τοῦ Πινέγκα, τῆς Ῥωσσίδος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Πονολύτριας
Σεῤῥῶν.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Παριστάμενος τῷ θρόνῳ τοῦ
παντάνακτος, μακαριώτατε ἐν οὐρανοῖς τοῦ Θεοῦ, ἐχέφρων Ἀρσένιε πάντων
μνημόνευε, τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥώμῃ θείᾳ ἱερούργησας
ἰσχύων σε, Χριστῷ μακάριε ἀρχιεράρχα σαφῶς· διὸ καὶ ἐδίδασκες ἡμᾶς
κραυγάζοντας· ὑπερύμνητε ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίαν ἐκδιδάσκων
νουθετῶν ἡμᾶς, μακαριώτατε ὡς τοῦ Χριστοῦ μιμητής, ψυχῆς τε Ἀρσένιε ἀρχιεράρχα
σοφέ, καὶ βοᾶν Αὐτῷ· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Δυσωποῦμέν
Σε πανάχραντε ἱκέτευε, τὸν Σὸν Υἱὸν καὶ Θεόν, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς δούλους
Σου Δέσποινα, τοὺς Σὲ δοξάζοντας, καὶ κραυγάζοντας· εὐλογημένος Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ταγμάτων Ὁσίων συγχορεύεις,
Ἀρσένιε Ἀποστόλων καὶ πατριαρχῶν, ὡς πάντων συμμέτοχος πάντας ἡμᾶς μέμνησο,
ταῖς ἱκεσίαις σου ᾀεὶ κραυγάζοντας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Ὕψος ἀρετῶν ἐποχετεύων,
ἐπέβης ἀρχιερέων ἐγκαλλώπισμα, ἔφθασας πανόσιε, εἰς τὰ ὑπερκόσμια, τοῦ οὐρανοῦ
Βασίλεια, καὶ τὰ σκηνώματα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς
πάντας τοὺς αἰῶνας.
Φέρων τὸν σταυρὸν τὸν τοῦ
Κυρίου, ἐπ’ ὤμων Ἀρσένιε μακάριε, τούτου ἠκολούθησας, ἴχνεσι τὸ ποίμνιον,
ἀρχιεράρχα πάνσεπτε τὸ σὸν ἐδίδασκες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παῖδας
εὐαγεῖς ὡς ἐν καμίνῳ, ὁ τόκος Σου τότε διεσώσατο, Δέσποινα Θεόνυμφε, νῦν δὲ καὶ
τοὺς δούλους Σου, ἐκ τῶν κινδύνων ῥύσασθαι τοῦτον ἱκέτευε, δαιμόνων, προσβολαῖς
καὶ ἀνθρώπων, πονηρῶν Παρθένε, ἀεὶ ἐπερχομένων.
ᾨδὴ
θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Χρίσας σε παμμάκαρ ὁ
Χριστὸς Ἀρσένιε πατριάρχην, οἰκουμένης τε τῆς Βυζαντίδος Ἐκκλησίας, ἀνάκλησιν
καὶ πρόμαχον πρώτιστον, τῆς θείας γὰρ ἀληθείας στεῤῥώτατον· ὅθεν σε πάντες
μακαρίζομεν.
Ψάλλεις νῦν μετὰ τῶν
ἀσκητῶν Ἀρσένιε καὶ Ὁσίων, Ἀποστόλων τε μετὰ Δικαίων καὶ Μαρτύρων, Κυρίῳ τῷ Θεῷ
παριστάμενος, τὸν κόσμον ἱλεούμενος πάνσοφε· διό σε πάντες μακαρίζομεν.
Τριαδικόν.
Ὤμοσε καὶ ἔστησεν ἐν Σοὶ
Ἀρσένιος Σὸς οἰκέτης, τοῦ φυλάξασθαι τὰς ἐντολάς Σου ὡς θεράπων, Τρισήλιε Θεὲ
παντοδύναμε, μονάρχα Πάτερ Υἱὲ καὶ τῷ Πνεύματι· ὅθεν καὶ εὗρε τὴν ἀντάμειψιν.
Θεοτοκίον.
Ἁγίαν
Νύμφη Θεόνυμφε, ἁγνὴ θεράπευσον τὰς καρδίας, τῶν ὑμνούντων Σε Δέσποινα πάντων
Θεοτόκε, καὶ ῥῦσαι πειρασμῶν τε καὶ θλίψεων, παντοίων ἐπερχομένων τοῖς δούλοις
Σου, τοῦ Ἀρσενίου παρακλήσεσι.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Πατριαρχῶν
Ὁσίων συμμέτοχος, ἀνεδείχθης καύχημα οἰκουμένης, ποιμὴν θρεμμάτων Κυρίου,
Ἀρσένιε πατριάρχα, τοὺς ἀνυμνοῦντάς σε σῷζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου