ΟΚΤΩΒΡΙΟΣ ΚΗ΄!!
ΑΘΑΝΑΣΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Ὅλος
ἱερώτατος, καὶ φωτοφόρος ἐδείχθης, χρῖσμα θεῖον ἅγιον, ἐν Ἁγίῳ Πνεύματι
περικείμενος, καὶ φαιδρῶς πάντοτε, προσχωρῶν Ὅσιε, τῶν Ἀγίων εἰς τὰ Ἅγια, καὶ
ταῖς λαμπροτήσι, ταῖς θεαρχικαῖς ἀστραπτόμενος, καὶ χάριτι μυούμενος, τὰ
σωτηριώδη μυστήρια, ὡς ἱερομύστης, ὡς ὄντως Ἰεράρχης εὐκλεής, καὶ παῤῥησίᾳ
δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἠμῶν. (Δίς)
Ἤστραψεν
ὁ βίος σου, τῶν ἀρετῶν λαμπηδόσι, καὶ πιστοὺς ἐφώτισε, καὶ τῆς πλάνης ζόφωσιν
διεσκέδασεν, ἀληθῶς ὤφθης γάρ, φωταυγὴς ἥλιος, Ἱεράρχα Ἀθάνασιε, καὶ νῦν
ἐσκήνωσας, ἔνθα φῶς ὐπάρχει ἀνέσπερον, υἱὸς ἠμέρας χάριτι, Πνεύματος Ἁγίου
γενόμενος· ὅθεν σου τὴν μνήμην, τὴν θείαν καὶ φωσφόρον καὶ σεπτήν, επιτελοῦντες
ἀείμνηστε, πόθῳ σὲ γεραίρομεν.
Ὁ
νοῦς σου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον θεόφρον, πίστει καλλυνόμενος, καὶ
λαμπρῶς θεούμενος Ἀθανάσιε, ἐν θνητῷ σώματι, καὶ φθαρτῷ πάνσοφε, ἀφθαρσίαν
ἐμελέτησε, καὶ προσεκτήσατο, τὴν τῶν Ἀσωμάτων λαμπρότητα, παθῶν ἔξω γενόμενος,
καὶ τῇ ἀπαθείᾳ κοσμούμενος, Πάτερ Ἱεράρχα, σοφώτατε λαμπρότατε φωστήρ, καὶ
πρεσβευτὰ τῶν τιμώντων σου, πίστει τὰ μνημόσυνα.
Δόξα.
Ἦχος πλ. β΄.
Εὖ
δοῦλε αγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς
ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ
ἐλθοῦσιν οὐκ ἐφθόνησας· διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται, εἴσελθε εἰς τὴν χαρὰν
τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀθανάσιε..
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ἀνέτειλεν
ἰδοὺ ἡ φαιδρά, καὶ θεία σου πανήγυρις, Ἱεράρχα, ὥσπερ ἥλιος φαιδρός, φωτίζουσα
τοὺς ταύτην, ἐκ πόθου εκτελοῦντας, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βιώσας
ἐπὶ γῆς ἀληθῶς, ὡς ἄσαρκος πανεύφημε, Ἱεράρχα, τὴν ἰσάγγελον τιμήν, σοφὲ νῦν
διεδέξω, ἐν οὐρανοῖς καὶ πρέσβυς, ὑπὲρ τοῦ κόσμου ἐχρημάτισας.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Τοὺς
πόθῳ ἐκτελοῦντας τὴν σή, παμμάκαρ θείαν κοίμησιν, Ἱεράρχα, Ἀθανάσιε Χριστοῦ, ἐκ
πάσης τρικυμίας, καὶ πειρασμῶν παντοίων, ταῖς σαῖς πρεσβείαις διαφύλαττε.
Δόξα.
Τριαδικόν.
Πατέρα
καὶ Υἱὸν εὐσεβῶς, καὶ Πνεῦμα τὸ πανάγιον, προσκυνοῦντες, ἐκβοήσωμεν πιστοί·
Τριὰς μονὰς ἁγία, τοὺς σὲ δοξολογοῦντας, σῶσον ἐκ πάσης περιστάσεως.
Καὶ
νῦν. Θεοτοκίον.
Μεγίστων
δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς, Θεὸς γὰρ
τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἀνδρούσης τὸν γόνον καὶ τοῦ Ἄθω τὸ καύχημα, τὸν τοῦ Βυζαντίου
φωστῆρα, τὸν κλεινὸν Ἀθανάσιον, ὁσίων τὸ ὡράϊσμα σαφῶς, καὶ κλέος τῶν
σοφῶν πατριαρχῶν, εὐφημήσωμεν ἐν ὕμνοις τε καὶ ᾠδαῖς, βοῶντες αὐτῷ συμφώνως·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ
πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερέων
ποδήρει κατακοσμούμενος, καὶ ἰσάγγελον βίον διάγων Ὅσιε, Ἀρχιερέων καλλονή, καὶ
μοναζόντων ὀδηγὸς ἀναδέδειξαι, Ἀθανάσιε σοφέ, Ἀρχιεράρχα Χριστοῦ· διὸ μὴ παύσῃ
πρεσβεύων, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις,
εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην, τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ
τῆς ἀσεβείας ἀντίπαλον, τὸν θερμὸν τῆς πίστεως προστάτην, τὸν μέγαν, ἱεροφάντην
καὶ διδάσκαλον, τὸν πράξει, καὶ θεωρίᾳ διαλάμποντα, τὸν ποταμὸν τῆς σοφίας, τὸν
ἐν Ἱεράρχαις Ἀθανάσιον τὸν σοφόν, ὃν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐπαξίως ἐστεφάνωσε.
Ποίοις,
ὑμνωδιῶν ἄνθεσι, στεφανώσομεν τὸν Ἱεράρχην, τὸν πυρίπνουν στόμα τῆς χάριτος, τὸ
τῶν Ἀποστόλων ὁμότροπον, τὸν λαμπρὸν φωστῆρα τῶν ἐν σκότει, τὸν στύλον, τῆς
Ἐκκλησίας τὸν ἀκράδαντον, καὶ θρόνῳ, τῷ ἱερῷ ὡς διαπρέψαντα, τῇ τοῦ Χριστοῦ
θείᾳ ψήφῳ, ἐν τῇ Κωνσταντίνου βασιλίδι τῶν πόλεων, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, τῇ
Τριάδι παριστάμενον.
Ποίοις,
πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν ἐν ὄρει Γάνου ἀσκήσαντα, ὡς
τῶν Ἀσωμάτων ἐφάμιλλον, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸ μέγα, τῶν
θλιβομένων παραμύθιον, προστάτην, ἀδικουμένων τὸν θερμότατον, τὸν ἑτοιμότατον
πρέσβυν, ὑπὲρ τῶν ἐν πίστει, ἐκτελούντων φαιδρῶς, τὴν θείαν καὶ ἔνδοξον, καὶ
πανέορτον πανήγυριν.
Ἕτερα.
Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσι.
Τῆς
Τριάδος τὸν πρόμαχον, εὐσεβείας τὸν πρόβολον, τὸν μετὰ τοὺς Δώδεκα
τρισκαιδέκατον, ἱεροκήρυκα πάνσοφον, τὸν μέγαν ἐν ᾄσμασιν, Ἀθανάσιον πιστοί,
συνελθόντες ὑμνήσωμεν, ὡς πρεσβεύοντα, ὑπὲρ πάντων τῶν πίστει εὐφημούντων, καὶ
φαιδρῶς ἑορταζόντων, αὐτοῦ τὴν θείαν πανήγυριν.
Ἡ
τῶν πόλεων ἄνασσα, ἐπαγάλλου καὶ χόρευε, ἐν τῇ μνήμῃ σήμερον τοῦ παμμάκαρος,
τοῦ ἱεροῦ ποιμενάρχου σου, τοῦ ὄντως θεόφρονος, Ἀθανασίου τοῦ σοφοῦ,
συγκροτοῦσα πανήγυριν, ἱκετεύει γάρ, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς
αὐτοῦ τὴν θείαν μνήμην, περιχαρῶς ἑορτάζοντας.
Ἡ
τῆς Γάνου Μητρόπολις, ἐπαγάλλεται σήμερον, καὶ πιστοῖς προτίθησι, θείαν
τράπεζαν, τῶν ἱερῶν διδαγμάτων σου, σοφὲ Ἀθανάσιε, καὶ θαυμάτων ἐν ᾠδαῖς, τὸν
Σωτῆρα δοξάζουσα· Ὃν ἰκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα.
Ἦχος πλ. β΄.
Χριστοῦ
τὸν Ἱεράρχην, δεῦτε ἅπαντες σήμερον Ἀθανάσιον εὐφημήσωμεν, καὶ ᾀσματικοῖς αὐτὸν
ἐγκωμίοις, συνελθόντες ὦ φιλέορτοι καταστέφοντες εἴπωμεν· χαίροις, φωστὴρ
παμφαέστατε, ὁ τὴν οἰκουμένην φωτίζων, τοῖς θείοις σου διδάγμασι· χαίροις, τῆς
Ἐκκλησίας κανών, ἑδραίωμα καὶ βάσις, καὶ στύλος ἀπερίτρεπτος· χαίροις,
Αρχιερέων μέα κλέος, καὶ καύχημα καὶ δόξα· χαίροις, τῶν θλιβομένων παραμυθία,
καὶ τῶν ἀδικουμένων θερμότατος προστάτης· πάρεσο μέσον ἡμῶν Ἱεράρχα, ὁ ποιμὴν ὁ
καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστού μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν
προβάτων, καὶ λύτρωσαι πταισμάτων, καὶ πειρασμῶν ταῖς ἱκεσίαις σου, τοὺς
ἐκτελοῦντας ἐκ πόθου, τὴν πανίερον, καὶ σεβάσμιον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἰλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνεται
σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καὶ σκιρτᾷ γηθοσύνως, τοιοῦτον Ποιμενάρχην,
θεόθεν πλουτήσασα, τὸν τῆς ἀθανασίας ἐπώνυμον, τὸν γνησιώτατον δοῦλον τοῦ
ἀρχιποίμενος Χριστοῦ, καὶ ἄγρυπνον φύλακα τῶν λογικῶν προβάτων, τὸν φωστῆρα τὸν
παγκόσμιον, τὸν ποταμὸν τῶν θαυμάτων, τὴν κρήνην τῶν ἰάσεων, τὸν τῶν πενήτων
πλουτιστήν, τῶν θλιβομένων παραμυθίαν, τῶν ὀρφανῶν καὶ χηρῶν τὸν προστάτην, καὶ
τῶν πιστῶν ἀντιλήπτορα, τῶν Ἀποστόλων καὶ Προφητῶν, εφάμιλλόν τε καὶ σύσκηνον,
καὶ τῶν Ἀγγέλων συγχορευτήν, τὸν Ἱεράρχην Ἀθανάσιον, τὸν πρεσβεύοντα ὑπὲρ
πάντων, τῶν ἐκτελούντων τὴν μνήμην αὐτοῦ.
Ἦχος
β΄.
Τὸν
ἐπὶ γῆς ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν
τῶν ἀγαθῶν, καὶ τῶν ἀρετῶν τὸ καταφύγιον, τὸν μύστην τῶν ἀῤῥήτων, καὶ τῆς
Τριάδος τὸν ὑπέρμαχον, οἱ φιλέορτοι δεῦτε Ἀθανάσιον τιμήσωμεν, τὸν
κατοικητήριον τοῦ Ἁγίου Πνεύματος, ἐν ἱεραῖς μελῳδίαις, βοῶντες πρὸς αὐτόν·
πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε, τῶν ἐκ πόθου τελούντων, τὸ ἱερόν σου
μνημόσυνον.
Ἦχος
γ΄.
Ἀποστολικῶς
θείᾳ ψήφῳ, τοῦ ἀρχιποίμενος Χριστοῦ, Ἀρχιερέων κλέος, ἱεροφάντορ Ἀθανάσιε, τῆς
Ἐκκλησίας ποιμὴν γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τῶν λογικῶν θρεμμάτων, εἰς τὸ ποιμαίνειν
αὐτά, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Δόξα.
Ἦχος δ΄.
Ἔπρεπε
τῇ βασιλίδι τῶν πόλεων, τοιοῦτον ἔχειν Ἀρχιερέα, ποιμένα καὶ διδάσκαλον, καὶ
κήρυκα τῆς μετανοίας, τὸν θεῖον Ἀθανάσιον· τὸν ἐν Ὁσίοις πανοσιώτατον, καὶ ἐν
διδασκάλοις ἐλλογιμώτατον, καὶ ἐν Προφήταις προφητικώτατον, τὴν σάλπιγγα τῆς
εὐσεβείας, τὸν τοῦ Χρυσοστόμου ὁμόζηλον, καὶ Ἀποστόλων τὸν ὁμότροπον, τὸ τῶν
Ἀγγέλων ἐφάμιλλον καὶ ἰσοστάσιον, καὶ πρεσβευτὴν παντὸς τοῦ κόσμου θερμότατον.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
ἀληθῶς.
Χαίροις, ὁ ἱερώτατος νοῦς, τῶν ἀρετῶν
τὸ καθαρὸν κααταγώγιον, ὀ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, τῆς ἀθανασίας ὁ
ἐπώνυμος, ὁ νοῦς ὁ οὐράνιος, τὸ τοῦ Πνεύματος ὄργανον, φωστὴρ ὁ μέγας, ὁ τοῦ
κόσμου τὰ πέρατα, τοῖς διδάγμασι, καταυγάζων καὶ θαύμασιν, ὅρμος ὁ γαληνότατος,
ἐν ᾧ καταφεύγοντες, διασωζόμεθα μάκαρ, οἱ ἐν κινδύνοις καὶ θλίψεσι· Χριστὸν ἐκδυσώπει,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
Πατριαρχῶν ἡ κρηπίς, Ἀρχιερέων τὸ σεπτὸν ἐγκαλλώπισμα, ἡ σἀλπιγξ τῆς ἀσεβείας,
χειμαζομένων λιμήν, τῶν ἁμαρτανόντων ἡ διόρθωσις, τῆς πίστεως πρόμαχος, καὶ
προστάτης θερμότατος, ἀδικουμένων, θλιβομένων παράκλησις, φύλαξ ἔννομος τῶν
γραφῶν καὶ σαφήνεια, μάχαιρα τὰ ζιζάνια, ἐκτέμνουσα πρόῤῥιζον, τὰ τῶν αἱρέσεων
Πάτερ, ἱερουργὲ Ἀθανάσιε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις,
Ὀρθοδοξίας πηγή, καὶ ποταμὸς τῶν χαρισμάτων τοῦ Πνεύματος, τὸν νοῦν γὰρ καθάρας
Πάτερ, δι’ ἀρετῆς ἀκριβοῦς, θεῖος ὑποφήτης ἀναδέδειξαι, καὶ κήρυξ λαμπρότατος,
τῆς Τριάδος καὶ πρόμαχος, τῶν ἀσθενούντων, ἰατρὸς ἐμπειρότατος, καὶ διδάσκαλος,
μετανοίας πανεύφημε, ἄγγελός τε ἐπίγειος, βροτὸς ἐπουράνιος, καὶ Ἱεράρχης δὲ
μέγας, τῆς βασιλίδος τῶν πόλεων· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἡ βασιλὶς τῶν πόλεων, καὶ τοῦ Γάνου ὄρος, τοῦ λάμψαντος ἐν τούτοις, ὑπὲρ ἡλίου
ἀκτῖνας, ἐν ἀρεταῖς καὶ διδάγμασι, τοῦ θείου Ἱεράρχου, Ἀθανασίου τοῦ
οὐρανόφρονος, τὴν μνήμην ἐκτελοῦσι, καὶ συγχορεύοντες λέγουσι· ὁ τὸν σὸν
Ἱεράρχην, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξάσας, Χριστὲ ὁ Θεός, ταῖς αὐτοῦ ἱκεσίαις,
δώρησαι ἡμῖν τοῖς τιμῶσιν αὐτόν, τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἀνδρούσης τὸν γόνον καὶ τοῦ Ἄθω τὸ καύχημα, τὸν τοῦ Βυζαντίου
φωστῆρα, τὸν κλεινὸν Ἀθανάσιον, ὁσίων τὸ ὡράϊσμα σαφῶς, καὶ κλέος τῶν
σοφῶν πατριαρχῶν, εὐφημήσωμεν ἐν ὕμνοις τε καὶ ᾠδαῖς, βοῶντες αὐτῷ συμφώνως·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ
πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερέων
ποδήρει κατακοσμούμενος, καὶ ἰσάγγελον βίον διάγων Ὅσιε, Ἀρχιερέων καλλονή, καὶ
μοναζόντων ὀδηγὸς ἀναδέδειξαι, Ἀθανάσιε σοφέ, Ἀρχιεράρχα Χριστοῦ· διὸ μὴ παύσῃ
πρεσβεύων, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλεν
ἰδού, ἡ φωσφόρος σου μνήμη, ὡς ἥλιος σοφέ, καὶ φωτίζει τοὺς ταύτην, ἐκ πόθου
ἑορτάζοντας, καὶ πιστῶς μακαρίζοντας, Ἀθανάσιε, καὶ διεγείρει πρὸς αἶνον, τοῦ
δοξάσαντος, ἐπὶ τῆς γῆς σε ὦ μάκαρ, σημείοις καὶ τέρασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες,
Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα·
σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν
μόνην πανάμωμον.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Τοὺς
πόνους σου σοφέ, καὶ ὁσίους ἱδρῶτας, νηστείαις καὶ εὐχαῖς, τὸ τοῦ Γάνου νῦν
ὄρος, κηρύττει καὶ τὰ θαύματα, τὸ τοῦ Ἄθωνος δεύτερον, ᾧ ἐξέλαμψας μάκαρ
σεπταῖς ἀρεταῖς σου, καὶ γεραίρει σε, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ὡς μύστην τῆς
χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων.
Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις
τοὺς δούλους σου.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Τὸν λειμῶνα τὸν θεῖον τῶν
θεοπνεύστων γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν ἀλήθειαν, Ἀθανάσιον πιστοὶ τὸν ἰσάγγελον,
συνελθόντες ἐν ᾠδαῖς, ὡς διδαχθέντες ὑπ’ αὐτοῦ, ὑμνήσωμεν κατὰ χρέος, πρεσβεύει
γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν,
καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν
ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα
Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε
Πάτερ, καὶ γέγονας ποιμήν, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ
πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίας καὶ ζωῆς
λαβόμενος τῆς αἰωνίου σαφῶς, καὶ τριλαμποῦς αἴγλης, Πάτερ ἐμφορούμενος, τῷ
φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως επαξίως
ὑμνήσω σε.
Βίον ἀσκήσας ἐπὶ γῆς
ἰσάγγελον τὴν τῶν Ἀγέλων τιμήν, ἐν οὐρανοῖς ὄντως, επαξίως εἴληφας, καὶ δόξαν
αἰωνίζουσαν, τὴν τρυφὴν τὴν ἀγήρω, καὶ τὴν ζωὴν τὴν ἀθάνατον, Πάτερ ἱερὲ
Ἀθανάσιε.
Γέγηθε πᾶσα τῶν πιστῶν
ὀμήγυρις ἐν τῇ ἁγίᾳ σοφέ, καὶ φαιδρᾷ σου μνήμη, καὶ ἀνευφημοῦσά σε, θεόφρον
Ἀθανάσιε, τὸν Σωτῆρα δοξάζει, τὸν ἐπὶ γῆς σὲ δοξάσαντα, ὡς Αὐτοῦ θεράποντα
γνήσιον.
Θεοτοκίον.
Δεδοξασμένα
περὶ Σοῦ λελάληνται ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρὶ χωρήσασα,
ἁγνὴ δὲ διαμένουσα, Θεοτόκε Παρθένε· διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν
προστασίαν ἡμῶν.
Ὁ β’ Κανών.
ᾨδὴ
α’. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Τῷ
Σωτῆρι Θεῷ, παρεστηκὼς ἐν χαρᾷ, δυσώπει Πάτερ Ἀθανάσιε, τοῦ λυτρωθῆναι κινδύνων
καὶ περιστάσεων, τοὺς πόθῳ ὑμνοῦντάς σου, μνήμην τὴν πάντιμον.
Ἐκ
κοιλίας μητρός, καθιερώθης Θεῷ, καὶ συνηυξήθης, ἁγιότητι, καὶ ἐν καθέδρᾳ
πρεσβυτέρων τοῦτον ἤνυσας, ποιμάνας τὸ ποίμνιον, τούτου πανίερε.
ᾨκειώθης
Θεῷ, τὰς ἐντολὰς τὰς Αὐτοῦ, φυλάξας Πάτερ Ἀθανάσιε, καὶ παῤῥησίαν πρὸς Αὐτὸν ὡς
ἔχων πρέσβευε, ῥυσθῆναι τὴν ποίμνην σου, πάσης κακώσεως.
Θεοτοκίον.
Χερουβὶμ
Σεραφίμ, καὶ χριστωνύμου λαοῦ, χαρὰ ὑπάρχεις, πανυπέραγνε, καὶ δυναμένη πάντα
σῷζε τοὺς δούλους Σου, κινδύνων καὶ θλίψεων, Θεογεννήτρια.
ᾨδὴ
γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Διὰ τὴν ἄληκτον ζωήν, καὶ
τὴν οὐράνιον δόξαν, ὑπὲρ ἄνθρωπον σοφὲ ἠγωνίσω, καὶ ὡς θεῖος ἀριστεύς, εν ᾗ νῦν
ευφραινόμενος, στεφανηφόρος μάκαρ, τῶν σὲ ὑμνούντων μνημόνευε.
Ἐκ πειρασμῶν καὶ συμφορῶν,
καὶ τῶν τοῦ βίου σκανδάλων, τοὺς ἐκ πόθου τὴν πανέορτον μνήμην, ἐκτελοῦντάς σου
σοφέ, ταῖς σαῖς πρεσβείαις λύτρωσαι, καὶ κληρονόμους δεῖξον, σὺν σοὶ τῆς ἄνω
λαμπρότητος.
Ζωὴν τὴν ὄντως καὶ τρυφήν,
ἐπιποθήσας θεόφρον, τὰ ἐπίκηρα παρεῖδες καὶ θεῖον, οἰκητήριον Θεοῦ, δι’ ἀρετῆς
γεγένησαι, Ἱεραρχῶν ἀκρότης, καὶ μοναστῶν Ἀθανάσιε.
Θεοτοκίον.
Τῶν
Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε Σὺ γὰρ μόνη ἐδέξω, τὸιν
ἀχώρητον Θεόν, ἐν Σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί Σε πάντες, ἀγνὴ μακαρίζομεν.
Ἕτερος.
Δυνάμει τοῦ Σταυροῦ Σου.
Δυνάμει
θεϊκῇ κρατυνθείς, στεῤῥῶς καθεῖλες, τὸν ἀρχέκακον· διὸ πρὸς μάνδραν οὐράνιον,
σοῦ τὸ ποίμνιον εἰσήλασας.
Ὁδῷ
τῶν ἐντολῶν τοῦ Χριστοῦ, προθύμως Πάτερ, σὺ πεπόρευσαι, καὶ τὴν ὁδὸν
καθυπέδειξας, πρὸς ζωὴν πιστοὺς τὴν φέρουσαν.
Βαδίζειν
με πρὸς τρίβους ζωῆς, ταῖς σαῖς πρεσβείαις, καθοδήγησον, ὅτι πρὸς σὲ τείνων
Ἅγιε, τῆς καρδίας τὰ ὄμματα.
Θεοτοκίον.
Παρθένον
ὡς πρὸ τόκου ἁγνή, καὶ μετὰ τόκον, Σὲ γινώσκομεν, Θεογεννήτρια· ὅθεν Σε, κατὰ
χρέος μεγαλύνομεν.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὀρφανῶν
σε προστάτην καὶ τῶν χηρῶν, τῶν πεινώντων τροφέα καὶ τῶν γυμνῶν, σκέπην
Ἀθανάσιε, καὶ θερμὸν ἀντιλήπτορα, τοῖς ἐν ἀνάγκαις πάσαις τοῦ βίου καὶ θλίψεσι,
ἱερὸν Ποιμενάρχην, Χριστὸς ὁ φιλάνθρωπος, Ἱεράρχα ἀνέδειξε, διὰ τοῦτο βοῶμέν
σοι· πρέσβευε αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε,
χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀσταπηφόρον
ἅρμα λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ
παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε νύμφη
ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου, Παρθένε εὐπρέπεια.
ᾨδὴ
δ’. Εἰσακήκοα Κύριε.
Ἡ τῆς Γάνου Μητρόπολις,
χαίρει καὶ χορεύει νῦν ἐκτελοῦσά σου, τὴν σεβάσμιον πανήγυριν, Ἱεράρχα Πάτερ
Ἀθανάσιε.
Θείᾳ ψήφῳ τοῦ Πνεύματος,
ἄναξ ὁ φιλόστοργος προχειρίζει σε, ποιμενάρχην ὡς πανάριστον, ἐν τῇ Ἐκκλησίᾳ
Ἀθανάσιε.
Ἰδοὺ πᾶσιν ἀνέτειλεν, ἡ
φαιδρά σου μνήμη νῦν Ἀθανάσιε, ὥσπερ ἥλιος τοῖς πέρασι, καὶ φωτίζει πάντας τοὺς
ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ἡ
τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ
ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς Σε.
Ἕτερος.
Εἰσακήκοα τὴν ἀκοήν.
Εἰσακήκοας
τὴν ἀκοὴν εὐαγγελίων τῶν σεπτῶν, ὡς παράδεισος κληροῦται δι’ αὐτῶν, καὶ
ἐβάδισας, τούτοις τοῖς προστάγμασιν Ἅγιε.
Ἐξεζήτησας
ἀπὸ ψυχῆς τὸν ὑπεράγαθον Θεόν, καὶ ἠγάπησας ἐξόχως τὸν Χριστόν, καὶ τὸ Ἅγιον,
Πνεῦμα τὴν Τριάδα τὴν ἄκτιστον.
Ὡς
λαμπτῆρα φαεινὸν τῷ στερεώματι σοφὲ Ἐκκλησίας σέ, ὑπέθετο Θεὸς καὶ ἐφώτισας,
ταύτην, τοῖς σοφοῖς σου διδάγμασιν.
Θεοτοκίον.
Προεώρακεν
ὁ Δανιὴλ τὴν Σὴν λόγχην τὴν φρικτὴν καὶ ἐν πόκῳ, Γεδεὼν ὁ θαυμαστὸς καὶ
ἐβόησαν· δόξα τῇ ἀῤῥήτῳ συλλήψει Σου.
ᾨδὴ
ε’. Ἵνα τί με ἀπώσω.
Καταδίκους ἐῤῥύσω, ὡς καὶ
ἐν τοῖς μύροις ὁ θεῖος Νικόλαος, καὶ αὐτοὺς δεσμώτας, ἐν εἱρκτῇ συμπαθείᾳ
ἀφήρπασας, αὐστηρῶς ἐλέγχων, τοὺς ἀδικοῦντας ὡς ἐκεῖνος, ἀλλὰ Πάτερ καὶ νῦν
ἡμῖν πάρεσο.
Λύκους τοὺς κακοδόξους,
Πάτερ Ἀθανάσιε κατεσφενδόνησας, καὶ τῆς Ἐκκλησίας ἀπεδίωξας τούτους, σφενδόνῃ
τε νῦν ὀρθῶν δογμάτων, ὡς ἀληθὴς Ποιμὴν παμμάκαρ, ἀσεβῶς τὴν σὴν ποίμνην
ποιμαίνοντας.
Μετὰ πάντων Ἁγίων, καὶ
Ἀποστόλων Προφητῶν Ὁσίων τε, καὶ τῶν Ἀσωμάτων, παρεστὼς τῇ Τριάδι ἱκέτευε,
Πάτερ Ἱεράρχα, ὑπὲρ ἡμῶν τῶν σὲ ὑμνούντων, λυτρωθῆναι κινδύνων καὶ θλίψεων.
Θεοτοκίον.
Μητρικὴν
παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη πάναγνε, συγγενοῦς προνοίας, τῆς
ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σὲ καὶ μόνην, χριστιανοὶ πρὸς τὸν Δεσπότην,
ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἕτερος.
Ὀρθρίζοντες βοῶμεν.
Ὀρθρίσας
πρὸς τὸν Κύριον, ἔφθασας φῶς θεῖον Ἀθανάσιε, καὶ μετ’ Ἀγγέλων ἐσκήνωσας.
Σαλεύει
ἁμαρτίας τῷ κλύδωνι, ὁ ἐχθρός με ἀλλὰ σὺ κυβέρνησον, ὡς Ποιμενάρχης θεόληπτος.
Σορῷ
τῇ τῶν λειψάνων σου Ἅγιε, πίστει θερμῇ ἴασιν βραβεύσεις, νῦν τοῖς προσιοῦσιν
ἑκάστοτε.
Θεοτοκίον.
Τὴν
ἄῤῥητόν Σου σύλληψιν Δέσποινα, Θεοτόκε ᾄσμασι γεραίρομεν, σὺν τοῖς Ἀγγέλοις οἱ
ἄνθρωποι.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ναὸν σαὐτὸν ἱερόν, παμμάκαρ
τοῦ θείου Πνεύματος, ἐκ βρέφους ὡς ἀληθῶς ἡτοίμασας ἔνδοξε, δι’ ἄκρας ἀσκήσεως·
διὸ Ἱεράρχης, καὶ Προφήτης ἀναδέδειξαι.
Ξενίζει πάντα βροτόν, ἡ
ἀρετή σου ἡ ἔνθεος, καὶ ἡ πτωχεία σοφὲ ἣν ἔσχες ἑκούσιον, καὶ ἄκρα ταπείνωσις,
δι’ ὧν Βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.
Τριαδικόν.
Ὁ ἐν Ἁγίοις Θεός, Πατὴρ
Υἱὸς σὺν τῷ Πνεύματι, ἱεροφάντα σοφὲ ἐπαναπαυόμενος, ἐν σοὶ ἀναπέπαυται ὡς
Αὐτοῦ δοχεῖον, εὐρηκῶς σε Ἀθανάσιε.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν,
πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννῆτορ ἁγνὴ καὶ τύχοιμεν πάναγνε, τῆς θείας
ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ἕτερος.
Ἐκύκλωσέ με.
Ἐκύκλωσέ
σε χάρισιν, ὁ κτίσας σε καὶ ἐδόξασε, ποικίλοις νῦν θαύμασι τὸ θεῖόν σου
λείψανον, πηγάζον πᾶσιν, ἰάματα τοῖς χρήζουσιν.
Ἐξήστραψεν
ὁ βίος σου, ὡς ἄστρον πολύφωτον ἄδυτον, καὶ σύμπαν ἐφώτισε τὸ πλήρωμα τίμιον,
τῆς Ἐκκλησίας, κειμήλιον πανίερε.
Συμπάθειαν
ἀσύγκριτον ἐκτήσω, πρὸς πάντας τοὺς πένητας, καὶ τούτοις ἐπήρκεσας πλουσίως
ἀείμνηστε, κἀντεῦθεν ὤφθης, ὦ Πάτερ χριστομίμητος.
Θεοτοκίον.
Ἐκύκλωσάν
με πάναγνε πταισμάτων, τὰ πλήθη καὶ δέομαι, τῇ θείᾳ πρεσβείᾳ Σου παθῶν με
ἀπάλλαξον, καὶ δός μοι λύσιν, ἁμαρτιῶν πρεσβείαις Σου.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς λαμπρὸν φωστῆρά σε, τῆς εὐσεβείας, καὶ ποιμένα μέγιστον, τῆς
Ἐκκλησίας τοῦ Χριστοῦ, ἀνευφημοῦντες κραυγάζομεν· χαίροις Πατέρων κρηπὶς Ἀθανάσιε.
Ὁ
Οἶκος.
Τὸν
Ἱεράρχην τοῦ Χριστοῦ καὶ σοφὸν Ἀθανάσιον, τίς ἀξίως ὑμνήσει; Τὸν ἐν ὄρεσι καὶ
σπηλαίοις καὶ ἐν τῷ ὕψει τῆς Ἐκκλησίας δι’ ἀρετῆς καὶ σεμνότητος ὑπὲρ ἥλιον
λάμψαντα. Ποία γλῶσσα φθέγξεται τὰς ἀρετὰς τοῦ τρισμάκαρος τούτου; Τὴν
νηστείαν, τὴν ἀγρυπνίαν, τὰς προσευχὰς καὶ τὰ δάκρυα, τὴν ἑκούσιον πτωχείαν,
τὴν ἄμετρον ταπείνωσιν καὶ τὴν λοιπὴν τοῦ σώματος, ὑπὲρ τῆς ἀγάπης τοῦ Ποιητοῦ,
κακοπάθειαν. Δι’ ὧν καὶ σκεῦος ἐκλογῆς αναδέδεικται καὶ Ποιμενάρχης ὡς ἄξιος,
τῆς βασιλίδος καθίσταται, καὶ προφητείας ἠξίωται. Σκέπη γυμνῶν καὶ τῶν πενήτων
τροφός, θλιβομένων παράκλησις, τῶν πενήτων πλουτιστής, χηρῶν τε καὶ ὀρφανῶν καὶ
τῶν ἀδικουμένων προστάτης γενόμενος, ὡς συμπαθέστατος καὶ ζηλωτὴς εὐσεβείας τε
καὶ πρόμαχος ἄριστος, ὡς ἄλλος Χρυσόστομος, ἢ μᾶλλον εἰπεῖν, ἄλλος Ἀπόστολος,
τρὶς καὶ δέκατος. Πρὸς ὃν ἐκβοήσωμεν· χαίροις, Πατέρων κρηπίς, Ἀθανάσιε.
Συναξάριον.
Τῇ ΚΗ΄ Ὀκτωβρίου, Μνήμη τοῦ
ὁσίου Ἀθανασίου τοῦ Α΄, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ
ἀσκήσαντος.
Ἀθανάσιε, τίς
σε οὐ μὴ δοξάσει
Ὃν Τριὰς
αὐτὴν πανταχοῦ ἐδόξασεν;
Εἰκάδι
Ἀθανάσιος ἀφίστατο ὀγδοάτῃ γῆς.
Τῆ αὐτῇ ἡμέρᾳ, τὴν
ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ’ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς
ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν βασιλίδα τῶν πόλεων.
Σκέπῃ σου
Ἁγνὴ σκέπεις καὶ περιθάλπεις,
Τοὺς πίστει
ἀφορῶντας πρὸς Σὲ Παρθένε.
Μητρὸς Θεοῖο
Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.
Ἀΰπνου
δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγία σορῷ τῇ οὖσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ
μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν. παρῆν δὲ Ἐπιφάνιος, καὶ εἶς τῶν
παίδων αὐτοῦ μετ’ αὐτοῦ. Καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου,
ποτὲ μὲν μέχρι μεσονυχτίου, ποτὲ δὲ ἕως πρωΐ. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς
νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην
ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἧν καὶ ὁ
Τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ
Ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς. οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας
καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς
τὸν Ἐπιφάνιον λέγων· Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δὲ φησίν· Ναί,
Πάτερ μου πνευματικέ. Καὶ τούτων ὁρῶντων, κλίνασα τὰ γόνατα αὐτῆς, ἐπὶ πολλὴν
ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ
δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ
περιεστώτος λαοῦ. Ὅτε οὖν ἀπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου
αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τη
ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν
ὑπάρχον, ἐπάνων παντὸς τοῦ ἐκεῖσε ἑστῶτος λαοῦ διεπέτασεν, ὅπερ ἐπὶ ἱκανὰς ὥρας
ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς
ἤλεκτρον. Μέχρις οὖν ἧν ἐκεῖ ἡ Ὑπεραγία Θεοτόκος, ἐβλέπετο κακεῖνο. Μετὰ δὲ τὸ
ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο. Πάντως γὰρ ἧρεν αὐτὸ μεθ’ ἑαυτῆς, τὴν δὲ
χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν Νιτᾶ, Σαρβίλου,
Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης.
Σὺν ἑπτὰ
τέκνοις ἡ δυὰς τῶν συζύγων
Τιμὴν τομὴν
ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.
Οὗτοι
οἱ Ἅγιοι, ἐν ἑνὶ οἴκῳ διάγοντες καὶ τῷ Θεῷ ἀεὶ ἐν κρυπτῷ λατρεύοντες,
διεβλήθησαν καὶ παρέστησαν τῷ δικαστηρίῳ. Καὶ ἐπειδὴ τὸν μὲν Χριστὸν ὡμολόγουν,
τὰ δὲ εἴδωλα ἐκωμῴδουν, κρεμασθέντες ἐξέοντο· εἶτα ὄξει δριμυτάτῳ ταῖς πληγαῖς
κατεῤῥαντίζοντο καὶ πυρκαϊᾶς κάτωθεν φλογιζομένης, προσηύχοντο σιωπηρῶς
ἀλλήλους ἐπαλείφοντες. Οὐ παρεῖδεν οὖν ὁ Θεὸς τὴν δέησιν αὐτῶν· Ἄγγελοι γὰρ
ἀοράτως τοὺς Ἁγίους τῶν δεσμῶν ἠλευθέρουν καὶ τὴν θεραπείαν παρεῖχον· τοὺς δὲ
ἀσεβεῖς ἔκπληξις καὶ φόβος κατεῖχε, καὶ ἡ φυλακὴ τοὺς Ἁγίους εἶχε. Τῇ δὲ ἑξῆς,
ῥοπάλοις τύπτονται· εἶτα ἐν τροχῷ δεθέντες, τῷ δοκεῖν ἐμαστίζοντο· καὶ ἐν
μηδενὶ δεινὸν πεπονθότες, βορὰ τοῖς θηρσὶ παραδίδονται. Οὕτως οἱ ἅγιοι Μάρτυρες
ἀβλαβεῖς ἐκ πάντων διατηρηθέντες, λέβησιν ἐκ πίσσης παφλάζουσιν ἐμβάλλονται καὶ
ὁ βρασμὸς τῆς πίσσης εἰς ὕδωρ μετεβλήθη. Ἰδόντες οὖν οἱ δυσσεβεῖς, ὅτι αἱ
κολάσεις τοῖς Ἁγίοις ἀντ᾿ οὐδενὸς ἐλογίσθησαν, ξίφει τὰς κεφαλὰς αὐτῶν ἔτεμον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
Ὁσίου Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.
Ἐπώνυμος
Στέφανος οὗ φορεῖ στέφους,
Ὃ πρακτικὴ
χεὶρ ἀρετῆς οἶδε πλέκειν.
Οὗτος
ὁ Ὅσιος, περὶ τὰ τέλη τοῦ ὀγδόου αἰῶνος ἀκμάσας, ἠγωνίσατο κατὰ τῶν αἱρέσεων·
καὶ ποιητὴς ἐγένετο ᾀσματικῶν Τροπαρίων, ὡς τοῦτο ἀναφέρει ὁ Γραπτὸς Θεοφάνης
ἐν τῷ εἰς τὸν Ὅσιον τοῦτον μελουργηθέντι παρ᾿ αὐτοῦ Κανόνι.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα
ἕξ.
Τέμνουσι
Τερέντιον, ὃς βλύσας γάλα,
Ἔδειξε καινὸν
καὶ τετμημένος τέρας.
Κτείνουσι
φαῦλοι προσκυνηταὶ δαιμόνων,
Τρεῖς
προσκυνητὰς Τριάδος διὰ ξίφους.
Ἄνδρας
συνάθλους ἕξ ὁμοῦ καὶ τρὶς δέκα,
ὁμοῦ
συναθλήσαντας ἔγνων ἐκ ξίφους
Οὗτοι
οἱ ἅγιοι Μάρτυρες ἤθλησαν ἐπὶ Δεκίου βασιλέως καὶ Φουρτουνάτου ἡγεμόνος, ἐν
Ἀφρικῇ γεννηθέντες καὶ ἀγωνισάμενοι. Τύπτονται οὖν νεύροις ὠμοῖς, εἶτα ῥάβδοις·
καὶ πυρωθεῖσιν ὀβελίσκοις τὰ νῶτα καίονται· καὶ ἐπιχεομένου ὄξους σὺν ἅλμῃ,
τριχίνοις ὑφάσμασιν ἀνατρίβονται· καὶ δεσμῷ μετὰ τὴν ἐρώτησιν βάλλονται καὶ
γυμνοὶ σύρονται ἐπάνω πυρός. Εἶτα ξέονται καὶ εἰς βόθρον ἀποῤῥίπτονται, ὄφεων
καὶ σκορπίων μεστόν· καὶ ἀβλαβεῖς διαμείναντες, ξίφει ἐτελειώθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ὁσίου Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου
Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμωσατέα.
Εἰρηνικῶς
θνῄσκουσιν εἰρήνης τέκνα,
Φιρμιλιανὸς
καὶ σὺν αὐτῷ Μελχίων.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως.
Τὴν βασιλείαν
οὐρανῶν, Φεβρωνία,
Τῆς πατρικῆς
σου προκρίνεις ὡς ἀγχίνους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς
βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός.
Μίξας ἐλαίῳ,
Κυριακὲ παμμάκαρ,
Σὸν αἷμα
σεπτόν, μῖγμα καινὸν εἰργάσω.
Οὗτος
μετὰ τὸ φανερῶσαι τὸν τίμιον Σταυρὸν καὶ πιστεῦσαι καὶ βαπτισθῆναι, γέγονεν
Ἐπίσκοπος Ἱεροσολύμων μετὰ Μακάριον καὶ παρέτεινεν ἡ ζωὴ αὐτοῦ μέχρι τῆς
βασιλείας Ἰουλιανοῦ τοῦ παραβάτου· ὃς κατὰ τῶν Περσῶν ἐκστρατεύσας, ἀπῆλθε καὶ
εἰς Ἱερουσαλὴμ καὶ μαθὼν περὶ τοῦ Ἁγίου καὶ κρατήσας αὐτόν, ἑαυτῷ παρέστησε·
καὶ ἀναγκάσας θῦσαι τοῖς εἰδώλοις, ἠλέγχθη παρ᾿ αὐτοῦ. Ὅθεν καὶ ἐκέλευσε
κοπῆναι τὴν δεξιὰν αὐτοῦ χεῖρα, εἰπών· Ὅτι ἐπιστολὰς πολλὰς γράψας μετὰ τῆς
χειρὸς ταύτης, πολλοὺς ἀπέστρεψας ἀπὸ τῶν θεῶν. Εἶτα ἐξέχεε μόλυβδον ἐν τῷ
στόματι αὐτοῦ, καὶ μετὰ ταῦτα ἔθηκαν αὐτὸν ἐπὶ κραββάτου πεπυρακτωμένου, κατὰ
πρόσωπον. Ἐλθοῦσα δὲ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, καὶ αὐτὴ ἐκρατήθη, καὶ
κρεμασθῆναι ταύτην προστάττει ἐκ τῶν τριχῶν· καὶ ξεομένη, τὸ πνεῦμα τῷ Κυρίῳ
παρέθετο. Εἶτα ἐμβληθεὶς καὶ αὐτὸς εἰς λέβητα, ἐπλήγη μετὰ ξίφους, καὶ
ἐτελειώθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ
ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.
Φλεχθεῖσα
σάρκα Μάρτυς Ἄννα λαμπάσιν,
Ἀειφανὴς
ὑπῆρξε λαμπὰς Κυρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, Ἀρχιεπισκόπου Σερβίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβραμίου, Ἐπισκόπου Ἐφέσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἀρσενίου τοῦ Αὐτωρειανοῦ, πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Διομήδους τοῦ ἐν Κύπρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄμπαν (Abban) τοῦ Ἰρλανδοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λαϊόβας (Lioba)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Θεοφίλου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ῥώσσου, τοῦ διὰ
Χριστὸν σαλλοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου, Μητροπολίτου Ῥοστόφ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τοῦ Πινέγκα, τῆς Ῥωσσίδος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Πονολύτριας
Σεῤῥῶν.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Θεοῦ συγκατάβασιν.
Ποιμένα πανάριστον καὶ
Ἱεράρχην σοφὸν πλουτήσασα, ἡ τῶν πόλεων μάκαρ, παρὰ Θεοῦ σὲ χορεύει ἄνασσα, ἣν
εὐσεβῶς τοῦ βοᾷν ἐξεπαίδευσας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥημάτων ἀκήκοας τοῦ σοῦ
Δεσπότου ὦ παναοίδιμε, προχειρίζοντα μάκαρ, σὲ Ποιμενάρχην τοῦ χριστωνύμου
λαοῦ, τοῦ εὐσεβῶς εἰς ἀεὶ ἀναμέλποντος·
εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σὺ ἄλλος ἀπόστολος μετὰ
τοὺς Δώδεκα τρισκαιδέκατος, καὶ προφήτης ἐδείχθης, ἱερομύστα διδάσκων ἅπαντας,
συμφώνως ψάλλει Χριστῷ Ἀθανάσιε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νενέκρωμαι
πάναγνε τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω Σοι πίστει, τῇ τετοκυίᾳ
τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς Σαῖς πρεσβείαις τὸν δοῦλόν Σου ζώωσον, καὶ
πειρασμῶν, καὶ παθῶν, λύτρωσαι μόνη ἁγνή.
Ἕτερος.
Ὁ ἐν καμίνῳ.
Ἐν
τῇ ἀσκήσει στεῤῥῶς, ἀγωνισάμενος ἐβόας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπὶ
νομὰς ζωηράς, τὴν ποίμνην ἄγων ἀνεβόας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μὴ
ἐπιλάθη τοῦ σοῦ, ποιμνίου μάκαρ ἐκβοῶν τό· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Ὑπεραγία
σεμνή, τοὺς μελῳδοῦντας σῷζε πάντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Τὸν Ἱεράρχην σήμερον, καὶ
σοφὸν Ἀθανάσιον, ῥήτορα τοῦ λόου, τὴν μείστην σάλπιγγα, δογμάτων ἐκφάντορα, τὸν
τῆς Τριάδος πρόβολον, δεῦτε οἱ πιστοί, ἀνευφημήσωμεν ὕμνοις, βοῶντες τῷ
Δεσπότῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν
φιλάνθρωπον Κύριον, τῶν πιστῶς τελούντων, τὴν φωσφόρον μνήμην σου, ῥυσθῆναι
κακώσεως, καὶ πάσης περιστάσεως, ὦ θαυματουργέ, καὶ ἱερώτατε Πάτερ, καὶ πόθῳ
μελῳδούντων· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φωτοφανὴς ἀνέτειλεν, ἡ
πανήγυρις σήμερον, τοῦ λαμπροῦ φωστῆρος, καὶ σοφοῦ Ποιμενάρχου τε, τὸ σκότος
διώκουσα, τὴν νύκτα τῶν αἱρέσεων, ταῖς τῶν διδαχῶν καὶ τῶν δογμάτων ἀκτῖσι, καὶ
πάντας ὁμοφρόνως, διεγείρουσα μέλπειν· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Θεοτοκίον.
Θεογεννῆτορ
πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον,
πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ τόκου Σου, καὶ τοῖς ἐξ αὐτῆς,
ἀποκαθαίρουσα ῥείθροις, πρὸς Σὲ γὰρ ἀνακράζω, καὶ πρὸς Σὲ καταφεύγω, καὶ Σὲ
ἐπικαλοῦμαι τὴν κεχαριτωμένην.
Ἕτερος.
Τὸν ἐκ Πατρός.
Τὸν
ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Υἱὸν καὶ Θεόν, ἐν ἀγαθῇ πολιτείᾳ Ἀθανάσιε,
δοξάσας καλῶς, ἱερῶς ἐβόας· Χριστὸν ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.
Τῶν
ἱερέων τὸ κλέος Ἀθανάσιον ὑμνοῦμεν πιστῶς, ὡς ποιμενάρχην ὀφθέντα ὃν ὁ Παῦλος
ὑπογράφει καλῶς· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς τοὺς αἰῶνας.
Τῶν
μοναζόντων χορεῖαι καὶ Ποιμένων ἱερῶν ὁ χορός, τὸν Ἀρχιποίμενα δεῦτε
εὐφημήσωμεν, βοῶντες ὁμοῦ· ἱερεῖς ὑμνεῖτε, λαὸς ὐπερυψοῦτε, εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν
φωτοφόρον νεφέλην τὴν ὑπέραγνον τοῦ Λόγου σκηνήν, καὶ Χερουβὶμ ὑπερτέραν
ἀνυμνήσωμεν βοῶντες πιστῶς, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Χοροὶ Ἀποστόλων καὶ
Προφητῶν, καὶ Ὁσίων παμμάκαρ ἐδέξαντο, ἐν οὐρανοῖς, πνεῦμά σου τὸ θεῖον
περιχαρῶς, Ἱεραρχῶν τὰ τάγματα, καὶ τῶν Ἀσωμάτων μεθ’ ὧν καὶ νῦν, τοῦ κάλλους
ἀπολαύων, τῆς θείας Βασιλείας, μνείαν ποιοῦ τῶν ἀνυμνούντων σε.
Ψαλμοῖς τε Ἀθανάσιον τὸν
σοφόν, οἱ πιστοὶ συνελθόντες ὑμνήσωμεν, τῶν ὀρφανῶν, ὡς θερμὸν προστάτην καὶ
τῶν χηρῶν, καὶ τῶν δογμάτων πέλαγος, ὡς ἁμαρτανόντων διορθωτήν, καὶ βρύσιν τῶν
θαυμάτων, ὡς ἔνθεον προφήτην, καὶ Ἐκκλησίας πύργον ἄσειστον.
Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν
Χριστόν, Ἱεράρχα σοφὲ Ἀθανάσιε, τοὺς εὐσεβῶς μνήμην σου τελοῦντας τὴν ἱεράν,
καὶ φωταυγῆ πανήγυριν, λύτρωσαι κινδύνων καὶ πειρασμῶν, καὶ βλάβης καὶ
πταισμάτων, ταῖς θείαις σου πρεσβείαις, καὶ τοῦ πυρὸς τοῦ αἰωνίζοντος.
Θεοτοκίον.
Συνέλαβες
Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δμιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων
τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό Σε
Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.
Ἕτερος.
Σὲ τὴν ὑπὲρ νοῦν.
Σὲ
τὸν ἱερῶς τὸν βίον ἀνύσαντα νῦν, συνελθόντες ὑμνήσωμεν ὡς μέγαν θεράποντα, τοῦ
Χριστοῦ καὶ Ἀγγέλων ὁμοδίαιτον.
Σὲ
τὸν ἱλαρῶς τὰ πάντα τοῖς πένησι πρίν, διανείμαντα Ἅγιε καὶ νῦν ὡς θερίζοντα,
πλουσίως τὰ δράγματα, τῶν καμάτων σου Πάτερ μακαρίζομεν.
Σὲ
τὸν ἀληθῆ Ποιμένα μακάριε, σὲ δυσωπῶ ὁ ταλαίπωρος ἐγὼ ὁ τοὺς ὕμνους σοι, ἐκ
πόθου καὶ πίστεως, ἐξυφαίνων, ἱκέτευε σωθῆναί με.
Θεοτοκίον.
Σὲ
τὸν διὰ λόγου Λόγον Υἱὸν τοῦ Θεοῦ, ὑπὲρ λόγον Θεόνυμφε τεκοῦσαν γεραίρομεν, καὶ
λόγοις δεόμεθα, τῶν ἀλόγων παθῶν ἡμᾶς ἀπάλλαξον.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῆς
βασιλίδος σήμερον, τὸν σοφὸν Ποιμενάρχην, τὸν θεῖον Ἀθανάσιον, οἱ φιλέορτοι
δεῦτε, τὸν στύλον τῆς Ἐκκλησίας, τὴν πηγὴν τῶν θαυμάτων, τὸν μύστην τῶν
ἀποῤῥήτων, εὐφημήσωμεν ὕμνοις, καὶ τὴν αὐτοῦ, μνήμην ἑορτάσωμεν ἐκβοῶντες·
ῥῦσαι ἡμᾶς πρεσβείαις σου, πάσης βλάβης παμμάκαρ.
Θεοτοκίον.
Δέσποινα
πάντων ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν πολέμοις, πρόφθασον ἐν ταῖς
θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ σατᾶν ἡμᾶς λάβῃ, μὴ ᾅδης,
μὴ ἀπώλεια βήματι τοῦ Υἱοῦ Σου, τῷ φοβερῷ, ἀνευθύνως ἅπαντας παραστῆναι, ὦ
Θεομῆτορ Δέσποινα, ποίησον Σαῖς πρεσβείαις.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
Ἑλλησπόντου τὸ κλέος καὶ θεῖον βλάστημα, τῆς Παφλαγόνος δεῦτε, Ἀθανάσιον πάντες,
τὸν μέγαν Ἱεράρχην, καὶ ἱερὸν μυστηπόλον ὑμνήσωμεν, ὡς τῶν θαυμάτων ἀκτῖσι, καὶ
διδαχῶν, καταλάμψαντα τὰ πέρατα. (Δίς)
Τῆς
ἱερᾶς διπλοΐδος τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν,
Πάτερ θεοφόρε· ὅθεν ἡμῖν, ἱεροῦργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων,
ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.
Τῶν
ἀθεάτων τὰ κάλλη περιερχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε
Ἁγίων· ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις
ἱερώτατε.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
φιλεόρτων τὰ πλῆθη, δεῦτε καὶ χορείαν στησώμεθα, ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ
θεοφόρου Πατρὸς ἡμῶν. βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν Ἱεράρχην
κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντα ποταμοὺς ὑπερμεγίστους, καλιῤῥόους
τοῦ Πνεύματος. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον
Ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν ὄρεσι τὸν ασκητήν, οἱ ἐν ἀνάγκαις τὸν
ῥύσυην, οἱ πένητες τὸν πλουτιστήν, οἱ ὀρφανοὶ τὸν προστάτην, οἱ ἐν νόσοις τὸν
ἰατρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν. Οἱ πάντες τὸν πανταχοῦ θερμῶς
προφθάσαντα, μέγιστον ποιμενάρχην Ἀθανάσιον, ἐγκωμιάζοντες εἴπωμεν· πανάγιε
διδάσκαλε, πρόφθασον ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ ῥῦσαι τοὺς
εὐφημοῦντάς σε πάσης θλίψεως.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τῶν
Ἀρχιερέων ἡ καλλονή, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ὁδηγός, καὶ τῆς
Ἐκκλησίας ὁ πρόεδρος ὁ μέγας, ἡμᾶς ταῖς σαῖς πρεσβείαις, Πάτερ διάσωσον.
Τὸν
φωστῆρα πάντες τὸν παμφαῆ, τὸν τῆς οἰκουμένης καταυγάζοντα διδαχαῖς, τὸν ἐν
Ἱεράρχαις Ἀθανάσιον μέγαν, ἡμῶν δὲ πολιοῦχον, ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου