ΟΚΤΩΒΡΙΟΣ
ΚΣΤ!!
ΔΗΜΗΤΡΙΟΣ
ΜΕΓΑΛΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ.
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ
Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν,
τὸν τοῦ Χριστοῦ ὁπλίτην, καὶ γενναῖον φωστῆρα, Δημήτριον
τὸν πᾶσαν τὴν τοῦ ἐχθροῦ, δυναστείαν πατήσαντα, τούτῳ βοῶντες ἐν πίστει ὑπὲρ
ἡμῶν, τὸν Χριστὸν Μάρτυς ἱκέτευε.
Τὸν θεῖον ὄντως ὁπλίτην καὶ μιμητὴν τοῦ
Χριστοῦ, τὸ τῆς ἁγνείας κάλλος, καὶ τὴν πηγὴν τῶν θαυμάτων, Δημήτριον τὸν μέγαν πάντες πιστοί, ἐν ᾠδαῖς εὐφημήσωμεν, ἁγιαζόμενοι
σώματα καὶ ψυχάς, ἐν τῇ μνήμῃ τῆς ἀθλήσεως.
Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ
συγκαλεῖται πάσας, τὰς περικύκλῳ πόλεις, Δημήτριε
τρισμάκαρ τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν, μεθ’ ὧν ἡμεῖς συνελθόντες ᾀσματικῶς,
εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.
Τοὺς ἐτησίως τὴν μνήμην σου ἑορτάζοντας, Δημήτριε θεόφρων, καὶ πιστῶς ἀνυμνοῦντας, τοὺς ἄθλους καὶ τοὺς
ἀγῶνας οὓς καρτερῶς, ἐναθλῶν καθυπέμεινας, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης ῥῦσαι καὶ
νῦν, τῶν δεινῶν ταῖς ἱκεσίαις σου.
Δόξα. Ἦχος β΄.
Σήμερον ἡ κτίσις ἀγάλλεται, ἐπὶ τῇ ἐνδόξῳ
μνήμῃ σου Μεγαλομάρτυς Ἀθλητά, σὺν τοῖς Ἀγγέλοις λέγουσα· χαίροις Θετταλῶν τὸ
καύχημα, μᾶλλον δὲ ἁπάντων τῶν πιστῶν· ὁ παῤῥησίᾳ κηρύξας τὴν ἔνσαρκον
οἰκονομίαν Χριστοῦ τοῦ Θεοῦ, ὑπὲρ Οὗ καὶ τὴν μέχρις αἵματος ἐδέξω τελευτήν,
μιμητὴς γενόμενος τοῦ πάθους Αὐτοῦ. Ἡμεῖς δέ σοι βοῶμεν, οἱ συνόντες τῷ θείῳ
τεμένει σου· τῇ πρεσβείᾳ σου διάσωσον ἡμᾶς, Μυροβλύτα Δημήτριε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ
Ἐφραθᾶ.
Δεῦτε πανευλαβῶς, μορφῆς τὸν χαρακτῆρα,
τοῦ θείου Δημητρίου, καὶ ὄντως Μυροβλύτου, τιμῶντες
ἀσπασώμεθα.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει
καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μῦρον τὸ νοητόν, σὲ Μάρτυς καταθέλξαν,
πρὸς ἀρετῶν τὰ μῦρα, διέγειρε καὶ μῦρα, βλύζειν ἀφθόνως δέδωκεν.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ
Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσεται.
Ὄχημα νοητόν, ἐδείχθης Μυροβλύτα, Τριάδος
τῆς Ἁγίας, καὶ οἶκος φωτοφόρος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος.
Δόξα. Ἦχος δ΄.
Σήμερον, ὁ ὑπὸ σοῦ κηρυχθεὶς Χριστὸς ὁ
Θεός, οὐρανῶν τὰς πύλας ἀνοίξας, εἰς τοὺς ἀκηράτους δόμους σὲ δέχεται, Δημήτριε Μεγαλομάρτυς πανεύφημε. Καὶ Βασιλείας συμμέτοχον
δείκνυσιν, ὡς κοινωνὸν τῶν αὐτοῦ παθημάτων, ᾧ παριστάμενος, μὴ ἐπιλάθου ἡμῶν,
τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου
φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος γ'
Μέγαν εὕρατο, ἐν τοῖς κινδύνοις, σὲ
ὑπέρμαχον, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες
τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, λέγομεν τὴν α'
Στάσιν τοῦ, Μακάριος
ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους
ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια Στιχηρὰ τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ
παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν
γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν
Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς
καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.
Ὢ τοῦ παραδόξου θαύματος! ταῖς τῶν
θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς
πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς
ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται.
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ
λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος,
ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε
Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας.
Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος
στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος·
μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ
κατέβαλον, ἀκλινῆ στερρότητα· μαρτυρικῷ στέφει γὰρ ἐπόθησας, ἐγκαλλωπίζεσθαι.
Πάθει τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον
Χριστοῦ, παρ' αὐτοῦ τὴν ἐνέργειαν, τῶν θαυμάτων εἲληφας, Ἀθλοφόρε Δημήτριε, καὶ
διασῴζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων
εὐάρεστον, παρρησίαν ἔνδοξε πρὸς τὸν Χριστόν, ᾧ καὶ νῦν παρίστασαι, δόξης
πληρούμενος.
Αἵματι τῷ σῷ σταζόμενος, τῷ ζωοδότῃ
Χριστῷ, τῷ τὸ αἷμα τὸ τίμιον, διὰ σὲ κενώσαντι, προσηνέχθης Δημήτριε, καὶ
κοινωνὸν σε δόξης εἰργάσατο, καὶ βασιλείας αὐτοῦ συμμέτοχον, ὡς ἀριστεύσαντα,
κατὰ τοῦ ἀλάστορος, καὶ τὰ δεινά, τούτου μηχανήματα, τελείως σβέσαντα.
Δόξα...Ἦχος πλ. β'. Βυζαντίου
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ
παγκόσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην
αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως,
τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς
ἐπινοίας τῶν παρανόμων, τῇ ἰσχὺϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις, ὁ
λογχευθέντων τῶν μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ
Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν
καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, ΠαναγίαΠαρθένε;
τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς
μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων,
καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν
δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας, καὶ τὰ ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ.
3,1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ
ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ·
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα. Ἦχος α'.
Γεωργίου Σικελιώτου
Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη,
ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Δημήτριον τὸν πανένδοξον ἀθλητήν, καὶ
Μάρτυρα τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα ὡς θησαυρόν, ἀπόλαβε τῶν θαυμάτων
τὰς ἰάσεις καθορῶσα, καὶ βλέπε καταράσσοντα τῶν Βαρβάρων τὰ θράση, καὶ
εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα σοι.
Ἦχος β'. Γερμανοῦ
Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου
Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος
γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός,
λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ
ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν
ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον τὴν κοίμησιν
ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα κύριον.
Ἦχος γ΄.
ᾈσματικὴν χορείαν σήμερον, ἐπὶ τῇ μνήμῃ
τοῦ πανευσεβοῦς Ἀθλητοῦ, κροτήσωμεν ὦ φιλομάρτυρες. Οὗτος γὰρ τῆς Τριάδος
γέγονεν ὑπέρμαχος, καὶ ἐν σταδίῳ τὸν ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτοῦ αἵματι
ἀπέπνιξεν, καὶ τὸν τῆς νίκης στέφανον, ἐνδόξως παρὰ Χριστοῦ ἐκομίσατο. Διὸ καὶ
πρὸς αὐτὸν ἐκβοῶντες λέγομεν· Δημήτριε θαυματουργέ, Μεγαλομάρτυς Μυροβλύτα
πανεύφημε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Τρισαριστεῦ ἀντιλήπτορ ἡμῶν, μεγαλόδοξε
Δημήτριε, τῶν μαρτυρικῶν κοιλάδων τὸ ἀμάραντον ἄνθος, τὸ μῆλον τὸ εὔοσμον,
ἄμπελος ἡ κυπρίζουσα ταῖς διαφόροις τοῦ πνεύματος χάρισιν, ὡς θαυμαστὸν τὸ
ὄνομά σου ἐν πᾶσι τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια τῶν θαυμασίων σου, ὑπὲρ ἄνω
τῶν οὐρανῶν. Προσαδέτω σοι ταῦτα κατὰ καιρόν, κινύραν Δαβιτικήν, τὰ ἡμέτερα
χείλη εἰς αὐτὸ διανοίγουσα γεγηθότως, ὑπὲρ ὧν οὐ παύει πρεσβεύων πρὸς Κύριον,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, βοήσωμεν
ἑοόρτια, καὶ κροτήσωμεν χεῖρας ἅπαντες, ἐν τῇ δι’ ἔτους πανηγύρει τοῦ ἀρχηγέτου
ἡμῶν. Στρατιαὶ οὐράνιαι εὐφραινέσθωσαν, καὶ τὸν λογχευθέντα διὰ δὲ λόγχης
νυγέντα Βασιλέα Κύριον, καὶ τὸ θράσος τοῦ Λυαίου καθηρηκότα, θαρσαλέως
θαυμαζέτωσαν, ἡ γῆ τε καὶ ἡ θάλασσα, τὰ τοῦ λαμπροῦ φωστῆρος παράδοξα σημεῖα,
κατὰ χρέος εὐφημήτωσαν· ἡ νεότης τὸν χαλινόν, οἱ ἐν γήρᾳ τὴν βακτηρίαν, οἱ ἐν
συμφοραῖς τὸν προστάτην, οἱ ἄποροι τὸν πλουτιστήν, οἱ ἐν εὐπορίᾳ τὸν οἰκονόμον,
τὴν συμμαχίαν οἱ στρατιῶται, οἱ ἐν πελάγει τὸν συμπλοτῆρα, σὺν πᾶσι τὸν ἑαυτῆς
στεῤῥὸν ὑπέρμαχον, πόλις Θεσσαονίκη, καθικετεύοντες οὕτως εἴπομεν· περίδοξε
Δημήτριε, πρόφθασον ἐξελοῦ ἡμᾶς ἀπὸ παντοίας ἀνάγκης, καὶ σῶσον τοὺς δούλους
σου ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, προκύψασα
γὰρ ἄνωθεν ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς
ἀνυμνοῦντας αὐτήν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα
κροτήσωμεν ἐν ὕμνοις, Βασιλέα τέξασα, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολύσαι
φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ ποιμένος
ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν. Τὴν λυχνίαν τὸν χρυσαυγῆ, τὴν
φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέρα, τὴν ἔμψυχόν τε Κιβωτόν, τὸν
πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν
κεκλεισμένην τοῦ Λόγου πύλην, τὴν πάντων χριστιανῶν καταφύγιον, ᾄσμασι
θεηγόροις ἐγκωμιάζοντες, οὕτως εἴπωμεν· παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς
ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας, οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ
ξύλου.
Δεῦτε, φιλεόρτων ἡ πληθύς, πᾶσα μοναστῶν
καὶ μιγάδων, τοῦ χριστωνύμου λαοῦ, ᾄσμασι τιμήσωμεν, τὸν Ἀθλητὴν τοῦ Χριστοῦ,
τὸν τὴν πλάνην πατήσαντα, καὶ νίκης λαβόντα, στέφανον ἀκήρατον, ἐν οὐρανοῖς ἐκ
Θεοῦ, οὗπερ, παρεστῶς νῦν τῷ θρόνῳ, νέμει δαψιλῶς τὰς ἰάσεις, πᾶσι καὶ
πταισμάτων ἀπολύτρωσιν.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει
καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε, προσηνέχθης Ἀθλητά, εἰς τὸ τῆς
ἀθλήσεως σκάμμα, Μάρτυς Δημήτριε, τότε ὡς ἀπτόητος, λέων διήλεγξας, τὴν
κακίστην ἀσέβειαν, καὶ ἄθεον πλάνην, πίστιν δὲ ἐκήρυξας, Χριστοῦ τὴν ἔνθεον,
ὅθεν, τὸν ἀγῶνα τελέσας, νῦν μετὰ Μαρτύρων χορεύεις, καὶ μετὰ Ἀγγέλων
ἀξιάγαστε.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ
Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσεται.
Στόμα, διανοίξας ἐκ Θεοῦ, σὺ ὁμολογίας
ἐπλήσθης, Ἁγίου Πνεύματος, στόματα δὲ ἔφραξας, τὰ τῶν ἀθέων ἐχθρῶν, ἐπὶ σοὶ γὰρ
πεπλήρωται, ἡ πρόῤῥησις Μάρτυς, τοῦ Θεοῦ ἡ λέγουσα· ἐγὼ παρέξω ὑμῖν, στόμα, καὶ
τὴν ἄνω σοφίαν, ἥνπερ ἀντιστῆναι οὐδόλως, οὐδὲ ἀντιπεῖν ἐχθροὶ δυνήσονται.
Δόξα... Ἦχος
πλ. δ' Ἀνατολίου
Ἔχει μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος,
ἀοίδιμε Δημήτριε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ἧς τὰ τείχη, ἐν ταῖς
ἀχράντοις χερσὶ τοῦ ἀοράτου Θεοῦ ἐζωγράφηνται. Ἔχει δὲ καὶ τὸ πανέντιμον, καὶ
ἀθλητικώτατόν σου σῶμα, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, ταμεῖον ἄσυλον
θαυμάτων, νοσημάτων ἀλεξητήριον, ἔνθα προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα.
Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν ἐναντίων προσβολῶν,
παρρησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα.
Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος γ'
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ
ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν
ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα Ἦχος δ'.
Ταχὺ προκατάλαβε
Ἡ μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε,
ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν
ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην· διὸ
ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
Δόξα... Ὅμοιον
Ἀθλήσεως καύχημα, Μάρτυς Δημήτριε, Χριστὸν
ἐνδυσάμενος, κατεπολέμησας, ἐχθρὸν τὸν ἀνίσχυρον· πλάνην γὰρ τῶν ἀνόμων, ἐν
αὐτῷ καταργήσας, γέγονας τοῖς ἐν πίστει, εὐσεβείας ἀλείπτης· διό σου καὶ τὴν
μνήμην, σεπτῶς πανηγυρίζομεν.
Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ,
ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν· τοῦτον σὺν τοῖς
Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν
ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα Ἦχος πλ.
α'. Τὸν συνάναρχον
Ἀδιστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ,
τῶν τυράννων τὰ θράση καταβαλὼν ἀνδρικῶς, ἀθλητικῶς τὸν πονηρὸν κατεπάλαισε,
καὶ τῶν βασάνων ἀμοιβήν, τὴν τῶν θαυμάτων παροχήν, ἐδέξατο ἐκ τοῦ μόνου, Θεοῦ
τοῦ ἀγωνοθέτου, ᾧ καὶ πρεσβεύει ἐλεηθῆναι ἡμᾶς.
Δόξα... Τὸ
αὐτὸ. Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ
ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ
ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα Ἦχος γ'. Τὴν
ὡραιότητα
Τὸν συμπαθέστατον, Κυρίου Μάρτυρα,
ἐκδυσωποῦμέν σε πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων,
ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν
ἡμῶν Ἅγιε· εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεὶ σε δοξάζωμεν.
Δόξα... Τὸ
αὐτὸ. Καὶ νῦν... Θεοτοκίον
Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν
ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε·
ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· Δέξαι με πανάχραντε, τὸν πολλὰ
ἁμαρτήσαντα, ἵνα ἐν παρρησίᾳ κραυγάζω σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον Ἦχος δ': Θαυμαστὸς
ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν
τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ
αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον.
Ὁ Ν'
Δόξα... ταῖς τοῦ Ἀθλοφόρου
Καὶ νῦν... ταῖς τῆς Θεοτόκου
Καὶ τὸ ἰδιόμελον. Ἦχος β'. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου
Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος
γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός·
λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ
ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν
ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον, τὴν κοίμησιν
ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου εἰς ς' οἱ
δὲ δύο τοῦ Ἁγίου εἰς η'.
Τοῦ Ἁγίου πρῶτος Κανών, ἔχων Ἀκροστιχίδα: Τῷ
καλλινίκῳ προσλαλῶ Δημητρίῳ.
Θεοφάνους
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον
Τὸν θεῖον, τοῦ μαρτυρίου στέφανον, ἀναδησάμενος, περὶ Θεὸν χορεύεις
ἀστραπαῖς, ταῖς ἐκεῖθεν λαμπόμενος, καὶ φωτισμοῦ πληρούμενος, Μάρτυς ἀοίδιμε
Δημήτριε.
Ὡς ὄντα, τῆς ἀληθείας Μάρτυρα, καὶ μέχρις αἵματος, ἠγωνισμένον
Μάκαρ καρτερῶς, σταθηράν τε τὴν ἔνστασιν, πρὸς τοὺς ἀγῶνας δείξαντα, σὲ ὁ
Δεσπότης προσεδέξατο.
Κακίας, τὸν εὑρετὴν κατέρραξας, πρὸς γῆν Δημήτριε, μαρτυρικῇ σου
λόγχῃ καθελών, θεϊκῆς ἀγαθότητος, ταῖς ὑπὲρ νοῦν δυνάμεσιν, εἰς τοῦτο Μάκαρ
δυναμούμενος.
Θεοτοκίον
Ἀμήτωρ, καθ' ὃ Θεὸς τὸ πρότερον, ὑπάρχων γέγονε, τὸ καθ' ἡμᾶς
ἀπάτωρ ὁ ἐκ σοῦ, Θεοτόκε πανύμνητε, σάρκα λαβὼν καθ' ἕνωσιν, τὴν ὑπὲρ λόγον καὶ
διάνοιαν.
Δεύτερος Κανών, οὗ ἡ Ἀκροστιχίς: Μύρῳ
νοητῷ προσπλακείς, μύρον γίνῃ. Ἐν δὲ τοῖς
Θεοτοκίοις: Φιλοθέου. Ποίημά
ἐστιν οὗτος τοῦ Ἁγιωτάτου καὶ οἰκουμενικοῦ Πατριάρχου κυρίου Φιλοθέου, ὑπόθεσιν
ἔχων ἐγκωμίων ὁμοῦ καὶ δεήσεως τὸ ἱερὸν αὐτοῦ μύρον.
ᾨδή α' Ἦχος ὁ αὐτὸς. Ἀνοίξω τὸ στόμα μου
Μερίς μου Δημήτριε, καὶ δόξα θεία γεγένησαι· τῆς μάνδρας γὰρ
πρόβατον, κἀγὼ τῆς φίλης σου· διὸ δέξαι μου, τὸν ὕμνον στεφηφόρε, κροτοῦντα τοῦ
μύρου σου, τὴν χάριν σήμερον.
Ὑπῆλθες Δημήτριε, λαμπρῶς Μαρτύρων τὸ στάδιον, ἐλαίῳ ἀλείψας σου,
τῶν ἀρετῶν τὴν ψυχήν, καινῷ τρόπῳ δέ, πεσὼν νικᾷς γενναῖε, καὶ μύρου τὸ σῶμά
σου, κρήνην ἀνέδειξας.
Ῥευμάτων βορβόρου με, καὶ δυσωδίας Δημήτριε, ἀπόσμηξον δέομαι, τῶν
ἀκαθάρτων παθῶν, καὶ τῷ μύρῳ σου, λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον,
ἄξιον σκήνωμα.
Ὡς μύρον μὲν ἔφησε, Δαυῒδ ὁ θεῖος ἐν Πνεύματι, τὴν ἕνωσιν Ἔνδοξε,
τῶν ἀδελφῶν τὴν τερπνήν, τὰ δὲ μύρα σου, σοφὲ τὴν νέαν κτίσιν, συνάγει πρὸς
ἕνωσιν, μύρου τοῦ κρείττονος.
Θεοτοκίον
Φανεῖσαν Πανάμωμε, μύρου τοῦ θείου ἀλάβαστρον, καὶ σκεῦος
ἐξαίρετον, τῆς εὐωδίας Χριστοῦ, ἱκετεύω σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε
λύτρωσαι, τῆς ἁμαρτίας με.
Καταβασία
Ἀνοίξω
τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι
Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ
θαύματα.
ᾨδὴ γ' Ὁ Εἱρμὸς . Εὐφραίνεται ἐπὶ σοί
Λελόγισται παρ' οὐδέν, τὸ τῶν τυράννων παρὰ σοὶ πρόσταγμα· τὸν τοῦ
Θεοῦ Λόγον γάρ, πάντων Ἀθλοφόρε προέκρινας.
Λυχνία φωτοειδής, τοῦ Μαρτυρίου ἐν σκηνῇ γέγονας, θείῳ φωτὶ
λάμπουσα, Μάρτυς Ἀθλοφόρε Δημήτριε.
Θεοτοκίον
Ἰώμενος τὴν μορφήν, τὴν σαθρωθεῖσαν τῶν βροτῶν Πάναγνε, ταύτην ἐκ
σοῦ ἐνδύεται, μείνας ὅπερ ἦν ὁ φιλάνθρωπος.
Δεύτερος Κανὼν. Τοὺς σοὺς ὑμνολόγους
Ναμάτων ἐπέβης ζωηρύτων, Βαπτίσματι θείῳ καθαρθεὶς αἵματι, δὲ
λουσάμενος, μαρτυρικῷ Δημήτριε, κρᾶσιν καινὴν τετέλεκας, πηγὴ τῶν μύρων γενόμενος.
Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὡς μέγας Κυρίου ποταμός, τέρπεις
λαμπρῶς τὴν πόλιν σου, τοῦ μύρου τοῖς ὁρμήμασιν, ὡς θεῖα δὲ σκηνώματα,
καθαγιάζεις τὰ σύμπαντα.
Ἡ πόλις σου Μάρτυς ὥς περ κρήνη, ναμάτων ὁρᾶται ζωτικῶν, ὡς ῥεύματα
τὰ μύρα σου, ποταμηδὸν προχέουσα, θαλάσσας τῶν αἱρέσεων, καὶ τῶν παθῶν
κατακλύζοντα.
Τὸ μύρον Χριστὸς ἐν τῇ ψυχῇ σου, Δημήτριε ῥεῦσαν νοητῶς, ὡς χείλεσι
σοῖς μέλεσι, μύρου πηγὴν ἐξέχεε, τῆς χάριτος τοῦ Πνεύματος, σεπτὸν δεικνύων σε
σκήνωμα.
Θεοτοκίον
Ἰδοὺ ἡ Παρθένος ἀνακράζει, τῷ πάντων Δεσπότῃ καὶ Υἱῷ· Καλὸς εἶ ὁ
Νυμφίος μου, ἰδοὺ καλὸς ὡραῖός τε, εἰς τὴν ὀσμὴν τοῦ μύρου σου, σπουδῇ
δραμοῦμαι ὀπίσω σου.
Καταβασία
Τοὺς
σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα
καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων
δόξης ἀξίωσον.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Τὴν
Σοφίαν καὶ Λογον
Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν,
ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, καὶ
τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος
ἐβύθισας· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις
ἰάματα, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ἕτερον
τοῦ Ἁγίου
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, βασιλέως
ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· διὰ τοῦτο
θῦμα, σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ ἀθλήσας στερρότατα· ὅθεν καὶ τῇ
λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι,
Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον.
Δεῦτε
πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες·
χαῖρε θρόνε πυρίμορφε, τοῦ Δεσπότου τῶν ὅλων, Χριστοῦ τοῦ παντάνακτος· χαῖρε τὸ
δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον,
Μαριὰμ θεοδόξαστε. Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς Σοὶ προστρέχουσι πίστει καὶ πόθῳ, τοῖς ὑμνοῦσί Σε.
ᾨδὴ δ' Ὁ Εἱρμὸς. Ἐπαρθέντα σε ἰδοῦσα
Νενικηκότα τὸ ψεῦδος τῆς ἀσεβείας, ὁ τοῦ Θεοῦ πανύψιστος, θεώμενος
Λόγος, δόξῃ, ἐστεφάνωσε, Δημήτριε ψάλλοντα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἰθυνόμενος παλάμῃ τῇ ζωηφόρῳ, πρὸς τοὺς λειμῶνας ἔφθασας, τοὺς
γαληνοτάτους, ἔνθα νῦν γηθόμενος, κραυγάζεις Δημήτριε· Δοξα τῇ δυνάμει σου
Κύριε.
Κατὰ τῆς πλάνης τὸ τρόπαιον ἀναστήσας, νικητικὸν διάδημα, τῆς
δικαιοσύνης, εἴληφας Δημήτριε, κραυγάζων τῷ Κτίστῃ σου· Δόξα τῇ δυνάμει σου
Κύριε.
Θεοτοκίον
Ὡς τῶν κτισμάτων ἁπάντων ἱερωτέρα, Μήτηρ Θεοῦ γενέσθαι, μόνη
ἠξιώθης· τοῦτον γὰρ γεννήσασα, τὸν κόσμον ἐφώτισας, τῆς θεογνωσίας τῇ χάριτι.
Δεύτερος Κανὼν. Τὴν ἀνεξιχνίαστον
Ὥριμον ὡς βότρυν σε μάκαρ Χριστός, θείας ἐξ ἀμπέλου δρεψάμενος,
ἐναποθλίβει, Μαρτυρίου τοῖς ληνοῖς· τὸ καταρρεῦσαν γλεῦκος δέ, μύρου θείαν
βρύσιν εἰργάσατο.
Ποῦ μένεις Νυμφίε μου; ποῦ τὴν σκηνήν, σοῦ ἐν μεσημβρίᾳ κατέπηξας;
ὁ στεφανίτης, ἀνεβόα τῷ Χριστῷ, εἰς τὴν ὀσμὴν τῶν μύρων σου, μύρον ἐκδραμοῦμαι
ληψόμενος.
Ῥεύματα Δημήτριε πλάνης δεινῆς, κλύσας τῶν ἰαμάτων σου ῥεύμασιν,
ἁμαρτιῶν μου, καὶ παθῶν τοὺς ποταμούς, εἰς τέλος ἀποξήρανον, μύρων σου τοῖς
ῥευμασι δέομαι.
Θεοτοκίον
Λέγε μοι Νυμφίε μου, λέγε τρανῶς· Ποῦ ποτε ποιμαίνεις τὰ πρόβατα; ἡ
Νύμφη κράζει, τῷ Νυμφίῳ καὶ υἱῷ· ἡ ὀσμὴ γὰρ τῶν μύρων σου, πάντας τοὺς
φιλοῦντάς σε εἵλκυσεν.
Καταβασία
Τὴν
ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ
Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς
Πῦρ πόθου θεϊκοῦ, ἐν καρδίᾳ δεξάμενος, πῦρ ἔσβεσας τῆς ἀθέου, τῶν
εἰδώλων μανίας, ἀοίδιμε Δημήτριε.
Ῥυόμενος ἡμᾶς, ἐκ κινδύνων ἐπίφανον, Δημήτριε ταῖς εὐχαῖς σου,
περισκέπων τοὺς πίστει, καὶ πόθῳ εὐφημοῦντάς σε.
Οἱ πίστει πρὸς τὸ σόν, ἐπειγόμενοι τέμενος, Δημήτριε νοσημάτων, καὶ
παθῶν ψυχοφθόρων, συντόμως ἀπαλλάττονται.
Θεοτοκίον
Ὁ Λόγος τοῦ Θεοῦ, ὁ Πατρὶ ὁμοούσιος, σὸς γίνεται θεομῆτορ, ὑπὲρ
νοῦν τε καὶ λόγον, Υἱὸς σοι ὁμοούσιος.
Δεύτερος Κανὼν. Ἐξέστη τὰ σύμπαντα
Ὁ μέγας ἐν Μάρτυσι, Δημήτριος τοῖς αἵμασιν, ἱδρῶτας κεράσας τῶν
ἀγώνων, μύρον τὸ θεῖον ἡμῖν ἐσκεύασε, πυρὶ τῷ τοῦ Πνεύματος καλῶς, ἑψήσας τὸ
φάρμακον, εἰς ψυχῶν καινὴν κάθαρσιν.
Σωμάτων τὰ τραύματα, καὶ τῶν ψυχῶν Δημήτριε, ὥς περ ἀντιδότῳ
δραστηρίῳ, μύρῳ καθαίρεις τῷ ἐκ τοῦ τάφου σου, ἰὸν ἀποπλύνων νοητόν, ζήλῳ τοῦ
Δεσπότου σου, σταλαγμοῖς τῶν αἱμάτων σου.
Πυρὸς ἐνεργέστερον, τὸ μύρον σου Δημήτριε, πᾶσαν διατρέχον
Ἐκκλησίαν, βλυζει πηγάζει, ζεῖ τε καὶ δρᾷ μυστικῶς, τοῖς πίστει προστρέχουσιν
αὐτῷ, φλέγον τὰ νοσήματα, καὶ διῶκον τοὺς δαίμονας.
Θεοτοκίον
Ὁ Λόγος ἐν μήτρᾳ σου, Κόρη σκηνώσας εἴργασται, ταύτην μυροθήκην
καινοῦ μύρου· ὅθεν Παρθένε Ἁγίων θείων ψυχαί, ὀπίσω σου ἔδραμον θερμῶς· Εἶ καλὴ
βοῶσαί σοι, εἶ καλὴ Κόρη Δέσποινα.
Καταβασία
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε
Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι
τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ στ΄. Θύσω σοι, μετα φωνῆς
Συμφώνως, συνελθόντες ὑμνοῦμεν Δημήτριε, τὴν φωτοφόρον σου μνήμην,
καὶ θαυμάτων πλήρη καὶ χαρισμάτων, τοῦ Ἁγίου, καὶ σεπτοῦ παμμακάριστε
Πνεύματος.
Λῦσόν μου, τὰς σειρὰς τῶν πταισμάτων πρεσβείαις σου· ὡς γὰρ
ἀήττητος Μάρτυς, παρρησίαν ἔχεις πρὸς τὸν Δεσπότην, καὶ γενοῦ μοι, καταφυγὴ καὶ
σκέπη Δημήτριε.
Θεοτοκίον
Ἄσπιλον, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ
κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐν τῇ γαστρί σου Λόγον ἐσκήνωσεν.
Δεύτερος Κανὼν. Τὴν θείαν ταύτην
Λουτρὸν τοῦ θείου Βαπτίσματος, λουσάμενος ἐχρίσθης Ἀοίδιμε, μύρῳ
τοῦ Πνεύματος· ὃ τηρηθὲν σοι ἀμόλυντον, τῆς σῆς πλευρᾶς τὸ αἷμα, μύρον
εἰργάσατο.
Ἀνάστα δεῦρο πλησίον μου, ψυχὴ τοῦ Δημητρίου προσφθέγγεται, νυμφίος
Κύριος· οἶκον τοῦ νάρδου εἰσέλθωμεν, καὶ τῆς ὀσμῆς τοῦ μύρου μου μεταλάβωμεν.
Καινὰ Δημήτριε κράζει σοι, νυμφίος ὁ Χριστὸς τὰ τελούμενα, ὁ χειμὼν
λέλυται, δεῦρο, τὸ ῥόδον ἐξήνθησεν· εἰς τὴν ὀσμὴν ὡς φίλος, δράμε τῶν μύρων
μου.
Ἐγὼ φησὶν ὁ ἐρώμενος, ἐγὼ Νυμφίε σπεύδω ὀπίσω σου· ὀσμὴ γὰρ μύρων
σου, πάντων τῶν μύρων ὑπέρκειται, ἥτις ἡμῶν τὸ αἷμα μύρον εἰργάσατο.
Θεοτοκίον
Θανάτῳ θάνατος λέλυται, ζωὴ ἀπὸ τοῦ τάφου ἀνέτειλε, τῷ ξένῳ τόκῳ
σου, νόμων λυθέντων των φύσεων· Μαρτύρων δὲ τὸ αἷμα, μύρον γεγένηται.
Καταβασία
Τὴν
θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε
τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον αὐτόμελον. Ἦχος β'
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε,
τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν
πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Ὁ Οἶκος
Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ
πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ
ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. Ῥῦσαι ἡμᾶς τοῦ σεισμοῦ
τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων·
εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων· ὅτι σὺ ὑπάρχεις ἡμῶν
τὸ στήριγμα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ
Μυροβλύτου, καὶ θαυματουργοῦ.
Δημήτριον
νύττουσι λόγχαι Χριστέ μου,
Ζηλοῦντα
πλευρᾶς λογχονύκτου σῆς πάθος.
Εἰκοστῇ
μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει
τελειοῦνται.
Ἀρτεμίδωρος,
ᾧ τέλους ψῆφος ξίφος,
Σύναθλον
εἶχε Βασίλειον πρὸς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη,
τελειοῦται.
Ἐν
γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων,
Ἀφῆκεν
εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται.
Ξίφει
προτείνας Μάρτυς αὐχένα Γλύκων,
Σπονδὴν
γλυκεῖαν αἷμά σου Χριστῷ χέεις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ.
Ἔσεισας,
ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε.
Τῆς
σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Λεωντίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Δύο Λεοντίων, τῶν ἐν Ἄθῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰάτα τοῦ Ἔκχαμ τῆς Ἀγγλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ ξίφει
τελειωθέντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει αφλς' (1536)
Μίξας
ἀσκήσει τὴν ἄθλησιν, παμμάκαρ
Τῆς
σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφίλου, ἀρχιεπισκόπου Νόβγκοροντ
τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἐπισκόπου Βολογκντά τῆς
Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Νεομάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων, γενομένης ἐν ἔτει 1971.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς,
ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ
Λελαμπρυσμένος, τῇ θείᾳ δόξῃ καὶ τῇ χάριτι, Μάρτυς ἀθλοφόρε,
λάμπεις φωτοειδῶς, καὶ φωτίζεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς
δόξης σου Κύριε.
Ὡς πορφυρίδι, κεκοσμημένος τῷ σῷ αἵματι, ἔχων ἀντὶ σκήπτρου Ἔνδοξε
τὸν Σταυρόν, τῷ Χριστῷ συμβασιλεύεις νῦν· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων
καὶ Κύριος.
Θεοτοκίον
Δεδοξασμένη, πεφωτισμένη Μητροπάρθενε, πάντας τοὺς τιμῶντάς σε τὴν
παναληθῆ, Θεοτόκον περιφρούρησον, εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχουσα
Δέσποινα.
Κανων δεύτερος. Οὐκ ἐλάτρευσαν
Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ
παντός, πλευρὰν δὲ λελόγχευσαι, τοῦτον μιμούμενος· ὅθεν δίδωσι, τὴν ἀμοιβὴν
κατάλληλον, μύρον ἄλλοις δεδειχὼς σε.
Σεσωμάτωται τὸ μύρον τὸ οὐράνιον, Χριστὸς ὁ Κύριος, διὰ φιλίαν
βροτῶν, αὐτὸν δὲ Δημήτριος, φιλήσας ἄριστα, χριστὸς γίνεται, μύρῳ καινῷ
χρισάμενος, καὶ σαρκός ἐκβλύζει μύρα.
Μύρῳ χρίσας με Χριστὸς ἀγαλλιάσεως, δουλείας ἔλυσε, καὶ τυραννίδος
πικρᾶς· ἀλλ' αὖθις δεδούλωμαι, αἰσχίσταις πράξεσιν, ἐλευθέρωσον, αἰσχρᾶς
δουλείας Ἅγιε, σοῦ τῷ μύρῳ καταχρίσας.
Θεοτοκίον
Ἐκλεξάμενος νυμφίος ὁ ὡραῖος σε, Παρθένε Δέσποινα, τῶν γηγενῶν ἐκ
φυλῆς, λαμπρῶς παρεστήσατο, ἐκ δεξιῶν αὐτοῦ· Δεῦρο Νύμφη μου, ἀπὸ Λιβάνου λέγων
σοι, δεῦρο Νύμφη μου καὶ Μῆτερ.
Καταβασία
Οὐκ
ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν,
ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας
Ἠμαύρωσας πᾶσαν τοῦ ἐχθροῦ, μανίαν ἔνδοξε, καὶ τὰ παλαίσματα, τὴν
ἀκαθαίρετον δύναμιν, τοῦ Χριστοῦ περιζωσάμενος, καὶ νικηφόρος γεγονώς, Μάρτυς
Δημήτριε, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Μαρτύρων εὐστάθειαν δεικνύς, Μαρτύρων εὔκλειαν ἔσχες Δημήτριε,
λουτρὸν λουσάμενος ἅγιον, ὃ δευτέραις οὐ μολύνεται, ἁμαρτημάτων προσβολαῖς,
λόγχῃ νυττόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἡ τῶν θαυμασίων πληθύς, τὴν ὑπὲρ νοῦν δωρεάν, ἥν σου παρέσχε·
Χριστὸς τοῖς πᾶσιν Ἔνδοξε δείκνυσι, καὶ ἡ χάρις τῶν ἰάσεων, τὴν ὑπὲρ λόγον σοι
σαφῶς, χάριν κηρύττει ἡμῖν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν μόνην ἐν πάσαις ταῖς γενεαῖς, Παρθενομήτορα, καὶ Θεοτόκον Ἁγνὴν
ὑμνολογήσωμεν· αὕτη γάρ, σωτηρίας ἡμῖν πρόξενος, ὡς τὸν τοῦ κόσμου Λυτρωτήν,
Λόγον γεννήσαντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν κυριον.
Κανὼν δεύτερος. Παῖδας εὐαγεῖς ἐν τῇ
καμίνῳ
Ὑψώσας Χριστὸν ἐν Ἐκκλησίᾳ, ἀλήθειαν σοῦ ὁ λάρυγξ ἐμελέτησε· στόμα
σὸν λελάληκε, σοφίας τὰ ῥήματα· τῶν ἀρωμάτων ὤφθησαν αἱ σιαγόνες σου, φιάλαι·
διὰ τοῦτο Χριστὸς σε, μύρου θείου κρήνην, ἀνέδειξε τῷ κόσμῳ.
Ῥημάτων ἰσχύν σου Στεφηφόρε, ὡς βέλη τοῦ δυνατοῦ ὁ σὸς ἀντίπαλος,
φρίττων ἀνὰ χεῖράς σου, πόρρωθεν στρεφόμενα, σοῦ τὴν πλευρὰν ἀνώρυξεν, μυρίῳ
δόρατι· ἢ μύρων ἀναδοῦσα θαλάσσας, ὡς τοὺς Αἰγυπτίους αὐτὸν καταβαπτίζει.
Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὁ ῥύστης ἐν τοῖς κινδύνοις ὁ
ἐξαίρετος, πρόμαχος ὁ κράτιστος, πάσης Ἐκκλησίας τε, οἷα πατὴρ φιλόστοργος,
τοῖς τέκνοις δίδωσι, θηλὴν αὐξητικὴν ψυχοτρόφον, τὴν πλευρὰν ὡς γάλα, τὸ μύρον
χορηγοῦσαν.
Νόσων καὶ δεινῶν ἀρρωστημάτων, δαιμόνων ἐπιβουλῆς τε σὺ διέσωσας,
μέγιστε Δημήτριε, μύρου ταῖς ἀρδείαις σου, τὴν πατρικὴν οἰκίαν μοι, ἣν περ
ἐφίλησας, τιμῶν τὴν ἀρετὴν τῶν τεκόντων, οἷς ἡμᾶς συνάπτοις, ὑμνοῦντάς σου τὴν
χάριν.
Θεοτοκίον
Ὄλβον σε κοινόν, ὧ Θεοτόκε, καὶ δόξαν οἱ σὲ τιμῶντες πάντες
ἔχοντες, πίστει σοι προστρέχομεν, πόθῳ σου δεόμενοι, τῆς ἀδοξίας λύτρωσαι, τῆς
ἐν τῷ μέλλοντι, τρυφῆς τῆς αἰωνίου καὶ δόξης, ἐν σκηναῖς Δικαίων, ἡμᾶς
καταξιοῦσα.
Καταβασία
Παῖδας
εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν
δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος
Εὐαγγελίζου γῆ καὶ ἐνωτίζου, τὴν τοῦ
Μάρτυρος σήμερον θείαν δόξαν.
Ῥῆξον τὰ δεσμὰ τῶν πταισμάτων, τῶν σὲ ὑμνούντων Ἀθλοφόρε, παῦσον
τῶν παθῶν τὰς προσβολάς, τὸν σάλον λῦσον τὸν τῶν αἱρέσεων· τῶν πειρασμῶν
κατεύνασον, τήν καταιγίδα ταῖς πρεσβείαις σου.
Σκίρτα χόρευε Χριστοῦ ἡ Ἐκκλησία, τὴν τοῦ
Μάρτυρος μνήμην ἐπιτελοῦσα.
Ἴθυνον πρὸς τρίβους εὐθείας, τῆς οὐρανίου βασιλείας, τὴν ἱερωτάτην
σου ποίμνην, στεφανηφόρε Μάρτυς Δημήτριε, ἐπὶ νομὴν σωτήριον, ἐπὶ τὸν τόπον τὸν
αἰώνιον.
Θεοτοκίον
Τὴν Θεοτόκον μεγαλύνομεν ὕμνοις, τὴν
ὑπάρχουσαν, Μητροπάρθενον μόνην.
Ὡς ῥίζαν πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας
σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ
τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.
Κανὼν δεύτερος. Ἅπας γηγενὴς
Ἄγγελοι,
τὴν μνήμη τοῦ Ἀθλοφόρου, τιμῶντες μακαρίζουσι, ὑπερβαλλόντος τὴν οὖσαν, θείας
χάριτος κοσμουμένην.
Γῆ καὶ οὐρανός, τὸ πρᾶγμα θαυμάζουσι, τὸ σὸν Δημήτριε· τὴν γὰρ ἐν
σαρκὶ ζωήν, καλῶν παντοίων κοσμήσας εἴδεσι, τὸ κατ' εἰκόνα βέλτιστε, λαμπρῶς
ἀπείληφας, τὸ δὲ σῶμα, βάψας σου τοῖς αἵμασι, Βασιλεὺς ὡς λαμπρὸς μύρῳ
κέχρισαι.
Ἄγγελοι,
καὶ ἄνθρωποι σὲ ὑμνοῦσι, Δημήτριε τρισόλβιε, οἱ μὲν συνόντες ἐν πόλῳ, οἱ δὲ
ἑστώτες τῷ σῷ τεμένει.
Ἵνα τὴν στολήν, ἐνδύσῃ Δημήτριε, ἣν ἐξεδύσατο, πρὶν ὁ παλαιὸς Ἀδάμ,
Ἀδὰμ τὸν νέον καλῶς ἐνδέδυσαι, καὶ τῆς σαρκὸς τὸ κώδιον χαίρων ἀπέρριψας· διὰ
τοῦτο, μύροις τε καὶ στέμμασι, βασιλεία λαμπρὰ σοι μνηστεύεται.
Δεῦτε
φιλομάρτυρες θιασῶται, πιστῶς συνεορτάσωμεν, Μυροβλύτου τὴν μνήμην, πρεσβευτοῦ
ἡμῶν ὄντως.
Νοῦς οὐκ ἐξαρκεῖ, καὶ λόγος ἀνθρώπινος ἐκδιηγήσασθαι, τὰς ὑπερφυεῖς
τιμὰς, καὶ δόξας Μάρτυς, ἃς περ ἀπείληφας, συμβασιλεύων ἄληκτα, Χριστῷ μακάριε,
τὸ δὲ μύρον, σύμβολον σαφέστατον, ὑπὲρ φύσιν ἐκβλύζον σῆς κόνεως.
Ἄγγελοι,
τὴν μνήμη τοῦ Ἀθλοφόρου, τιμῶντες μακαρίζουσι, ὑπερβαλλόντος τὴν οὖσαν, θείας
χάριτος κοσμουμένην.
Ἥν περ Ἀθλητά, Χριστὸς ἐξηγόρασε, ποίμνην τῷ αἵματι, λόγοις ἱεροῖς
καὶ σύ, καὶ νόμοις αἵμασί τε συνέστησας, ἀλλὰ καὶ νῦν τοῖς μύροις σου τρέφων
καὶ θαύμασιν, εἰς αἰῶνας, ἄτρωτον συντήρησον, χαλεπῶν ἐξ αἱρέσεων μέγιστε.
Θεοτοκίον
Σῶζε
τοὺς τιμῶντάς Σε Θεοτόκε, Παρθένε τῇ πρεσβείᾳ Σου, ὅσα γὰρ θέλεις πληροῦσθαι,
Μήτηρ οὖσα Θεοῦ τοῦ ζῶντος.
Ὕμνους εὐτελεῖς, δεήσεις τε πρόσδεξαι τὰς ἡμῶν Δέσποινα, λῦσον
συμφορῶν πικρῶν, ἡμῖν τὸ νέφος, κοινῶν ἰδίων τε, τῆς Ἐκκλησίας κοίμισον, Ἁγνὴ
τὸν κλύδωνα τῶν Βαρβάρων, σκόρπισον τὰς φάλαγγας, καὶ μελλούσης κολάσεως
λύτρωσαι.
Καταβασία
Ἄγγελοι,
καὶ ἄνθρωποι τὴν Παρθένον, τιμῶντες μεγαλύνουσι, τὴν ὑπερέχουσαν πάντων,
ἀσυγκρίτως τῶν ποιημάτων.
Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω
δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω·
Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
Μάρτυς Χριστοῦ Δημήτριε, ὡς ποτὲ τοῦ
Λυαίου, τὴν ὀφρὺν καὶ τὴν ἔπαρσιν, καὶ τὸ ἵππειον θράσος, καθεῖλες χάριτι θείᾳ,
τὸν γενναῖον κρατύνας, ἐν τῷ σταδίῳ Νέστορα, τοῦ Σταυροῦ τῇ δυνάμει, οὕτω κἀμέ,
ταῖς εὐχαῖς σου κράτυνον Ἀθλοφόρε, κατὰ δαιμόνων πάντοτε, καὶ παθῶν ψυχοφθόρων.
Ἕτερον, ὅμοιον.
Πααρεστηκὼς Δημήτριε, τῇ Ἁγίᾳ Τριάδι, καὶ
ἀστραπαῖς λαμπόμενος, ταῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύεις, τοὺς
τιμῶντάς σε πόθῳ, Μεγαλομάρτυς ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ,
στρατιώτης ἄριστος Ἀθλοφόρε, τῷ σταυροφόρῳ ἄνακτι, κατ’ ἐχθρῶν πολεμίων.
Θεοτοκίον
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου
αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων,
ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ἀνάγκης, γένος βροτῶν,
ἀπειλῆς σεισμοῦ τε τοῦ βαρυτάτου, κινδύνων τε ἐξαίρουσα, μητρικαῖς σου
πρεσβείαις.
Εἰς τοὺς Αἴνους. Ἦχος πλ.α'. Χαίροις
ἀσκητικῶν
Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ
δεομένους, συμπαθοῦς ἐπισκέψεως· καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς,
καὶ δεινῇ μανίᾳ τῆς αἱρέσεως· ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον
ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν.
Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν
καθ' ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἑλεπόλεις τῶν
ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν
τῶν νόσων τὰ συμπτώματα· κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄρρηκτος, καὶ
πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε· ἣν καὶ
νῦν παμμακάριστε, δεινῶς κινδυνεύουσαν, καὶ τρυχομένην ἀθλίως, ταῖς σαῖς
πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ
χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως
ἐκληρώσαντο· ἐν οἷς ἀξιάγαστε, διαπρέπων Δημήτριε, καὶ τῇ μιμήσει, τοῦ Χριστοῦ
σεμνυνόμενος, καὶ καυχώμενος, τῇ τῆς λόγχης ἰσότητι, αἴτησαι ἐκτενέστερον, ἡμᾶς
τοὺς τιμῶντάς σε, τῶν παθημάτων ῥυσθῆναι, καὶ χαλεπῶν περιστάσεων, θερμῶς
ἱκετεύων, τὸν περέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Χαίρει, ὁ οὐρανὸς καὶ ἡ γῆ, ἐπὶ τῇ μνήμῃ
σου Δημήτριε ἔνδοξε, ὡσαύτως συγχαίρει πᾶσα, ἡ τῶν Ἀγγέλων πληθύς, καὶ Ἁγίων
πάντων ἡ ὁμήγυρις, Μαρτύρων Ὁσίων τε, Προφητῶν Ἀποστόλων τε, Ἱεραρχῶν τε, καὶ
Δικαίων τὰ τάγματα, ἅπασαν ἡ ὀρθόδοξος, χορεία πανόλβιε, τῶν μοναστῶν καὶ
μιγάδων, μεθ’ ὧν καὶ νῦν τῷ τεμένει σου, συνόντες τιμῶμεν, τὴν ἐτήσιόν σου
μνήμην, καὶ μεγαλύνομεν.
Δόξα... Ἦχος
δ'. Ἀνδρέου Ἱεροσολυμίτου
Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου
πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ
ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ
στεφανίτην ἐν Μάρτυσι· τὸν δι' αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ
θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ
φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων
προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν
Θεόν, τὸν ἐνεργοῦντα δι' αὐτοῦ πᾶσι τὰ ἰάματα.
Καὶ νῦν... Θεοτοκίον
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μῆτερ
Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι·
Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε
εὐφημήσωμεν ἀδελφοί, θεῖον Μυροβλύτην, τὸν Δημήτριον τὸν κλεινόν, ἡμῶν τὸν
προστάτην, καὶ Μάρτυρα Κυρίου, καὶ πάντων δεομένων, φρουρὸν καὶ φύλακα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Δημητρίου τῷ ναῷ νῦν προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ Εἰκόνι
προσπέσωμεν, αὐτοῦ ἐκ κατανύξεως κραυγάζοντες ψυχῆς· Μάρτυς νῦν σπλαγχνίσθητι,
ἐφ’ ἡμῖν σοῖς οἰκέταις, πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, μὴ
παραβλέψῃς δέησιν οἰκτράν, τῶν προσφυγόντων, τῇ σκέπῃ σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἀρματηλάτην Φαραώ.
Ἀρχὴν σοφίας τὸν Θεοῦ
ποιούμενος, φόβον Δημήτριε, ἀρετῶν παντοίων,
ὤφθης καταγώγιον, καὶ πάθη ἀπενέκρωσας· δι’ ὁ πάθη νεκρῶσαι, καὶ ἀρετὰς
κατεργάζεσθαι, κᾀμὲ σαῖς πρεσβείαις ἀξίωσον.
Τῆς παρθενίας ἐραστὴς
γεγένησαι, Μάρτυς Δημήτριε, καὶ παρθένος
ὤφθης, ψυχῇ τε καὶ σώματι· ὅθεν κᾀμὲ ἐνίσχυσον, θεοδέκτοις εὐχαῖς σου, παρθένον
εἶναι καὶ φαίνεσθαι, ἔργοις τε καὶ λόγοις ἐννοίαις τε.
Σὺ τὸν Χριστὸν ἀπὸ ψυχῆς
ἠγάπησας, θεῖε Δημήτριε, καὶ ἐντολὰς πάσας,
τὰς Αὐτοῦ ἐτήρησας· δι’ ὃ θερμῶς σου δέομαι, ἀγαπήσεως τούτου, βέλει τρωθῆναί
με πρέσβευε, καὶ τηρεῖν Αὐτοῦ τὰ προστάγματα.
Θεοτοκίον.
Ὡς ὀφθαλμοὶ οἱ τῆς
παιδίσκοις βλέπουσιν, ᾀεὶ κυρίας αὐτῆς, εἰς τὰς χεῖρας οὕτως, οἱ ὀφθαλμοὶ
βλέπουσιν, ἡμῶν ἁγνὴ τῶν δούλων Σου, εἰς τὰς χεῖρας ἀπαύστως, Σοῦ τῆς Κυρίας
τῆς κτίσεως, ἕως ἂν ἡμᾶς οἰκτειρήσειας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὥσπερ Νέστορα πρώην ταῖς
σαῖς εὐχαῖς ὥπλισας, κατὰ τοῦ Λυαίου καὶ τούτου νικητὴν ἔδειξας, οὕτω με
ὥπλισον, νῦν ἱκεσίαις σου Μάρτυς, καὶ νικητὴν δεῖξόν με, τοῦ πολεμήτορος.
Τὸν σκορπίον εὐχῇ σου
Μάρτυς Χριστοῦ ἔκτεινας, ἐμὲ δὲ κραταίωσον βαίνειν ἐπάνω ὄφεων, τῶν θανασίμων
κακῶν, καὶ τῶν σκορπίων παμμάκαρ, τῶν συγγνωστῶν πράξεων, πατεῖν με πάντοτε.
Σὺ τὰς λόγχας ἐδέξω καὶ τὸ
θανεῖν Ἅγιε, ὑπὲρ τοῦ Χριστοῦ ἡμᾶς πάντας δὲ καταξίωσον, ὑπὲρ τῆς πίστεως, καὶ
παραδόσεων θείων, ἐν ἑτοίμῳ γένεσθαι δέξασθαι θάνατον.
Θεοτοκίον.
Ὡς ὁ σκύλα εὐρίσκων καὶ
θησαυρὸν τέρπεται, οὕτως εὑρηκὼς ἐγὼ Κόρη Σὸν θεῖον ὄνομα, καὶ τὴν Εἰκόνα Σου,
καταφυγὴν ἐν ἀνάγκαις, χαίρω ὀνομάζων Σε καὶ ἀσπαζόμενος.
Διάσωσον, ἀπὸ κινδύνων Δημήτριε Μάρτυς, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ
καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον
ἀπροσμάχητον, πλουτοῦντες ᾀεί, οἱ πίστει σοι προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι·
Ἀθλοφόρε Κυρίου πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τὸν πάντων Δεσπότην
ἱλεούμενος.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Μύρου ῥοαῖς, ἐκ τοῦ θείου
λειψάνου σου, χεομένου ἄρδευσόν με πταίσμασι, τὸν ξηρανθέντα καὶ ταῖς ὀδμαῖς,
ταῖς εὐπνόοις τούτου, τὴν δυσωδίαν ἀπέλασον, τῶν παθῶν μου Μυροβλῦτα, καὶ εὐώδη
με ὅλον, νοῦν ψυχὴν καὶ τὸ σῶμα ἀπέργασαι.
Τῆς Ἀφρικῆς, ἐῤῥύσω πάλαι
Ἐπίσκοπον, ἐκ δουλείας, ἀλλοφύλων Ἅγιε, ἀλλὰ κᾀμὲ τῶν τριῶν παθῶν τῆς
φιληδονίας, φιλοδοξίας ἐκλύτρωσαι, καὶ τῆς φιλαργυρίας, καὶ μητρὸς τούτων
πάντων, φιλαυτίας Δημήτριε ἔνδοξε.
Δόρει τῷ σῷ, ὥσπερ
Ῥαδόμηρον ἔκτεινας, οὕτω κτεῖνον δόρει τῆς πρεσβείαις σου, τὴν ἐν ἐμοὶ οἰκέτῃ
τῷ σῷ, ὑλικὴν δυάδα, θυμόν τε ἐπιθυμίαν τε, καὶ τυραννίδος τούτων, ἐλευθέρωσον
πάσης, ἵνα πόθῳ δοξάζω σε Ἅγιε.
Θεοτοκίον.
Νέος Ἀδάμ, ἀντὶ τοῦ πάλαι
γεγένησαι, ὁ Υἱός Σου, Σὺ δὲ Μῆτερ Ἄχραντε, ἀντὶ τῆς Εὔας ὁ δὲ σταυρός, ἀντὶ
γνωστοῦ ξύλου, ὁ Γαβριὴλ ἀντὶ ὄφεως, ἀντὶ Ἐδὲμ ὁ πόλος, ἀντὶ λύπης τὸ χαῖρε, οὗ
μετάδος κᾀμοὶ τῷ οἰκέτῃ Σου.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τὴν σὴν πόλιν πολλάκις, ἀπὸ
τοῦ λιμοῦ ἐλυτρώσω Δημήτριε, ἐμὲ δὲ σὸν
δοῦλον, τοῦ λιμοῦ θείας χάριτος λύτρωσαι, καὶ ζωτικῷ ἄρτῳ, τῶν γενικῶν ἀρετῶν
θρέψαν, τὴν πεινῶσαν ψυχὴν καὶ καρδίαν μου.
Ὡς ἐφώτισας Μάρτυς, τῶν
τυφλῶν τὰ ὄμματα, οὕτω σοῦ δέομαι, ὀφθαλμοὺς ψυχῆς μου, ἀγνωσίᾳ τυφλώττοντας
φώτισον, φωτὶ ὀρθοῦ λόγου, καὶ θείας γνώσεως ἐλλάμψει, ἐν ὀρθῶς βηματίζω τὰς
τρίβους μου.
Πρὶν ἰάσω νοσοῦντα, Μάρτυς
τὸν Λεόντιον, νῦν δὲ μοῦ ἴασαι, τὴν ψυχὴν νοσοῦσαν, ταῖς αἰσχραῖς καὶ ἀλόγοις
προλήψεσι, καὶ τὸ σῶμα ὅλον, πάσχον ποικίλαις καχεξίαις, ἵνα πόθῳ γεραίρω τὴν
χάριν σου.
Θεοτοκίον.
Νίκην ἧρας Σὺ μόνη, κατὰ
τῶν παθῶν τῆς σαρκὸς ᾀειπάρθενε, προσβολῆς ἁπάσης, λογισμοῦ ἀνωτέρα ὑπάρξασα·
ὅθεν ὡς παρθένος, καὶ ἡγεμὼν παρθενευόντων, παρθενεύειν ἡμᾶς ἐνδυνάμωσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Πατρίδα σου, ὡς πολλάκις
ἔσωσας, τῶν βαρβάρων τῆς ἐφόδου ὦ Μάρτυς, οὕτω ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, καὶ
ἐπηρείας καὶ θλίψεως λύτρωσαι, ἁπάντων τε τῶν ὁρατῶν, ἀοράτων ἐχθρῶν ταῖς
πρεσβείαις σου.
Πρᾳότητι, διορθώσω Ἅγιε,
τὸν συλῶντα τοὺς κηῤῥούς σου οἰκέτην· ἀλλὰ κᾀμὲ καταξίωσον Μάρτυς, τοὺς ἀδικεῖν
ἢ λυπεῖν με ἐθέλοντας, ἀγάπῃ ἐν ἀδελφικῇ, διορθοῦν ἀλλὰ οὐχὶ κατ’ ἐκδίκησιν.
Ἀπόντιστος, ποταμὸν
Λεόντιος, ὡς διῆλθε βοηθείᾳ σου πάλαι, οὕτω καὶ νῦν, ἀβλαβεῖς ἡμᾶς πάντας, τὴν
ᾀεὶ ῥέουσαν βίου διάβασιν, ἀξίωσον διαπερᾷν, δραστικαῖς πρὸς Θεὸν μεσιτείαις
σου.
Θεοτοκίον.
Ἀγκάλας Σου, καὶ μαστοὺς ὦ
Δέσποινα, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, μίξον τοῖς Σοῖς, τὰς ἐκείνου Παρθένε,
σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, καὶ οὕτως ἱλέωσαι Αὐτόν, ἐφ’ ἡμῖν
τοῖς πολλᾶ ἁμαρτήματα.
Διάσωσον, ἀπὸ κινδύνων Δημήτριε Μάρτυς, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ
καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς ταχὺν ἐν δεινοῖς
ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσι, σὲ ἱκετεύομεν πιστῶς Δημήτριε σοφέ, συμπαθείᾳ σου τὴν πρίν, Μάρτυς
χρησάμενος καὶ νῦν, κινδύνων ἀπολύτρωσαι, ἡμῖν ἐπηρτημένων, καὶ βλάβης ἐκ
παντοίας, ἵνα γεραίρωμεν ᾀεί, τὴν σὴν χάριν καὶ βοήθειαν.
Προκείμενον: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν
τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.
Εὐαγγέλιον
μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Τῶν Μαρτύρων ἥλιον, μῆλόν
τε νέκταρ καὶ σίτον, ῥόδον καὶ θυμίαμα, χρυσὸν καὶ ἀδάμαντα καὶ κυπάρισσον,
ἀετὸν λέοντα, καὶ ἅπαν ἐξαίρετον, ὀνομάζω σε Δημήτριε·
ὅθεν μοι δώρησαι, τούτων μυστικῶς τὰς ποιότητας, εὐχαῖς σου ἐνισχύων με, καὶ
ὑψοποιῶν καὶ πλουτίζων με, ἀβρίζων καὶ τρέφων, εὐφραίνων καὶ λαμπρύνων με ᾀεί,
ἐν ὡς φρουρόν μου γεραίρω σε, ἐν παντὶ τῷ βίῳ μου.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Λέπρας τὸν ἄρχοντα Αὐλῶνος,
ἀπεκάθηρας Δημήτριε τρισμάκαρ, ἐμὲ δὲ Ἀθλητά,
σώματος ἐμπαθείας, καὶ προσπαθείας κάθαρον, καὶ ψυχῆς ἡδυπαθείας.
Ηὖχου ὑπὲρ τῶν φονευτῶν
σου, θανατούμενος Μάρτυς Χριστομιμήτως· ἀλλὰ ταῖς σαῖς λιταῖς, κᾀμὲ ὑπὲρ ἐχθρῶν
μου, εὔχεσθαι καταξίωσον, ἵνα πόθῳ ἀνυμνῶ σε.
Ἔστησας πρὶν τὴν τοῦ
Δεσπότου, ἀγανάκτησιν κατὰ τῆς σῆς πατρίδος, φερομένην σοφέ· ἀλλὰ καὶ ἤδη
στῆσον, ταύτην καθ’ ἡμῶν ῥέπουσαν, νικηθεὶς φιλαδελφίᾳ.
Θεοτοκίον.
Πάντων με Σὺ ὑψηλοτέρα,
ἁγιότητι ἐγὼ δ’ ἔσχατος πάντων, ἁμαρτίας Ἁγνή, Σὺ οὖν ἀνόρθωσόν με, τὸ πλήρωμα
τῆς χάριτος, πλήρωμα τὸ τῆς κακίας.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Πρὶν ἐνίκα τὸ θεῖον ὄνομά
σου, πολεμίους ἐν λίθοις γεγραμμένον, τοῦτο καὶ νῦν, συχνῶς ἐπικαλούμενον, παρ’
ἡμῶν νικάτῳ, πάντας τοὺς ματαίως, καθ’ ἡμῶν πολεμοῦντας.
Πρεσβειῶν σου καὶ ῥαπισμῷ
ἐνέδρας, νῦν ματαίας ἐχθρῶν τῶν ὁρομένων, καὶ ἀοράτων ποίησον ὡς ἔδειξας,
ἄπρακτον τὸ πάλαι, τὴν κατὰ σῆς ποίμνης, ἔνεδραν τῶν βαρβάρων.
Ὥσπερ ξίφος τὴν
περικεφαλαίαν, τὴν σὴν χάριν καὶ τὴν ἰσχὺν ὦ Μάρτυς, κατὰ παθῶν ἡμᾶς περίζωσον,
ἣν οἱ σοὶ πολῖται, φραττόμενοι πάλαι, ἐνίκων πολεμίους.
Θεοτοκίον.
Χριστοῦ Μήτηρ καὶ Μήτηρ
χριστωνύμων, Σὺ ὑπάρχεις δι’ ὅ Σε δυσωποῦμεν, τὰ κατὰ χάριν τέκνα Σου, ἐλέησον
ἡμᾶς Σαῖς πρεσβείαις, ταῖς πρὸς τὸν Υἱόν Σου, τὸν κατὰ φύσιν Κόρη.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ξιφήρης ὡς ἐφάνης Μάρτυς τὸ
πρίν, καὶ ἐχθροὺς τῆς σῆς πόλεως ἔκτεινας, οὕτω κᾀμοῦ, κτεῖνον ταῖς εὐχαῖς σου
τοὺς τρεῖς ἐχθρούς, κόσμον καὶ κοσμοκράτορα, καὶ σαρκὸς τὸ φρόνιμα Ἀθλητά, τοὺς
τρεῖς παθῶν τριστάτας, ὡς ἂν σωθεὶς ἐκ τούτων, ἀκαταπαύστως μεγαλύνω σε.
Προσήγαγες Κυρίῳ Μάρτυς
Χριστοῦ, σεσωσμένους πολλοὺς εἰσηγήσεσι, καὶ ἱεραῖς, σοῦ διδασκαλίαις εἰσέτι
ζῶν, σῶσον καὶ νῦν πρεσβείαις σου, ταῖς θεοπειθέσι καὶ δραστικαῖς, ἐμὲ τὸν σὸν
οἰκέτην, καὶ βασιλείας δεῖξον, τῆς οὐρανίου κληρονόμον με.
Ναοῦ σου καὶ λειψάνου καὶ
μύρων σῶν, εἰ καὶ νῦν οἱ σοὶ δοῦλοι στερούμεθα, διὰ πληθύν, κακῶν ἡμετέρων ἀλλὰ
τῆς σῆς, πρεσβείαις τε καὶ χάριτος, μὴ καὶ στερηθείημεν Ἀθλητά, σὲ γὰρ πρὸς τὸν
Δεσπότην, προβαλλόμεθα πρέσβυν, ἐν τοῖς κινδύνοις ἡμῶν πάντοτε.
Θεοτοκίον.
Παρθένε ἐξιλέωσαι Σὸν Υἱόν,
ἡμῖν πᾶσι πρεσβεύοντα ἔχουσα, ὑπὲρ ἡμῶν, Δημήτριον
Μάρτυρα τὸν κλεινόν, καὶ πάντας καταξίωσον, συνεῖναι τῷ Κτίστῃ Σου καὶ Υἱῷ, καὶ
Σοὶ τῇ Θεοτόκῳ, δοξάζοντας ἀπαύστως, Πατέρα Λόγον Πνεῦμα Ἅγιον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ,
ὁμόνοιαν σκέπην μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς οἰκέταις,
εἰς δόξαν τοῦ Κυρίου Μάρτυς Δημήτριε.
Ἔχοντες ναόν σου τὸν ἱερόν,
Δημήτριε Μάρτυς, ὡς προπύργιον ὀχυρόν,
προσφεύγομεν τούτῳ, ἐν καιρῷ τῶν κινδύνων, καὶ πάσης ἐπηρείας ἀπολυτρούμεθα.
Φύλαττε τοὺς δούλους σου
Ἀθλητά, Μάρτυς Μυροβλύτα, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ
πάσης ἄλλης βλάβης, Δημήτριε τρισμάκαρ, τῇ
μεσιτείᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ
σεπτήν, σοῦ ἀσπαζομένους Εἰκόνα, Μάρτυς Δημήτριε,
πάσης περιστάσεως, ῥῦσαι πρεσβείαις σου, ἀλλοφύλων ἐφόδου τε, λιμοῦ τε λοιμοῦ
τε, νόσων τε μαχαίρας τε, καὶ ἐμπρησμοῦ καὶ σεισμοῦ, ὅπως εὐχαρίστοις ἐν
ὕμνοις, ὡς κοινὸν ἡμῶν εὐεργέτην, σὲ ἀκαταπαύστως μεγαλύνωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις
τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου