Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 23. ΟΣΙΟΣ ΜΑΚΑΡΙΟΣ Ο ΡΩΜΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ 23!!
ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΡΩΜΑΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τα παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀσκητὴν τοῦ Κυρίου δεῦτε τιμήσωμεν, Μακάριον τὸν θεῖον, ἐν ψαλμοῖς τε καὶ ὕμνοις, καὶ γὰρ τῶν ἐπικήρων καὶ γεηρῶν, νουνεχῶς κατεφρόνησε, καὶ τῷ Δεσπότῃ τῶν ὅλων ἀνατεθείς, οὐρανοπολίτης γέγονεν.

Ταῖς ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, τῆς Χριστοῦ Βασιλείας, Μακάριε τρισμάκαρ προσφέρων Αὐτῷ, τὰ σὰ θεῖα παλαίσματα, ἐν τῷ σπηλαίῳ φωστὴρ γὰρ ἀναδειχθείς, μοναζόντων ἱερώτατος.

Τὴν ἐν σαρκὶ βιοτήν σου Πατὴρ ἐθαύμασαν, Ἀγγέλων αἱ δυνάμεις, ὡς αὐτοὶ γὰρ διῆλθες, ἐν πόνοις ἀμυθήτοις τὴν σὴν ζωήν, θεοφόρε Μακάριε, καὶ θαυμαστὸς ἀνεδείχθης ὡς ἀληθῶς, ἐν Ὁσίοις τοῖς σοῖς σκάμμασι.

Χριστοῦ τῷ βήματι Πάτερ νῦν παριστάμενος, καὶ σὺν Ἀγγέλοις ἄδων, τὸν τρισάγιον ὕμνον, ἀπαύστως ἐκδυσώπει ὑπὲρ τῶν σῶν, οἰκετῶν τὸν Φιλάνθρωπον, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ τῶν πιστῶς, εὐφημούντων σε Μακάριε.

Δόξα. Ἦχος β΄.
Τὸν μονήρη βίον ἐπιποθῶν, διὰ τοῦ θείου Ἀρχαγγέλου Ῥαφαήλ, ὁδηγηθεὶς εἰς ἔρημον τόπον, τῶν ἀρετῶν τὴν τρίβον, ἀσκητικῶς διαδραμών, Μακάριε Πάτερ Οσιε. Διό σου τὴν μνήμην ἑορτάζοντες, τὸν σὲ δοξάσαντα λαμπρῶς, δοξάζομεν Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη Σου.






Εἰς τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλος θεοειδής, ἐν βίῳ καθωράθης, ἀσκητικοῖς ἀγῶσιν, Μακάριε ἐκλάμψας, μετὰ σαρκὸς ὡς ἄσαρκος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἤνεγκας καρτερῶς, ἀσκήσεως τοὺς πόνους, ἐν τῷ σπηλαίῳ Πάτερ, καὶ χάριτος ἐπλήσθης, τοῦ πνεύματος Μακάριε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔφριξαν ἀληθῶς, Πατέρες κατιδόντες, τὸν ἱερόν σου βίον, καὶ πᾶσι τοῖς ἐν κόσμῳ, ἐγνώρισαν Μακάριε.

Δόξα. Τριαδικόν.
Ἄναρχε Παντουργέ, Τριὰς Ὑπεραγία, καὶ πανσθενὲς Θεότης, πρεσβείαις Μακαρίου, ἐλέησον τὸν κόσμον.


Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Παρθένε Θεοτόκε, σὺν θείῳ Μακαρίῳ, τὸν Σὸν Υἱὸν δυσώπει, ὑπὲρ ἀχρείων δούλων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, πόλεως Ῥώμης, καὶ διδάσκαλος, τῆς ἐγκρατείας, ἀνεδείχθης θεοφόρε Μακάριε, τοῦ σοῦ Δεσπότου βαδίσας τοῖς ἴχνεσιν, διὰ Ὁσίων τῷ κόσμῳ ἐγνώρισαι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς Ἄγγελος ἔζησας ἐν τῷ σπηλαίῳ σοφέ, Ἀγγέλου προστάγματα ὁδηγηθεὶς ἐν αὐτῷ, θεόφρον Μακάριε, ὅθεν καὶ ἐκπλαγεῖσα, ἡ Τριὰς τῶν Πατέρων, καὶ κόσμῳ παντὶ γνωρίσας, τὴν ἁγίαν ζωήν σου, μεθ’ ὧν Χριστὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
 Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στ΄, καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατεῖας τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς τὴν κατάστασιν, πλατύνας Μακάριε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος, ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ νοῦν ἐνδιαίτημα.

Θεωρίας τῆς κρείττονος, ἐπιβὰς ὦ Μακάριε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν,Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐκ πόθου ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ἀσκητῶν ὑποτύπωσις, Μοναζόντων ἀπαύγασμα, καὶ ἀνδρῶν ἐνθέων τὸ ἔμπνουν ἄγαλμα, εὐθύμως μέλψωμεν ᾄσμασι, σεπτοῖς καὶ μελίσμασι, τὸν Μακάριον πιστοί, τῶν Ῥωμαίων τὸ καύχημα, τὸν ἰθύνοντα, πρὸς νομὰς ψυχοτρόφους μετανοίας, καὶ ἀλήκτου εὐφροσύνης, τοὺς πρὸς αὐτὸν νῦν προστρέχοντας.

Ἐν γυμνότητι σώματος, καὶ ἐν ψύχει καὶ καύσωνι, καὶ παννύχοις στάσεσι καὶ δεήσεσιν, ἀγωνιζόμενος Ὅσιε, εἰς ἄβατον σπήλαιον, εὐηρέστησας Θεῷ, παρ’ οὗ χάριν ἀπείληφας, Πάτερ ἄφθονον, καὶ στολὴν ἀφθαρσίας ἠμφιάσω, τὴν φθορὰν ὡς ἀπεβάλου, Πάτερ θεόφρον Μακάριε.

Ἐν σπηλαίῳ κατώκησας, Ῥαφαὴλ ὑποδείξεσεσι, Ὅσιε Μακάριε κακουχούμενος, τὸ χοϊκόν σου κατέτηξας, σαρκίον παθήματα, κατευνάσας χαλεπά, καὶ τὸν νοῦν σου ἀνύψωσας, πρὸς τὸν Κύριον, καὶ Θεὸν υπὲρ οὗ καὶ γηθοσύνως, τῆς μονήρου πολιτείας, καλῶς διέπλευσας πέλαγος.

Δεῦτε πάντες φιλέορτοι, τὸν τῆς Ῥώμης Μακάριον, ἐν ψαλμοῖς καὶ ὕμνοις ἀνευφημήσωμεν, καὶ τὴν αὐτοῦ πανευφρόσυνον, τελοῦμεν πανήγυριν, μιμησώμεθα αὐτοῦ, τοὺς ἀγῶνας πρὸς θεώσιν, καὶ βοήσωμεν· υπερόπτα ἁπάντων τῶν προσύλων, ἐραστὰς τοὺς σοὺς ἱκέτας, τῶν αἰωνίων ἀνάδειξον.




Δόξα. Ἦχος πλ. β΄.
Ἄγγελος ἐν σώματι, ὡς ἀληθῶς ἀνεδείχθης, ἀσκήσας ὡς ἄσαρκος, ἐν σπηλαίῳ Ὅσιε θείῳ ἔρωτι, ὑπὸ θείου Ἀγγέλου ὁδηγηθείς, καὶ πολλῶν μέτοχος, ἀμειβῶν ἐγένου. Διὰ τοῦτο σοῦ δεόμεθα, Μακάριε Πατὴρ ἡμῶν, Ἀσκητῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, ἀπαύστως καθικέτευε, τῶν δι’ ἡμᾶς ἐν σαρκὶ προσπαγέντα Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











Ἰδιόμελα τῆς Λιτῆς. Ἦχος α΄.
Τὸν ἐν ἀσκησει ὡς ἄσαρκον φανέντα, ὡς ὑπερβάντα τοὺς ὅρους τῆς φύσεως, Μακάριον τὸν ἀοίδιμον, τὸν τῆς Ῥώμης γόνον, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ὑπὸ τοῦ θείου Ἀρχαγγέλου Ῥαφαήλ, ὁδηγηθεὶς εἰς ἔρημον σπήλαιον, τὰ γήϊνα πάντα παριδών, τὸν δόλιον κατεπάτησεν, ἀσκητικοῖς καμάτοις. Καὶ τῷ φωτὶ τῷ θείῳ καταυγασθείς, Ἀγγέλοις συνήφθη. Διὸ ἀδιαλείπτως σὺν αὐτοῖς, τῷ Κυρίῳ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τὸν ἰσάγγελον βίον ἐπὶ γῆς ποθήσας Μακάριε, ὑπὸ θείου Ἀγγέλου ὁδηγούμενος, εἰς ἔρημον σπήλαιον κατώκησας, ὑπομείνας πᾶσαν κακουχίαν, Πάτερ πανόλβιε. Εὑρόντες σε οἱ θεῖοι Πατέρες, Σέργιος, Ὑγῖνος καὶ Θεόφιλος, καὶ τὸν σὸν βίον ἰδόντες κατεπλάγησαν. Νῦν δὲ ἐν οὐρανῷ παριστάμενος, σὺν αὐτοῖς Χριστῷ πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ἐν τῇ ἐρήμῳ κατώκησας, εἰς ἄνυδρον σπήλαιον, καὶ τὸν Χριστὸν ἰσοβίως ἠτένιζες, καθαρωτάτῳ νοΐ, καὶ θεολήπτῳ φρονήματι, Μακάριε Ὅσιε. Συντρίψας οὖν τοῦ ἐχθροῦ τὰς παγίδας, πόνοις συντόνοις σου, πρὸς την ἄπονον καὶ ἄλυπον ζωὴν ἀπῆλθες, ἀπαύστως δυσωπῶν αὐτόν, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος δ΄.
Ἀγωνισάμενος μετὰ σαρκὸς ὡς ἄσαρκος, Μακάριε πανεύφημε, οὐκ ἔδωκας νυσταγμὸν τοῖς βλεφάροις σου, οὐδὲ ἀνάπαυσιν τοῖς κροτάφοις σου, διὸ καὶ ἠξιώθης τῆς οὐρανίου Βασιλείας τοῦ σοῦ Δεσπότου. Διὸ Αὐτῷ λαμπροφόρος παριστάμενος, πρεσβεύεις ὑπὲρ τῶν τελούντων ἐν ὕμνοις, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῇ ἀσκητικῇ γεωργίᾳ, τῆς ἀπαθείας τὰ ἄνθη ἐξήνεγκας καὶ ὡς μυστικὴν εὐωδιαν προσήγαγες, τὴν σὴν ζωὴν τῷ Δεσπότῃ, ὁλικῶς δὲ τὸν νοῦν πρὸς Αὐτὸν ἀνατείνων, τελείων τῶν γηΐνων ἐχωρίσθης. Καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν, πρεσβεύεις Μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν Ἀσκητῶν ὁ κανών, καὶ Μοναζόντων παμφαέστατος ἥλιος, Μακάριε θεοφόρε, ὁ δαπανήσας καλῶς, ἑαυτὸν ἐνθέοις κατορθώμασι, στρουθίον φιλέρημον, δυσπροσίτοις ἐν ὄρεσι, καὶ ἐν σπηλαίῳ, καλιάν σου τὴν πάντιμον, ἣν ἡγίασας, τοῖς ἱδρῶσί σου ἔπηξας, τείνων πρὸς τὰ οὐράνια, τὰς χεῖράς σου Ὅσιε, νυχθημερὸν προσωμίλεις, μόνος Χριστῷ τῷ παντάνακτι, Ὃν νῦν εὗρες χάριν ἱκετεύων, ὑπὲρ πάντων τῶν ἀνυμνούντων σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῆς ἱερᾶς βιοτῆς, καὶ ἐναρέτου πολιτείας ὑπόδειγμα, τὸ σκεῦος τῆς ἐγκρατείας, τῆς μετανοίας κανών, ταπεινοφροσύνης τὸ κειμήλιον, Ὁσίων ἀγλάϊσμα, Ἀσκητῶν ἐγκαλλώπισμα, Ῥώμης τὸ θεῖον, καὶ σεπτότατον βλάστημα, ἀκτημόνων δέ, περιβόητον καύχημα, κλῖμαξ ἡ ἐπουράνιος, ἡ πάντας ἀνάγουσα, πρὸς ὑψηλὴν θεωρίαν, τοῦ ζωοδότου Θεοῦ ἡμῶν, Μακάριε Πάτερ, ὁ πρεσβεύων ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῶν Μοναζόντων κρηπίς, καὶ τῶν Ἀγγέλων μιμητὴς καὶ συνόμιλος, σπηλαίῳ δὲ θεῖε Πάτερ, κατασκηνώσας στεῤῥῶς, ἄσαρκος ὡράθης μετὰ σώματος, καὶ θείων ἐλλάμψεων, κοινωνὸς ἐχρημάτισας, τὰ ὑπὲρ λόγον, οὐρανόθεν μυούμενος, ὡς τοῦ Πνεύματος, καθαρώτατον σκήνωμα, Μακάριε θεοφόρε, ὁ φοῖνιξ ὁ εὔκαρπος, ἀσκητικῆς πολιτείας, καὶ ἡσυχίας τῆς κρείττονος, Χριστὸν εκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ὑπὸ τοῦ θείου Ἀρχαγγέλου Ῥαφαὴλ ὁδηγούμενος, ἀνετέθης τῷ Θεῷ, τὰ γήϊνα παριδών, ὡς Ἄγγελος ἐν σώματι ὤφθης, Μακάριε Πάτερ Ὅσιε, ὅλῳ γὰρ νοΐ, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως ἀτενίζων, ἔξω κόσμου καὶ σαρκὸς ἐγενου, υπὲρ φύσιν ἀγωνισθείς, καὶ παγίδας τοῦ δολίου γυναικείας ἔφυγες, ὃν σὲ εὑρόντες οἱ θεῖοι Πατέρες, Σέργιος, Ὑγῖνος καὶ Θεόφιλος, τῷ κόσμῳ γνωστόν σε ἐποίησαν. Νῦν δὲ τῷ ἐνδυναμοῦντι σε Χριστῷ παριστάμενος, πρέσβευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.




 Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, πόλεως Ῥώμης, καὶ διδάσκαλος, τῆς ἐγκρατείας, ἀνεδείχθης θεοφόρε Μακάριε, τοῦ σοῦ Δεσπότου βαδίσας τοῖς ἴχνεσιν, διὰ Ὁσίων τῷ κόσμῳ ἐγνώρισαι, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς Ἄγγελος ἔζησας ἐν τῷ σπηλαίῳ σοφέ, Ἀγγέλου προστάγματα ὁδηγηθεὶς ἐν αὐτῷ, θεόφρον Μακάριε, ὅθεν καὶ ἐκπλαγεῖσα, ἡ Τριὰς τῶν Πατέρων, καὶ κόσμῳ παντὶ γνωρίσας, τὴν ἁγίαν ζωήν σου, μεθ’ ὧν Χριστὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
 Τὸ ἀπ' αἰῶνος ...
Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέφανεν ἡμῖν, ἡ ἁγία σου μνήμη, ὡς ἄστρον νοητόν, ἐν ἐρήμῳ σπηλαίῳ, θεόφρον Μακάριε, τοὺς πίστει κατευφραίνουσα, ἣν γεραίροντες, σὲ μακαρίζοντες Πάτερ, καὶ αἰτοῦμέν σε, ὑπὲρ ἡμῶν ἱκετεύειν, Χριστὸν τὸν φιλάνθρωπον.
Δόξα.
Λιπὼν τὰ ἐπὶ γῆς, ὁδηγίᾳ Ἀγγέλου, ἐσκήνωσας σοφέ, ἐν ἀβάτῳ σπηλαίῳ, καὶ βίον ἰσάγγελον, μετὰ σώματος ἔζησας, Πάτερ Ὅσιε, ὅθεν συνήφθης Ἀγγέλοις, μεθ’ ὧν πρέσβευε, τοῖς τελοῦσι Μακάριε, τὴν πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, καινίζοντα ἡμων, τὴν ἀνθρώπινον φύσιν, φθαρέντα με τοῖς πάθεσιν, ἀνακαίνισον ἄχραντε, καὶ παράσχου μοι, ἁμαρτημάτων τὴν λύσιν, καὶ μετάνοιαν, εἰλικρινῇ ἐν τῷ βίῳ, καὶ σῶσόν με δέομαι.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τρίβον διόδευσας, στενὴν Μακάριε, καὶ ἐν σπηλαίῳ δέ, ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων σου σοφέ, τὰ γέρα ἀπείληφας, ὅθεν σου τὴν εὔσημον, ἑορτὴν καὶ σεβάσμιον, πόθῳ ἐκτελοῦντές σου, μοναστῶν τὰ συστήματα, πρεσβεύειν ἐκτενῶς τῷ Κυρίῳ, δοθῆναι πᾶσι τὸ μέγα ἔλεος.
Δόξα.
Ὁσίοις σκάμμασι, καλλωπιζόμενος, πάτερ Μακάριε, θεράπων γνήσιος, τοῦ παντοκράτορος Θεοῦ, ἐδείχθης καλῶς ἀσκήσας, ὅθεν ἡ οὐράνιος, μετὰ τέλους τὸ ἅγιον, χαρὰ καὶ ἀπόλαυσις, σὲ ἐδέξατο Ἅγιε, ἐν ᾗ χοροβατῶν ἐκδυσώπει, δοῦναι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν δυσώπησον, Ὃν ἐσωμάτωσας, δι’ ἀγαθότητα, Παρθένε ἄχραντε, διδόναι ἄφεσιν ἡμῖν, ὧν πράττομεν καθ’ ἑκάστην, πίστει γαρ προστρέχομεν, τῇ θερμῇ προστασίᾳ Σου, καὶ μετὰ δακρύων Σοι, ἐκβοῶμεν πανύμνητε· προσδέχου τὰς ἡμῶν παρακλήσεις, καὶ δίδου βοήθειαν Παρθένε.









Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ζωὴν ἐπεπόθησας τῶν οὐρανίων σοφέ, τοῦ κόσμου τερπνότητα ὥσπερ ἐπίβουλον, παρεῖδες Μακάριε, ὅθεν ἐν εὐφροσύνῃ, ὁσιώτατε Πάτερ, ἦρθης πρὸς τὰς ἀΰλους, τῶν Ἀγγέλων σκηνώσεις, ἐν αἷς τῶν μεμνημένων σου, μέμνησο πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκαίνισας ἄχραντε ἀσπόρῳ Σου Τοκετῷ, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας, ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσιου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· ζήτει εἰς τὸν ὄρθρον τῆς ἑορτῆς τοῦ Ὁσίου Σάββα, Δεκεμβρίου Ε΄ (Λουκᾶ στ΄, 17-23)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῶν ἐπιγείων ἀγαθῶν, ὑπεριδὼν τὴν σχέσιν, πρὸς ἀσκητικοὺς πόνους προσῆλθες, θεόφρον Μακάριε, ἐν θεολήπτῳ ψυχῇ, καὶ καλῶς ἀγωνισάμενος ἐν τῷ σπηλαίω, καὶ νῦν τὰς ἀμοιβὰς τῶν καμάτων δρεπόμενος, μὴ παύση πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



















Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ὀσίου β΄.
Ὁ α΄ κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μακαρίου τὴν βιοτήν, ὕμνοις τιμήσωμεν.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μονάδα τρισήλιον, καθικετεύων Μακάριε, φυλάττειν τοὺς μέλποντας, τὴν σὴν σεπτὴν ἑορτήν, καὶ λυτρώσηται, παθῶν τε καὶ κινδύνων, καὶ ἐκ τῶν παγίδων τοῦ ὄφεως Ὅσιε.
γγέλων ὁ σύσκηνος, ὁ θεοφόρος Μακάριος, ἡμᾶς συνεκάλεσεν, ἐπὶ τῇ μνήμῃ αὐτοῦ, τὴν ἰσάγγελον ζωὴν αὐτοῦ ὑμνῆσαι, συνέλθωμεν ἅπαντες, τοῦτον γεραίροντες.
Καλῶς τηρήσας Πάτερ, τὸ κατ’ εἰκόνα ἀλώβητον· διὸ ἐγνωρίσθη σοι, κριμάτων Θεοῦ βυθός, τῶν γηΐνων γάρ, πάντων ἀπωσάμενος, οὐράνιος πολίτης, ὤφθης Μακάριε.
Θεοτοκίον.
χραντε τὴν Σὴν νηδύν, μὴ φλέξας ὁ πάντων Κύριος, ὁ πῦρ πνέων ἔλαβεν, ἐκ Σοῦ μορφὴν χοϊκήν, καὶ φρυάγματα, ἡμῶν Θεογεννῆτορ, ὁ μόνος δυνάμενος, Πλάστης ἐθέωσε.

Ὁ β΄ κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μακαρίας ζωῆς ἀξίωσον πάντας Μακάριε.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μονάδα τὴν ἄκτιστον ἐκτενῶς, ἀεὶ ἱκετεύων, δοῦναι Πάτερ λόγον ἡμῖν, πᾶσι ἀνυμνῆσαι τὴν σὴν μνήμην, καὶ τοὺς ἀγῶνας Μακάριε πάντιμε.
Ἁπάντων γηΐνων ὑπεριδών, Χριστοῦ τῇ ἀγάπῃ, τὴν συνάφειαν νουνεχῶς, Μακάριε Πάτερ θεοφόρε, ἀσκητικῶς ὥσπερ Ἄγγελος ἔζησας.
Κυρίῳ προσῆλθες πόθῳ θερμῷ, Μακάριε Πάτερ καὶ τὸν νοῦν σου πρὸς οὐρανόν, ἀνύψωσας πόνοις ἐγκρατείας, διὸ Αὐτῷ εὐηρέστησας Ὅσιε.
  Θεοτοκίον.
Ἅπαντα τῷ λόγῳ δημιουργῶν, καὶ ἐκ τοῦ μὴ ὄντως εἰς τὸ εἶναι παραγαγῶν, ἐν τῇ Σῇ νηδύϊ δίχα φθορᾶς, Παρθενομῆτορ σκηνώσας ἐπέφανε.










ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
ήματι Ἀγγέλου ἐχώρησας, εἰς ἔρημον χώραν τοῦ ἐχθροῦ, τὰς μεθοδείας πατήσας, τῇ καρτερᾷ ἀσκήσει σου, καὶ Ἄγγελος ἐν σώματι, Πάτερ Μακάριε πέφηνας.
σαγγέλου πολιτείας φωστήρ, ἐκ πόλεως τῆς τῶν Ῥωμαίων, ἐξέλαμψας Μακάριε, καὶ καταπλήττεις ἅπαντας, ἐρημικοῖς σου σκάμμασι, καὶ ὑπὲρ φύσιν παλαίσμασι.
νοῦς σου φωτὶ τοῦ Παρακλήτου, ἐλλαμφεὶς Πάτερ Μακάριε, παθῶν τὸ σκότος ἔλυσε, καὶ πρὸς τὸ φῶς σε ἴθυνε, ζωῆς τῆς ὑπὲρ ἔννοιαν ἀσκητικῇ πολιτείᾳ σου.
Θεοτοκίον.
ψηλὴ καθέδρα τοῦ Σοῦ Ὑιοῦ, καὶ θρόνος Αὐτοῦ ὑπέρτιμος, Θεογεννῆτορ Δέσποινα, ἀνύψωσόν με δέομαι, παθῶν ἐκ καταπτώσεως, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Ῥήμασι Θεοῦ Πάτερ Μακάριε, ὄντως ἤκουσας, ἐν τῷ σπηλαίῳ βίον ἅγιον, ἀνύσας ὡς ἀσώματος.
Ἴθυνας πρὸς Κύριον, θείοις λόγοις σου Μακάριε, τὴν τριάδα τῶν θείων Πατέρων, τοῦ Πνεύματος χάριτι.
Ἀσκήσεως τοῖς νόμοις, Πάτερ ἰθύνων τὸν βίον σου, ἐν ἀσκηταῖς ἔλαμψας, ὡς ἄστρον ἐν σπηλαίῳ Μακάριε.
Θεοτοκίον.
Σκήνωμα θεῖον ὤφθης, τοῦ Ποιητοῦ πάσης κτίσεως, φωτοειδές, τοῦτον Θεοτόκε, ὑπὲρ ἡμῶν δυσώπησον.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοὺς ἀγῶνάς σου Πάτερ καὶ τὰ παλαίσματα, μοναζόντων τὰ πλήθη τιμῶσιν σήμερον, καὶ Ἀγγέλων οἱ χοροί τούτους ἐθαύμασαν, καὶ τῶν Πατέρων ἡ τριάς, κατεπλάγη ἀληθῶς· διό σοι βοῶμεν πάντες· Μακάριε θεοφόρε, ῥῦσαι ἐκ κινδύνων χαλεπῶς ἅπαντας.
Δόξα.
Ἐγκρατείᾳ ἐμπρέπων καὶ ὁσιότητι, τῆς ἀπαθείας ἐδείχθης σκεῦος πολύτιμον, καὶ Ἀγγέλων μιμητὴς θεομακάριστε, καὶ τῆς χάριτος αὐτῶν, κοινωνήσας ἀληθῶς, Μακάριε θεῖε Πάτερ, μὴ διαλίπης πρεσβεύων, ὑπὲρ τῶν εὐφημούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς Σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμήν Σου νῦν ἀντίληψιν, δύνασαι γὰρ ὡς ἀγαθή, τοὺς πάντας σώζειν ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, ταῖς μητρικαῖς Σου πρεσβείαις, ἀεὶ χρωμένη Θεοχαρίτωτε.


ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Τῷ ῥήματι Ἀγγέλου ὁδηγηθείς, ἐν ἐρήμῳ τόπῳ κατώκησας, εἰς τὸ σπήλαιον, καὶ δοχεῖον καθαρόν, Μακάριε γενόμενος, τῆς Τριαδικῆς ἐπιλάμψεως.
χθης δι’ Ἀγγέλου ἐν τῷ σπηλαίῳ ἀτενίζειν τὸν Κύριον, θλίβων παμμάκαρ, τὸ σαρκίον σου πικρῶς, τοῖς πόνοις τῆς ἀσκήσεως, πρεσβεύων πάντοτε Μακάριε.
Νέκρωσιν ἐνδέδυσαι ζωοποιόν, Πάτερ τῇ ἀσκήσει τοῦ σώματος, τῆς ἀφθαρσίας, τὴν ὑπέρλαμπρον στολήν, Μακάριε δεξάμενος, πόνοις ἐγκρατείας καὶ σκάμμασι.
Θεοτοκίον.
Βουλήσει τῇ τοῦ Δεσπότου πάναγνε, Αὐτὸν συλλαβοῦσα γεγένηκας, Σὲ γὰρ Προφῆται, προεκήρυξαν σαφῶς, τύποις τε καὶ αἰνίγμασι, θείῳ φωτιζόμενοι Πνεύματι.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ζωήν σου τὴν ἐνάρετον, ὁ Χριστὸς ἀμείβων Πάτερ Μακάριε, θείαν χάριν σοι δεδώρηται, πᾶσι ἀναδείξας σε αἰδέσιμον.
Ὥσπερ ὁ χρυσὸς καθαρθείς, τῆς τῶν παθῶν ἀχλύος Πάτερ Μακάριε, δεκτικὸν αὐτὸν ἀναδείξας, τῆς τοῦ Παρακλήτου ἐπιλάμψεως.
Ἤρθης πρὸς ὕψος Ἅγιε, θεωριῶν τοῦ Θεοῦ καὶ ὡς ἄσαρκος, ἐν τῷ σπηλαίῳ ἐβίωσας, διαβόλου τὸ θράσος, μὴ πτοούμενος.
Θεοτοκίον.
Σὴν νηδὺν οἰκήσας ἁγνή, τῆς δικαιοσύνης ὁ μέγας Ἥλιος, ἐν τῷ κόσμῳ ἀνατέταλκεν, οὗ ταῖς αἴγλαις λάμπρυνόν με δέομαι.


















ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
ησοῦν δεξάμενος, Μακάριε στεῤῥότατα, ἤνεγκας ἐρήμου τὰς κακώσεις, καὶ ἐπιθέσεις τῶν ἀοράτων ἐχθρῶν, οὓς ἀντιτυπία τῶν σεπτῶν πόνων σου, καὶ κατήσχυνας, καὶ εἰς τέλος κατέβαλες.
Οὐδόλως ἐσάλευσε, ψυχῆς τὸν τόνον Ὅσιε, Μακάριε θλίψις ἢ ὀδύνη, ἀλλὰ τὴν χεῖρα ἐπ’ ἄροτρόν σου βαλών, εὔθετος ὀπίσω μὴ στραφείς, γέγονας οὐράνια, ἀπελθὼν εἰς σκηνώματα.
Τὴν ζωὴν μιμούμενος, τῶν Ἀγγέλων τὴν ἔνθεον, ἔζησας ὡς ἄσαρκος ἐν κόσμῳ, ἄγνωστος Μακάριε ἐν τῷ σπηλαίῳ, καὶ μετὰ τὸ τέλος σου σοφέ, διὰ θείων Πατέρων, πᾶσι γνώριμος γέγονας.
Θεοτοκίον.
μᾶς Σὺ ἀπάλλαξον, ὀργῆς θυμοῦ Παντάνασσα, φθόνου καὶ δεινῆς μνησικακίας, τοὺς Σοὺς οἰκέτας, καὶ πρὸς ὁδὸν σωστικήν, κατεύθυνον πάντας, ἀγαθὴ ἀπαθείας, ἵνα Σε ἀκλινῶς μεγαλύνομεν.

Ἕτερος. Φώτισον ἡμᾶς.
Ἄνωθεν σοφέ, θείαν χάριν εἰσδεξάμενος, ἐν ἀσκήσει διαλάμπεις ὡς ἀστήρ, καὶ πυρσεύεις, τὰς ψυχὰς ἡμῶν Μακάριε.
Ξένος ἐπὶ γῆς, ἐδείχθης Πάτερ Μακάριε, τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι, δι’ οὗ πνευμάτων πονηρῶν, λύεις τὴν κάκωσιν.
Ἴθυνον ἡμῶν, τὰς τρίβους Πάτερ Μακάριε, εὐπροσδέκτοις σου πρεσβείαις, πρὸς Χριστὸν καὶ πταισμάτων, ἡμῖν αἴτει θείαν ἄφεσιν.
Θεοτοκίον.
Ὥσπερ καθαράν, ἐκ γυναικῶν ἐξελέξατο, ὁ Πλαστουργὸς καὶ ἀναπλάττει ἡμᾶς, ἐν Σοὶ οἰκήσας, Θεοτόκε ἀειπάρθενε.


















ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νεκρώσας μέλη τοῦ σώματος, ἐν γῇ ἐπολιτεύσω ὡς ἄσαρκος, και πρὸς οὐράνια, μετεβιβάσθης σκηνώματα, σὺν Ἀγγέλοις χορεύων, Πάτερ Μακάριε.
πὸ Θεοῦ ὁδηγούμενοι, οἱ Ἅγιοι Πατέρες κατέλαβον, Πάτερ τὸ σπήλαιον, καὶ εὑρόντες σε ἐδόξαζον, θεόφρον Μακάριε, τὸν σὲ δοξάσαντα.
Μέλη τὰ σὰ ἀπενέκρωσας, νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσι, Πάτερ Μακάριε, καὶ πρὸς ζωὴν τὴν αἰώνιον, ἀνέδραμες ἐν δοξῃ ἀγαλλιώμενος.
Θεοτοκίον.
Νοός μου λῦσον τὴν ζόφωσιν, ἡ φῶς τὸ ὑπερούσιον τέξασα, σαρκὸς ταχύτητι, καὶ ἐπηρείας με λύτρωσαι, ἐχθροῦ τοῦ ἀοράτου, Παρθένε ἄχραντε.

Ἔτερος. Τὴν δέησιν.
Συνέσεως, ἀληθοῦς ἐπέτυχες, ἐγκρατείᾳ ταπεινώσας τὰ πάθη, καὶ πρὸς Θεόν, προσεχώρησας χαίρων, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρίστασαι, θεόφρον Μακάριε, μοναζόντων κανὼν ἀκριβέστατος.
Οὐράνιον, ὑπελθὼν πολιτείαν, οὐρανίων χαρισμάτων ἐπλήσθης, τῶν γὰρ γηΐνων ἁπάντως ἀπέστης, καὶ τῷ Σωτῆρι ἡνώθης Μακάριε, Ὃν ἐκδυσώπει ἐκτενῶς, οἰκτερῆσαι τοὺς σὲ μακαρίζοντας.
Νοός σου, τὴν ἔφεσιν ἀνυψώσας, πρὸς Θεὸν καὶ τῷ φωτὶ τῷ ἀδύτῳ, καταλαμφείς, ἐν ἐρήμῳ σπηλαίῳ, λόγῳ καὶ ἔργῳ βιώσας Μακάριε, πρὸς νομὰς οὐρανίους, τριάδα τῶν Πατέρων.
Θεοτοκίον.
Προσῆλθε, ἐν τῶν Ἁγνῶν Σου αἱμάτων, μετὰ σώματος ἁγνὴ ἀποῤῥήτως, ὁ ἐκ Πατρός, πρὸ αἰώνων ἐκλάμψας, καὶ τῆς κατάρας ἡμᾶς ἐλυτρώσατο, δι’ ἀγαθότητα πολλή, Θεοτόκε Παρθένε πανύμνητε.















Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν εἰληφότα ἐκ Θεοῦ χάριν τὴν ἄφθονον, καὶ κοινωνήσαντα ζωῆς τῆς υπὲρ ἔννοιαν, εὐφημήσωμεν Πατέρων τὸ θεῖον κλέος, παρεστὼς γὰρ ἐν ὑψίστοις τῷ παντάνακτι, τῶν ἐν βίῳ διασώζει δεινῶν θλίψεων, τοὺς κραυγάζοντας· Χαίροις Πάτερ Μακάριε.
Ὁ Οἶκος.
Τὸν ἀγῶνα τελέσας, ἀνελήλυθας χαίρων, πρὸς δόξαν ὑπερκόσμιον Πάτερ, καὶ τῶν αἰωνίων ἀγαθῶν, κληρονόμος Μακάριε γέγονας, θέσει θείᾳ θεούμενος, καὶ πρεσβεύων ὑπὲρ τῶν βοώντων·
Χαῖρε, δοχεῖον τοῦ Παρακλήτου·
χαῖρε, τὸ ἄνθος τοῦ Παραδείσου.
Χαῖρε, τὴν ζωὴν τῶν Ἀγγέλων μιμούμενος·
χαῖρε, τὴν φθορὰν τῶν δαιμόνων τροπούμενος.
Χαῖρε, στήλη θεοτύπωτος, τῶν μοναστικῶν θεσμῶν·
χαῖρε, λύχνος οὐρανόφωτος, θεοφόρων ἀσκητῶν.
Χαῖρε, ὅτι λυτροῦσαι πειρασμῶν καὶ κινδύνων·
χαῖρε, ὅτι ἐξαίρεις συμφορῶν ἐποδύνων.
Χαῖρε, τερπνὸν τῆς Ῥώμης ἀγλάϊσμα·
χαῖρε, λαμπρὸν Ὁσίων διάδημα.
Χαῖρε, τὸ κλέος καὶ δόξα ἐρήμου·
χαῖρε, ὁ ἄξιος δοῦλος Κυρίου.
Χαίροις Πάτερ Μακάριε.

Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ῥωμαίου.
Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ,
Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ.
Μακαρίοιο ζωὴν εἰκάδι τρίτῃ γεραίρειν
Τρεῖς τινες ἡγιασμένοι γέροντες, Σέργιος καὶ Ὑγῖνος καὶ Θεόφιλος, ἐκ τῆς Μονῆς τοῦ Ἁγίου Ἀσκληπιοῦ, τοῦ ἐν τῇ Μεσοποταμίᾳ τῆς Συρίας, ὁμονοήσαντες ἐπ᾿ ἀγαθῷ ποτε λογισμῷ, σκοπὸν ἔσχον ἄχρι τέλους τὴν περίγειον ταύτην διελθεῖν· καὶ τῆς πορείας ἀρξάμενοι, ἀλλεπάλληλα εὕρισκον δεινά, πῇ μὲν ἐξ ἀνθρώπων, πῇ δὲ ἐκ θηρίων· θλιβόμενοι, κακουχούμενοι καὶ αὐτῆς ἔστιν ὅτε τῆς ἐκ τῶν ἀγρίων βοτανῶν τροφῆς ὑστερούμενοι.
Τέως ὁδὸν ἡμερῶν οὐκ ὀλίγων διαβιβάσαντες, κατέλαβον τόπον τινά, πορείαν ἀνθρώπου μηνύοντα· δι᾿ ἧς καὶ ὡδηγήθησαν εἰς σπήλαιον ἀπελθεῖν, φαινόμενον ἐγκάτοικον ἔχειν ἄνθρωπον, διὰ τὸ κεκοσμημένον εὑρεθῆναι· ᾧ εἰσελθόντες, προσεκαρτέρουν ἰδεῖν τὸν τούτου οἰκήτορα. Μετὰ μικρὸν δέ, εὐωδίας τινὸς αἰσθόμενοι, εἶδον ὁμοίωμα ἀνδρὸς ἐστολισμένον ταῖς οἰκείαις θριξίν. Οὗτος δὲ ἦν ὁ ὅσιος τοῦ Θεοῦ Μακάριος ὁ Ῥωμαῖος.
Ἐρχόμενος δὲ οὗτος ἐπὶ τὸ σπήλαιον, ᾔσθετο μακρόθεν αὐτῶν· καὶ ῥίψας ἑαυτὸν ὁ γέρων χαμαί, προσηύξατο· καὶ κράξας φωνῇ μεγάλῃ, λέγει· Εἰ ἀπὸ Θεοῦ ἐστε, ἐμφανίσθητέ μοι· εἰ δὲ ἀπὸ τοῦ δαίμονος, ἀπόστητε ἀπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ταπεινοῦ. Ἐκεῖνοι δὲ ἀπεκρίναντο· Εὐλόγησον ἡμᾶς, δοῦλε τοῦ Θεοῦ· χριστιανοί ἐσμεν καὶ τῷ διαβόλῳ ἀπεταξάμεθα. Τότε ὁ γέρων ἀναστάς, ἔρχεται πρὸς αὐτούς· καὶ διαχωρίσας τὰς τρίχας ἀπὸ τῆς ὄψεως αὑτοῦ, εὐλόγησεν αὐτούς.
Ἦσαν δὲ αἱ τρίχες αὐτοῦ λευκαὶ ὡσεὶ χιών, τὸ δὲ σῶμα αὐτοῦ ὡς δέρμα χελώνης· ἐκ δὲ τοῦ πολλοῦ γήρως, κεχαλασμέναι ἦσαν αἱ ὀφρύες αὐτοῦ ἐπάνω τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ οἱ ὄνυχες τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ πλεῖον εἶχον τῆς σπιθαμῆς· αἱ δὲ τρίχες τοῦ πώγωνος αὐτοῦ, μέχρι τῶν ποδῶν αὐτοῦ.
Ἤρξατο οὖν ἐρωτᾶν αὐτοὺς καὶ λέγειν· Πόθεν ἐστέ, τεκνία μου; καὶ διὰ τί ἐληλύθατε ἐνταῦθα; Οἱ δὲ εἶπον αὐτῷ πάντα τὸν σκοπὸν αὐτῶν. Ἀπεκρίθη δὲ ἐκεῖνος· Τεκνία μου, οὐκ ἔστιν ἐν γεννητοῖς τις δυνάμενος κατανοῆσαι τὴν δύναμιν τοῦ Θεοῦ. Ἐγὼ γὰρ ὁ ἀνάξιος ἐσπούδασα τοῦτο ποιῆσαι, καὶ διὰ νυκτὸς ἐφάνη μοί τις, λέγων· Μὴ θελήσῃς πειράσαι τὸν πλάσαντά σε. Οὐ δύνασαι γὰρ πλέον διελθεῖν τοῦ τόπου τούτου. Ταῦτα ἀκούσαντες ἐκεῖνοι, ἐφοβήθησαν φόβον μέγαν.
Καὶ ἦν λοιπὸν πρὸς ἑσπέραν, καὶ λέγει αὐτοῖς· Τεκνία μου, ὑποχωρήσατε μικρόν· ἔχω γὰρ δύο παιδία ἐνταῦθα, πρὸς ἑσπέραν ἐρχόμενα· μήπως ξενισθέντα ἐν ὑμῖν, ἀδικήσωσιν ὑμᾶς. Καὶ ἰδοὺ δύο λέοντες, ἐλθόντες ἐκ τῆς ἐρήμου δρομαῖοι, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ ὠρυόμενοι· ἐκεῖνοι δὲ πάλιν ἀπὸ τοῦ φόβου ἔπεσον χαμαί. Ὁ δὲ γέρων, ἐπιθεὶς τὰς χεῖρας τοῖς θηρίοις, λέγει πρὸς αὐτά· Τεκνία μου, ἐκ τῆς γῆς τῶν ἀνθρώπων ἐληλύθασί τινες πρός με, ἀλλὰ μηδὲν αὐτοὺς βλάψητε. Καὶ εὐθὺς στραφεὶς πρὸς τοὺς Μοναχούς, λέγει· Δεῦτε ποιήσωμεν, ἀδελφοί, ἑσπερινὸν ὕμνον. Καὶ ὡς ἀνέστησαν οὗτοι περιδεεῖς, δραμόντες οἱ λέοντες, περιέλειχον τοὺς πόδας αὐτῶν.
Τῇ δὲ ἑξῆς λέγουσι τῷ Ἁγίῳ· Εἰπὲ ἡμῖν, τίμιε Πάτερ, πῶς ἐνταῦθα ἐλήλυθας; Ὁ δὲ ἀποκριθείς, εἶπεν· Ἐγὼ υἱὸς ἐγενόμην Ἰωάννου τινὸς Ῥωμαίου Συγκλητικοῦ, καὶ ἐμνηστεύσαντό μοι οἱ γονεῖς γυναῖκα, ἐμοῦ μὴ βουλομένου, καὶ ἐγένοντο οἱ γάμοι· καὶ ὅτε ἡμᾶς ἐγκλείειν ἔμελλον εἰς τὸν κοιτῶνα, τοῦ λαοῦ παίζοντος καὶ ὀχλοῦντος οὐ μικρῶς, ἐξῆλθον μόνος ἐγὼ σιωπηλῶς καὶ ἐκρύβην ἐν οἰκήματι γυναικὸς χήρας ἐφ᾿ ἡμέρας ἑπτά, θρηνούντων ἐκείνων καὶ ζητούντων με. Μετὰ δὲ ταῦτα, μέσης νυκτὸς ἀναστάς, ἦλθον παρὰ τὴν ὁδόν· καὶ εὑρών τινα γηραιόν, εἶπον πρὸς αὐτόν· Ποῦ πορεύῃ, Πάτερ; Ὁ δὲ ἀποκριθεὶς εἶπέ μοι· Ὅπου αὐτὸς ἔχεις τὸν νοῦν σου, ἐκεῖ πορεύομαι. Καὶ ἠκολούθησα αὐτῷ· καὶ διὰ τριῶν ἐτῶν ἦλθον ἐνθάδε σὺν αὐτῷ.
Πρό τινων οὖν ἡμερῶν τῆς πρὸς τὰ ἐνταῦθα ἀφίξεώς μου, κοιμωμένων ἡμῶν, ἅμα τῷ διυπνισθῆναί με, ἀπῆλθεν ἐξ ὀφθαλμῶν μου καὶ ἠρξάμην κλαίειν καὶ λυπεῖσθαι. Ὁ δὲ εὐθέως ἐφάνη μοι, λέγων· Ἐγώ εἰμι Ῥαφαὴλ ὁ Ἀρχάγγελος· μὴ οὖν δειλιάσῃς, ἀλλὰ δὸς δόξαν τῷ Θεῷ· ἤδη γὰρ διῆλθες τὰ σκοτεινὰ καὶ ἐλήλυθας εἰς τὸ φῶς· καὶ ταῦτα εἰπών, ἤρθη ἐξ ὀφθαλμῶν μου. Ἐγὼ δὲ εὐθέως ἠρξάμην ὁδεύειν καὶ μετὰ πέντε ἡμέρας ἦλθον ἐνθάδε καὶ εὗρον ἐν τῷ σπηλαίῳ τούτῳ λέαιναν νεκρὰν καὶ τὰ δύο λεοντάρια ἐπ᾿ αὐτῇ κλαίοντα καὶ κοπτόμενα, μὴ εὑρίσκοντα θηλάσαι· καὶ λαβών, ἔθρεψα αὐτὰ ἐκ τῶν ἀκροδρύων, ὡς γνήσιά μου τέκνα· τὴν δὲ λέαιναν ὀρύξας, κατέχωσα ὑπὸ τὴν γῆν.
Καὶ μετὰ τὸ ποιῆσαί με χρόνους δύο, ἐξελθὼν ὥραν ἑβδόμην, ἐκάθησα μετὰ τῶν σκυμνίων τούτων καὶ ἰδοὺ σουδάριον ἐν τῇ γῇ εἶδον κείμενον, ψιλώτατον πάνυ καὶ ἀέριον καὶ ἐξέστην ἐν τῇ διανοίᾳ μου καὶ εἶπον· Πόθεν ἐστὶ τοῦτο; Τῇ δὲ ἑξῆς εὑρίσκω πάλιν πέδιλα σηρικά, καὶ ἐπ᾿ ἀμφοτέροις ἐκπλαγεὶς καὶ περιβλεψάμενος, εἶδον γυναῖκα καθεζομένην ἐπάνω πέτρας, καὶ ἱματισμῷ χρυσέῳ καὶ πολυτελεῖ κεκοσμημένην καὶ εὐειδῆ οὖσαν, καὶ λέγω αὐτῇ· Πόθεν παραγέγονας; καὶ τί ἐστι τὸ διαβολικὸν τοῦτο σχῆμα; Ἡ δὲ ἔκλαιε πικρῶς, λέγουσα. Ἐγὼ ἡ ταλαίπωρος θυγάτηρ εἰμὶ Ῥωμαίου τινὸς Συγκλητικοῦ καὶ ἠνάγκασάν με οἱ γονεῖς μου γάμῳ συζευχθῆναι, ἐμοῦ μὴ βουλομένης· καὶ ἐκφυγοῦσα ἀπὸ τοῦ συνδέσμου, τούτων μηδενὸς ἐπιγινώσκοντος τὴν φυγήν, πλανῶμαι ἐν ὄρεσι καὶ σπηλαίοις. Ἀλλὰ καὶ νῦν ἐν τοῖς ἐρήμοις τόποις πάρειμι, μὴ γινώσκουσα, ποῦ ἀπέρχομαι. Μὴ οὖν βδελύξῃ με τὴν δούλην σου, ὅτι κἀγὼ οὐκ ᾔδειν. Εἶπον δὲ πρὸς αὐτήν. Ποῦ βούλει ἀπελθεῖν; ἐπειδὴ κἀγὼ οὐκ ἐῶ σε ὧδε εἶναι μετ᾿ ἐμοῦ. Ἡ δὲ εἶπεν· Ἐν τῇ ἐρήμῳ ταύτῃ ἦλθον κατοικῆσαι. Καὶ λαβὼν αὐτήν, ἐν τῷ σπηλαίῳ ἤγαγον καὶ δέδωκα αὐτῇ φαγεῖν ἐκ τῶν ἀκροδρύων ὧν ἤσθιον, καὶ τὰ δάκρυα αὐτῆς κρουνηδὸν ἔῤῥεον, κἀμοῦ ἡ ψυχὴ σύντρομος γέγονεν.
Ὁπηνίκα δὲ ἡ ἑσπέρα κατέλαβε καὶ τὴν ἑσπερινὴν τελέσας εὐχήν, ἀνεκλίθην εἰς τὴν γῆν ὀλίγον ἡσυχάσαι, ἤρξατό με ταράσσειν ὁ Σατανᾶς· καὶ ὁ μηδέποτε ἐπιθυμήσας τινὸς ἁμαρτίας σαρκικῆς, ἠράσθην τῆς γυναικὸς καὶ ἠβουλήθην συγγενέσθαι αὐτῇ· καὶ ἰδοὺ ἄφνω ἀφανὴς ἐγένετο ἀπ᾿ ἐμοῦ. Γνοὺς δέ, ὅτι ἥμαρτον ἐνώπιον τοῦ Θεοῦ, εἶπον· Ἥμαρτον ἐνώπιόν σου, Κύριε, ἐλέησόν με· καὶ τελείως εἰς ἐμαυτὸν ἐλθών, εὗρον τὴν ἁμαρτίαν μου, ὅτι πολλὴ ἦν σφόδρα· καὶ γὰρ οὐδὲ τὰ λεοντάρια ταῦτα, ἤρχοντο πρός με ἐπὶ ἡμέρας δέκα, καθὼς πρῴην ἐποίουν.
Ἐσκόπησα οὖν μετανάστης γενέσθαι, μήπως πάλιν πλανηθῶ καὶ ἀποῤῥιφῶ ἀπὸ προσώπου Κυρίου· καὶ ἀναστάς, ἐξῆλθον τοῦ σπηλαίου τούτου· καὶ περιπατήσαντός μου ὁδὸν ἡμερῶν δύο, ἐπέστη μοι Ἄγγελος Κυρίου λέγων· Ποῦ πορεύῃ, Μακάριε; καὶ εἶπον αὐτῷ· Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου ἀποδιδράσκω. Καὶ εἶπέ μοι ὁ Ἄγγελος· Ἕνα πειρασμὸν βαστάσαι οὐκ ἠδυνήθης; Ἀποστράφηθι εἰς τὸ κελλίον σου. Καὶ εἶπον αὐτῷ· Τίς εἶ Κύριε; Καὶ εἶπεν· Ἐγώ εἰμι Ῥαφαήλ, ὁ ὁδηγήσας σε ἐν τῇ ὁδῷ· καὶ ταῦτα εἰπών, ἐφανὴς ἐγένετο ἀπ᾿ ἐμοῦ.
Ἐγὼ δὲ ὑποστρέψας ἐν τῷ κελλίῳ τούτῳ ἔκλινα γόνυ πρὸς Κύριον, τεσσαράκοντα νυχθήμερα νῆστις τελέσας· καὶ ἀναστάς, εἶδον τὸ σπήλαιον τοῦτο, ἔχον φῶτα εἰς τὰς τέσσαρας γωνίας, καὶ ἄνδρα ἠμφιεσμένον πορφύραν καὶ στέφανον χρυσοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐκ λίθων πολυτίμων, καὶ ἔψαλλεν ᾠδὴν παράδοξον, καὶ ἡ φωνή αὐτοῦ, ὡς ὄχλου πολλοῦ ψάλλοντος· καὶ ὁπηνίκα τὴν ᾠδὴν ἐπλήρωσεν, εὐωδία γέγονε φοβερά· καὶ εὐθέως ἀφανής μοι ἐγένετο ὁ φανείς. Ἀνερχομένου δὲ αὐτοῦ εἰς τὸν οὐρανόν, ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ σεισμοί. Κἀγὼ ἐκπλαγείς, ἄφωνος ἐγενόμην, τεκνία μου, ἐπὶ ἡμέρας ἑβδομήκοντα· Ἤμην δὲ τότε τεσσαράκοντα ὀκτὼ χρόνων.
Ἰδοὺ ταῦτα ἠκούσατε, ἀδελφοί. Ἐὰν δύνησθε ὑπομεῖναι, μείνατε πρὸς ἡμᾶς· εἰδ᾿ οὔ, ὁ Κύριος ἡμᾶς ὁδηγήσει. Καὶ ἀπέλυσεν, εἰπών· Σῴζεσθε ἐν εἰρήνῃ, πνευματικὰ τέκνα, ὑπὲρ ἐμοῦ εὐχόμενοι. Καὶ διέσωσαν αὐτοὺς οἱ λέοντες ἡμέρας τρεῖς· οἳ καὶ καταφιλήσαντες τὰ ἴχνη τῶν ποδῶν αὐτῶν, ὑπέστρεψαν πρὸς τὸν γέροντα.
Οἱ δὲ Μοναχοί, ὁδεύσαντες πρὸς τὴν οἰκουμένην ἡμέρας τινὰς καὶ ποταμὸν καταλαβόντες καὶ μικρὸν ἀφυπνώσαντες, ἡρπάγησαν ὑπὸ θείων Ἀγγέλων καὶ ἀπετέθησαν ἐν Ἱερουσαλήμ. Ἔξυπνοι δὲ γενόμενοι καὶ κατανοήσαντες, ὁποῖον καὶ πόσον διάστημα ὡς ἐν ὀνείρῳ διῆλθον, ἐδόξαζον τὸν Θεόν. Καὶ προσευξάμενοι ἐν συντόμῳ καὶ προσκυνήσαντες ἅπαντας τοὺς ἁγίους τόπους, ὑπέστρεψαν εἰς τὴν μονὴν αὑτῶν, ἐκδιηγούμενοι πρὸς τοῖς ἄλλοις οἷς ἔπαθον καὶ εἶδον καὶ τὰ κατὰ τὸν ἅγιον Μακάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.
Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ
Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ.
Οὗτος ὁ ἅγιος Ἰάκωβος ὁ Ἀδελφόθεος, πρῶτος Ἐπίσκοπος ἐν Ἱεροσολύμοις ἐγένετο, παρ᾿ αὐτοῦ τοῦ Κυρίου χειροτονηθείς, καὶ πρῶτος τὴν θείαν Λειτουργίαν ἔγραψε καὶ ἐξέθετο, παρ᾿ αὐτοῦ τοῦ Χριστοῦ ταύτην διδαχθείς· ἥν τινα Λειτουργίαν ὕστερον συντομωτέραν ἐποίησεν ὁ μέγας Βασίλειος καὶ μετ᾿ αὐτὸν ὁ θεῖος Χρυσόστομος, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ποιμαίνων δὲ τὴν ἐν Ἱεροσολύμοις Ἐκκλησίαν καὶ πολλοὺς διδάσκων ἐκ τῶν Ἰουδαίων καὶ Ἑλλήνων καὶ ἐπιστρέφων αὐτοὺς ἐπὶ τὸν Κύριον, εἰς ὀργὴν ἐκίνησε τοὺς Ἰουδαίους. Κρατήσαντες οὖν αὐτόν, ἔῤῥιψαν ἀπὸ τοῦ ἄκρου τοῦ Ἱεροῦ, καὶ ἀπέκτειναν.
Περὶ δὲ τοῦ λέγεσθαι Ἀδελφόθεος, φέρεται τοιοῦτος λόγος ἐκ παραδόσεως. Τοῦ μνήστορος Ἰωσήφ, μερίζοντος τὴν γῆν αὑτοῦ τοῖς ἐκ τῆς προτέρας γυναικὸς παισὶ καὶ βουλομένου μερίδα ποιήσασθαι καὶ τῷ ἐκ τῆς ἁγίας Παρθένου Υἱῷ καὶ Θεῷ, οἱ μὲν ἄλλοι οὐ κατεδέξαντο· ὁ δὲ Ἰάκωβος, λαβὼν αὐτὸν εἰς τὴν μερίδα συγκληρονόμον, ἐκλήθη οὐ μόνον Ἀδελφόθεος, ἀλλὰ καὶ Δίκαιος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν,
Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰγνάτιος, υἱὸς μὲν γέγονε Μιχαὴλ βασιλέως καὶ Προκοπίας τῆς βασιλίσσης, ἀδελφὸς δὲ Θεοφίλου καὶ ἔγγονος Νικηφόρου τοῦ βασιλέως. Εὐνοῦχος δὲ γενόμενος, εἶτα καὶ Μοναχὸς ἀποκαρεὶς καὶ Ἡγούμενος τῆς τοῦ Ἀρχαγγέλου Μονῆς, τοῦ τότε μὲν ἐπικαλουμένου Ἀνατέλλοντος, νῦν δὲ Σατύρου, προεχειρίσθη ἔπειτα Πατριάρχης Κωνσταντινουπόλεως καὶ ἐκράτησεν ἔτη ἕνδεκα καὶ μῆνας πέντε· καὶ μετὰ ταῦτα ἐξεβλήθη ὑπὸ Μιχαὴλ βασιλέως, ἀντ᾿ αὐτοῦ Πατριάρχην προβαλλομένου Φώτιον τὸν πρωτοσπαθάριον καὶ πρωτασηκρίτην, γενόμενον πρότερον Μοναχόν. Εἶτα ἐξεβλήθη καὶ αὐτὸς ὑπὸ Βασιλείου βασιλέως, καὶ ἀποκατέστη πάλιν Ἰγνάτιος· καὶ ἐκράτησεν ἔτη δέκα· καὶ πάλιν ἐξεβλήθη· καὶ ἐγένετο Στέφανος ὁ ἐν Ἁγίοις. Ὁ δὲ ἅγιος Ἰγνάτιος, ἀπελθὼν ἐν τῇ Σατύρου Μονῇ, ἐν εἰρήνῃ ἀνεπαύσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νικηφόρος ὁ ἱδρυτὴς τὴν ἐν Χαρσιανῷ Μονῆς ἐν εἰρήνῃ τελειοῦται.
Μονὴν ἐγείρας ἱερὰν Νικηφόρος,
ἔσπευδεν εἶναι καὶ βίον Νικηφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται.
Πέτρᾳ σκεπασθεὶς Μωϋσῆς Θεὸν βλέπει,
Καὶ Πετρώνιος, εἰς ἄϋλον στὰς πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται.
Δυσὶ δρομεῦσι παιδίοις δὸς τὰ στέφη,
ὀλύμπια δραμοῦσι τοῦ πυρός, Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζομεν, τὴν εὕρεσιν τῶν τιμίων λειψάνων τῆς Ἁγίας ἐνδόξου Ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ.
Ἐκ γῆς τὰ σὰ λείψανα Μάρτυς φανέντα,
Πᾶσι τὴν οὐράνιον φαίνουσι χάριν.
Αὕτη ἣν ἐκ πόλεως Θεσσαλονίκης, ἐν τοῖς χρόνοις Μαξιμιανού, θυγάτηρ εὐσεβῶν καὶ σφόδρα πλουσίων γονέων· ὧν τελευτησάντων, ἀφιέρωσεν ἑαυτὴν τῇ Χριστῷ, διανείμασα τοῖς πάσχουσι καὶ ἐνδεέσι τὴν προσοῦσαν οὐσίαν, καὶ προσευχαῖς καὶ νηστείαις σχολάζουσα. Ἡμέραν τινὰ ἀπερχομένη τῷ ναῷ, συνήντησε στρατιώτῃ τινί, τοῖς εἰδώλοις λατρεύοντι, παρ᾿οὗ βιασθεῖσα ἀρνηθῆναι τὸν Σωτῆρα Χριστόν, καὶ μὴ πεισθεῖσα, ἀλλ᾿ ὁμολογήσασα τὸ ἅγιον αὐτοῦ ὄνομα, λόγχη διαπαρεῖσα τὸ σῶμα, τετέλεκε τὸν ἀγῶνα.
Τὸ δὲ τίμιον αὐτῆς σῶμα ἔκειτο ὑπὸ γῆν, χρόνοις πολλοῖς τεθαμμένον καὶ ἄγνωστον τελοῦν· τῇ δὲ δ΄ τοῦ μηνὸς Ἰουλίου, τοῦ σωτηρίου ἔτους 1980, διανοιγομένης ὁδοῦ δι’ ἐκσκαφέων, νεύσει θείᾳ, ἀνεκαλύφθη ὁ τάφος αὐτῆς, παρὰ πᾶσαν ἐλπίδα, ἔνθα τὰ σεπτὰ ὀστᾶ αὐτῆς, ἅτινα εὐλαβῶς ἀνακομισθέντα κατετέθησαν ἐν τῷ ναῷ τοῦ Μεγαλομάρτυρας Δημητρίου. Τούτου οὖν τὴν μνείαν ἑορτάζοντες, ἄγομεν ἐτήσιον ἑορτήν, δοξάζοντες τὸν θαυμαστὸν ἐν Ἁγίοις Κύριον, καὶ ὑμνοῦντες τὴν αὐτοῦ Ὁσιομάρτυρα Ἀνυσίαν. Κέκριται δὲ ἵνα ἡ ἑορτὴ αὕτη τελεῖται τῇ κγ΄ τοῦ μηνὸς Ὀκτωβρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ἰακώβου τοῦ Βοροβίας καὶ θαματουργοῦ Νοβορογοδίας τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
λα θεόφρον τὰ φθαρτὰ μὴ λογισάμενος, καὶ τῆς τοῦ Κτίσαντος, ἀλλοτριοῦντα βουλῆς, τὴν Ῥώμην κατέλιπες καὶ ἠκολούθησας, Αὐτῷ διὰ θείου Ἀγγέλου ἀσκητικῶς, ἐβίωσας Μακάριε.
ερῶς Πάτερ Μακάριε διήνυσας, τὸν σεπτόν βίον σου, καθυπομένων στεῤῥῶς, ἡλίου τὸν καύσωνα καὶ παγετὸν τῆς νυκτός· ὅθεν χάρις σε, ἡ θεία περιέβαλεν, ὡς θεράποντα Κυρίου.
Σὺ ὡς φωτεινός, ἀστὴρ ἡμῖν ἀνέτειλας, σοφὲ Μακάριε, τῇ σεπτῇ σου βιοτῇ, Ὁσίων γὰρ ἔκτυπον, ἐρήμου πέφηνας καὶ τὰ σκάμματα, αὐτῶν ἀνεζωγράφησας, ἐν τῷ ἐρήμῳ σπηλαίῳ.
Θεοτοκίον.
Τὴν σάρκα λαβών, ἐξ αἱμάτων Σου ὁ Κτίστης, ἡμῶν καὶ Κύριος, ἐκ Σοῦ ἐν χρόνῳ κόσμῳ ἐτέχθη ὡς ἄνθρωπος, μὴ ὑποστὰς τροπήν, καὶ διέσωσε, παρθενομῆτορ Δέσποινα, τοὺς ὑμνοῦντάς Σου τὸν Τόκον.

Ἕτερος. Παῖδες Ἑβραίων.
Ἁγάπῃ θείᾳ διανύσας τῆς ἀσκήσεως Μακάριε τὸν δρόμον, τοῖς Ἀγγέλων χοροῖς συνήφθης ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νικηφόρος ὡς ἐπ’ ἅρματι ἀρετῶν ἐποχούμενος ἄνω ἤρθης, τῷ Θεῷ δὲ τανῦν παρέστηκας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τὸν θεῖον δρόμον τετέλεκας καὶ τὴν πίστιν σου τηρήσας μέχρι τέλους, στέφανον ἐδέξω ἐκβοῶν Μακάριε· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε ἁγνή, πρὸς Ὃν ἔτεκες Θεὸν καὶ Βασιλέα, ἀπαύστως πρέσβευε, σωθῆναι τοὺς βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.














ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ερῶς ἐβίωσας τὸ ὄμμα, τῆς καρδίας ἄγρυπνον φυλάξας θεόφρον, Μακάριε ἐν κόποις καὶ παννύχοις στάσεσι, σαρκίου κατεμάρανας, ὁρμὰς καὶ εὔχρηστον, Κυρίῳ τῷ Θεῷ καὶ Σωτῆρι, τὴν ψυχήν σου σκεῦος, τελέσας ἐν σπηλαίῳ.
Μνήμην σου τὴν θείαν ἐκτελοῦντες Μακάριε, οἱ βροτοὶ πανηγυρίζομεν, θείοις μελωδήμασιν, καὶ τοῦ βίου σκάμματα, συμφώνως μακαρίζοντες, ἀναβοῶμέν σοι· σεπτὸν βλάστημα Ῥώμης, μὴ παύση προστατεύειν πάντας, τοὺς σπεύδοντας σῇ σκεπῃ.
ρας τὸν Σταυρόν σου θεοφόρε, διήνυσας τῆς ἀσκήσεως τὸ στάδιον ταπεινῶς, καὶ ὄμματα τείνων πρὸς τὸν εὔσπλαγχνον, Ἐσταυρωμένον Κύριον, ψυχῆς τὴν κλίμακα, ἀνῆλθες ἀρετῶν ψυχοτρόφων, Μακάριε κλέος, Πατέρων καὶ Ὁσίων.
Θεοτοκίον.
Σκέπη ἀκλινῆς τῶν Ὀρθοδόξων, καὶ τεῖχος τῶν εὐσεβῶν, θεομακάριστε, ἐν τῇ τῶν πτερύγων Σου, σκέπασόν με Δέσποινα, σκιᾶ καὶ βέλη ἔκτρεψον, τοῦ πολεμήτορος, ἰοῦ θανατηφόρου τὰ πλήρη, κατ’ ἐμοῦ δολίως, κινούμενα Παρθένε.

Ἕτερος. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Σὺν τοῖς Ἀγγέλοις, ἀγαλλιώμενος Πάτερ, πάσης ἐκλύτρωσαι κακώσεως, τοὺς σὲ ἀνυμνοῦντας, Μακάριε θεόφρον.
Μοναζόντων, ὁ θεῖος χορὸς καὶ Ὁσίων, δῆμος ἀνυμνεῖ σε Μακάριε, στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω.
Ἀσκήσει Πάτερ, συντονωτάτῃ ἐκλάμψας, ἠμαύρωσας ὄψιν Μακάριε, τοῦ τὴν ἁμαρτίαν, τεκτήναντος τῷ κόσμῳ.
Θεοτοκίον.
Κυρία σεμνή, τὴν ἀσθενοῦσάν μου ψυχήν, θεράπευσον πάσης κακώσεως, καὶ τῆς ἁμαρτίας, τῆς μοχθηρᾶς με ῥῦσαι.














ᾨδὴ θ΄. Ἅπας γηγενής.
φθης φωτισμός, Μακάριε Ὅσιε, εἰς τὸν ὁλόφωτον δρόμον τῆς θεότητος, περιχορεύων καὶ τὸ ἀμήχανον, Σωτῆρος κάλλος ὄμμασιν ὁρῶν ἰδίοις σου, μὴ ἐλλίπης, δυσωπεῖν ἑκάστοτε, ὑπὲρ πάντων τῶν τελούντων σὴν μνήμην.
Μέγας ἀληθῶς, ἐν πόνοις ἀσκήσεως δειχθείς, ὡς ἐν κόσμῳ πάροικος, καὶ τῆς ἐρήμου πολίτης ἔνθεος, μεγάλων κατηξίωσαι ἐπάθλων Ὅσιε, τοῦ Δεσπότου, θρόνῳ παριστάμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος.
δωκας Χριστέ, τεῖχος καὶ διάσωσμα, τῇ Ἐκκλησίᾳ σου τὸν κλεινόν σου Ὅσιον, σώζων ταῖς τούτου, πρεσβείαις ἅπαντας, ἐκ πάσης περιστάσεως· ὅθεν δοξάζομεν, τὸν σὸν θεῖον πλοῦτον τῆς χρηστότητος, καὶ τιμῶμεν τὸν μέγαν Μακάριον.
Θεοτοκίον.
Νύμφη Μαριάμ, ἡ προστασία ἡμῶν καὶ περιποίησις, πάντων καὶ διάσωσμα, καὶ καταφυγή, δέχου τὸ ψέλλισμα, ὃ σοὶ πιστῶς προσφέρομεν καὶ πόθῳ Δέσποινα, δίδου ἡμῖν, χαρὰν τὴν αἰώνιον, καὶ ζωὴν τὴν τερπνὴν καὶ ἀνώλεθρον.

Ἕτερος. Κυρίως Θεοτόκον.
Ἀγγέλων ταῖς χορείαις, συνηριθμημένος, ὡς μιμητὴς τούτων Πάτερ Μακάριε, τοὺς τιμῶντάς σε σκανδάλων, ῥύου τοῦ ὄφεως.
Ῥήμασι τοῦ Ἀγγέλου, Πάτερ Μακάριε, τῷ Δεσπότῃ θεραπεύσας τοῖς ἔργοις σου, τῆς Οὐρανῶν Βασιλείας, ὄντως τετύχηκας.
Ἱερῶς τὸν ἀγῶνα, τὸν σὸν ἐτέλεσας, ὡς ὑπερόπτης τῶν κάτω Μακάριε, διὸ τῆς ἄνω μετέσχες θείας λαμπρότητος.
Θεοτοκίον.
Εὐσπλάγχνως τὴν βροτείαν, φύσιν ἐκ γαστρός Σου, ὁ Πλαστουργὸς προσλαβόμενος ἄχραντε, τῆς ἀφθαρσίας χιτῶνα, ταύτην ἐνέδυσε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς ἐβίωσας, εἰς σπήλαιον Μακάριε, ἐν ἡσυχίᾳ καθάρας, τὴν σὴν ψυχὴν θεοφόρε, διὰ τοῦ θείου Πνεύματος, ἐδέξω τὴν ἐνέργειαν, καὶ τῆς χαρὰς ἠξίωσαι, της οὐρανίου καὶ θείας, καλῶς τελέσας τὸν δρόμον.
Ἕτερον. Ὅμοιον
Χριστοῦ ἄρας τὸν Τίμιον, Σταυρὸν Πάτερ ἐπ’ ὤμων σου, κατηκολούθησας τούτου, Μακάριε τοῖς ἴχνεσι, τὰ γεηρὰ καὶ πρόσκαιρα, στεῤῥῶς ἀποῤῥιψάμενος, πρὸς μόνα τὰ οὐράνια, κατεπειγόμενος ὅθεν, τούτων φαιδρῶς ἀπολαύεις.
Θεοτοκίον.
Ἐν δύο Κόρη φύσεσιν, ἀφράστως ἀπεκύησας, τὸν Ὑπερούσιον Λόγον, ἐν ἑαυτῷ τὴν οὐσίαν, ἀνθρώπων ὑποστήσαντα, ἀναλλοιώτως πάναγνε, Ὃν αἴτησαι δεόμεθα, δοῦναι πταισμάτων τὴν λύσιν, τοῖς Σὲ ὑμνοῦσιν ἐν πίστει.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Μακάριε, ἀνατεθεὶς τῷ Θεῷ, καταλλήλως ἐβίωσας, ὥσπερ ἄλλος Ἄγγελος, ἐν τῷ κόσμῳ πανεύφημε, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ πρὸς τὰ ἄνω, κατεπειγόμενος, ὅθεν τοῦ κρείττονος, φωτισμοῦ ἠξίωσαι καὶ μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, βίου λαμπρότητι.

Ὅσιε Πάτερ Μακάριε, θείας ἀγάπης πλησθείς, ἐκ τῆς Ῥώμης ἐμάκρυνας, ἀποστὰς τῆς συζύγου, καὶ τῶν σεπτῶν γονέων σου, πλοῦτον καὶ δόξαν, κενὴν ἐμίσησας, εἰς τὰς ἐρήμους, χαίρων κατώκησας, θεομακάριστε, εὐλογῶν τὸν Κτίστην σου διὰ παντός, τούτῳ συνενούμενος, ἡμῶν μνημόνευε.

Ὅσιε Πάτερ Μακάριε, τοῦ Παρακλήτου τὸ φῶς, ἐν καρδίᾳ δεξάμενος, κοσμικὴν τερπνότητα, νουνεχῶς κατατέλοιπας, ἐν σπηλαίῳ βίον ἰσάγγελον, ἔρωτι θείῳ πολιτευσάμενος, ὤφθης συμμέτοχος, τῶν Ἀγγέλων Ἅγιε ἐν οὐρανοῖς δόξης ἀξιούμενος, τῆς ὑπὲρ ἔννοιαν.

Ὅσιε Πάτερ Μακάριε, τοῦ Ῥαφαὴλ τοῦ σεπτοῦ, ὁδηγία κατέλοιπας, κόσμον πρὸς τὰ σκάμματα, νουνεχῶς ἐπειγόμενος, καὶ ἐν σπηλαίῳ, πᾶσιν ἀγνώριστος, τὴν ἀσκήσει, ζωήν σου ἤνυσας, ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας ἐν οὐρανοῖς, τῶν ὑπὲρ κατάληψιν, καταξιούμενος.

Δόξα. Ἦχος δ΄.
Ἐξέλαμψεν ἐν τοῖς πέρασιν σήμερον, ἡ πάνσεπτος μνήμη τοῦ θειοτάτου Μακαρίου, ὡς ἀστὴρ φαεινός. Οὗτός γάρ, ὑπὸ τοῦ Ἀρχαγγέλου Ῥαφαήλ, ὁδηγηθεὶς εἰς ἔρημον σπήλαιον κατώκησεν. Καὶ ἀσκητικῶς τον βίον αὐτοῦ διάγων, ὡς Ἄγγελος ἐγένετο ἐν τῇ γῇ, εὑρόντες δὲ οἱ σεπτοὶ Πατέρες, Σέργιος, Ὑγῖνος καὶ Θεόφιλος, καὶ ἐκπλαγέντες, τοῖς αὐτοῦ κατορθώμασι, τῷ κόσμῳ παντὶ ἐγνώρισαν. Διὸ καὶ ἐν οὐρανοῖς τῷ Χριστῷ παριστάμενος, πρεσβεύει ὑπὲρ τῶν ψῦχων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον.
Πάντα τὰ τοῦ κόσμου καταλιπών, Μακάριε Πάτερ, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις, νεκρώσας τὸ σαρκίον, καὶ τὴν ψυχὴν λαμπρύνας, Ἁγίῳ Πνεύματι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου