ΠΑΡΑΚΛΗΣΙΣ
(Ποίημα Ἁγίου Νικοδήμου τοῦ
Ἁγιορείτου)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
θεηγόρον σε καὶ μύστην τοῦ Λόγου, τὸν πνευματέμφορον καὶ κήρυκα πάντες, τῆς
εὐσεβείας ὕμνοις εὐφημήσωμεν· δέξαι οὖν τὴν δέησιν, τῶν σὲ παρακαλούντων, καὶ
ἡμᾶς ἐπίσκεψαι, τοὺς σοὺς δούλους Ἀνδρέα, καὶ ἐκ παντοίων λύτρωσαι δεινῶν, ὡς
τοῦ Δεσπότου, Ἀπόστολος μέγιστος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν λυπηρῶν ἐπαγωγαὶ
χειμάζουσι τὴν ταπεινήν μου ψυχήν· καὶ συμφορῶν νέφη, ὅλον με καλύπτουσιν,
Ἀνδρέα μεγαλώνυμε· ἀλλ’ ὡς Πνεύματος θείου, ἀκτῖνας περιδεξάμενος, λάμψον μοι
τὸ φῶς τὸ τῆς χάριτος.
Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ
θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, λυτρωθεὶς αὐτόπτα, τοῦ Χριστοῦ σῇ χάριτι, καὶ
γνήσιε Ἀπόστολε, ἀνυμνῶ μεγάλυνω, τὴν εἰς ἐμὲ προστασίαν σου, καὶ κηδεμονίαν
καὶ εὔνοιαν.
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν
κατέφυγον, Ἀνδρέαν πνευματικήν, σκέπην καὶ πρεσβείαν, τὴν πρὸς τὸν Δεσπότην
σου, ὑπὲρ ἐμοῦ δεόμενος, ὁ φωτίσας τὰ ἔθνη, καὶ ἐκδιώξας ἀσέβειαν, δίδαξον κἀμὲ
τὰ σωτήρια.
Θεοτοκίον.
Οὐ σιωπήσω τοὺ βοᾶν
τρανώτατα τὰ μεγαλεῖα τὰ Σά· εἰ μὴ γὰρ Σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ
πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ Σου, τίς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν
κινδύνων ἐῤῥύσατο;
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορήσας
ἐκ πάντων ὀδυνηρῶς κράζω σοι· πρόφθασον Ἀπόστολε μάκαρ, καὶ σὴν βοήθειαν, δός
μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ σοι βοῶντι, καὶ προσκαλουμένῳ σε, τὸν εὐεργέτην
μου.
Ἐθαυμάστωσας
ὄντως νῦν ἐπ’ ἐμοὶ ἔνδοξε, τὰς εὐεργεσίας σου μάκαρ καὶ προστασία σου· ὅθεν
δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου.
Καταιγὶς
μὲ χειμάζει τῶν συμφορῶν Ἅγιε, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλ’
μὲ πρόφθασον, Ἀνδρέα μύστα τοῦ Λόγου, καὶ βυθοῦ ἐξάρπασον, τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον ὁμολογῶ Δέσποινα, Σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν· ὡς γὰρ
φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Διάσωσον,
ἀπὸ κινδύνων Ἀπόστολε σοὺς οἰκέτας, τοὺς πιστῶς προσφυγόντας καὶ πόθῳ σῇ σκέπῃ
σου, ὡς μύστης Ἀνδρέα τοῦ Δεσπότου σου.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης φρουρὸς γενοῦ μοι
τῷ οἰκέτῃ σου, καὶ πρέσβυς θερμὸς πρὸς Κύριον σοῦ δέομαι, ὡς Αὐτοῦ Ἀπόστολος
καὶ μιμητὴς ὐπάρχων Ἀνδρέα γνήσιος· καὶ ἐκ παντοίων λύτρωσαι δεινῶν, τοὺς
πίστει καὶ πόθῳ σοι προστρέχοντας.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καὶ σοῦ λοιπόν, τῇ σκέπῃ
μάκαρ προσέρχομαι, τῇ πρεσβείᾳ, καὶ τῇ προστασίᾳ σου, ὁ σὸς ἱκέτης καὶ ἐκζητῶ,
λύσιν τῶν πταισμάτων, Ἀνδρέα μάκαρ Ἀπόστολε, δεσμεῖν γὰρ καὶ λύειν, παρὰ
Χριστοῦ πλουσίως ἔχεις, πνευματέμφορος ὅλος γενόμενος.
Τὸν ποταμόν, τὸν γλυκερὸν
τῶν χαρίτων σου, τὸν πλουσίαις, δωρεαῖς δροσίζοντα, Ἀνδρέα μάκαρ μου, τὴν ψυχὴν
καὶ τὴν προστασίαν, τὴν πρὸς ἐμὲ μεγαλύνω σου, καὶ ὕμνοις σου δοξάζω, ταύτην
Ἀπόστολε θεόπτα, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσόν με.
Πῶς ἐξειπεῖν, σοῦ κατ’
ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, ὑπὲρ τοῦ κηρύγματος, σοῦς διωγμούς, καὶ τὰς
συμφοράς, οἵους τε ὑπέστης, κινδύνους μάκαρ Ἀπόστολε· καὶ ταῦτα ἵνα σώσῃ, τὰ
ἔθνη λίαν σκοτισθέντα, ἀσεβείας τῷ σκότει πανεύφημε.
Θεοτοκίον.
Σὲ τὴν ἁγνήν, Σὲ τὴν
Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν,
ὅπλον σωτηρίας· μὴ μὲ παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία,
θλιβομένων χαρὰ καὶ ἀντίληψις.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἱ μισοῦντές με μάτην,
βέλεμνα καὶ ξίφει καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα
σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἀνδρέα μυστολέκτα· ἀλλ’ ἐκ τούτων σὺ
πρόφθασον σῶσόν με.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως
καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ προστασίᾳ, καὶ πρεσβείᾳ σου φύλαξον
ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, ὦ Ἀνδρέα Χριστοῦ
μου Ἀπόστολε.
Τί σοι δῶρον προσάξω, τῆς
εὐχαριστίας ἀνθ’ ὧνπερ ἀπήλαυσα, τῆς σῆς προστασίας, καὶ πρεσβείας θερμῆς πρὸς
τὸν Κύριον, τοιγαροῦν γεραίρω, ὑμνολογῶ καὶ μεγαλύνω, σὲ τὸν μύστην Χριστοῦ καὶ
Ἀπόστολον.
Θεοτοκίον.
Εὐχαρίστως βοῶ Σοι· χαῖρε
Μητροπάρθενε · χαῖρε Θεόνυμφε, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον· χαῖρε
προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς Σὲ προστρεχόντων ἐκ πίστεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη, τῶν λυπηρῶν
ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμόν, ἐμποιοῦσί μοι μάκαρ·
ἀλλ’ ὁ κηρύξας τὸ φῶς τὸ τῆς χάριτος, φωτί με φώτισον ταῖς σαῖς, ἱκεσίαις
Ἀνδρέα μάκαρ πανεύφημε.
Οὐ κρύπτω σου, τὸν βυθὸν
τοῦ ἐλέους, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων, μύστα Χριστοῦ, καὶ Ἀπόστολε
μάκαρ, τῆς πρὸς ἐμὲ συμπαθείας σου Ἅγιε· ἀλλ’ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ
κηρύττω καὶ φθέγγομαι.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με
ζάλαι, ὥσπερ μέλισσαι κηρίον τρισμάκαρ, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι
βέλει τῶν θλίψεων· ἀλλ’ εὕροιμί σε βοηθόν, καὶ προστάτην καὶ πρέσβυν Ἀπόστολε.
Θεοτοκίον.
Παράκλησιν, ἐν ταῖς
θλίψεσιν οἶδα, καὶ τῶν νόσων ἰατρὸν Σὲ γινώσκω, καὶ παντελῆ, συντριμμὸν τοῦ
θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς,
ταχινὴν καὶ ὀξείαν ἀντίληψιν.
Διάσωσον,
ἀπὸ κινδύνων Ἀπόστολε σοὺς οἰκέτας, τοὺς πιστῶς προσφυγόντας καὶ πόθῳ σῇ σκέπῃ
σου, ὡς μύστης Ἀνδρέα τοῦ Δεσπότου σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον
θεηγόρον, καὶ μαθητὴν τὸν Πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον
εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· εὑρήκαμεν δεῦτε τὸν
ποθούμενον.
Εἶτα οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον. (Μτθ.
δ´ 18-23)
Τῷ
καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο
ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας
ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω
μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν
αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου
καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν
καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ
πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ
Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς
βασιλείας καὶ
θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν
μαλακίαν ἐν τῷ λαῷ.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Χάριν κομισάμενος, παρὰ
Χριστοῦ τοῦ Σωτῆρος, ὡς Αὐτοῦ Ἀπόστολος, νέμεις τοῖς τιμῶσί σε τὴν θεόῤῥητον,
τὴν αὐτὴν δώρησαι, τῷ πιστῷ δούλῳ σου, παρακλήσει ἐκζητοῦντί σου, δι’ ἧς μου
φώτισον, κόρας τῆς ψυχῆς μου ταῖς πρεσβείαις σου, Ἀνδρέα ὡς Ἀπόστολος, καὶ ὡς
θεῖος κήρυξ τῆς χάριτος, μῦστα τῶν ἀῤῥήτων, θεόπτα θεηγόρε καὶ φωστήρ, τῆς
οἰκουμένης ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σκέπη γενοῦ μοι καὶ
προστάτης, τῷ σῷ δούλῳ θεηγόρε, ἀποροῦντι νυνί, ἁπάσης βοηθείας, ἀβοηθήτων
δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, καὶ
καρδίᾳ νῦν καὶ χείλεσι ὑμνῶ σε, ἀπολαύσας σε νῦν, προστάτης θεηγόρε· ἀλλ’ ὦ τῶν
θαυμασίων σου, καὶ χαρίτων τῶν μεγίστων.
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ
ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχων, καὶ δεινῶν συμφορῶν, Ἀπόστολε Ἀνδρέα, καὶ
πειρασμῶν με λύτρωσαι, ταῖς λιταῖς σου πρὸς τὸν Κτίστην.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Θεοτόκε,
σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον Σύ, φωτὸς οὖσα δοχεῖον, τὸ
καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ Σὲ δοξάζω.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Διὰ θείων Ἀνδρέα πρεσβειῶν
σου, μὴ παρίδῃς σοφὲ ποντούμενόν με σάλῳ, ἀλλὰ δίδου μοι χεῖρα βοηθείας,
καταπονουμένῳ, κακώσεσι τοῦ βίου.
Περιστάσεις καὶ θλίψεις καὶ
ἄναγκαι, εὕροσάν με σοφέ, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί μοι πάντοθεν
ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.
Ἐν ταῖς ζάλαις ἐφεῦρόν σε
λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ἰατρὸν
πανάριστον, καὶ ἐν τοῖς κινδύνοις, ῥύστην καὶ πρόστάτην, Ἀνδρέα θεοκήρυξ.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε
Κυρίου· χαῖρε θεία καὶ μανναδόχε στάμνε· χαῖρε χρυσὴ λυχνία λαμπὰς ἄσβεστε·
χαῖρε τῶν παρθένων, δόξα καὶ μητέρων, ὡράϊσμα καὶ κλέος.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Οὐκ ἔστιν ἀριθμήσασθαι
δυνατόν, μεγαλεῖα τὰ σὰ κήρυξ πάνσοφε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον
ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τε πεπραγμένων σου καὶ πολλῶν, τοῖς
πόθῳ σὲ τιμῶσι, καὶ πίστει σὲ ὑμνοῦσιν, ὡς ἀληθῆ Χριστοῦ Ἀπόστολε.
Ἐν ὕμνοις εὐχαρίστοις
δοξολογῶ, καὶ γεραίρω τὰς θείας σου χάριτας, καὶ τὴν πολλήν, δόξαν ἣν ἐκτήσω
παρὰ Χριστοῦ, καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω
μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, Ἀνδρέα πάντοτε ὁ δοῦλός σου.
Τὴν δέησίν μου δέξαι τὴν
πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν· ἀλλ’ ἀντιλαβοῦ μου
Πάτερ σοφέ, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς,
Δεσπότου Χριστοῦ μύστης, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν
ταπείνωσιν.
Θεοτοκίον.
Πρὸς τίνα καταφύγω ἄλλην
ἁγνή; Ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι, ποῦ πορευθῶ; Ποίαν δὲ ἐφεύρω
καταφυγήν; Ποίαν θερμὴν ἀντίληψιν; Ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς Σὲ μόνην
ἐλπίζω, εἰς Σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ Σὲ θαῤῥῶν κατέφυγον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Κήρυξ οἰκουμένης μέγας
φανείς, πόλιν Βυζαντίδα σὺ φωτίζεις κατ’ ἐξοχήν, σὺν τῇ τοῦ Εὐξείνου, Ἀνδρέα
μάκαρ Πόντου, τῇ Ἀμινσῷ καὶ ταύτας σοφῶς ἐφώτισας.
Λόγοις σου φωτίζεις τὴν
Λαζικήν, καὶ τὴν Τραπεζοῦντα, σὺν Νικαίᾳ τῇ θαυμαστῇ, καὶ Νικομηδείᾳ, συνάμα
Χαλκηδόνι, ὡς μύστης καὶ αὐτόπτης, Χριστοῦ Ἀπόστολε.
Τὴν Πόντου Ἡρακλείαν ὡς
εἰκός, λόγοις ἐκδιδάξας ὦ Ἀνδρέα καθηγητά, καὶ τὴν Προποντίδα, ὡσαύτως
ἐκδιδάσκεις, καὶ πόλιν τοῦ Εὐξείνου, σύν τε Ἀμάστριδᾳ.
Θαύμασι φωτίζεις τοὺς
Σινωπεῖς, μύστα τοῦ Δεσπότου, Σαμοσάτας τε τοὺς σοφούς· Νεοκαισαρεῖς τε, τοὺς
πρώην ἀπειθεῖς μέν, πιστοὺς δὲ διὰ λόγων σου εἰς τὸ ὕστερον.
Δεῦτε τὸν Πρωτόκλητον
μαθητήν, ἐν ὕμνοις ᾀσμάτων, εὐφημήσωμεν οἱ πιστοί, τὸν τοῦ Αἰγεάτου, τὸ θράσος
καθελόντα, καὶ τοῦ Χριστοῦ τὸ πάθος ἐκμιμησάμενον.
Χαίροις αὐταδέλφων ἡ
ξυνωρίς, Πέτρε καὶ Ἀνδρέα, Ἀποστόλων ἡ καλλονή· μεθ’ ὧν δυσωπεῖτε, τὸν Κτίστην
ὑπὲρ πάντων, τῶν πόθῳ γεραιρόντων, τὴν θείαν μνήμην ὑμῶν.
Χαίροις ὁ Πρωτόκλητος
μαθητής· χαίροις σωφροσύνης, καὶ ἀνδρείας στήλη λαμπρά· χαίροις ὁ τοῦ πάθους,
κοινωνὸς τοῦ Κυρίου, Ἀπόστολε θεόπτα Ἀνδρέα πάντιμε.
Κήρυξ καὶ τῆς Θράκης οὖν
γεγονώς, πάσης Θετταλίας, καὶ Ἑλλάδος μάκαρ σοφέ, καὶ Μακεδονίας, ἐσχάτως
ἐκδιδάσκεις, Ἀνδρέα μυστολέκτα, τὴν Πελοπόννησον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, καὶ αἱ τῶν Μαρτύρων, Ἀποστόλων Ἱεραρχῶν, σὺν ταῖς τῶν Ὁσίων, καὶ
Προφητῶν Ἀνδρέα, καὶ νῦν μακαριοῦσι, σὲ τὸν Ἀπόστολον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε
ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ
χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Πάντων, προστατεύεις ὡς
εἰκός, τῶν καταφευγόντων ἐν πίστει, τῇ σῇ Ἀνδρέα στοργῇ, πρέσβυς γὰρ
εὐπρόσδεκτος, τῷ σῷ Δεσπότῃ ἑστῶς, ἀπαλλάττεις τοὺς κάμνοντας, ἐκ νόσων
παντοίων, καὶ κινδύνων ἅπαντας, καὶ λύεις πταίσματα· ὅθεν, ὡς προστάτην καὶ
ῥύστην, σὲ ἀνευφημοῦμεν τὸν Ἀπόστολον.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου