ΟΚΤΩΒΡΙΟΣ ΚΑ΄!!
ΧΡΙΣΤΟΔΟΥΛΟΣ ΟΣΙΟΣ ΠΑΤΜΟΥ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς
ἀστέρα πολύφωτον, θεοφόρε Χριστόδουλε, οἰκουμένην ἅπασαν καταλάμποντα, σὲ
ἐγνωκότες γεραίρομεν, ἐν ὕμνοις τὴν μνήμην σου, καὶ τὴν λάρνακα τὴν σήν,
εὐλαβῶς προσπτυσσόμενοι, ἐκβοῶμέν σοι· μὴ ἐλλίπῃς παμμάκαρ τὸν Δεσπότην, καὶ
Θεὸν ἡμῶν πρεσβεύειν, τοῦ οἰκτειρῆσαι τοὺς δούλους σου.
Τῶν
Ὁσίων ὁμότιμος, καὶ Ἀγγέλων ὁμόσκηνος, ὡς ὑπάρχων μέμνησο τῶν τιμώντων σε, καὶ
ἀνυμνούντων Χριστόδουλε, τὴν κοίμησιν σήμερον, τὴν σεπτήν σου καὶ φαιδράν, ἐκ
παντοίων λυτρούμενος, τούτους θλίψεων, καὶ κολάσεως Πάτερ αἰωνίου, καὶ βαρβάρων
ἐπηρείας, καὶ πάσης ἄλλης κακώσεως.
Τοὺς
γενναίους ἀγῶνάς σου, καὶ Ἀγγέλων ἐθαύμασεν, ἠ πληθὺς μακάριε καθορῶσά σου, τὸ
τῆς νηστείας ἀνένδοτον, τὴν στάσιν τὴν πάννυχον, προσευχὴν διηνεκῆ, καὶ δακρύων
τὸ ἄμετρον· ὅθεν αἴτησαι, παῤῥησίαν ὡς ἔχων τοῖς σοῖς τέκνοις, ἱλασμόν τε τῶν
πταισμάτων, καὶ Παραδείσου τὴν οἴκησιν.
Τοὺς
γενναίους ἀγῶνάς σου, θεοφόρε Χριστόδουλε, καὶ τὴν ὑπερβάλλουσαν καρτερίαν σου,
τῆς θαυμασίας ἀσκήσεως, Χριστὸς ὁ Θεὸς ἡμῶν, κατιδών σου τὴν αὐτοῦ, βασιλείαν
ηὐτρέπισεν, Ὃν ἱκέτευε, ἐξ ἐχθρῶν πολεμίων λυτρωθῆναι, τὴν σὴν ποίμνην θεοφόρε,
παμμάκαρ Πάτερ Χριστόδουλε.
Καὶ
ἐγκράτειαν σύντονον, προσευχὴν τ’ ἀδιάλειπτον, ἀγρυπνίαν πάννυχον ἐκαρτέρησας,
καὶ τοὺς πεινῶντας διέθρεψας πτωχούς, διὰ τοῦτό σε, ἐν τοῖς κόλποις Ἀβραάμ, ὁ
Χριστὸς κατεσκήνωσεν, Ὃν ἱκέτευε, θεοφόρε τρισμάκαρ λυτρωθῆναι, ὁρατῶν καὶ
ἀοράτων, τὴν θείαν ποίμνην σου Ὅσιε.
Θεωρίαις
καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου πάνσοφε διετέλεσας, τῆς θεωρίας
ἐπίβασιν, τὴν πράξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον, οὗ
γενόμενος, τῆς ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, θεόφρον Πάτερ
Χριστόδουλε.
Δόξα.
Ἦχος δ΄.
Ἀγάλλεται
σήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει τῆς
Πάτμου τὰ συστήματα, ἐπὶ τῇ ἐπανόδῳ τοῦ τιμίου λειψάνου σου, ἡγιασμένε Πάτερ
Χριστόδουλε· καὶ δοξάζει Χριστόν, τὸν διὰ σοῦ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα
ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι
εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ
πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ
τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον,
Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε
Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄
Ο
κλεινὸς καὶ στεῤῥὸς Χριστόδουλος, ἐν τῇ τοῦ βίου ἀθλήσει, τὰ στίφη τῶν δαιμόνων
καθεῖλεν· ἐν ἑαυτῷ γὰρ εἶχε τὸν Κύριον, καὶ τὸν ἀσκητικὸν δρόμον ἀξίως
διανύσας, ἐν μοναστῶν νῦν σκηναῖς αἰωνίως ἀγάλλεται, καὶ θρόνῳ Θεοῦ
παριστάμενος, ἀκαταπαύστως πρεσβεύει ὁ Ὅσιος, τοῦ σῶσαι πάντας ἡμᾶς τοὺς
τελοῦντας τὴν μνήμην αὐτοῦ τὴν σωτήριον.
Ο
αὐτός.
Τὸν
ἐν πόνοις τοῖς ἀσκητικοῖς ἀπαράμιλλον, τὸν ὑπὲρ τῆς αἰωνίου ζωῆς ἀγωνισάμενον,
ἅπαντες τιμήσωμεν λέγοντες· Χαίροις ὁ στεῤῥὸς τῆς πίστεως θέμεθλος, κατὰ τους
ἀρχαίους πατέρας καὶ διδασκάλους· χαίροις ό φαιδρῶς λάμψας ἐν ἀρεταῖς, ὁ
φωτίσας τὰ πέρατα τοῦ κόσμου, χαίροις ἡ τῶν θαυμάτων ἀκένωτος πηγή, χαίροις τῆς
Πάτμου τὸ καύχημα καὶ τῶν νήσων ἀγαλλίαμα.
Ἦχος
β ´.
Τὸ
μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε πάτερ Χριστόδουλε, καὶ τὸ πρᾷον τῆς
καρδίας σου, θεράπον μακάριε εἰ γὰρ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿
οὐκ ἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι· ἐν ἀγάπῃ Θεῷ παριστάμενος καὶ σὺν Ἀγγέλοις
χορεύων ἐν οὐρανοῖς, ἱκέτευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
γ ´.
Ὅσιε
Χριστόδουλε, τῆς στεῤῥοτάτης ἀσκήσεως ἐν τῇ καυστικῇ καὶ ἐπιπόνῳ διατριβῇ, ὡς
ἐν ἀδύτοις ἀναπαυόμενος διετέλεσας· τοῖς ἐρημικωτέροις γὰρ ἑαυτὸν συνάψας
πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας, καὶ ὑπεράνω
πάσης ἀρετῆς γεγονώς, συναυλίζη Ἀγγέλοις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μεθ’ ὧν
πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Τοῖς
ἀσκητικοῖς ἀγῶσι σαυτὸν κατακοσμῆσας, τῶν ἀπ’ αἰῶνος ὁσίων, Χριστόδουλε,
σύσκηνος γέγονας καὶ τὴν αὐτῶν ζηλώσας ἀμέμπτως πολιτείαν, ἀπείληφας τὸ
βραβεῖον τῆς καρτερίας σου. Λάτρος γάρ σου κομπάζει τὰ σκάμματα καὶ Πάτμος τὰ
παλαίσματα· καὶ ὴ θεία λάρναξ τοῖς ἐν αὐτῇ ἐν πίστει προσιοῦσι βρύει ἰάματα,
Χριστόδουλε. Διὸ καὶ ἡμῖν ὄμβρησον σήμερον ψυχικὴν σωτηρίαν καὶ κινδύνων
ἀφάρπασον καὶ πάσης περιστάσεως, τοὺς ἐν πίστει ἐκτελοῦντας τὸ ἱερόν σου
μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου
Ὥσπερ,
τὰ ὀστᾶ τοῦ Ἰωσήφ, οἱ τοῦ Ἰσραὴλ ἐξ Αἰγύπτου συνεκομίσαντο, οὕτως οἱ μονάζοντες
ἐν τῇ τῆς Πάτμου Μονῇ, ἐξ Εὐβοίας τὸ σκῆνός σου, Χριστόδουλε Πάτερ, εἰς αὐτὴν
μετέφερον, ὃ καὶ κατέθεσαν, ἔγγιστά που τοῦ ναοῦ τοῦ παρθένου, καὶ βροντῆς υἱοῦ
θεολόγου, εἰς δεινῶν παντοίων ἀπολύτρωσιν.
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἦραν,
ἐπὶ ὤμων ἀνδρικῶς, λάρνακα τὴν θείαν παμμάκαρ, ἐν ᾗ τὸ ἅγιον, σῶμά σου
Χριστόδουλε, οἱ μοναχοὶ εὐλαβῶς, ἐν Εὐβοίᾳ ἐκήδευσαν, καὶ καταγαγόντες, εἰς πλοῖον
κατέθεσαν ἐν ἀωρεὶ τῆς νυκτός, ἔχοντες, τὴν σὴν ἀντίληψιν Πάτερ, συνεφεπομένην
καὶ δρῶσαν, πάντα εὐμαρῆ θεομακάριστε.
Στίχος: Μακάριος ἀνὴρ ό φοβούμενος τὸν Κύριον.
Πάτμος,
ἑορτάζει εὐλαβῶς, τὴν τοῦ ἱεροῦ σου λειψάνου, Πάτερ ἐπάνοδον, Ὅσιε Χριστόδουλε,
θεράπων ὄντως Χριστοῦ· σὺ δὲ ταύτην περίσωζε, ἐκ παντοίων νόσων, ταῖς πρὸς τὸν
οἰκτίρμονα θερμαῖς πρεσβείαις σου· ὅπως, κατὰ χρέος ὑμνοῦσα, τὴν σεπτήν σου
μνήμην παμμάκαρ, θείας βοηθείας ἀντιλήψηται.
Δόξα.
Ἦχος β΄.
Τὴν
τῶν ἀρετῶν κλίμακα, τὸν θεοφόρον πατέρα ἡμῶν Χριστόδουλον, ἐγκωμίοις ἀξίως
στεφανώσωμεν, ἐκ τῶν Ὁσίων πάντων τὸ ἐγκαλλώπισμα, βοῶντες πρὸς αὐτόν· χαίροις,
Ἀγγέλοις συνόμιλε, καὶ τοῖς Ὁσίοις ὁμόσκηνε· χαίροις, τῶν ἀρετῶν ἡ ἀκρώρεια,
τῶν πεινώντων ἡ αὐτάρκεια, καὶ τῶν νοσούντων ἡ ἴασις· χαίροις, τῶν θλιβομένων
παραμυθία, τῶν πιπτόντων ἡ ἀνόρθωσις, καὶ τῶν ἱσταμένων τὸ ἑδραίωμα· μὴ
διαλλίπῃς παμμάκαρ, πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τῶν ἀνυμνούντων τὴν θείαν σου
μνήμην, καὶ σωτήριον.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος β ´.
Τοῖς
τῶν δακρύων σου ὄμβροις, πάτερ Χριστόδουλε, τῶν νοσημάτων ἐξαίρεις τὸν καύσωνα·
διό σε πιστῶς ἱκετεύομεν, ἐπερχομένων παντοίων κακῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων
ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον,
ποίημα τοῦ Ἀββᾶ Ἀπολλώ. Ἦχος β '
Τῶν
προσευχῶν σου τοῖς ὄμβροις, Χριστόδουλε, κατασβεννύεις παθῶν ὑπεκκαύματα, διό
σε πιστῶς ἱκετεύομεν, τῶν κατ ᾿ ἄμφω παθῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων ἀπαύστως
ὑπὲρ πάντων ἡμῶν.
Δόξα.
Ἕτερον ἀπολυτίκιον. Ἦχος γ´. Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις.
Μέγα
εὗρέ σε, ἡ Πάτμος κλέος, παμμακάριστε, ποιμὴν πατέρων· ὡς γὰρ διῆλθες ὁδὸν τῆς
ἀσκήσεως, τοῦ ἀκροτάτου τέλους ἐπέτυχες, καὶ παῤῥησίας οὐδόλως διήμαρτες, πάτερ
Ὅσιε Χριστόδουλε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Εἰς τὴν α΄ Στιχολογίαν κάθισμα τοῦ Ὁσίου. Ἦχος δ ´. Ἐπεφάνης
σήμερον.
Καθαρθεὶς
τῷ πνεύματι, ἐν τῇ ἀσκήσει, ἐλλαμφθεὶς τῇ χάριτι, ταῖς τῶν θαυμάτων ἀστραπαῖς,
καταλαμπρύνεις τους κάμνοντας, πατέρων κλέος, χριστιανῶν τὸ καύχημα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Τὰς
ᾀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τους πεποιθότας ἐπὶ
σοί, καὶ τῷ Υἱῷ σου, κραυγάζοντας· χαῖρε Παρθένε, χριστιανῶν τὸ καύχημα.
Μετὰ
τὴν β΄ Στιχολογίαν. Ἦχος ό αὐτός.
Τὸν
τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπασαν, ζωὴν βιώσας ἐκ παιδός, πρὸς
τὸν Θεὸν μεταβέβηκας, τοῖς τῶν ἀγγέλων, χοροῖς εὐφραινόμενος.
Δόξα.
Ὁ αὐτός.
Τῶν
πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως,
ἀπολυτρούμενος σαφῶς, τῶν μοναστῶν ὡραιότατον, κλέος καὶ δόξα, Χριστόδουλε
Όσιε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐν
τῇ σκέπῃ Ἄχραντε, τῇ Σῇ Παρθένε, προσφυγόντας δέησιν, προσδεξαμένη παρ’ ἡμῶν,
μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν σου, σωθῆναι τους δούλους σου.
Μετὰ
τὸν Πολυέλεον. Ἦχος πλ. δ ´. Τὴν σοφίαν καὶ λόγον.
Της
ἀσκήσεως γνόφον ὑπεισελθών, καὶ τῷ ὄρει παμμάκαρ τῶν ἀρετῶν, ἐγγίσας
ἐλάμπρυνας, τὴν ψυχὴν ὥσπερ ἥλιον, καὶ τὴν ἀχλὺν τῶν κάτω σοφῶς ὑπεξέδραμες, τὰ
ὑλώδη πάντα, σφοδρῶς βδελυξάμενος. Ὅθεν καὶ τῷ θείῳ, αὐγασθεὶς τῆς Τριάδος,
φωτὶ κατεφαίδρυνας, τους σὲ πίστει γεραίροντας, θεοφόρε Χριστόδουλε. Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν
μνήμην σου.
Δόξα.
Καὶ νῦν, Θεοτοκίον.
Παναγία
παρθένε μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ
συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ
τὸ σῶμα μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἡνίκα οἱ Ἄγγελοι,
τὴν ψυχήν μου κομίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος, τότε Δέσποινα, βοήθειά μοι
γενοῦ καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Οἱ Ἀναβαθμοί. Τὸ α᾿ ἀντίφωνον τοῦ δ ᾿ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸ
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς: Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ
οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ό Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει,
εἰμὴ ὁ Υἱός, καὶ ᾡ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες
καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε, τὸν ζυγόν μου ἐφ’ ὑμᾶς· καὶ
μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν
ταῖς ψυχαῖς ὑμῶν. 'Ο γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Ὁ Ν`.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β ´. Στ.:
Ἐλέησόν
με ὁ Θεός…
Θεία
χάρις ἐκχέχυται πρὸ τῆς θήκης τῶν λειψάνων σου, ἡγιασμένε πάτερ Χριστόδουλε,
διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν
ἀρυόμενοι. Ἀλλά, πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.
Ὁ α’ Κανών. ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ
κατέστρωσε ποτέ.
Ὡς τῆς θείας δόξης κοινωνός, καὶ
μακαριότητος, σὺ γεγονὼς καὶ τῆς ἄνω λαμπρότησι, νῦν καταυγαζόμενος, τὸ ζοφῶδές
μου τοῦ νοὸς διασκέδασον· ὅπως ἐπαξίως μέλψω σου παμμάκαρ τὸ μνημόσυνον.
Ἀπὸ βρέφους ὅλον σεαυτόν, Πάτερ ἀναθέμενος,
ταῖς θεϊκαῖς ἐντολαῖς ἀπὸ βρέφους με, κακίαις αὐξήσαντα, πρὸς μετάνοιαν
καθοδήγησον δέομαι· ταῖς σαῖς ἱκεσίαις, ἄφεσιν πταισμάτων πρυτανεύων μοι.
Τὴν ῥευστὴν τοῦ βίου καὶ φθαρτήν,
δόξαν καὶ προσπάθειαν, καταλιπὼν τῷ Χριστῷ ἠκολούθησας, καὶ ἀΰλως ἔζησας, ὥσπερ
ἄσαρκος ὑλικοῖς με κρατούμενον πάθεσιν εὐχαῖς σου, λύσον καὶ ἐλεύθερον ἀπέργασαι.
Θεοτοκίον.
Ἐξ αἰῶνος μόνην καθαράν, Σὲ τὴν ἀειπάρθενον,
ὁ καθαρὸς εὑρηκὼς παναμώμητε, Σοῦ τὴν μήτραν ᾤκησε, τὸν πρωτόπλαστον ἀνορθῶσαι
βουλόμενος· καὶ σῶσαι τὸν κόσμον διὰ τῆς Αὐτοῦ συγκαταβάσεως.
Ὁ β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν
διοδεύσας.
Θεώσεως Πάτερ ἐπιτυχών, τῆς
πεποθημένης, καὶ τοῦ ξύλου κατατρυφῶν, τῆς ἀθανασίας ἀκωλύτως, ὑπὲρ ἡμῶν τὸν
Σωτῆρα δυσώπησον.
Πατρίδα καὶ δόξαν καὶ τοὺς
γνωστούς, καὶ πᾶσαν τοῦ βίου, μοχθηρίαν διαφυγών, Χριστῷ ἠκολούθησας θεόφρον,
καὶ τῶν αὐτοῦ ἀγαθῶν ἐμφορούμενος.
Οὐδέν σε τῶν κάτω καὶ χαμερπῶν,
καθείλκυσε Πάτερ, πρὸς τὰ ἄνω καὶ ὑψηλά, τὸν νοῦν ἀπευθύνοντα καὶ μόνον, ὁλοκαρδίας
ζητοῦντα τὸν Κύριον.
Θεοτοκίον.
Ἡ πύλη τῆς θείας Ἀνατολῆς, ἄνοιξόν
μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, κακίας ἀνθρώπων καὶ δαιμόνων, Θεογεννήτορ
πανάμωμε ῥῦσαί με.
ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Χορεύει ἑορτάζουσα, Νικαέων ἅπασα,
πόλις τιμῶσά σου σπάργανα, ὁ δὲ Ὄλυμπος ἐκθειάζει σε, ἀπαρχάς σου τῶν πόνων εἰσδρεπόμενος.
Στοργῆς γονέων Ὅσιε, καὶ μνηστῆς ἠλόγησας,
καὶ χαμερποῦς ἁπάσης δέ, προσπαθείας τὸν νοῦν ἀπέστησας, τοῦ Θεοῦ τῇ ἀγάπῃ
πυρπολούμενος.
Ὡραῖον ὡς νεόφυτον, σὲ κομῶντα
πράξεσι, ταῖς ἐναρέτοις ἔρημος, διατρέφει καὶ πρὸς τὴν ἔνθεον, ἐπανάγει
Χριστόδουλε τελείωσιν.
Θεοτοκίον.
Ἰλύϊ ἐμπαγέντα με ἁμαρτίας ἄχραντε,
καὶ ἡδονῶν εἰς βάραθρον, συμπτωθέντα τῇ μεσιτείᾳ Σου, ἐξανάστησον, μόνη
Θεονύμφευτε.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Ἐκ νεότητος πάντα καταλιπὼν Ὅσιε,
πλοῦτον μνηστευθείσης συμβίου, ἀγάπην καὶ συγγενῶν, τὸν σταυρὸν Χριστοῦ, ἐπ’ ὤμων
ἄρας μέχρι τέλους, χαίρων τούτῳ ἠκολούθησας, Πάτερ Χριστόδουλε.
Σαρκικῶν φρονημάτων καὶ ἐμπαθοῦς
σχέσεως, πάσης προσπαθείας παμμάκαρ, τὸν νοῦν ἀπέστησας, ἐκ μετεώρων τε, τὴν
ματαιότητα πᾶσαν, κατιδὼν ἐπόθησας, μόνα τὰ μένοντα.
Δεδεμένος τῷ πόθῳ τοῦ ἐραστοῦ Ὅσιε,
τὰς ἀνθισταμένας κινήσεις, σαρκὸς τῷ πνεύματι, ἐπέσχες ἄριστα, ἐν ἐγκρατείᾳ τὸ
σῶμα, καὶ ταῖς ἀγρυπνίαις τε, πιέζων Ὅσιε.
Θεοτοκίον.
Ἐπὶ Σὲ καταφεύγω διὰ παντὸς
Δέσποινα, πλήθει λογισμῶν καθ’ ἑκάστην, περικυκλούμενος, οἴκτειρον σῶσόν με, ἡ
τὸν Σωτῆρα τεκοῦσα, τοῦ παντὸς καὶ Κύριον, μόνη πανάμωμε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας ἱδρῶσιν ἀσκητικοῖς,
κατασβέσας τὴν φλόγα τὴν τῶν παθῶν, τοῖς πᾶσιν ἀνέβλυσας, τῶν θαυμάτων τὸ
πέλαγος, καὶ ἐν αὐτῷ ὡς ἄλλος, Μωσῆς κατεπόντισας, τὰ τῆς πλάνης ἅρματα,
δαιμόνων τὰς φάλαγγας· ὄθεν συνελθόντες, καταχρέως τιμῶμεν, τὴν πάνσεπτον
μνήμην σου, θεοφόρε Χριστόδουλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς,
εἰς βυθὸν κατηνέχθη ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας πανάχραντε, ἐν
ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς Σῆς εὐσπλαγχνίας τὸ ἄπειρον
πέλαγος, καὶ τῶν οἰκτιρμῶν Σου τὸ ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ
πταισμάτων συγχώρησιν· ἵνα πόθῳ κραυγάζω Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.
ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοήν.
Τοὺς πόνους σου τρισμάκαρ ἔρημος,
μεγαλύνει κροτεῖ, καὶ Λάτρος, ταῖς ἀρεταῖς μέλπει δέ, ἡ Κῶ, καὶ Πάτμος ἐγκαυχᾶται,
καὶ σὲ ὡς κατέχουσα λαμπρύνεται, τὸν οἰκιστήν σε ταύτης καὶ δομήτορα.
Τὴν Πάτμον ἐξαιτήσας εἴληφας, ἀπελεύθερον
ἐξ ἀνθρώπων, βασιλικῷ χαρίσματι, καὶ ταύτην νῦν καταφαιδρύνων χοροῖς μοναστῶν ἐστενοχώρησας,
Χριστῷ λατρεύειν Ὅσιε Χριστόδουλε.
Ῥεούσαις, μὴ λιπάνας Ὅσιε, τὸ
σαρκίον τροφαῖς, ἀλλ’ ὅλον ἐφύλαξας ἄσπιλον, τρυφῶν ταῖς θείαις θεωρίαις· διὸ
καὶ ἀλώβητον τηρεῖταί σου, καὶ μετὰ πότμον Πάτερ ἀνακείμενον.
Θεοτοκίον.
Πολλοῖς με νεκρωθέντα πάναγνε, ἁμαρτίαις
καὶ ἀσθενοῦντα, ἐπίσκεψαι δέομαι, καὶ ζώωσον Θεοκυῆτορ, νεκροῖς τὴν ζωὴν ἡ
προξενήσασα, τῷ τοκετῷ Σου Μήτηρ ἀειπάρθενε.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Ὕπνον Πάτερ οὐκ ἔδωκας, τοῖς σοῖς ὀφθαλμοῖς
οὐδὲ τοῖς βλεφάροις σου, νυσταγμὸν ἔως κατέπαυσας, ἐν θαλάμοις θείοις τοῦ
Κυρίου σου.
Λογισμῶν τὴν διάκρισιν, Πάτερ ἐπιστήσας
καθάπερ δέσποινα, τοὺς αἰσχίστους ἀπεδίωκες, δι’ αὐτῆς τοὺς θείους ἀσπαζόμενος.
Οἶκος ὤφθης τοῦ πνεύματος, διὰ
πολιτείας ἀρίστης Ὅσιε, ἐγκρατείᾳ ταπεινούμενος, καὶ ἀγάπῃ Πάτερ ἀνυψούμενος.
Θεοτοκίον.
Ὑπὸ πλήθους πταισμάτων μου, πλήθη
πειρασμῶν με περικύκλωσαν, Σοῦ τὸ ἔλεος κυκλῶσαί με, τῆς τεκούσης λόγον τὸν
φιλάνθρωπον.
ᾨδὴ ε΄. Τῆς νυκτὸς διελθούσης.
Τὴν ἁγίαν σου μνήμην, ἐκτελοῦντά με
πόθῳ, Πάτερ θεοῤῥῆμον Χριστόδουλε, μὴ χωρίσῃς σῆς μάνδρας, μηδὲ παραβλέψῃς, ὅπως
μὴ λυκόβρωτος γένομαι.
Τῶν παθῶν τὰς ἀτάκτους ὁρμὰς
θεοφόρε, τῆς ψυχῆς μου στῆσον πρεσβείαις σου, καὶ γὰρ βλέπεις τὴν θλίψιν,
βλέπεις καὶ τῶν πόνων, τὴν ταλαιπωρίαν καὶ κάκωσιν.
Τῆς ψυχῆς μου τὸν ζόφον, τὸν ἐξ ἁμαρτίας
λάμπρυνον λιταῖς σου μακάριε, καὶ τραυμάτων τὸ ἄλγος, καὶ τῆς ἀσθενείας,
κούφισον καὶ σῶσόν με δέομαι.
Θεοτοκίον.
Παναμώμητε Μῆτερ, τοῦ εὐλογημένου,
τῆς εὐλογημένης μεταστάσεως, τοῦ Υἱοῦ Σου δυσώπει, καταξιωθῆναι, ὡς εὐλογημένη
καὶ ἄσπιλος.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ἐν τῷ ὄρει τοῦ Λάτρου, πρώην ἐν
στενότητι Πάτερ κατώκησας, ἐν λιμῷ καὶ δίψει, ἀγρυπνίας τε ψύχει καὶ γυμνότητι,
καὶ σὺν τοῖς Ὁσίοις, ἐν οὐρανοῖς αὐλίζῃ χαίρων, νῦν πλατείαν Χριστόδουλε Ὅσιε.
Νουνεχῶς θεοφόρε, ἔλαβες τὸν κόσμον
τῇ ξένῃ βιώσει σου, καὶ ἁλήτης ὥσπερ, χώραν χώρας ἀμείβων διέτρεχες, τὰς
παγίδας φεύγων, τοῦ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνου, ἕως εὗρες τὴν πόλιν τὴν μένουσαν.
Ἡ σορὸς ἔνθα κεῖται, τὸ
καρτερικώτατον σῶμά σου Ὅσιε, ὤσπερ κρήνη πᾶσιν, ἀναβλύζει τὰ θεῖα χαρίσματα,
τοῖς προσερχομένοις, παύουσα πᾶσαν μαλακίαν, καὶ ψυχῶν καὶ σωμάτων Χριστόδουλε.
Θεοτοκίον.
Παναγία Παρθένε, λόγον τὸν παναίτιον
ἀποκυήσασα, τὴν ψυχήν μου πᾶσαν, σπιλωθεῖσαν κακίᾳ καθάρισον, καὶ εὐόδωσόν μου,
τὸν λογισμὸν τοῦ θεῖα πράττειν, ἵνα πίστει καὶ πόθῳ δοξάζῳ Σε.
ᾨδὴ στ΄. Ἐν ἀβύσσσῳ πταισμάτων.
Τῆς σαρκὸς τῇ ἀσκήσει κατέβαλες, τὰς
ἐπαναστάσεις ἐμφρόνως Χριστόδουλε, ἐκ γὰρ κριθῆς καὶ ὕδατος, ἡ τροφὴ διᾶ βίου
σοι γέγονεν.
Σοῖς βλεφάροις οὐκ ἔδωκας Ὅσιε,
νυσταγμὸν οὐδ’ ὅλως, καὶ ὕπνον τοῖς ὄμμασιν, ἔως αὐτὸ τὸ ἔσχατον, τῶν καλῶν ἐκληρώσω
μακάριε.
Ἐναργῶς προφητεύων ἐδήλωσας, τοῦ ὀλιγοπίστου
ἐλέγχων τὴν ἄνοιαν, ἰδοὺ γὰρ καὶ Παράδεισος, ἐν ἀνίκμῳ πυκάζει τοῖς ἄνθεσι.
Θεοτοκίον.
Λαλιαῖς με δολίαις ὁ δόλιος, ὑποκλέψας
πάναγνε, πόῤῥῳ ἐμάκρυνεν, τοῦ Σοῦ Υἱοῦ, ἀλλ’ ἔγγισον, καὶ τῷ βήματι τούτου
παράστησον.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ὁδοιπορίαις μακραῖς, καὶ πόνοις τε
καὶ ἀσκήσεσιν, ἐν ἀγρυπνίαις ἀεί, νηστείαις δεήσεσιν, ἐτροπώσω μέγιστα, τῶν παθῶν
ἀτάκτους, τὰς ὁρμὰς Πάτερ Χριστόδουλε.
Οὐκ ἔσεισε τῆς ψυχῆς, Χριστόδουλε τὴν
οἰκίαν σου, προσρήξας ὁ δυσμενής, πειρασμῶν τοῖς κύμασι, τῇ πέτρᾳ γὰρ ἵδρυτο, τῶν
σεπτῶν καὶ θείων, τοῦ Σωτῆρος διατάξεων.
Ἰδών σου τὸ καθαρόν, τοῦ βίου καὶ τὴν
ταπείνωσιν, ὑπομονῆς τὸ στεῤῥόν, καὶ νοὸς τὸ ἄτυφον, ὁ βλέπων τὰ κρύφια, μετὰ
τέλος Πάτερ, σὲ ἐδόξασε Χριστόδουλε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε οἱ πιστοί, θεοχαρίτωτε
Δέσποινα, τὸν ὑπερύμνητον γάρ, λόγον ἀπεκύησας· Ὃν δυσώπει πάναγνε, ποίμνην καὶ
λαόν Σου, ἐν εἰρήνῃ διασώζεσθαι.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ τιμίου σκήνους σου, τῇ ἐπανόδῳ,
ἱερὲ Χριστόδουλε, ἡ θεία ποίμνη σου πιστῶς, ἀγαλλομένη κραυγάζει σοι· ἦλθες ἐφάνης,
ὁ φύλαξ καὶ ῥύστης μου.
Ὁ Οἶκος.
Πεφυτευμένος ἐν αὐλαῖς παμμάκαρ τοῦ
Κυρίου, ἐξήνθησας τοῖς πᾶσι, τὴν χάριν τῶν θαυμάτων, τοῖς προσπελάζουσι πιστῶς
σοῦ τῇ θείᾳ θήκῃ, καὶ ἐκ ταύτης δαψιλῶς λαμβάνουσιν ἰάματα· διὸ κἀμοῦ τὴν νόσον
αἰτοῦντός σε, παῦσον καὶ τὸν πόνον ἀποδίωξον εὐχαῖς σου, καὶ ποίμνην δὲ σὴν ἐξ ἐναντίων
καὶ πάντων δυσχερῶν ἀπήμονα ταύτην διαφύλαττε, λιταῖς ταῖς πρὸς τὸ θεῖον· σὲ γὰρ
εὐσεβῶς ὑμνοῦσα ἀνακραυγάζει· ἦλθες ἐφάνης, ὁ φύλαξ καὶ ῥύστης μου.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου
Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Μέγας μὲν
Ἀντώνιος ἀρχὴ Πατέρων,
Θεῖος δὲ
Χριστόδουλος, ἔνθεον τέλος.
Χριστόδουλον
δεκάτεραν καθ’ ἕκτην εἰς Ὀλύμπῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι
πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων
θέριζε νῦν χαίρων ἄνω.
Ὁ
Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει
γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως,
ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος,
ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους.
Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα
αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν
ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις
καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ
Ζωτικοῦ.
Εἰς ἁλμυρὸν
θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς
πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι
οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς
ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ
ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’
οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ
Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ
Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ
συναθλήσαντας ἐξ ἑνὸς ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους
Πρεσβυτέρου.
Τὴν Θεοδότην,
ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν
ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης
ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος
σοι Σωκράτης στεφοκράτης.
Ἡ
Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ
τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα,
διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς
Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα
ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ
τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων
πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις,
ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ
δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους
τρωθεῖσα, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου
τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν,
συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ
τελειοῦται.
Tρίβους
θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρούχ.
Βαρούχ
ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν
Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ
Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ
Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας
ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη
ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν
δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν
σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’
Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν
λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν
Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ
κατοικούσιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ
Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν
Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλίππου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν
τοῦ Ἰρλανδοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς
βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας,
Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας,
Σατουρίας και Πιννόζας.
Τῆς
Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα
τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα
βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος
δεκαρίθμων Μαρτύρων προεστῶσα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ
Ἀριδαίᾳμ τῆς Πέλλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος
ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων
τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ
Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις
Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη
τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν
τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων,
ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν
παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ
νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς
τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ
ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ
πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ
θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’
ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ
θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν
τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ,
ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι
τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα
αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ
Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις
αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς
ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε.
Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας
ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν
θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ
τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ
Μονεμβασίας.
Nόμους
φυλάττων νηστίμου καιροὺ πόθω,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος,
ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15
ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν
χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ
ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς
αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ
πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ
Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα
αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ
ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ
οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν,
ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν
εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν
διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν
του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ
φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ
ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν
ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν
εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον
ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ
ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ
τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του,
καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης,
χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι
Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω
τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ
αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς
Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης,
δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν,
ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν
ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε
μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε
ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ
μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ
υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω
καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας.
Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ,
ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω
μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773
σωτηρίου ἔτους.
Ἀποθνήσκων
δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν
τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος
δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον
ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν
μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς
τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος,
πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον
ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου.
Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ
λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε
τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν
εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι
εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ
ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των.
Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της
ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ
Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ
λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν
πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ
της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν
τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ
αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε
ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ
φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ
ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν
τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε
παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδῆ
ζ΄. Ἀντίθεον πρόσταγμα,
Εἰς
λίμνας ἡ ἄνικμος νῦν καθορᾶται, ἡ ἔρημος αὖθις δὲ ἀειθαλὴς παράδεισος, τῇ
ἀψευδεστάτῃ σου προῤῥήσει, Ὅσιε· ὅθεν καὶ κραυγάζομεν Χριστῷ· εὐλογημένος εἶ
καὶ ὑπερένδοξος.
Δανείσας
τὸν σῖτόν σου Θεῷ τρισμάκαρ, βαρβάρων τὴν ἔφοδον ἐκφεύγων καὶ πρὸς Εὔβοιαν,
μετέβης καὶ ἔψαλλες· εὐλογητὸς ὁ Θεός, ὁ σώζων τοὺς ἐλπίζοντας εἰς σέ, καὶ διατρέφων
τοὺς σὲ δοξάζοντας.
Βαρβάρων
τὴν μέλλουσαν προδιαγγέλων, ὁρμὴν ἐξαπέστειλας τοὺς μαθητὰς καὶ ἔλεγες, τῇ
Πάτμῳ οἰκήσατε, ἐγγίζουσάν σου λοιπόν, ὡς βλέπων τὴν μετάθεσιν ἐκ γῆς, νῦν
μεταβαίνεις πρὸς τὰ οὐράνια.
Θεοτοκίον.
Παθῶν
μου τὰ κύματα Θεογεννῆτορ, τὸ σκάφος βυθίζουσι τῆς ψυχῆς, ἀλλ’ ὡς τέξασα,
κυβερνήτην Κύριον, πρὸς ἀπαθείας με λιμένα καθόρμησον ἁγνή, καὶ σωτηρίας
τρίβους ὑπόδειξον.
Ἕτερος.
Παῖδες Ἑβραίων.
Πλοῦτον
φθειρόμενον μισήσας, τοὺς πτωχοὺς δὲ ἀγαπήσας θεοφόρε, καὶ διαρκέσας τούτοις μέχρι
τέλους ἐβόας· εὐλογητὸς εἶ Κύριος, ὁ Θεὸς ὁ τῶν πατέρων.
Μέλλων
τὸ στάδιον τρισμάκαρ, ὑπεξέρχεσθαι Χριστόδουλε τοῦ βίου, ἐν τῇ ξένῃ σὺ Πάτερ
παρώκησας ὡς ξένος, καὶ ξενιτεύων ἔμελπες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Τέμενος
θείου θεολόγου, ὑπεδέξατο σορόν σου τῶν λειψάνων, σὺν αὐτῷ καὶ νῦν Πάτερ,
ἱκέτευε Κυρίῳ, ὑπὲρ ἡμῶν Χριστόδουλε, τῶν τιμώντων σου τὴν μνήμην.
Θεοτοκίον.
Τόπος
Παρθένε ἀνεδείχθης, ἁγιάσματος ἐν ᾧ Χριστὸς ἐφάνη, ἁγιάζων ἡμᾶς, τοὺς πίστει
μελῳδοῦντας· εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
ᾨδὴ
η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Νέον
παράδεισον σοφέ, καὶ λειμῶνα νοητὸν τὴν σὴν καρδίαν, ἀρετῶν ποικιλίᾳ, ἐκ
διαφόρων φυτῶν, εἰργάσω νουνεχῶς Χριστόδουλε, εὐρηκὼς τὸ κλέος, καὶ ζῇς εἰς
τοὺς αἰῶνας.
Σύντροφον
ἔχων ἁπαρχῆς, τὴν νηστείαν ἱερῶν ἠμέρας Πάτερ, νηστειῶν σου τὸ πνεῦμα εἰς
χεῖρας ὄντως Θεοῦ, παρέθου καὶ τῆς τῶν πραέων νῦν, γῆς ἐπαπολαύεις, καὶ ζῇς εἰς
τοὺς αἰῶνας.
Πάτμος
σε πάλιν καθορᾷ, ἐν αὐτῇ νεκροπρεπῶς εἰσοκισθέντα, ἐξ Εὐβοίας, καὶ κόλποις τὴν
ἱεράν σου σορόν, τοῦ σκήνους κατέχουσα κράζει σοι· σὺ ὁ πολιστής μου, καὶ φύλαξ
καὶ προστάτης.
Θεοτοκίον.
Ἐξασθενήσασαν
δεινῶς, τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, ἐξανάστησον μόνη, ταῖς ῥωστικαῖς Σου
λιταῖς, καὶ ὅλον ὑγιῆ ἀπέργασαι, ἵνα Σε δοξάζω, τὴν κεχαριτωμένην.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Πολυειδέσιν
Ὅσιε, τὸ σαρκίον ἐπίεσας πόνοις, τῇ μακρᾷ καὶ θαυμαστῇ ἀσκήσει σου, ἐν ὄρει
τραχεῖ τε, καὶ χαμευνείας κόπῳ πολλῷ, πείνῃ τε καὶ δίψει, καὶ γυμνότητι Πάτερ,
καὶ κλίσεσι γονάτων, ἐν εὐχῆς συντονίᾳ· διό σε ἡ ἐκεῖσε, ἀνάπαυσις εὐφραίνει.
Ὡς
τοῦ Κυρίου φίλον σε, διὰ βίου γενόμενον, καὶ οἰκειωθέντα ἀρεταῖς τῷ κτίσαντι,
παμμάκαρ Χριστόδουλε, ὁ τοῦ Σωτῆρος φίλος πιστός, ὁ ἠγαπημένος καὶ πιστὸς
Ἰωάννης, τῷ τούτου σε ξενίζει παναγίῳ τεμένει, τῶν τῇδε μεταστάντα, καὶ
κοινωνὸν λαμβάνει.
Πίστεως
ὅπλοις Ὅσιε, καὶ ἀγάπης φραξάμενος, καὶ ἐπὶ Θεόν, πᾶσαν ἐλπίδα θέμενος,
ἀνάλωτος ἔμεινας, ταῖς μηχαναῖς τοῦ δράκοντος, πᾶσαν γὰρ κινήσας κατὰ σοῦ
μεθοδίαν, ᾐσχύνθη διὰ πάσης, διὰ τούτο στεφάνῳ, τῷ τῆς δικαιοσύνης, ὡς νικητὴς
ἐστέφθης.
Θεοτοκίον.
Ἀπὸ
παθῶν καὶ θλίψεων, ἀπὸ πάσης στενώσεως, Μήτηρ τοῦ Θεοῦ, τοὺς Σὲ ὑμνοῦντας
λύτρωσαι, ἐν Σοὶ γὰρ προστρέχομεν, καὶ διὰ Σοῦ ἐλπίζομεν, καὶ τῆς ἐν γεέννῃ
καταδίκης ῥυσθῆναι, οἱ πίστει μελῳδοῦντες, τῷ ἐκ Σοῦ σαρκωθέντι, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἀνάρχου Γεννήτορος.
Ἀλώβητον
μένει σου, καὶ μετὰ τέλος Ὄσιε, τὸ σαρκίον τοῖς θαύμασιν ἐγκοσμούμενον, ἅπλωτος
γὰρ ὤφθη ὀλκὰς ἡ ποντοφόρος, τοῦ τὸ βραχὺ μέρος ἐκτεμόντος, ὃς τοῦτο τρισόλβιε,
ὑποστρέψας ἀπολύεται.
Ἐπίβλεψον
Ἅγιε, ἐξ οὐρανοῦ τοῖς τέκνοις σου, καὶ χειρὸς τῶν ἀδίκως ἐπεμβαινόντων ἡμῖν,
ῥῦσαι καὶ ποίμνην σου φύλαττε, χορηγῶν ἡμῖν, τὴν ὑγείαν, καὶ βίου διόρθωσιν,
καὶ πταισμάτων ἀπολύτρωσιν.
Τῆς
ἰδιωτείας μου ὡς παρ’ ἀξίαν ὄντα σοι, μὴ ἀπώσει τὸν ὕμνον ἀλλὰ προαίρεσιν,
μόνην εἰσδεχόμενος Πάτερ, τῶν ἁμαρτιῶν παράσχου τὴν λύσιν, καὶ τῶν σωζομένων
με, κοινωνὸν εὐχαῖς σου ποίησον.
Θεοτοκίον.
Ὡς
μόνη ὑπάρχουσα προστάτης ἀκαταίσχυντος, τὸν ἐκ Σοῦ σαρκωθέντα Θεὸν ἱκέτευε,
λύσιν μοι δοθῆναι πταισμάτων καὶ τῆς δεινῆς, ταύτης ἀθυμίας, ταχεῖαν
παράκλησιν, Θεοτόκε ἀειπάρθενε.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν
δρόμον ἐκτελέσας ἀσκητικῶς, καὶ τὸν νόμον τηρήσας ἀνόθευτον, τὸν τοῦ Χριστοῦ,
πρὸς τὴν νῆσον Πάτμον παλινοστεῖς, μετὰ τὸ τέλος Ὅσιε, καὶ ἐν τῷω τεμένει
κατατεθείς, τοῦ θείου θεολόγου, τοὺς καὶ νῦν ἐκτελοῦντας, σὴν μνήμην θείαν
Πάτερ φύλαττε.
Ἐν
κύκλῳ παρεστῶτές σου τῆς σοροῦ, πανσεβάσμιε Πάτερ Χριστόδουλε, καὶ τὴν σεμνήν,
ἀναλογιζόμενοι βιοτήν, καὶ τὴν πολλὴν ταπείνωσιν, καὶ τὰς ἀγρυπνίας καὶ
προσευχάς, ἐγκράτειαν ἀγάπην, πληρούμεθα δακρύων, καὶ σὲ σὺν πόθῳ μακαρίζομεν.
Σὺν
πᾶσι τοῖς Ἁγίοις Πάτερ σοφέ, Ἀποστόλοις Ὁσίοις καὶ Μάρτυσι, καὶ τοῖς χοροῖς,
τῶν θείων Ἀγγέλων καὶ μαθητοῦ, παρθένου θεολόγου τε, πάντοτε ἱκέτευε τὸν
Χριστόν, λυτρώσασθαι τοὺς πίστει, ἐπιδρομῆς βαρβάρων, τοὺς τῇ σῇ ποίμνῃ
προσπελάσαντας.
Θεοτοκίον.
Ῥαθύμως
διανύων μου τὴν ζωήν, τοῦ Υἱοῦ Σου ἁγνὴ τὸ κριτήριον, τὸ φοβερόν, δέδοικα ὁ
ἄθλιος ἐννοῶν· διό με ἀκατάκριτον, τήρησον πρεσβείαις Σου μητρικαῖς, ἁγία
Θεοτόκε, ἐλπὶς ἀπελπισμένων, ἁμαρτανόντων ἱλαστήριον.
Ἐξαποστειλάριον.
Τῶν Μαθητῶν ὁρώντων σε.
Ἀστὴρ
ἐφάνης ἄδυτος ἐν τῷ Λάτρῳ, τῶν ἀσκητῶν τὰ πλήθη καταλαμπρύνων· ποίμνην δὲ τὴν
Πάτμον ἐργασάμενος, Χριστόδουλε θεοφόρε, καθοδηγῶν ἐκδιδάσκεις, ἰσάγγελον
πολιτείαν.
Ἕτερον.
Ὅμοιον.
Τὸν
ἐν τῷ Λάτρῳ λάμψαντα ἀρχηγέτην, καὶ πάντας καταυγάσαντα θεαρέστως, Χριστόδουλον
τὸν θεῖον εὐφημήσωμεν, ἀσκητικὰ γὰρ ἔπαθλα ὑπέδειξε, καὶ μοναζόντων ἀγέλας,
ἐπλήθυνε ἐν τῇ Πάτμῳ.
Θεοτοκίον.
Τιμιωτέρα
πάντων τῶν ποιημάτων, ὐπάρχεις Θεοτόκε Χριστὸν τεκοῦσα, τοῦτον οὗ ἱκέτευε
φυλλάττεσθαι, τὴν οἰκτρὰν ταύτην ποίμνην σου, ἀλώβητον ἐκ παντοίας, ἐπιβουλῆς
ἐναντίας.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
θεόφρον Χριστόδουλε, δι’ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῷ Χριστῷ
ἑνούμενος, ἀπερίτρεπτος ἔμεινας, ταῖς μεθοδείαις τοῦ πολεμήτορος, καὶ φίλος
ὤφθης, τοῦ Παντοκράτορος· ὅθεν τιμῶμέν σε, καὶ τὴν θείαν μνήμην σου περιχαρῶς,
πίστει ἑορτάζομεν, θεομακάριστε. (Δίς)
Ὅσιε
Πάτερ Χριστόδουλε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει
διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ,
ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε καὶ μοναστῶν, στίφη
προσενήνοχας, Χριστῷ σωζόμενα.
Σὺ
καθυπείκων τοῖς νεύμασι, τοῦ παντεπόπτου Θεοῦ, παρ’ Αὐτοῦ χάριν ἔλαβες,
ἐνεργεῖν τεράστια, καὶ διώκειν τὰ πνεύματα, τῆς πονηρίας τῶν προσιόντων σοι, ἐν
τῇ σορῷ σου, θεομακάριστε· ὅθεν τιμῶμέν σε, καὶ τὴν θείαν μνήμην σου
χρεωστικῶς, πίστει ἑορτάζομεν, θεομακάριστε.
Δόξα.
Ἦχος πλ. δ΄.
Οὐρανοδρόμῳ
ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες τὴν ἀκρόπολιν δι’ ἀσκήσεως· ἐκ
τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλὴμ τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων,
ἀξίως τὰ γέρα κομισάμενος· ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις παμμακάριστε,
τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος· ἀλλὰ
πρέσβευε θεοφόρε Χριστόδουλε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ
σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χριστόδουλε Πάτερ τῶν ἀσκητῶν, καὶ
Πάτμου τὸ κλέος, φοιτητῶν τε πάντων στεῤῥῶς, βαρβάρων τὰ θράση, κατάβαλλε λιταῖς
σου, προφθάσας τὴν σὴν ποίμνην, μάκαρ περίσωζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου