Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 4. ΑΓΙΑ ΙΕΡΟΥΣΑΛΗΜ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΥ 4!!
ΙΕΡΟΥΣΑΛΗΜ ΟΣΙΟΜΑΡΤΥΡΟΣ
& ΤΩΝ ΥΙΩΝ ΑΥΤΗΣ ΜΑΡΤΥΡΩΝ
ΣΕΚΕΝΔΟΥ, ΣΕΚΕΝΔΙΝΟΥ & ΚΗΓΟΡΟΥ.
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Βεῤῥοιέων ἡ πόλις σκίρτα καὶ χόρευε, ὡς θησαυρὸν πλουτοῦσα, τὴν ὑπέρτιμον κάραν, Χριστοῦ τῆς Ἀθληφόρου Ἱερουσαλήμ, καὶ φαιδρῶς πανηγύρισον, ταύτης τὴν μνήμην γεραίρουσα σὺν αὐτῇ, τοὺς υἱοὺς αὐτῆς ἐν ᾄσμασι.

Ἐξ Ἀλεξάνδρου φυεῖσα μάρτυς τῆς πόλεως, ὡς πανευῶδες ἄνθος, διαπνέεις τῷ κόσμῳ, μαρτύρων εὐωδίαν ὑπὲρ Χριστοῦ, σὺν τοῖς τέκνοις ἀθλήσασα, μεθ’ ὧν σὲ πάντες τιμῶμεν ἀσματικῶς, Ἱερουσαλὴμ πανεύφημε.

Τοῦ μαρτυρίου τοὺς ἄθλους στεῤῥῶς διήνυσας, μετὰ Σεκένδου Μάρτυς, καὶ Κηγόρου συμφώνως, ὁμοῦ καὶ Σεκενδίκου τῶν σῶν υἱῶν, καὶ Χριστὸν ἐμεγάλυνας· μεθ’ ὧν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, Ἱερουσαλὴμ δεόμεθα.

Καταβαλόντες τὸν ὄφιν πόνοις ἀθλήσεως, Σεκένδικε θεόφρον, σὺν Κηγόρῳ, Σεκένδῳ, μετὰ τῆς μακαρίας ὑμῶν μητρός, σὺν αὐτῇ ἐδοξάσθητε, μεθ᾿ ἧς ἀεὶ δυσωπεῖτε δοῦναι ἡμῖν, ἱλασμὸν καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος α΄.
Ἀθλητικὸν ὑπελθόντες στάδιον, ἀνδρειοτάτῃ ψυχῇ, Χριστοῦ τὸ πάθος ἐδοξάσατε, τοῖς τιμίοις ὑμῶν πάθεσιν, Ἱερουσαλὴμ μακαρία, μετὰ τῶν εὐκλεῶν βλαστῶν σου, Σεκενδίκου καὶ Κηγόρου, καὶ Σεκένδου τοῦ θεόφρονος· καὶ τῆς ἄνω δόξης ὁμοῦ μετασχόντες, σὺν Ἀγγελοῖς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων ^στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.


Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Ὦ Ἱερουσαλήμ, μάρτυς Χριστοῦ θεόφρον, μετὰ τῶν συμμαρτύρων καὶ εὐκλεῶν υἱῶν σου, ὑπὲρ ἡμῶν ἰκέτευε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ...
Σύστημα ἱερόν, ὁμοῦ συναθλησάντων, ἁγίων ἀθλοφόρων, ὑπὲρ ἡμῶν δυσώπει, Χριστὸν τὸν ὑπεράγαθον.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὕμνοις σὺν τοῖς τρισίν, ὢ Ἱερουσαλήμ σε, υἱοις σου εὐφημοῦμεν, τῇ κάρᾳ σου τῇ θείᾳ, πανευλαβῶς προσπίπτοντες.

Δόξα. Τριαδικόν.
Πάτερ καὶ Υἱέ, σὺν Πνεύματι τῷ θείῳ, ὁμότιμε Θεότης, λιταῖς τῶν σῶν μαρτύρων, ἐλέησον τὸν κόσμον σοῦ.

Καὶ νῦν. Θεοτοκίον
Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, λαβὼν ἀναλλοίωτος, διέλυσε Παρθένε, τῆς Εὔας τὸ κατάκριμα.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλήσασα νομίμως τὸν Χριστὸν ὡμολόγησας, Ἱερουσαλὴμ ἀθληφόρε, σὺν υἱοῖς καὶ δεδόξασαι· ἐντεῦθέν σου τὴν κάραν τὴν σεπτήν, ἡ Βέῤῥοια πλουτήσασα πιστῶς, ἑορτάζει σου τὴν μνήμην τὴν ἱεράν, καὶ ἐκ ψυχῆς κραυγάζει σοί· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τετράριθμον ὅμιλον, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, Σεκένδικον, Σέκενδον, σὺν τῷ Κηγόρῳ ὁμοῦ, συμφώνως τιμήσωμεν, ἅμα καὶ τὴν μητέρα, τὴν αὐτῶν συνυμνοῦντες, τούτοις συνηθληκυῖαν, Ἱερουσαλὴμ τὴν θείαν· Τριάδι γὰρ τῇ ἁγίᾳ, ὑπὲρ ἡμῶν πρεσβεύουσι.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις



ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Βεῤῥοιέων ἢ πληθύς, Ἱερουσαλὴμ τῆς ἁγίας, ὁσιομάρτυρος, μνήμην τὴν πανίερον πανηγυρίσωμεν, σὺν τρισὶ γὰρ ἀθλήσασα, υἱοῖς τοῦ Σωτῆρος, ὄνομα τὸ ἅγιον, ὁμοῦ ἐδόξασαν, χαίρετε αὐτοῖς ἐκβοῶντες, μάρτυρες Χριστοῦ στεφηφόροι, πρέσβεις ἡμῶν μέγιστοι πρὸς Κύριον.

Ὅτε τῆς πατρίδος σου σεμνή, μετὰ τῶν υἱών σου φυγοῦσα, νεύσει τοῦ κρείττονος, χαίρουσα διέδραμες Χριστὸν κηρύττουσα, πλείστας πόλεις τῆς πίστεως, ζήλῳ πυρουμένη, οἷαπερ ἀπόστολος, λόγου τῆς χάριτος, Ἱερουσαλὴμ μακαρία, καὶ ἐν τῇ Βεῤῥοίᾳ τὸν δρόμον, ἤνυσας νομίμως τῆς ἀθλήσεως.

Ὅτε ἀσεβείας τῷ κριτῇ, Ἱερουσαλὴμ σὺν υἱέσιν, ἀνδρείως ἔστητε, τότε διηλέγξατε, πλάνης τὸ μάταιον, καὶ συμφώνως κηρύξαντες, Χριστὸν τὸν Σωτῆρα, πόνων τῶν τοῦ σώματος, κατετολμήσατε· ὅθεν ὑμᾶς ὕμνοις τιμῶμεν, ὡς τὸν πανοικτίρμονα Λόγον, ἀπεργαζομένους ἡμῖν ἵλεων.

Προσόμοια ἕτερα. Ἦχος ὁ αὐτός. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν ἄνθεσι, καταστέψωμεν τοὺς ἀθλοφόρους, Ἱερουσαλὴμ τὴν θεόληπτον, Σέκενδον ὁμοῦ καὶ Σεκένδικον, Κήγορον σὺν τούτοις ἀνυμνοῦντες τὰ θεία, Ἀλεξανδρείας γεωργήματα· Βεῤῥοίας, τὰ φωταυγῆ ἐγκαλλωπίσματα· ὑπὲρ Χριστοῦ γὰρ προθύμως, ἐν μία καρδία, ἠγωνίσαντο ἀνδρικώς, ἡμῖν ἐξαιτούμενοι, ἱλασμὸν καὶ μέγα ἔλεος.

Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμεν τοὺς ἀριστέας· τοὺς ὑπὲρ Χριστοῦ ἐναθλήσαντας, καὶ τοὺς δυσσεβεῖς καταισχύναντας, πόνοις ἀνενδότοις μαρτυρίου ὡς ἄστρα, ἐκ τῆς Αἰγύπτου γὰρ ἐπέφαναν, ἀκτῖσι, τῆς εὐσεβείας καταυγάζοντες, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης, καὶ ἐν τῇ Βεῤῥοία, καθελόντες τὸν δυσμενῆ, πρὸς λῆξιν ἀνέσπερον, ἀγαλλόμενοι ἀνέδραμον.

Πάντες ἀθλητικοῖς μέλεσι, μακαρίσωμεν τοὺς ἀθλοφόρους, Ἱερουσαλὴμ καὶ Σεκένδικον, Σέκενδον καὶ Κήγορον μέλποντες, ἡνωμένους φύσει τε καὶ πίστει Κυρίου, τὰ λογικὰ ὁλοκαρπώματα τὰ γέρα, Μακεδονίας τὰ θεόσδοτα· τοὺς τῆς Βεῤῥοίας λαμπτῆρας, τοὺς θαυμάτων φέγγει, καταυγάζοντας τοὺς πιστούς, καὶ πᾶσι παρέχοντας, εὐφροσύνην θεία χάριτι.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τετραυγὴς τῶν μαρτύρων συνέλευσις, τὴν Ἐκκλησίαν λαμπρύνει, τῇ ἐτησίῳ μνήμῃ αὐτῶν, Ἱερουσαλὴμ γὰρ ἡ ἔνδοξος, οὕς πιστῶς ἐτιθηνήσατο, ὡς ἱερεῖα ἔμψυχα· Χριστῷ προσήγαγεν, ὑπερφυῶς σὺν αὐτοῖς ἀγωνισαμένη· καὶ μετ᾿ αὐτῶν, τῇ ἁγίᾳ αὐτῆς καρᾳ, τῇ παρὰ Χριστοῦ δοξασθείσῃ· ἰάσεις γὰρ παρέχει, καὶ ῥύπον παθῶν καθαιρεῖ, τῶν εὐλαβῶς προσιόντων Χριστὸς γὰρ ὁ Κύριος, ὁ δοξασθεὶς αὐτῶν τοῖς μέλεσι, θαυμαστῶς αὐτοὺς ἐδόξασε, καὶ δωρεῖται δι᾿ αὐτῶν, ἡμῖν χάριν καὶ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



















Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Δαβιτικῶς εὐφράνθητι, Ἱερουσαλὴμ μακαρία, ὡς μήτηρ ἐπὶ τέκνοις ἁγίοις· οὕς πίστει ἢ γάλακτι, καὶ εὐσεβείας δόγμασι προήγαγες, τελείους μάρτυρας προσήνεγκας, τῷ ἀθλοθέτῃ Κυρίῳ, σὺν αὐτοῖς καλῶς ἀθλήσασα· καὶ νῦν τὴν ἀκατάλυτον χορείαν, μετ᾿ αὐτῶν χορεύουσα, ἱκεσίαν ὑπὲρ ἡμῶν ὁμοῦ ποιήσατε, ὡς ἂν πόνων καὶ κινδύνων ῥυώμεθα, καὶ πταισμάτων ἄφεσιν λάβωμεν, παρὰ Χριστοῦ τοῦ πανοικτὶρμονος.

Ἦχος β´.
Τὴν τῶν μαρτύρων τρίστιχον χορείαν, σὺν μητρὶ θεόφρονι μακαρίσωμεν· ἐν τέσσαρσι γὰρ σώμασι, μίαν γνώμην ἐκτήσαντο, καὶ ὁμοψύχῳ καρδίᾳ, πρὸς τοὺς ἀγῶνας τῆς ἀθλήσεως, ἀνδρείως ἀπεδύσαντο· καὶ ὁμολογία τῆς πίστεως, τυραννικὴν μανίαν ἐξεφαύλισαν, ἐν ἀσθενείᾳ φύσεως, τὸν ἄσαρκον ἐχθρὸν θριαμβεύσαντες. Ἀλλ᾿ ὦ μάρτυρες ἔνδοξοι, Ἱερουσαλὴμ καὶ Σέκενδε, Σεκένδικε καὶ Κήγορε, θύματα Χριστοῦ ἱερωτατα, καὶ ἱερεῖα καθαρά, τῇ παναγίᾳ Τριάδι πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ'
Νόμῳ φύσεως συνδούμενοι, καὶ εὐσεβείας χάριτι; ἀλλήλων ἑξαρτώμενοι, χορὸς μακάριος ὤφθητε, τετράριθμοι μάρτυρες, καὶ μιᾷ φωνῇ Χριστὸν κηρύξαντες, τῆς ἀσεβείας τὸν σύνδεσμον διελύσατε, ποικίλοις βασάνοις ὁμιλήσαντες, στεῤῥοτάτῃ καρδίᾳ, καὶ γενναίῳ φρονήματι· καὶ ἐν πυρὶ δοκιμασθέντες, Κήγορε καὶ Σέκενδε, καὶ ὑπ᾿ ἀγρίων ἵππων σύρεις Σεκένδικε, Χριστῷ νικηφόροι ἀνελύσατε καὶ ξίφει τμηθεῖσα Ἱερουσαλήμ, σφραγὶς τῆς ἀθλήσεως, τῶν σῶν τέκνων γέγονας. Ἀλλ᾿ ὡς τῆς ἄνω Ἱερουσαλὴμ πολῖται, μὴ παύσητε Χριστόν, ἡμῖν ἱλεούμενοι.

Δόξα. Ἦχος δ'
Μαρτυρικοῖς ἀγῶσι, καθελόντες τὸν ἐχθρόν, τῆς εὐσεβείας τὴν δύναμιν ὑπὲρ ἥλιον λάμπουσαν, πᾶσιν ἐδείξατε, ἄτρεπτοις ἐνστάσεσι, καὶ πεπαῤῥησιασμένῳ προσώπῳ, μάρτυρες αὐτάδελφοι, σὺν μακαρίᾳ μητρί· ὅθεν Βέῤῥοια ἡ πόλις, τοῖς ὑμῶν καμάτοις ἁγιασθεῖσα, μακαρίζει ὑμῶν τὴν ἄθλησιν, καὶ πρέσβεις καὶ μεσίτας, πρὸς Χριστὸν ὑμᾶς προβαλλομένῃ βοᾷ. Ὡς ἔχοντες παῤῥησίαν, ἀθληταὶ ἀήττητοι, ἀεὶ δυσωπεῖτε, δίδοσθαι ἡμῖν εἰρήνην, καὶ τὸ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ τῶν μαρτύρων τετράς, Ἀλεξανδρείας οἱ βλαστοὶ οἱ ἀμάραντοι, Βεῤῥοίας ἄνθη εὐώδη, καὶ ἀληθεῖς ἀρωγοί, καὶ θερμοὶ μεσῖται πρὸς τὸν Κύριον· οἱ πᾶσαν τὴν ἔφεσιν, πρὸς Χριστὸν μεταθέμενοι, Σέκενδε μάρτυς, καὶ Σεκένδικε ἔνδοξε, θεῖε Κήγορε, θεοφόροι ὀμαίμονες· παῖδες ἀειμακάριστοι, μητρὸς τῆς θεόφρονος, Ἱερουσαλὴμ τῆς θείας, μεθ᾿ ἧς λαμπρῶς ἠγωνίσασθε· καὶ νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ...
Χαίροις ῥίζα κομῶσα λαμπρῶς, τῆς εὐσεβείας τοῖς καρποῖς καὶ ταῖς χάρισιν, ὡς ὅλη ἀνακειμένη, τῷ ἐπὶ πάντων Θεῶ, Ἱερουσαλήμ τε ἀξιαγαστε, ἐκ σοῦ γὰρ ἐβλάστησαν, οἷα ῥόδα ἡδύπνευστα, οἱ τρεῖς σοῦ παῖδες, καὶ τὸν κόσμον κατηύφραναν, δι᾿ ἀθλήσεως, εὐωδίᾳ τῆς πίστεως· ἅμα γὰρ ἀριστεύσασα, σὺν τούτοις τῷ σκάμματι, παιδαγωγία μητέρων, ὤφθης καὶ τύπος ἐν ἅπασι· καὶ νῦν ἐκδυσώπει, μετ' αὐτῶν ἡμῖν δοθῆναι, τὸ θεῖον ἔλεος.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν...
Χαίρει, ἐν τῇ ἀθλήσει ὑμῶν, μεγαλομάρτυρες Κυρίου περίδοξοι, ἡ πόλις τῶν Βεῤῥοιέων, καὶ ἑορτάζει φαιδρώς, τὴν ἁγίαν μνήμην ὑμῶν σήμερον· ἐν ταύτῃ γὰρ χαίροντες, τὸν ἀγῶνα ἠνύσατε, καὶ νίκης μέγα, ἀνεστήσατε τρόπαιον, θριαμβεύσαντες, τῶν ἐχθρῶν τὴν παράταξιν· ὅθεν καὶ τὴν σεβάσμιον, κατέχουσαν κάραν σου, Ἱερουσαλὴμ θεόφρον, χάριν καρποῦται θεόσδοτον, Χριστὸν ἀνυμνοῦσα, τὸν δοξάσαντα πλουσίως, ὑμᾶς μακάριοι.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, μαρτυρικοῖς ἐγκωμίοις τιμήσωμεν, μητέρα θεόφρονα, σὺν ἁγίοις υἱοῖς, ὑπὲρ Χριστοῦ συμφώνως ἀθλήσαντας· Ἱερουσαλὴμ γὰρ ἡ θεοτίμητος, σὺν τοῖς τρισὶν αὐτοῖς βλαστήμασι, μυριάριθμον πληθὺν ἐχθρῶν ἀοράτων, εὐσεβείας ὅπλοις κατηγωνίσαντο· καὶ νικητικοῖς διαδήμασι, παρὰ Χριστοῦ στεφανωθέντες, τῆς αἰωνίου ζωῆς κληρονόμοι γεγόνασιν. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν ἁγίων σοῦ.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλήσασα νομίμως τὸν Χριστὸν ὡμολόγησας, Ἱερουσαλὴμ ἀθληφόρε, σὺν υἱοῖς καὶ δεδόξασαι· ἐντεῦθέν σου τὴν κάραν τὴν σεπτήν, ἡ Βέῤῥοια πλουτήσασα πιστῶς, ἑορτάζει σου τὴν μνήμην τὴν ἱεράν, καὶ ἐκ ψυχῆς κραυγάζει σοί· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τετράριθμον ὅμιλον, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, Σεκένδικον, Σέκενδον, σὺν τῷ Κηγόρῳ ὁμοῦ, συμφώνως τιμήσωμεν, ἅμα καὶ τὴν μητέρα, τὴν αὐτῶν συνυμνοῦντες, τούτοις συνηθληκυῖαν, Ἱερουσαλὴμ τὴν θείαν· Τριάδι γὰρ τῇ ἁγίᾳ, ὑπὲρ ἡμῶν πρεσβεύουσι.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τετρὰς ἡ εὐκλεής, τῶν ἁγίων μαρτύρων, ἐνήθλησε στερῥῶς, ἐν τῇ πόλει Βεῤῥοίας· ἰσόψυχοι γὰρ ὤφθησαν, ἐν ἀγῶσι ἀθλήσεως· ὅθεν εὕραντο, τὴν αἰωνίζουσαν δόξαν, καὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τῶν τιμώντων, αὐτῶν τὰ παλαίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν τὸν ἐκ τῶν σῶν, προελθόντα αἱμάτων, ἱκέτευε ἀεὶ Θεοτόκε Παρθένε, διδόναι ἡμῖν ἔλεος, καὶ πταισμάτων συγχώρησιν, καὶ τυχεῖν ἡμᾶς, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ζωῆς κρείττονος, τοὺς προσκυνοῦντας ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

Μετά τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ὁσιομάρτυς τοῦ Χριστοῦ δεδοξασμένη, ἡ καθελοῦσα τῶν εἰδώλων τὴν ἀπάτην, Ἱερουσαλὴμ θεόφρον σὺν τοῖς υἱοίς σου, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, κινδύνων καὶ τῶν πταισμάτων ἀπαλλαγήν, τοῖς ἐκ πόθου γεραίρουσι, τὴν μνήμην σου τὴν ἱεράν, καὶ τῇ παντίμῳ κάρᾳ σου, προσιοῦσιν ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀναλλοιώτως τὸν Υἱὸν Θεοῦ καὶ Λόγον, καὶ ἀνωδύνως τετοκυῖα Θεοτόκε, τὰς ὀδύνας ἴασαι τῆς ταπεινῆς ψυχῆς μου, καὶ στῆσόν με ἐπὶ πέτραν τὴν ἀσφαλῆ, τῶν θείων παραγγελμάτων τοῦ σοῦ Υἱοῦ, ἀλλοιούμενον πάντοτε, τῆς ἁμαρτίας τῇ φορᾷ, ἐξ ἧς με ἀπολύτρωσαι, μητρικῇ σοῦ χρηστότητι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οἱ τετράριθμοι μάρτυρες καὶ ἀήττητοι, Ἱερουσαλὴμ τῆς ἁγίας βλαστοὶ οἱ ἔνθεοι, ἀνυμνείσθωσαν ὁμοῦ σὺν τῇ μητρὶ αὐτῶν ὅτι ἐνηθλησαν στεῤῥῶς, καὶ καθεῖλον τὸν ἐχθρόν, τῆς πίστεως τῇ δυνάμει, καὶ νῦν ἀεὶ δυσωποῦσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε θεοχαρίτωτε, ἢ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, τῆς ψυχῆς μου τὰ δεινὰ πάθη θεράπευσον, καὶ τὴν μανίαν τοῦ ἐχθροῦ, τὴν κατ᾿ ἐμοῦ ἐν λογισμοῖς, κατάβαλε Θεοτόκε, καὶ τοῦ Υἱοῦ σου τῷ φόβῳ, τὸν νοῦν μου τείχισον καὶ σῶσόν με.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ Β' ἦχου.
Προκείμενον: Θαυμαστός ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...
Εὐαγγέλιον· τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν´.
Δόξα: Ταῖς τῶν ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἑλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου τὴν ὁδόν, σὺν τοῖς υἱοίς σου ἀνύσασα, Ἱερουσαλὴμ θεοφόρε, τῶν οὐρανίων ἀναῤῥήσεων, μεγαλοπρεπῶς ἠξιώθητε· τῷ γὰρ ξύλῳ τῆς ζωῆς, λαμπρῶς ἀποκατέστητε, θεαρχικαῖς μετοχαῖς θεούμενοι, καὶ τὸ ἀμήχανον κάλλος, τοῦ Σωτῆρος ὁρῶντες. Αὐτῷ πρεσβεύσατε δεόμεθα, ῥύεσθαι ἡμᾶς πάσης ἀνάγκης, καὶ τῷ θείῳ φωτί, ἑλλαμφθῆναι τὰς ψυχὰς ἡμῶν.

Οἱ Κανόνες, πρῶτον τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς· Ἱερουσαλὴμ σὺν τέκνοις ᾄδω. Γερασίμου.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
σχύν μοι πρυτάνευσον, Λόγε Θεοῦ ὑπεράγαθε, καὶ λόγον μοι δώρησαι, ταῖς παρακλήσεσι, τῶν Μαρτύρων Σου, ὅλως αὐτῶν ὑμνήσω, τὴν μνήμην τὴν πάνσεπτον, καὶ τὰ παλαίσματα.
Ἐκ πόλεως ἔλαμψας, Ἀλεξανδρείας πανεύφημε, σελήνη ὡς πάμφωτος, ἐπαγομένη λαμπρῶς, χορὸν ἅγιον, ἀστέρων ὥσπερ ἄλλων, υἱῶν σου τὴν πάντιμον, τριάδα πάνσεμνε.
ωννύμενοι χάριτι, παντοδυνάμῳ τοῦ Πνεύματος, οἱ ἅγιοι Μάρτυρες, κατηγωνίσαντο, μετὰ σώματος, ἐχθρῶν ἀσάρκων στῖφος, καὶ νίκης διάδημα, θεόθεν ἔλαβον.
Θεοτοκίον.
θρόνος ὁ πύρινος, τοῦ Βασιλέως τῆς κτίσεως, τὸ μέγα παλάτιον τοῦ παντοκράτορος, ἀνυμνείσθω μοι, ἡ Θεοτόκος Κόρη, αὐτῆς τῇ πρεσβείᾳ γάρ, πάντες σῳζόμεθα.












ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
ψώσαντες νοῦν καὶ τὴν καρδίαν, Χριστῷ Ἱερουσαλὴμ σεμνή, ὁμοῦ μετὰ τῶν τέκνων σου, προθύμως ἀπεδύσασθε, πρὸς μαρτυρίου σκάμματα, ὁμοφωνία συνδούμενοι.
Στεῤῥότητι γνώμης τῶν τυράννων, σαφῶς ἀντετάξασθε βουλῆ, Σεκένδικε καὶ Κήγορε, καὶ Σέκενδε θεόληπτε, καὶ πόνοις τῆς ἀθλήσεως, περιφανῶς ἠριστεύσατε.
γάλλεται Βέῤῥοια ἡ πόλις, τιμῶσα ὑμᾶς πανευλαβῶς· ἐν ταύτῃ γὰρ ἀθλήσαντες, ὢ Μάρτυρες τετράριθμοι, προστάται αὐτῆς ὤφθητε, καὶ πρεσβευταὶ πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Λυχνία ἑπτάφωτος ἐδείχθης, Παρθένε τὸ φῶς τὸ πατρικόν, ἐν ὕλῃ σαρκὸς τέξασα, Χριστὸν τὸν παντοδύναμον· διὸ κἀμὲ καταύγασον, τῷ φωτισμῷ τῆς Σῆς χάριτος.

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀσκήσει καθάρασα τὸ ὀπτικὸν τῆς ψυχῆς, ἀθλήσει ἠγώνισαι ὑπὲρ τῆς δόξης Χριστοῦ, Ἱερουσαλὴμ πάνσεμνε· σὺ γὰρ μετὰ τῶν τέκνων, ἐν Βεῤῥοίᾳ τῇ πόλει, ᾔσχυνας τὸν Βελίαρ, τοῖς στεῤῥοῖς σου ἀγῶσι· διό σου τὴν ἁγίαν, κάραν προσπτυσσόμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκὶ ἐξ αἱμάτων σου, ὁ τῶν ἁπάντων Θεός, τεχθεὶς ὡς ηὐδοκησε, δίχα τροπῆς καὶ φυρμοῦ, τὸν κόσμον ἀνέπλασεν· ὅθεν παλαιωθεῖσαν, τὴν ψυχήν μου κακίᾳ, καίνισον Θεοτόκε, τῇ εὐσπλάγχνῳ ῥοπῇ σου, καὶ δίδου μοι δυσωπῶ σε, ἀξίαν μετάνοιαν.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
θεόληπτος σοῦ γλῶσσα, τοῦ Σωτῆρος τὴν σάρκωσιν, ὥσπερ ἄλλη σάλπιγξ, Ἱερουσαλὴμ ἀνεκήρυξε, πλείστας γὰρ πόλεις διήρχου καταγγέλλουσα, τὴν σωτήριον, διδασκαλίαν τῆς χάριτος.
Μακρυνθεῖσα τῆς πατρίδος, σὺν τοῖς τέκνοις σου ἔνδοξε, ἧκες ἐν τῇ Ῥώμῃ, πίστεως τὸν λόγον κηρύττουσα, καὶ ἐν Ἐδέσσῃ τῇ πόλει παραγέγονας, καὶ τὸ ἅγιον, τῶν μοναχῶν σχῆμα ἔλαβες.
Σὺν τοῖς τέκνοις Βεῤῥοιέων, ἐν τῇ πόλει ἐσκήνωσας, καὶ τῆς σωτηρίας, Ἱερουσαλὴμ πολλοῖς πρόξενος, ὡς ἀληθῶς ἀνεδείχθης βίῳ κρείττονι, καὶ διδάγμασι, τῆς εὐσεβοῦς ἐπιγνώσεως.
Θεοτοκίον.
περέβης τῶν ἀγγέλων, ἀληθῶς τὰς λαμπρότητας, ὡς ἀποτεκοῦσα, τὸν δημιουργὸν τούτων ἄχραντε· ὅθεν τὸν νοῦν μου ὑπέρτερον ἀνάδειξον, πάσης σχέσεως, χαμαιπετοῦς ἱκετεύω Σε.



ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Νοός σου τὸ ἄτρεπτον, ὁ τύραννος ἐθαύμασεν, Ἱερουσαλὴμ Ὁσιομάρτυς· οὗ γὰρ ἐκάμφθης ταῖς τῶν δεινῶν ἀπειλαῖς, ἀλλ’ ἀνδρειοτάτως τὰς πληγάς, ἔφερες τοῦ σώματος, τὸν Χριστὸν μεγαλύνουσα.
Τὰς στρεβλὰς τοῦ σώματος, καὶ τοῦ πυρὸς τὴν ἔκκαυσιν, ἤνεγκας Σεκένδικε ἀνδρείως, σὺν τῷ Σεκένδῳ καὶ τῷ Κηγόρῳ ὁμοῦ, τοῖς σοῖς ὁμοψύχοις ἀδελφοῖς· ὅθεν πρὸς οὐράνιον, δροσισμὸν ἀνεδράμετε.
Εὐτόλμως κηρύττουσαν, Χριστὸν τὸν πάντων ἄνακτα, Ἱερουσαλὴμ Ὁσιομάρτυς ἐν τῷ ἰκρίῳ σὲ ἀπῃώρησε, καὶ τὰς σάρκας ἔξεσε τὰς σάς, σιδηροῖς ἐν ὄνυξιν, ὁ παράφορος τύραννος.
Θεοτοκίον.
Κατάβαλε Δέσποινα, ἐχθρὸν τὸν πολυμήχανον, τὸν ἀεὶ ἐνέδρας μοι καὶ δόλους, ἐπινοοῦντα καὶ πολεμοῦντα σφοδρῶς, καὶ πρὸς μετανοίας μὲ ὁδόν, ἀσφαλῶς ὁδήγησον, τὸν ἀνάξιον δοῦλόν Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νύκτα τῆς πλάνης ἐλύσατε, ἐν πόλει Βεῤῥοιέων ἀθλήσαντες, Ἅγιοι Μάρτυρες, Σέκενδε ἅμα καὶ Κήγορε, καὶ Ἱερουσαλήμ τε, μάκαρ Σεκένδικε.
Οἱ ἀθληταὶ οἱ περίδοξοι, σὺν ἹερουσαλὴμΣεκένδικος, Σέκενδος Κήγορος, ὥσπερ λυχνία τετράφωτος, πυρσεύουσι τοῖς πᾶσι, θεῖα χαρίσματα.
άσεις βρύει τῇ χάριτι, ὢ Ἱερουσαλὴμ τῇ τοῦ Πνεύματος, ἡ θεία κάρά σου· ὅθεν ἢ Βέῤῥοια γάνυται, αὐτὴν καταπλουτοῦσα, ὡς θεῖον δώρημα.
Θεοτοκίον.
Σωματωθεὶς ἐξ αἱμάτων Σου Παρθένε, ὁ διδοὺς πᾶσιν ὕπαρξιν, πύλην Σὲ ἔδειξε, τῆς σωτηρίας καὶ εἴσοδον, τοῖς προσκυνοῦσι Κόρη, τὸ Σὸν μυστήριον.

Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῶ.
Ἀθλητικῶς καταβαλόντες τὸν ὄφιν, ἐν τῇ δυνάμει τοῦ Χριστοῦ Ἀθλοφόροι, τῆς οὐρανίου δόξης ἠξιώθητε, Ἱερουσαλὴμ σεμνή, σὺν τοῖς θείοις σου τέκνοις· μεθ᾿ ὧν καθικέτευε, τὴν ἁγίαν Τριάδα, ἁμαρτιῶν διδόναι ἱλασμόν, τοῖς εὐφημοῦσιν, ὑμῶν τὰ παλαίσματα.
Ὁ Οἶκος
Ἀλεξανδρείας προελθοῦσα τῆς πόλεως, ὥσπερ λαμπὰς φαεινὴ καὶ πολυφωτός, τῆς εὐσεβείας τῷ φωτί, σὺν τοῖς υἱοίς σου τοῖς σεπτοῖς, Ἱερουσαλὴμ πανευκλεής, καταπυρσεύετε τὴν γῆν, ὑπελθοντες μαρτυρικώς, τὸ τῆς ἀθλήσεως μέγα στάδιον φύσει γὰρ καὶ πίστει ἡνωμένοι, τῶν ἐπὶ γῆς ῥεόντων ὡς φθαρτῶν ὑπερήρθητε τῷ νοΐ, καὶ τῷ Χριστῷ ἠκολουθήσατε, πόνοις καὶ καμάτοις καὶ σκάμμασιν· καὶ Κινδιανῷ τῷ δυσσεβεῖ, ἀνδρειοτάτῃ ἀντιταξάμενοι ψυχῇ, μωλώπων καὶ ἀλγηδόνων, καὶ πυρὸς καὶ ξεσμῶν πεῖραν λαβόντες, οὐκ ἐπαύσασθε ὁμολογοῦντες Χριστὸν ὢ νῦν ἐν παῤῥησίᾳ παρεστῶτες, μὴ παύητε πρεσβεύοντες, ἁμαρτιῶν διδόναι ἱλασμόν, εὐφημοῦσιν ὑμῶν τὰ παλαίσματα.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ἱερουσαλήμ, καὶ τῶν τριῶν τέκνων αὐτῆς Κεγούρου, Σεκενδίνου καὶ Σεκένδου τῶν Μαρτύρων
Πόλον Ἱερουσαλὴμ ἄνω σὺν τέκνοις,
ᾤκησε Παύλου τὴν ἐπώνυμον πόλιν.
Ἀμφὶ τετάρτην Ἱερουσαλὴμ κράτα δειροτομήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Μωϋσέως τοῦ Θεόπτου
Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.
Οὗτος ἐγεννήθη εἰς τὴν Αἴγυπτον τὸ 1569 π. Χ. καὶ διὰ τὸν φόβον τοῦ Φαραὼ ἐῤῥίφθη εἰς τὰς ὄχθας τοῦ Νείλου, ἐγκεκλεισμένος εἰς μίαν θίβιν, ἤτοι κιβώτιον πεπλεγμένον ἀπὸ παύρι, καὶ ἔξωθεν δὲ ἐκ τοῦ ποταμοῦ ἀπὸ τὴν θυγατέρα τοῦ βασιλέως Φαραὼ Θέρμουθιν ὀνομαζομένη καὶ ἀνετρέφεται ὡς υἱὸς αὐτῆς, φιλοτίμως καὶ βασιλικῶς, καὶ μανθάνει ὅλην τὴν σοφίαν τῶν Αἰγυπτίων, ὅταν δὲ ἔγινε τεσσαρακοντούτης, ἐθανάτωσε ἕνα ἄνθρωπον Αἰγύπτιον, ὅς τις ἀδίκως καὶ παραλόγως ἔδερνε ἕνα Ἐβραῖον. Διὰ τὸν φόνον λοιπὸν τοῦτον φοβηθείς, ἔφυγε καὶ πήγε εἰς γῆν Μαδιάμ, καὶ ἐκεῖ ἔλαβε γυναῖκα Σεπφώραν, τὴν θυγατέρα τοῦ Ἱοθόρ.
Ἐσχόλαζε δὲ καὶ προσηύχετο πάντοτε εἰς τὸν Θεόν, καὶ διὰ τῆς μελέτης καὶ προσευχῆς ἐκαθάριζε τὸν νοῦν καὶ τὴν καρδίαν του· ὅθεν εἶδε τὸν Θεὸν εἰς τὸ ὄρος τοῦ Σινᾶ, καθὼς ἦτο δυνατὸν νὰ ἰδῇ ἄνθρωπος τὸν Θεόν. Καὶ γίνεται μὲ τοὺς ἰδίους του ὀφθαλμοὺς θεατὴς τοῦ ἐν τῇ βάτῳ θαύματος, ἥτις καιομένη μέν, μὴ κατακαιομένη δέ, ἤτοι μὴ χωνευομένη, προεικόνιζε τὴν ἐν τῇ Παρθένῳ πραγματικὴ καὶ οὐσιώδη κατοίκησιν τῆς θεότητος. Διατρίψας δὲ ἄλλους τεσσαράκοντα χρόνους ἐν τῇ γῇ Μαδιάμ, κατέβη εἰς τὴν Αἴγυπτον κατὰ προσταγὴν τοῦ Θεοῦ, ὀγδοήκοντα ἐτῶν γέρων, διὰ νὰ ἐλευθερώσῃ τὸν ἰσραηλιτικὸν λαὸν ἀπὸ τὰς χεῖρας τῶν Αἰγυπτίων.
Ἐπειδὴ δὲ ὀ Φαραὼ δὲν ἐπείθετο νὰ ἐλευθερώσῃ τὸν Ἰσραήλ, διὰ τοῦτο τιμωρεῖ ὁ Μωϋσῆς τὴν Αἴγυπτον μὲ τὰς δέκας ἐκείνας πληγάς· ὅθεν, μὲ τὴν βοήθειαν καὶ θέλησιν τοῦ Θεοῦ, παραλαβὼν τὸν ἰσραηλιτικὸν λαὸν ἀπὸ τὴν Αἴγυπτον, ὁμοῦ μὲ ἀργύριον καὶ χρυσίον πολύ, διεπέρασεν αὐτὸν παραδόξως διὰ μέσου τῆς Ἐρυθρᾶς θαλάσσης. Καὶ ἐν τῇ ἐρήμῳ ἐπαίδευσεν αὐτὸν ἄλλα τεσσαράκοντα ἔτη μὲ τὸν γραπτὸν νόμον, καὶ μὲ διάφορα σημεία καὶ θαύματα. Ἐπειδὴ δὲ καὶ αὐτὸς ὡς ἄνθρωπος παρώξυνε τὸν Θεόν, διότι ἐλάλησε καὶ εἶπε μὲ δισταγμόν: Ἀκούσατέ μου ὦ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταῦτης ἐξάξομεν ὑμῖν ὕδωρ; (Ἀριθμῶν κ΄, 10)· ἀνταποκρινόμενος δηλαδὴ πρὸς τὸν λαόν, ὅπου τὸν ἠνάγκαζε· διὰ τοῦτο δὲν ἐμβῆκεν εἰς τὴν Γῆν τῆς Ἐπαγγελίας· ἀλλ’ ἀναβὰς εἰς τὸ Ὅρος Ναβαῦ, ἐκεῖ ἀπέθανεν, ἑκατὸν καὶ εἴκοσιν ἐτῶν. Προέλαβε δὲ τὴν παρουσίαν τοῦ Χριστοῦ ἔτη χίλια τετρακόσια ὀγδοήκοντα πέντε. Ἔγραψε δὲ τὴν Πεντάτευχον.
Σημείωσε ὅτι, κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου ἐφέρθη ἡ θαυματουργὸς Ῥάβδος τοῦ Προφήτου Μωϋσέως εἰς Κωνσταντινούπολιν. Καὶ ἐξῆλθεν ὁ βασιλεὺς πεζὸς καὶ προϋπάντησεν αὐτήν. Κτίσας δὲ Ναὸν τῆς Θεοτόκου, ἔβαλε τὴν Ῥάβδον μέσα· ἔπειτα μετέφερε αὐτὴν εἰς τὸ παλάτιον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων Ἀμμωνίου, Δονάτου καὶ Φαῦστου, οἳ διὰ ξίφους ἐτελειώθησαν.
Ὁ Χριστὸν αὐτὸν Bαβύλας θύων πάλαι,
Χριστῷ προθύμως θύεται διὰ ξίφους.
Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου,
τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία.
Οὗτος ὁ Ἅγιος ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως Νουμεριανοῦ, ἐν ἔτει σπδ΄ (284), γέγονε δὲ Ἐπίσκοπος τῆς Ἀντιοχείας, τὸν Ζεβῖνον διαδεξάμενος, κατὰ τὸν Εὐσέβιον. Λοιπὸν μαθών, ὅτι ὁ βασιλεὺς ἀπανθρωπότατα ἔσφαξε τὸν υἱὸν τοῦ βασιλεὼς Περσῶν, τὸν ὁποῖον εἶχε λάβη ἐνέχυρον καὶ ὅμηρον τῆς πρὸς τοὺς Πέρσας εἰρήνης, καὶ ὅτι θυσιάσας εἰς τὰ εἴδωλα ὁ ἄθλιος καὶ ἐλεεινὸς οὗτος Νουμεριανός, ἐπεχείρει ἀκόμη νὰ μολύνῃ καὶ τὴν ἱερὰν Ἐκκλησίαν τῶν χριστιανῶν, ὠς ζητῶν νὰ ἔμβῃ μέσα εἰς αὐτὴν τοιοῦτος φονεὺς καὶ εἰδωλολάτρης, τούτου ἕνεκα ἐστάθη εἰς τὴν θύραν τῆς Ἐκκλησίας ἀνδρειότατα ὁ Βαβύλας, καὶ διασχίσας τοῦς σωματοφύλακας καὶ δορυφόρους, ἐξήπλωσε τὴν δεξιάν του χεῖρα εἰς τὸ στῆθος τοῦ μιαροῦ βασιλέως. Καὶ ἀφ’ οὗ ἐπετίμησεν ἱκανῶς, ἐδίωξεν αὐτὸν καὶ ἀπέκλεισεν ἔξω ἀπὸ τὴν ἐκκλησίαν· ὁ δὲ Νουμεριανὸς κατὰ τὸ παρὸν μὲν ἐσιώπησε, καὶ δὲν ἔκαμε κανὲν κίνημα, φοβούμενος, μὴπως γίνη καμμία μεγάλη ἐπανάστασις ἀπὸ τὸ πλῆθος τῶν χριστιανῶν. Βαρέως ὅμως καὶ πικρῶς τὴν ὕβριν ταύτην καὶ ἀτιμίαν ὑπέμεινε. Μετὰ δὲ μίαν ἡμέραν προσεκλήθη ὁ Ἅγιος, καὶ παρασταθεὶς ἔμπροσθεν τοῦ βασιλικοῦ βήματος, ἠρωτήθη ἀπὸ τὸν βασιλέα. Καὶ ἐπειδὴ κατέπληξεν αὐτὸν μὲ τὰς σοφὰς αὐτοῦ ἀντιῤῥήσεις, καὶ οὔτε μὲ κολακείας, οὔτε μὲ δυνατοὺς φοβερισμοὺς ἔστερξε νὰ ἀφήσῃ τὴν εἰς Χριστὸν πίστιν, τούτου ἕνεκα ἐδέθη ἀπὸ τὸν λαιμὸν καὶ ἀπὸ τοὺς πόδας μὲ σιδηρᾶς ἁλυσίδας. Καὶ οὕτω ἁλυσίδετος, ἐπεράσθη ἀπὸ τὸ μὲσον τῆς πόλεως, καὶ ἐῤῥίφθην εἰς φυλακήν.
Εἶχε δὲ ὀ Ἅγιος ἀκολουθοῦντα αὐτὸν καὶ τρία παιδία, ἀδέλφια κατὰ σάρκα, τὰ ὁποῖα κατὰ μὲν τὴν ἡλικίαν ἦσαν πολὺ νέα, κατὰ δὲ τὴν γνώσιν ἦσαν γέροντες. Ταῦτα λοιπόν, δὲν ἤθελαν νὰ χωρισθοῦν ἀπὸ τὴν ἱερὰν καὶ γλυκυτάτην διδασκαλία τοῦ διδασκάλου των· ὅθεν ὁ Βασιλεὺς παραστήσας αὐτὰ ἔμπροσθέν του, καὶ ἐρωτήσας ἐὰν ἀρνῶνται τὸν Χριστὸν καὶ τὸν διδάσκαλόν των Βαβύλαν, καὶ ἄν θυσιάζουν εἰς τὰ εἴδωλα, εὗρεν αὐτὰ στερεὰ καὶ ἀνδρειωμένα. Καλέσας δὲ τὴν μητέρα των, καὶ εὑρὼν καὶ αὐτὴν βεβαίαν καὶ ἀμετάθετον εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἐπρόσταξε, τὴν μὲν μητέρα νὰ κτυπήσουν εἰς τὸ πρόσωπον, εἰς δὲ τὰ παιδία νὰ δώσουν τόσους ῥαβδισμούς, ὅσων ἐτῶν ἦτον ἕκαστος.
Ἔπειτα, ἐκβάλλει μὲν τὰ παιδία ἔξω, φέρει δὲ ἔσω τὸν διδάσκαλον αὐτῶν Βαβύλαν, καὶ λέγει εἰς αὐτόν, θέλων νὰ τὸν ἀπατήσῃ: Ἰδού, τὰ παιδία εἶναι ἔτοιμα νὰ θυσιάσουν εἰς τοὺς θεούς. Ὁ δὲ Ἅγιος ἤλεγξεν αὐτόν, ὅτι ψευδῶς τοῦτο λέγει. Ὅθεν, προστάζει ὁ ἀπάνθρωπος τύραννος νὰ κρεμασθῇ ὁ Ἅγιος, ὁμοῦ μὲ τὰ τρία παιδία ἐπάνω εἰς ξύλα, καὶ νὰ καταξέηται μὲ σιδηρᾶ ὀνύχια. Ἔπειτα, τὸν μὲν διδάσκαλον Βαβύλαν κλείει μέσα εἰς ἕνα μικρὸν παρακείμενον οἴκον, τοὺς δὲ παίδας ἐπεχείρη νὰ κολακεύσῃ μὲ διαφόρους καὶ πολυτρόπους κολακείας, ἀφ’ οὗ δὲ ἐγνώρισεν ὅτι ματαίως κοπιάζει, ἔφερε πάλιν ἔμπροσθέν του τὸν Ἅγιον, καὶ ἐσυμβούλευεν αὐτὸ διὰ νὰ διδάξῃ τὰ παιδία νὰ ἀρνηθοῦν τὴν εὐσέβειαν.
Ἐπειδὴ δὲ εἶδεν αὐτὸν προθυμότερα παρὰ πρῶτα ἀντιλέγοντα καὶ ἀπολογούμενον, ἤναψεν ἀπὸ τὸν θυμόν, καὶ ἀποφασίζει νὰ θανατωθῇ μὲ τὸ ξίφος καὶ λοιπὸν ὁ μακάριος Βαβύλας, βαλὼν ἔμπροσθέν του τὰ τρία ἄκακα παιδία. Ὄταν εἶδεν αὐτὰ πρότερον ἀποκεφαλισθέντα, εἶπεν ἐκεῖνο τοῦ Ἡσαΐου: Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. εἶτα ἀκολούθως ἀπεκεφαλίσθη καὶ αὐτὸς ἐν ἔτει σπγ΄ (283) καὶ ἐτάφη ἀπὸ τοὺς χριστιανούς καθὼς ἤτο μὲ τὰς ἀλυσίδας εἰς τὸν λαιμὸν καὶ εἰς τοὺς πόδας, ὅπως εἰς αὐτοὺς παρήγγειλεν ἔτιν ζῶν ὁ Ἄγιος.




Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων,
Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.
Αῖνον προσῆξαν τῷ Θεῷ παῖδες πάλαι,
οἱ νῦν δὲ παῖδες τὰς ψυχὰς αὐτῶν ξίφει.
Ὅταν ὁ βασιλεὺς Μαξιμιανὸς εὐρίσκεται εἰς τὴν Νικομηδείαν, καὶ ἐκίνει διωγμὸν κατὰ τῶν χριστιανῶν, ἐν ἔτει 298, ἀπὸ τὸν φόβον των ἐκρύπτοντο οἱ χριστιανοί. Τότε λοιπόν, προσελθὼν εἰς αὐτὸν ἕνας ἀπὸ τοὺς εἰδωλολάτρας λέγει: Βασιλεῦ, ὑποκάτω εἰς μίαν κρυπτὴν γέφυραν κάθηται γέρων τις ὀνόματι Βαβύλας, καὶ διδάσκει τὰ τῶν ἀφρόνων χριστιανῶν παιδία, νὰ σέβωνται μὲν τὸν Ἐσταυρωμένον, νὰ ἀποστρέφονται δὲ τοὺς θεούς. Παρευθὺς λοιπόν, ἐστάλησαν μετ’ αὐτοῦ στρατιῶται, καὶ ἔφεραν ἔμπροσθέν του τὸν διδάσκαλον Βαβύλαν ὁμοῦ μὲ τοὺς μαθητάς του, ὀγδοηκοντατέσσαρας ὄντας τὸν ἀριθμόν. Ὅθεν ὁ Μαξιμιανὸς λέγει πρὸς αὐτόν: Διατί, ὦ γέρον, εἶσαι τόσον πεπλανημένος, καὶ πιστεύεις ἕνα ἄνθρωπον βιοθανῆ καὶ κακοθάνατον, τὸν ὁποῖον ἐσταύρωσαν οἱ Ἰουδαίοι; Διατὶ δὲν προσκυνεῖς τοὺς θεούς, τοὺς ὁποίους προσκυνεῖ ὅλη ἡ οἰκουμένη; Ἤ διατὶ γελᾷς τὰ νήπια τῶν ἀνοήτων χριστιανῶν, καὶ διδάσκεις αὐτὰ νὰ μὴν προσκυνοῦν τοὺς θεούς; Ὀ Ἅγιος ἀπεκρίθη: Οἱ θεοὶ τῶν ἐθνῶν, βασιλεῦ, εἶναι δαιμόνια, ὁ δὲ ἰδικός μας Θεὸς ἐποίησε τοὺς Οὐρανούς. Σὺ δὲ καὶ οἱ μετὰ σοῦ εἰδωλολάτραι, τυφλοὶ ὄντες, δὲν βλέπετε τὴν ἀλήθειαν.
Ταῦτα ὡς ἤκουσεν ὁ βασιλεύς, ἤναψεν ἀπὸ τὸν θυμόν. Καὶ εὐθὺς προστάζει νὰ κτυποῦν τέσσαρες στρατιῶται μὲ πέτρας εἰς τὰς παρειάς, εἰς τὰ πλευρά, καὶ εἰς τὰς κνήμας τοῦ Ἁγίου· ὁ δὲ Ἅγιος βλέπων τὸ σῶμά του, ὅπου ἐκοκκίνισεν ὅλον ἀπὸ τὸ αἷμα, ἐφώναξεν: Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἐμὲ τὸν γέροντα καὶ ἀσθενῆ ἔδειξας δυνατώτερον ἀπὸ βασιλέα νέον καὶ δυνατόν· ὄθεν, ἐπειδὴ εἶπε ταῦτα, διὰ τοῦτο μὲ τοὺς αὐτοὺς λίθους κτυπᾶται ὁ Ἅγιος κατὰ τοὺς ἀστραγάλους καὶ κατὰ τοὺς ὤμους. Καὶ ἀφ’ οὗ ἐσυντρίφθησαν ὅλα τὰ ἄρθρα καὶ αἰ ἁρμονίαι τοῦ σώματός του, δέχεται ἀλυσίδας βαρείας εἰς τὸν λαιμόν. Καὶ οὕτω τίθενται οἱ πόδες του εἰς τὸ τιμωρητικὸν ξύλον, καὶ κλείεται εἰς φυλακήν.
Τότε, ἤρχισεν ὁ βασιλεὺς νὰ κολακεύῃ τὰ ὀγδοηκοντατέσσαρα παιδία, καὶ νὰ τὰ παρακινῇ νὰ θυσιάσουν εἰς τοὺς θεούς. Τὰ δὲ παιδία ἀπεκρίνοντο εἰς αὐτόν παντάπασιν, ἀλλὰ συχνάκις ἔστρεφον καὶ ἔβλεπον ἄλληλα. Χωρίσας δὲ ἀπὸ αὐτὰ δέκα, τὰ πλέον μεγάλα, κατὰ τὴν ἡλικίαν, λέγει πρὸς αὐτά: Σεῖς, ὦ τέκνα μου, ὡς φρόνιμα ὅπου εἶσθε, καταπεισθῆτε εἰς τοὺς λόγους μου, καὶ θυσιάσατε εἰς τοὺς θεούς· καὶ θὰ κατοικῆτε μὲ ἐμὲ εἰς τὸν ἀνάκτορον διὰ νὰ ἀπολαμβάνητε πολλὰ ἀγαθά. Δύο δὲ ἀπὸ αὐτά, Ἀμμώνιος καὶ Δονᾶτος ὀνομαζόμενα, εἶπον πρὸς τὸν βασιλέαν: Ἡμεῖς, εἴμεθα πιστοὶ χριστιανοί, καὶ διὰ τοῦτο δὲν θὰ ὑποφέρωμεν ποτὲ νὰ θυσιάσωμεν εἰς κωφοὺς καὶ ἀλάλους δαίμονας. Ὅθεν, διὰ τὰ λόγια ταῦτα δέρονται ὑπὸ τῶν στρατιωτῶν τὰ τοῦ Χριστοῦ ἀρνία. Καὶ δερόμενα, περισσότερον ἀνδρειώνοντο καὶ ἐφώναζον συνεχῶς: Χριστιανοὶ εἵμεθα, καὶ δὲν θυσιάζομεν, ἀλλὰ ἄς εἶναι ἀνάθεμα εἰς σὲ καὶ εἰς τοὺς θεούς σου. Τότε προστάζει ὁ τύραννος νὰ δαρθοῦν ὅλα δυνατά, καὶ νὰ ῤιφθοῦν εἰς τὴν φυλακήν. Καὶ κανεὶς νὰ μὴ δώσῃ ψωμὶ εἰς αὐτά, ἕως οὗ ἀποθάνουν ἀπὸ τὴν πεῖναν.
Ἔπειτα προστάζει, νὰ κρεμασθῇ μὲν ὁ διδάσκαλος αὐτῶν Βαβύλας, καὶ νὰ καταξανθῇ μὲ ὠμὰ νεῦρα βοῶν· ἠρώτα δὲ ἕκαστον παιδίον, ἐὰν ἀρνῆται τὸν Χριστὸν καὶ τὸν διδάσκαλόν του. Ἐπειδὴ δὲ ἐκεῖνα εἰς τοῦτο δὲν ἐπείθοντο, διὰ τοῦτο ἐπρόσταξεν ὁ τύραννος νὰ θανατωθοῦν διὰ ξίφους, τόσον αὐτά, ὅσον καὶ ὁ διδάσκαλός των. Ἀπαγόμενος λοιπὸν ὁ Ἄγιος, ὁμοῦ μὲ τοὺς ὀγδοηκοντατέσσαρας μαθητάς του, εἰς τὸν τόπον τῆς καταδίκης, ἔψαλλεν ἡσύχως μὲ ἡδονὴν μεγάλην; Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. πρῶτος λοιπὸν ὁ θεῖος Βαβύλας ἀπεκεφαλίσθη, κατὰ τὴν προσταγὴν τοῦ βασιλέως· ἔπειτα ἀπεκεφαλίσθησαν καὶ τὰ παιδία. Χριστιανοὶ δέ τινες, ἐλθόντες διὰ νυκτός, ἔθηκαν τὰ λείψανα τῶν Ἁγίων ἐντὸς μικροῦ πλοίου, καὶ τὰ ἔφεραν εἰς τὴν Κωνσταντινούπολιν. Καὶ οὕτω θέσαντες αὐτὰ μέσα εἰς τρία κιβώτια, τὰ ἐνεταφίασαν ἔξω τοῦ τείχους τῆς Πόλεως κατὰ τὸ βόρειον μέρος, ὅπου εἶναι Μοναστήριον, Χώρα ἐπονομαζόμενον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, θυγάτηρ τοῦ Ἀποστόλου Φιλίππου τοῦ Διακόνου
Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἑρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.
Φίλιππος ὁ ἀγιώτατος Ἀπόστολος, ὀ ἐκ τῶν ἑπτὰ Διακόνων, ὁ τὸν Εὐνοῦχον τῆς Κανδάκης βαπτίσας, εἶχε θυγατέρας τέσσαρας, περὶ ὧν ὁ Εὐαγγελιστὴς Λουκᾶς εἰς τὰς Πράξεις μαρτυρεῖ, ὅτι ἦσαν παρθένοι προφητεύουσαι (Πράξ. κα΄. 9). Ἐξ ὧν ἡ Ἑρμίονη καὶ ἡ Εὐτυχὶς ὑπῆγαν εἰς τὴν Ἀσίαν καὶ ἐζήτουν Ἰωάννη τὸν Θεολόγον. Μὴ εὑροῦσαι δὲ αὐτόν, ἐπειδὴ καὶ μετέθηκε αὐτὸν ὁ Θεὸς ὡς τὸν Ἐνὼχ καὶ Ἡλίαν, εὗρον ἀντὶ ἐκείνου Πετρώνιον τὸν μαθητὴν τοῦ Ἀγίου Παύλου. Καὶ διδαχθεῖσαι ἀπὸ αὐτόν, ἐσπούδαζον νὰ μιμῶνται καὶ τὰς ἀρετὰς καὶ τὴν γνώμην αὐτοῦ. Ἡ δὲ Ἐρμιόνη μετεχειρίζετο τὴν ἰατρικὴν τέχνην· διὰ τοῦτο καὶ ἔτρεχεν εἰς αὐτὴν πλῆθος ἀνθρώπων πολύ, καὶ ὅλοι ἰατρεύοντο μὲ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Χριστοῦ. Ὅταν δὲ ὁ βασιλεὺς Τραϊανὸς διέβαινε διὰ νὰ ὑπάγῃ νὰ πολεμήσῃ κατὰ τῶν Περσῶν, τότε διεβλήθη εἰς αὐτὸν ἡ Ἁγία Ἐρμιόνη ὡς χριστιανή· ὅθεν παραστήσας αὐτὴν ἔμπροσθέν του ὁ βασιλεύς, ἐδοκίμαζε νὰ τὴν ἀπατήσῃ μὲ κολακείας, καὶ νὰ τὴν χωρίσῃ ἀπὸ τὴν πίστιν τοῦ Χριστοῦ· ἀλλ’ ἐπειδὴ νὰ τὴν καταπείσῃ δὲν ἐδυνήθη, διὰ τοῦτο ἐπρόσταξε νὰ ῥαπίζουν αὐτὴν εἰς τὸν πρόσωπον ὥρας ἀρκετάς, ἀλλ’ ἡ Μάρτυς, βλέπουσα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καθήμενον ἐν τῷ κριτηρίῳ εἰς σχῆμα τοῦ Πετρωνίου, συνομιλοῦντα καὶ ἐνδυναμώνοντα αὐτήν, ἐκ τοῦτου ἐνόμιζε τὰ ῥαπίσματα ὡς οὐδέν· ὅθεν καὶ ὁ βασιλεύς, βλέπων τὸ στερεὸν καὶ ἀμετάβλητον τοῦ νοός της, καὶ ἐντραπεὶς ἀφῆκεν αὐτήν.
Ἀπὸ τότε λοιπὸν ἡ Ἁγία Ἐρμιόνη, ἤνοιξεν εἰς τὴν Ἀσίαν ἕν ἱερὸν πανδοχεῖον· καὶ δεχομένη ὅλους τοὺς ξένους, παρηγόρει αὐτοὺς ψυχικὰ καὶ σωματικά· ἠδύνατό τις νὰ ἴδῃ, ὅτι ἐκεῖ ἐδοξάζετο ὁ Κύριος καθ’ ἑκάστην ἡμέραν ἀπὸ ἕκαστον ἄνθρωπον, ἕως οὗ ἀπέθανεν ὁ Τραϊανός. Ἀφ’ οὗ δὲ ἐβασίλευεν Ἀνδριανὸς ὁ γαμβρὸς τοῦ Τραϊανοῦ, ἐν ἔτει 117, καὶ ἔμαθε τὰ περὶ τῆς Ἁγίας Ἐρμιόνης, εὐθὺς ἔστειλε καὶ τὴν ἔφερε, καὶ λέγει πρὸς αὐτήν: Λέγε μοι, ὦ γραΐδιον, πόσον ἐτῶν εἶσαι; Καὶ ἀπὸ ποῖον γένος ὑπάρχεις; Ἡ δὲ Ἁγία ἀπεκρίθη: Ὁ Χριστός μου ἠξεύρει πόσον ἐτῶν εἶμαι, καὶ ἀπὸ ποῖον γένος ὑπάρχω. Ὁ δὲ βασιλεὺς εἶπεν: Ἐκβάλλετε τὸ παλλίον, ἤτοι τὸ ἐπανωφόριόν της, καὶ δέρετε αὐτὴν ἄσπλαγχνα λέγοντες: Εἰς ὅ,τι ἐρωτᾷ ὁ βασιλεύς, ἀποκρίνου μὲ σεμνότητα. Ἐν ὅσῳ δὲ καιρῷ ἐδέρετο ἡ Ἁγία, δὲν ἔλειπεν ὁ ψαλμὸς ἀπὸ τὸ στόμα της· ἀφ’ οὗ δὲ οἱ δήμιοι ἀπέκαμαν δέροντες, ἐπρόσταξεν ὁ βασιλεύς νὰ βάλουν περόνια ὑποκάτω εἰς τοὺς πόδας τῆς μάρτυρος, ἐπειδὴ δὲ ἡ Ἁγία, λαμβάνουσα τὴν βάσανον ταύτην, εὐχαρίστει περισσότερον τὸν Θεόν, διὰ τοῦτο ἤναψεν ὁ βασιλεὺς ἀπὸ τὸν θυμόν. Καὶ προστάζει νὰ ὑποκαύσουν λέβητα γεμᾶτον ἀπὸ πίσσαν καὶ θεῖον, καὶ ἄσφαλτον καὶ μολύβι, καὶ οὕτω νὰ ῤιφθῇ μὲσα εἰς αὐτὸν ἠ Ἁγία· ὅθεν, ἀναβλέψασα εἰς τὸν Οὐρανόν, καὶ ζητήσασα δύναμιν ἀπὸ τὸν Θεόν, ἐσφράγισε τὸν ἐαυτόν της μὲ τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ οὕτω ἐμβῆκε μὲσα εἰς τὸν ἀναμμένον λέβητα. Καὶ ὤ τοῦ θαύματος! Παρευθὺς ἔσβησε τὸ πῦρ, καὶ ἐχύθησαν ἔξω τὸ μολύβι καὶ τὰ λοιπὰ εἶδη· καὶ ἡ μάρτυς ἔμεινεν ἀβλαβής.
Ὁ δὲ βασιλεύς, βλέπων τὸ τοιοῦτον θαῦμα, ὠργίσθη περισσότερον. Καὶ προστάζει νὰ καύσουν δεύτερα τὸν λέβητα τόσον πολύ, ὥστε νὰ χωνεύσουν μέσα εἰς αὐτὸν τὰ κόκκαλα τῆς Μάρτυρος. Τοῦτο δὲ ποιήσαντες οἱ δήμιοι, ἔβλεπον τὴν Ἁγίαν, ὅπου ἐστέκετο εἰς τὸν μέσον τοῦ λέβητος ὡς νὰ ἐστέκετο μέσα εἰς δρόσον· ἥτις καὶ εἶπε πρὸς τὸν τύραννον: Βασιλεῦ, ζῇ Κύριος ὁ Θεός! ἄν σὺ μακρὰν αὐτόθι καθήμενος, δὲν αἰσθάνεσαι τὴν καῦσιν τοῦ λέβητος τούτου, οὐδὲ ἐγὼ αἰσθάνομαι αὐτήν. Ὁ δὲ βασιλεὺς θαυμάσας εἰς τοῦτο, ἐσηκώθη ἀπὸ τὸν θρόνον του καὶ ἐπλησίασε. Καὶ ἐγγίσαντος τὴν χεῖρά του εἰς τὸν λέβητα, εὐθὺς ἀπεσπάσθη τὸ δέρμα καὶ τὰ ὀνύχια τῆς χειρός του.
Τότε, ἡ Ἁγία ἐφώναξε μέσα ἀπὸ τὸν λέβητα: Μέγας εἶναι ὀ Θεὸς τῶν Χριστιανῶν. Ὁ δὲ βασιλεὺς τοῦτο ἀκούσας, ἐθυμώθη δυνατά, καὶ προστάζει νὰ καῇ ἕν τηγάνι μεγάλον ἕως νὰ σπινθηροβολῇ, καὶ μέσα εἰς αὐτὸν νὰ βάλουν γυμνὴν τὴν Ἁγίαν· ὅταν λοιπὸν ἐμβῆκεν ἡ Ἁγία εἰς τὸ ἀναμμένο τηγάνι, Ἄγγελος Κυρίου, ὁ φυλάττων αὐτήν, ἐσκόρπισε τὴν φωτίαν ἀπὸ τὸ ἕν καὶ ἀπὸ τὸ ἄλλο μέρος τοῦ τηγανίου. Καὶ τοὺς μὲν παρευθέντας ἐκεῖ κατέκαυσε, τὴν δὲ Ἁγίαν ἐτήρησε μέσα εἰς τὸ τηγάνι ὡς εἰς χλοηφόρον τόπον, ὑμνοῦσαν καὶ δοξάζουσαν εὐχαρίστως πρὸς Κύριον.
Τοῦτο τὸ παράδοξον θαῦμα βλέπων ὁ Ἀνδριανός, ἐτρόμαξε. Καὶ προστάζει νὰ ἐκβάλουν τὴν μάρτυρα ἀπὸ τὸ τηγάνι, φοβούμενος μήπως κατακαῇ καὶ αὐτὸς εἰς τὸ πῦρ· ὅταν λοιπὸν ἐξῆλθεν ἡ Ἁγία, λέγει πρὸς τὸν Ἀνδριανόν: Βασιλεῦ, ἤξευρε, ὅτι ὁ Κύριός μου μὲ ἔκαμε νὰ ὑπνώσω μέσα εἰς τὸ τηγάνι, καὶ λοιπὸν εἶδα εἰς τὸν ὕπνον μου, ὅτι ἐπροσκύνουν τὸν μεγάλον θεὸν Ἡρακλήν. Ὁ δὲ βασιλεὺς τοῦτο ἀκούσας ἐχάρη. Καὶ προστάζει αὐτὴν νὰ ἔμβῃ μέσα εἰς τὸν ἐλληνικὸν ναόν. Εἰσελθούσης δὲ τῆς Ἀγίας καὶ προσευξαμένης εἰς τὸν ἀληθῆ καὶ φιλάνθρωπον Θεόν, εὐθὺς ἔγινε βροντὴ ἀπὸ τὸν Οὐρανόν, καὶ μαζὶ μὲ τὴν βροντὴν ἔπεσαν ὅλα τὰ εἴδωλα, ὅπου εὐρίσκοντο εἰς τὸν ναόν, καὶ κατασυντριφθέντα ἔγιναν ὥσπερ κονιορτός.
Τότε ἡ Ἀγία ἐξῆλθε ἀπὸ τὸν ναὸν καὶ λέγει εἰς τὸν βασιλέα: Ἔμβα, ὦ βασιλεῦ, εἰς τὸν ναόν, καὶ βοήθησον τοῦς θεούς σου, διότι αὐτοὶ ἔπεσαν, καὶ δὲν ἠμπόρουν νὰ ἐγερθῶσιν. Εἰσερχόμενος δὲ ὁ βασιλεύς, καὶ βλέπων τὴν συντριβὴν καὶ τὸν κατακερματισμὸν τῶν εἰδώλων, ἐπρόσταξε νὰ ἀποκεφαλίσουν τὴν Ἁγίαν ἔξω τῆς πόλεως· ἔλαβον λοιπὸν αὐτὴν Θεόδουλος καὶ Θεότιμος οἱ δήμιοι, καὶ ἐξῆλθον τῆς πόλεως. Καὶ ἐπειδὴ ὥρμησαν νὰ ἀποκεφαλίσουν αὐτὴν πρὸ τοῦ νὰ προσευχηθῇ, ἐξηράνθησαν αἱ χεῖρες αὐτῶν· ὅθεν προσπεσόντες εἰς τὴν Ἁγίαν, ἐπίστευσαν ὁλοψύχως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εὐθὺς ἔγιναν ὑγιείς. Παρακαλέσαντες δὲ τὴν Ἁγίαν, νὰ προσευχηθῇ καὶ δι’ αὐτούς, ἵνα παραδώσωσι τὰς ψυχάς των εἰς τὸν Κύριον ἔμπροσθέν της, ἐκοιμήθησαν τὸν αἰώνιον ὕπνον καὶ ἔλαβον μακάριον τέλος· ἔπειτα καὶ ἡ Ἁγία ἐκοιμήθη εἰς τὸν ἴδιον τόπον. Τινὲς δὲ εὐλαβεῖς χριστιανοὶ λαβόντες τὰ τίμια αὐτῶν λείψανα ἐνεταφίασαν αὐτὰ εἰς τὴν πόλιν τῆς Ἐφέσου, ἐν τόπῳ σεμνῷ καὶ τιμίῳ, εἰς δόξαν Πατρός, Υἱοῦ, καὶ Ἁγίου Πνεύματος. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Θεότιμος καὶ Θεόδουλος, οἱ δήμιοι, ἐν εἰρήνῃ τελειοῦνται.
Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ,
τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.

Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων,
ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει.
Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,
δι' ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.
Οὗτοι οἱ Ἅγιοι, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν βασανίζονται. Πρῶτον μὲν διαφόρους βασάνους ὑπὸ Μαξιμιανοῦ βασιλέως ἐν ἔτει 288, ἔπειτα ῥίπτονται μὲσα εἰς λουτρὸν ἀναμμένον, καὶ διαφυλαχθέντες ἀβλαβεῖς ὑπὸ θείου Ἀγγέλου, κόπτονται τοὺς πόδας μὲ πέλεκυν· καὶ ῥιφθέντες μέσα εἰς τὴν πυράν, τελειοῦνται ἐν Κυρίῳ.

Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.
Ὑπῆρχε Χριστὸς τῷ Πετρωνίῳ πέτρα,
ἀνωτέρῳ μένοντι πειρασμῶν βίας.
Ὅπερ δι’ ἐυχῆς εἶχε σαρκὸς τὴν λύσιν,
ἰδοὺ δι’ εὐχῆς λαμβάνει Χαριτίνη.
Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία,
Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης.
Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας,
ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.
Οὗτοι οἱ Ἅγιοι ἦσαν εἰς τὸν καιρὸν Ἀδριανοῦ βασιλέως ἐν ἔτει 117, ἀπὸ τοὺς ὁποίους, ὁ Θαθουὴλ ἦτον ἱερεὺς τῆς δαιμονικῆς πλάνης. Διδαχθεὶς δὲ ἀπὸ ἕνα Ἐπίσκοπον, προσέδραμε εἰς τὴν πίστιν τοῦ Χριστοῦ· ὅθεν διὰ τὴν αἰτίαν ταύτην δέρεται μὲ ῥαβδία ἀπὸ Αὔγαρον τὸν Τοπάρχην, καὶ καίεται εἰς τὰ ὄμματα. Εἶτα, δεθεὶς ὁπίσω τὰς χεῖρας, πλήττεται εἰς τὴν κοιλίαν. Κρεμασθεὶς δὲ ἀπὸ τὴν μίαν χεῖρα, ξέεται καὶ καίεται ὑποκάτω μὲ πῦρ· ἔπειτα, τεθεὶς εἰς ὄργανον μηχανικόν, πριονίζεται ἀπὸ τὴν κεφαλήν. Καὶ φονεύονται μὲ μάχαιραν, ὁμοῦ μὲ τὴν ἀδελφήν του Βεβαίαν.

Ἑξακοσίους Χριστὲ καὶ τρισχιλίους,
σὺν συνάθλοις ἥνωσας Ἀγγέλοις ἄνω
Οὗτοι οἱ Ἅγιοι εὐρέθησαν κεκρυμμένοι εἰς βουνὰ καὶ σπήλαια τῆς Νικομηδείας ἐν ἔτει 290, τοὺς ὁποίους, ἀφ’ οὗ πρότερον ἐβασάνισεν ὁ βασιλεὺς Μαξιμιανὸς μὲ διαφόρους βασάνους, τελευταῖον τοὺς ἐθανάτωσε. Καὶ οὕτω ἔλαβον τῆς ἀθλήσεως τοὺς ἀμαράντους στεφάνους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνθίμου τοῦ ἐν Κεφαλληνίᾳ
Ἄνθιμος ἀνθήσας ἐν οἴκῳ Κυρίου,
ἀνθεῖ θαυμάτων τὴν μυρίπνοον χάριν.
Ὁ Ὅσιος οὗτος ἐγεννήθη ἐν Ληξουρίῳ Κεφαλληνίας τὸ ἔτος 1727 ἐκ γονέων εὐσεβῶν, τὸ ἐπώνυμον Κουρούκλη λαβὼν, ἐν τῷ Ἁγίῳ Βαπτίσματι τὸ ὄνομα Ἀθανάσιος. Ἑπταετὴς ἐτυφλώθη ἐκ τῆς τότε ἐνσκηφάσης ἐπιδημίας τῆς εὐλογίας. Θαυματουργικώς, μετὰ τὴν τέλεσιν τεσσαρακονταλειτούργου ὑπὸ τῆς εὐσεβοῦς μητρὸς τοῦ ἐν νηστεία καὶ προσευχὴ εἰς τὸν Ἱερὸν Ναὸν τῶν Ἁγίων Ἀποστόλων ἐπανέκτησε τὸ φῶς διανοιγέντος τοῦ ἑνὸς ὀφθαλμοῦ. Μετῆλθεν ἐπ᾿ ὀλίγον τὸ ναυτικὸν ἐπάγγελμα, οἷον ἤσκει ὁ πατὴρ τοῦ, κατὰ τὴν διάρκειαν τοῦ ὁποίου ἀπώλεσε τὴν ὅρασιν ἡ ἐμειώθη εἰς τὸ ἐλάχιστον. Εἰς ἡλικίαν 2025 ἐτῶν ἐκάρη Μοναχὸς πιθανῶς εἰς Ἱ. Μονὴν Ἁγ. Παρασκευῆς Λεπέδων Κεφαλληνίας καὶ ἐν συνεχείᾳ μετέβη εἰς Ἅγ. Ὅρος λαβὼν τὸ μέγα σχῆμα. Ἀσκηθεῖς ἐν αὐστηρότητι ἐπὶ τινα ἔτη, ἀνεχώρησε ἐκεῖθεν καὶ διελθὼν τὴν Χίον, Σίφνον, Πάρον καὶ ἄλλας νήσους τῶν Κυκλάδων, ἔφθασεν εἰς Παλαιστίνην πρὸς προσκύνησιν τῶν Ἁγίων Τόπων. Ἔκτοτε ἀρχίζει ἡ Ἱεραποστολικὴ τοῦ δρᾶσις εἰς τὰς Νήσους τοῦ Αἰγαίου καὶ τὴν Πελοπόννησον, καθ᾿ ἧν ἐκήρυττεν καὶ ῲκοδόμει Μονάς. Ἔδρασεν εἰς Καστελλόριζον ὅπου ἔκτισε περίλαμπρον Ἱ. Μονὴν ἀνδρῶαν τοῦ Ἁγ. Γεωργίου καὶ εἰς Ἀστυπάλαιαν ὅπου ἀνήγειρεν Μονὴν γυναικείαν ἐπ᾿ ὀνόματι τῆς Ὑπ. Θεοτ. τῆς Πορταϊτίσσης. Διὸ τὰς δύο ταύτας Μονὰς ᾐτήσατο ἐκ τοῦ Πατριαρχικοὺ Θρόνου τὴν Σταυροπηγιακὴν ἀξίαν, ἥτις καὶ παρεχωρήθη αὐτῷ διὰ τοῦ Σιγγιλίου ἐπὶ ἀοιδίμου Πατριάρχου Ἰωαννικίου Γ᾿ , ἔνθα εὐφήμως μνημονεύεται ὁ βιογραφούμενος Ὅσιος Ἄνθιμος. Τελέσας πλεῖστα θαύματα καὶ νουθετήσας τοὺς πιστοὺς, ἰδίᾳ ἐν Ἀστυπαλαίᾳ, ἀνεκηρύχθη ὑπ᾿ αὐτῶν μετὰ τὴν ἐκδημίαν Τοῦ ὡς προστάτης καὶ τιμᾶται ὡς Πολιοῦχος ἐν τῇ νήσῳ ταύτῃ.
Μετὰ τοὺς καταστρεπτικοὺς σεισμοὺς τῶν ἐτῶν 1766-67 ἐν Κεφαλληνία ἐπεσκέφθη τὴν νῆσον πρὸς ἠθικὴν ἐνίσχυσιν τῶν πασχόντων, ἐγκατασταθεὶς ἐν τῇ ἠρειπωμένῃ Ἱ. Μονὴ Ἁγ. Παρασκευῆς τῶν Λεπέδων, ἥν ἐκ βάθρων ἀνεκαίνισεν, μετέτρεψεν ταύτην εἰς κοινόβιον γυναικεῖον. Ἐκ τῆς Μονῆς ταύτης περιώδευσεν εἰς Πελοπόννησον, τὴν Κρήτην, Κύθηρα καὶ ἄλλας νήσους τῶν Κυκλάδων. Εἰς τὰς τελευταίας δὲ ταύτας νήσους ἀνήγειρεν Ι. Μονάς. Ἐν Σφακίοις Κρήτης τὴν τοῦ Ὁσίου Ἀντωνίου, ἐν Κυθήροις τοῦ Τιμίου Προδρόμου, καὶ ἐν Σικίνῳ τῆς Ζωοδόχου Πηγῆς, τελέσας πλεῖστα θαύματα καὶ διδάξας τοὺς πιστούς.
Ἐχρηματίσθη αὐτῷ ὁ χρόνος τῆς ἐκδημίας τοῦ καὶ ἐπιστρέψας εἰς τὴν Ἱ. Μονὴν Ἅγ. Παρασκευῆς Λεπέδων καὶ νουθετήσας τὰς καλογραίας τῆς Μονῆς, ἐκοιμήθη τὴν 4 Σεπτεμβρίου τοῦ ἔτους 1782 καὶ ἐτάφη ἐκεῖ. Ὁ βιογραφούμενος Ὅσιος ἐκοσμεῖτο καὶ ὑπὸ προορατικοῦ χαρίσματος καὶ ἑαυτὸν ἐδουλαγώγει διὰ αὐστηρῶν πνευματικῶν καὶ σωματικῶν ἀσκήσεων. Οὕτως ἐτελειώθη ὁ Μοναχὸς Ἄνθιμος Κουρούκλης, ἀναδειχθεὶς ἀσκητῆς καὶ ἱεραπόστολος τῆς Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Γεωργίου τουπικλῆν Καρασταμάτη, ἐξ Ἁγίας Παρασκευής Κρήνης Μικρᾶς Ἀσίας. 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Νεομάρτυρος Θεοδώρουν τοῦ Μυτιληναίου, ἐν ἔτει 1967.
Ἐκ λαγόνων γῆς, ἱερῶς ἀνεγάνη,
ἡ σὴ νῦν σορὸς λειψάνων, Νεομάρτυς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

                                  ᾨδὴ ζ´. Οὐκ ἐλατρευσαν.       
κατάφλεκτοι ἐν τῷ πυρὶ ὡράθητε Σέκενδε ἔνδοξε σὺν Σεκενδίκῳ στεῤῥῷ, τὴν δρόσον τοῦ Πνεύματος, ὑποδεχόμενοι, καὶ τελέσαντες, τὸν δρόμον τῆς ἀθλήσεως, ἠριθμήθητε Ἀγγέλοις.
Δυναμούμενος, δυνάμει θείου Πνεύματος, Κήγορε ἔνδοξε, πόνους ὑπέστης πολλούς, συρεὶς ὑπ᾿ ἀγρίων δέ, ἵππων κατήντησας, πρὸς οὐράνιον, νύσσαν τοῦ μαρτυρίου σου, ἐκτελεσας τὸν ἀγῶνα.
ς διήλεγξας, τοῦ δικαστοῦ τὴν ἄνοιαν, ἐνθέῳ στόματι, καὶ παῤῥησίᾳ πολλή, τῷ ξίφει ἐκτέτμησαι, Μάρτυς τὴν κάραν σου, καὶ ἀνέδραμες, πρὸς δόξαν τὴν οὐράνιον, Ἱερουσαλὴμ Ἁγία.
Θεοτοκίον.
Γέλως γέγονα, ἐχθρῷ τῷ πολεμοῦντί με, λόγοις καὶ πράξεσι, καὶ λογισμοῖς πονηροῖς, ἀλλὰ τῇ εὐσπλάγχνῳ Σου, σπεύδων χρηστότητι, ἀνακράζω σοι· τῆς τούτου μὲ ἀπάλλαξον, Θεοτόκε ἐπηρείας.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
χει Βεῤῥοιέων σὲ πόλις, Ἱερουσαλὴμ Μάρτυς ἀήττητε, καύχημα καὶ στήριγμα· ἐν αὐτῇ γὰρ ἤθλησας, σὺν τοῖς ἁγίοις τέκνοις σου, Χριστὸν δοξάσασα· διὸ καὶ τὴν σὴν κάραν τιμῶσα, πόθῳ ἑορτάζει, τὴν ἱεράν σου μνήμην.
ήσεις τοῦ τυράννου τὰς ματαίας, σοφίᾳ τῇ θεϊκῇ καλλωπιζόμενοι, πίστει ἀποπτύσαντες, Μάρτυρες τετράριθμοι, Χριστοῦ τὴν θείαν σάρκωσιν ἀνεκηρύξατε, Σεκένδικε καὶ Σέκενδε μάκαρ, Ἱερουσαλήμ τε, καὶ Κήγορε θεόφρον.
πασαν βασάνων τε καὶ πόνων, ὑπεστητε στεῤῥοψύχως πεῖραν Ἅγιοι, οἰάπερ ἀσώματοι, καὶ ἐχθρὸν τὸν ἄσαρκον, εἰς τέλος ἐκνευρίσαντες χοροῖς συνήφθητε, Ἁγίων Ἀσωμάτων Ἀγγέλων, σὺν αὐτοῖς ὑμνοῦντες, Τριάδα τὴν ἁγίαν.
Θεοτοκίον.
Σάρκα ἐξ ἀχράντων Σου αἱμάτων, ἀτρέπτως ἀναλαβὼν Λόγος ὁ ἄναρχος, ὑπὸ χρόνον γέγονεν, ἅπαντα τὰ χρόνια, πάθη ἡμῶν ἰώμενος, ὁ μόνος εὔσπλαγχνος· διό με παθημάτων χρονίων, λύτρωσαι Παρθένε, ὡς Μήτηρ τοῦ Κυρίου.

ᾨδὴ θ´. Ἅπας γηγενής.
να τῆς ζωῆς, τῆς κρείττονος Ἅγιοι γένησθε μέτοχοι, θάνατον τὸν βίαιον, ἀγαλλομενῃ ψυχῇ ἐδέξασθε, καὶ νικηταὶ ἀνήλθετε πρὸς τὰ οὐράνια, τὴν τοῦ πόθου, πληρῶσιν εὑράμενοι, καὶ χαρὰς ἀϊδίου πληρούμενοι.
Μάρτυρες Χριστοῦ, Βεῤῥοίας καυχήματα, καὶ καλλωπίσματα, Ἱερουσαλὴμ σεμνή, Σέκενδε Κήγορε καὶ Σεκένδικε, μὴ παύσησθε πρεσβεύοντες τῷ Παντοκράτορι, τὴν παροῦσαν, πόλιν πάσης θλίψεως, τὴν τιμῶσαν ὑμᾶς ἀεὶ ῥύεσθαι.
Οἱ περιφανεῖς, ὁπλῖται τῆς πίστεως Σέκενδε Κήγορε, Ἅγιε Σεκένδικε, σὺν τῇ συνάθλῳ ὑμῶν καὶ Μάρτυρι, μητρὶ τοῦτον τὸν ὕμνον μου εὐμενῶς δέξασθε, καὶ πταισμάτων, λύσιν μοι αἰτήσασθε, καὶ παθῶν ψυχοφθόρων ἐκλύτρωσιν.
Θεοτοκίον.
δωρ μοι ζωῆς, πηγὴ χαριτόβρυτε Παρθένε ἄχραντε, βλύσον καὶ κατάσβεσον, τὴν τῶν παθῶν μου φλόγα τὴν ἄσπετον, καὶ μετανοίας δάκρυσι τὸν νοῦν μου καθαρόν, ἵνα εὕρῳ, κάλλος δ᾿ ἀπώλεσα, καὶ τῆς θείας μετάσχω ἐλλάμψεως.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.
Μαρτύρων τὸν τετράριθμον, ἀνυμνήσωμεν δῆμον, σὺν Ἱερουσαλὴμ ὁμοῦ, τοὺς συμμάρτυρας ταύτης, Σεκένδικον σὺν Κηγόρῳ, καὶ τὸν Σέκενδον ἅμα, τοὺς εὐκλεεῖς αὐτῆς βλαστούς, τοὺς μία συμφωνίᾳ τοὺς ἱερούς, ἄθλους διανύσαντας ὁμοψύχως· ὑπὲρ ἡμῶν γὰρ πάντοτε, πρεσβεύουσι τῇ Τριάδι.
Θεοτοκίον.
Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σοῦ αἱμάτων, Θεογεννῆτορ ἄχραντε, Θεοτόκε Παρθένε, ἱκέτευε ὑπὲρ πάντων, τῶν τιμώντων σε πόθῳ, ῥύεσθαι πάσης θλίψεως, καὶ παθῶν ἀκαθάρτων καὶ πειρασμῶν, καὶ διδόναι ἄφεσιν ὧν ἀφρόνως, καθ’ ὥραν ἁμαρτάνομεν, λόγῳ ἔργῳ ἔννοιᾳ.













Αἶνοι. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς καλῶς ἐναθλήσαντες, καὶ Χριστὸν μεγαλύναντες, ἀθληταὶ τετράριθμοι μακαρίζεσθε, ἀσματικοῖς μελῳδήμασιν, Ἱερουσαλὴμ σεμνή, καὶ Σεκένδικε κλεινέ, καὶ θεόληπτε Σέκενδε, μάκαρ Κήγορε, τὰ κατάκαρπα κλήματα ἀμπέλου, τῆς ζωῆς οἱ ἀφθαρσίας, τὸν θεῖον βότρυν περκάζοντες.

Εὐσεβειας τὸ κήρυγμα, ἐν μιμήσει ἐκήρυξας, ἀποστόλων πάνσεμνε θείῳ ἐρωτι, πόλεις καὶ τόπους ἀμείψασα, καὶ Βέῤῥοιαν φθάσασα, σὺν υἱοίς σου τοῖς τρισί, μεθ᾿ ὧν χαίρουσα ἤθλησας, καὶ κατῄσχυνας, τοῦ Βελίαρ ἁπάσας τὰς μεθόδους, Ἱερουσαλὴμ θεόφρον, μετὰ τῶν τέκνων σου ἔνδοξε.

Ἀνυμνείσθωσαν σήμερον, οἱ καλλίνικοι μάρτυρες, οἱ Χριστὸν δοξάσαντες θείοις σκάμμασι, σὺν τῷ Σεκένδῳ Σεκένδικος, τὰ ἄνθη τὰ εὔοσμα, καὶ ὁ Κήγορος ὁμοῦ, καὶ ἡ τούτους βλαστήσασα, καὶ ἐκθρέψασα, καὶ ἀθλήσασα ἅμα στεῤῥοτάτως, Ἱερουσαλὴμ ἡ θεία, ὡς τῆς Τριάδος ὑπέρμαχοι.

Καὶ βασάνοις θλιβόμενοι, καὶ πυρὶ δαπανώμενοι, καὶ ποιναῖς καὶ μάστιξι συντριβόμενοι, καὶ ὑπ’ ἀλόγων συρόμενοι, καὶ ξίφει τεμνόμενοι, οὐκ ἠρνήσασθε Χριστόν, ἀθλοφόροι τετράριθμοι, ἀλλὰ σύσκηνοι, τῶν ἁγίων γεγόνατε ἀγγέλων, καὶ πόλιν Βεῤῥοιέων, ἄθλοις ὑμῶν ἡγιάσατε.

Δόξα. Ἦχος πλ. α΄.
Ἀθλητικῶς ἀγωνισάμενοι, ἐν μιᾷ πίστεως συμφωνίᾳ, τοῦ Χριστοῦ τὸ πάθος ἐδοξάσατε, οἰκειοὶς μέλεσιν ἅγιοι· αὐτῷ γὰρ ἀκολουθήσαντες, σαρκὸς φθειρομένης ὑπερείδετε, καὶ ἀτρέπτῳ καρδίᾳ, πόνοις ὁμιλοῦντες, τῆς εὐσεβείας τὸ κράτος πᾶσιν ἐτρανώσατε, τῶν ἀντικειμένων τὴν ἰσχὺν καθελόντες. Διὸ Βεῤῥοιέων ἡ πόλις, ἐν ὑμῖν καυχάται, καὶ τὴν ἁγίαν ὑμῶν μνήμην, πανδήμως ἑορτάζει. Ἀλλ᾿ ὢ Ἱερουσαλὴμ μακάρια, σὺν τοῖς τρισὶν υἱοῖς σου, Σεκένδῳ Σεκενδίκῳ καὶ Κηγόρῳ, τῇ παναγίᾳ Τριάδι πρεσβεύσατε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Μεγαλυνάριον.
Ὕμνοις εὐφημεισθωσαν ἱεροῖς, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, ἅμα σὺν Κηγόρᾳ, ὁμοῦ καὶ τῷ Σεκένδῳ, οἱ μάρτυρες Κυρίου, οἱ ἀξιαγαστοι.





































ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένοι οὐρανόθεν τὴν χάριν, πάντων πληροῦτε εὐμενῶς τὰς δεήσεις, καὶ τῶν παθῶν ἀπείργετε τὸν τάραχον, Ἱερουσαλὴμ σεμνή, σὺν τοῖς θείοις υἱοίς σου· ὅθεν τοὺς προστρέχοντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ, πειρατηρίων ῥύσασθε δεινῶν, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε...

Ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Λιταῖς σωθείημεν ἀθλοφόρων. Γερασίμου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγραν διοδεύσας.
Λαμπτῆρες τῆς θείας Ἀνατολῆς, Ἱερουσαλήμ τε, σὺν τοῖς τέκνοις σου τοῖς κλεινοῖς, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσι.
Ἰάσεις πηγάζουσα δαψιλεῖς, ἡ θεία σου κάρα, θεραπεύει πᾶσαν ψυχήν, Ἱερουσαλὴμ ὀσιομαρτυς, καὶ τῶν σωμάτων ἰᾶται παθήματα.
Τετρὰς ἀθλοφόρων πανευκλεῶν, ἀεὶ δυσωπεῖτε, θεαρχίαν τὴν τριφαῆ, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ ἀναγκῶν πολυτρόπων ἐκλυτρωσιν.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν ποιητήν, φθορὰς μὲ ἁπάσης, Ἀειπάρθένε Μαριάμ, καὶ ἐκ ψυχοφθόρων νοσημάτων, τῇ σῇ εὐσπλάγχνῳ ῥοπῇ ἀποκάθαρον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰσχυρῶς καθελόντες, τὸν νοητὸν τύραννον, Ἱερουσαλὴμ θείοις ἄθλοις, μετὰ τῶν τέκνων σου, τούτου λυτρώσασθε, τῆς χαλεπῆς κακουργίας, τοὺς θερμῶς προστρέχοντας, ὑμῖν ἑκάστοτε.
Σοῦ τὴν πάντιμον κάραν, ὡς θησαυρὸν ἔχουσα, Ἱερουσαλὴμ μακάρια, ἡ πόλις Βέῤῥοια, καρποῦται πάντοτε, τὴν ἐξ αὐτῆς προϊοῦσαν, χάριν θεοδώρητον, ὕμνον σοι ᾄδουσα.
Συμφωνίᾳ καρδίας, μιᾷ ψυχῇ ἤνυσαν, ὑπὲρ σοῦ οἱ μάρτυρες Λόγε, τὰ θεῖα σκάμματα, ὧν ταῖς δεήσεσιν, ἐν ὁμονοίᾳ καὶ πίστει, ἡμᾶς ἐνδυνάμωσον, ἐμπολιτεύεσθαι.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, καὶ λογικὸν σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ παντοκράτορος, ναόν με ἔργασαι, θεογεννῆτορ Παρθένε, τῆς αὐτοῦ λαμπρότητος, ἵνα δοξάζω σε.
Διάσωσον τετρὰς ἁγίων μαρτύρων πάσης ἀνάγκης, Ἰερουσαλήμ τε μετὰ τῶ τέκνων σου, τοὺς ἐξαιτοῦντας τὴν θείαν ὑμῶν πρεσβείαν.
Ἐπιβλέψον ἐν εὐμένεια...
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Χριστῷ τῳ Θεῶ, μὴ παύσητε πρεσβεύοντες, ὢ Ἱερουσαλήμ, μετὰ τῶν θείων τέκνων σου, διδόναι παθῶν ἴασιν, καὶ δεινῶν συμφορῶν ἀπολύτρωσιν, τοῖς προσιοῦσιν ὑμῖν εὐλαβῶς, καὶ πόθῳ ὑμᾶς ἀεὶ γεραίρουσι.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε,
Θησαυρὸν ὡς θεόσδοτον, Ἱερουσαλὴμ τὴν κάραν σου ἔχοντες, καὶ πιστῶς ταύτῃ προσπίπτοντες, εὐφροσύνης θείας ἐμπιπλάμεθα.
Ἐκ κινδύνων καὶ θλίψεων, Σέκενδε λυτρώσασθε καὶ Σεκένδικε, σὺν Κηγόρῳ τοὺς προστρέχοντας, τῇ θερμῇ πρεσβείᾳ ὑμῶν ἅγιοι.
Ἱλασμὸν ἐξαιτήσασθε, Ἱερουσαλὴμ ἡμῖν σὺν τοῖς τέκνοις σου, καὶ παθὼν τὴν ἀπολύτρωσιν, τοῖς ὑμῶν γεραίρουσι τὴν ἄθλησιν.
Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μεὶνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθορᾶς τὸν νοῦν μου ἐλευθέρωσον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Μάρτυς τοῦ Χριστοῦ, Ἱερουσαλὴμ πανθαύμαστε, ἐκ θανάτου ἁμαρτίας χαλεποῦ, τοὺς προστρέχοντας τῇ σκέπῃ σοῦ ἀπάλλαξον.
Ἔχει πρεσβευτάς, ὑμᾶς Βέῤῥοια πρὸς Κύριον, ὢ τετράριθμοι Τριάδος ἀθληταί' διὰ τοῦτο ὑμῖν σπεύδει μετὰ πίστεως.
Νόσων ψυχικῶν, καὶ σωμάτων ἐκλυτρούμεθα, τῇ πρεσβείᾳ ὑμῶν μάρτυρες Χριστοῦ, διὰ τοῦτο εὐλαβῶς ὑμῖν προσπίπτομεν.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν χρανθεῖσάν μου καρδίαν ἡδοναῖς, ἀποκαθαρὸν τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ´. Τὴν δέησιν.
Θαυμάτων, ἀναβλυστάνουσα χάριν, ὡς θεόθεν δοξασθεῖσα ἄξιως, παῦσον ἡμῶν τὰς ὀδύνας καὶ πόνους, καὶ πειρασμῶν τὰς ἑφόδους ἀνάστειλον, ὢ Ἱερουσαλὴμ σεμνή, τῇ θέρμῃ σου πρεσβείᾳ πρὸς Κύριον.
Λεόντων, τῶν νοητῶν τὴν μανίαν, καθ’ ἕκαστην καθ’ ἡμῶν κινουμένων, τῇ κραταιᾷ ὑμῶν ὄντως πρεσβείᾳ, κατασυντρίψατε ἅγιοι μάρτυρες, καὶ ἐν εἰρήνῃ ἀληθεῖ, καὶ ἀγάπη ἡμᾶς κυβερνήσατε.
Οἱ θεῖοι, τοῦ Βασιλέως τῆς δόξης, στρατιῶται καὶ γενναῖοι ὁπλῖται, σὺν τῷ Σεκένδῳ Σεκένδικε μάκαρ, καὶ τῷ Κηγόρῳ ἡμῶν ἀντιλήπτορες, καὶ Ἱερουσαλὴμ ὁμοῦ, εὐμενῶς τὰς λιτὰς ἡμῶν δέξασθε.
Θεοτοκίον.
Φανεῖσα, τῶν οὐρανῶν πλατυτέρα, τὸν ἀχωρητον ἐν πάσῃ τῇ κτίσει, ἐν τῇ γαστρί σου ἐχώρησας Κόρη, καὶ τοῖς ἀνθρώποις ἀφράστως προήγαγες, στενοχώριας τῶν παθῶν, τοὺς πιστῶς σὲ ὑμνοῦντας ῥυόμενον.
Διάσωσον, τετρὰς ἁγίων μαρτύρων...
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς καθελοῦσα τὸν δόλιον δράκοντα, σὺν τοῖς υἱοῖς μαρτυρίου παλαίσμασιν, Ἱερουσαλὴμ παμμακάριστε, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, τοὺς πίστει καὶ πόθῳ τιμῶντάς σε.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...
Εὐαγγέλιον κατὰ Λουκᾶν
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθήναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἓν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλεησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ὅμιλε θεόληπτε, τῶν τετραρίθμων μαρτύρων, Ἱερουσαλὴμ σεμνή, Σέκενδε καὶ Κήγορε καὶ Σεκένδικε, πειρασμῶν λύσατε, τὰς ἐπαναστάσεις, καὶ εἰρήνην ἀστασίαστον, ἡμῖν αἰτήσασθε, καὶ παθῶν παντοίων τὴν ἴασιν, καὶ τῶν πταισμάτων ἄφεσιν, παρὰ τοῦ τῶν ὅλων δεσπόζοντος, ἡμῖν τοῖς ἐν πίστει, προστρέχουσιν ὑμῶν τῇ ἀρωγῇ, καὶ τὸν ὑμᾶς στεφανώσαντα, Κύριον δοξάζουσι.












ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰονδαιας.
Ὄμβροις θείων χαρίτων, τῆς θερμῆς σοῦ πρεσβείας πρὸς τὸν φιλάνθρωπον, τὸ πῦρ τῶν νοσημάτων, καὶ τῶν παθῶν τὴν φλόγα, ἀθληφορε κατάσβεσον, τῶν ἐκζητούντων πιστῶς, τὴν σὴν ἐπιστασίαν.
Ῥῶσιν δίδοσθε θείαν, καὶ ὑγείαν ψυχῆς τε ὁμοῦ καὶ σώματος, καὶ πᾶσαν εὐεξίαν, καὶ βίου εὐπραγίαν, ἀθλοφόροι αὐτάδελφοι, τοῖς ἀνυμνοῦσιν ὑμῶν, τὰς θείας ἀριστείας.
Ὡς ἐν φύσει καὶ πίστει, ἡνωμένοι ἐν πᾶσιν ἅγιοι μάρτυρες, ἡμᾶς ἐν ὁμονοίᾳ, βιοῦν καὶ πολιτείᾳ, καθαρᾷ ἀξιώσατε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ ἀντιλήψει.
Θεοτοκίον.
Νοῦν μοι σώφρονα δίδου, καὶ κατάνυξιν Κόρη ἐν τῇ καρδίᾳ μου, ὡς ἂν ἐν μετάνοιᾳ, διέλθω τῆς ζωῆς μου, τὸ ὑπόλοιπον ἄχραντε, καὶ τῆς ἀλήκτου χαρᾶς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η´. Τὸν βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, τῷ προστρέχοντι τῇ σῇ πρεσβείᾳ, Ἱερουσαλήμ, ὡς λιμένι ἀκυμάντῳ.
Ἔργοις ἐνθέοις, κατακοσμεῖσθαι ἐν πᾶσιν, ἀξιώσατε ἡμῶν τὴν πολιτείαν, τρίστιχε χορεία, μαρτύρων αὐταδελφων.
Ἀσθενημάτων, ἴασιν δίδοσθε πᾶσι, καὶ ἐκλυτρωσιν πολυειδῶν κινδύνων, μάρτυρες Κυρίου, ἡμῖν ἐκδύσωποῦμεν.
Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς ὀλεθρίου μανίας, τοῦ ἀλάστορος τοῦ κατ’ ἐμοῦ λυττῶντος, καὶ ῥῦσαι τὸν νοῦν μου, τῆς τούτου ἐπηρείας.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἱλέωσαι τὸν κτίστην, ἡμῖν μακαρία, ὡς ἂν πταισμάτων τὴν ἄφεσιν λάβωμεν, καὶ ἐναρετως ἐν κόσμῳ πολιτευσώμεθα.
Μαρτύρων θεῖον στῖφος, πρὸς τῶν μαρτυρίων, τῶν θεϊκῶν τὴν ὁδὸν κατευθύνατε, τοὺς τὴν σεπτὴν ὑμῶν ἄθλησιν μακαρίζοντας.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦντες, θεοειδεῖς ἀθληφοροι τετράριθμοι, ἐκ σκοτασμοὺ παθημάτων ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἐξ ἐννοιῶν ψυχοφθόρων ἀνύψωσον, πρὸς ἀρετῶν ἀναβάσει τὸν νοῦν μου δέομαι.







Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια
Χαίροις τῶν μαρτύρων τετρὰς σεπτή, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε τρισμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις ἀκοίμητοι.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, μετὰ τῶν υἱῶν σου, ἀνδρικῶς Ἱερουσαλήμ, καὶ τῆς ἄνω δόξης, σὺν τούτοις ἠξιώθης, μεθ’ ὧν καὶ εὐμενίζου, ἡμῖν τὸν Κύριον.
Τέσσαρσιν ἐν σώμασιν ἐν μιᾷ, ψυχῇ ἠθληκοτες, ἀληθῶς Ἱερουσαλήμ, μετὰ τῶν υἱῶν σου, ὁμοῦ βραβείων ἴσων, παρὰ τοῦ ἀθλοθέτου, κατηξιώθητε.
Χαίροις αὐταδέλφων τριὰς σεπτή, παῖδες τοῦ Κυρίου, καὶ πανθαύμαστοι ἀθληταί, Σέκενδε τρισμάκαρ, Σεκένδικε θεόφρον, καὶ Κήγορε Τριάδος ὁπλῖται ἄριστοι.
Ῥύσασθε κινδύνων καὶ πειρασμῶν, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε παμμάκαρ, τοὺς τῇ σεπτῇ πρεσβείᾳ, ὑμῶν προστρέχοντας.
Τοὺς ὑμᾶς τιμῶντας πανευλαβῶς, Ἱερουσαλήμ τε, σὺν τοῖς τέκνοις σου τοῖς τρισί, πάσης δυσπραγίας, καὶ πόνων καὶ κινδύνων, φυλάττετε ἀτρώτους, ὑμῶν δεήσεσι.
Πᾶσαι τῶν ἀγγέλων...

Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Στῖφος τετραρίθμων ἀθλητῶν, Ἱερουσαλὴμ μακαρία, μετὰ τῶν τέκνων σου, Κήγορε Σεκένδικε, καὶ θεῖε Σέκενδε, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ἀσινεῖς τηρήσατε, ὑμῶν δεήσεσι, πάντας τοὺς πιστῶς προσιόντας, τῇ σεπτῇ ὑμῶν προστασίᾶ, μάρτυρες Χριστοῦ ἀξιοθαύμαστοι.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου