ΣΕΠΤΕΜΒΡΙΟΥ 7!!
ΑΘΑΝΑΣΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΟΥΛΙΑΚΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀθανασίας
τῷ στέφει καλλωπιζόμενος, καὶ τῶν Μαρτύρων δήμοις, ἀγαλλόμενος Μάρτυς, ἱκέτευε
ἀπαύστως ὑπὲρ ἡμῶν, Ἀθλητὰ Ἀθανάσιε, τῶν ἐκτελούντων τὴν μνήμην σου τὴν σεπτήν,
καὶ τιμώντων σου τὴν ἄθλησιν.
Ἀθανασίας
τὴν χάριν καὶ τὴν λαμπρότητα, ἐν τῇ ζωῇ ἐκφαίνων, καθαρότητι τρόπων, νομίμως
ἠγωνίσω ὑπὲρ Χριστοῦ, Ἀθλητὰ Ἀθανάσιε, τῆς ἀσεβείας τὸ φρύαγμα καθελών, τῇ
ἐνστάσει σου πανεύφημε.
Ἀθανασίας
τὴν τρίβον βαδίζων ἔνδοξε, τῆς ἀθανάτου δόξης, κοινωνὸς ἀνεδείχθης, ἀνδρείως
ὑπομείνας ὑπὲρ Χριστοῦ, δι’ ἀγχόνης τὸν θάνατον, ἀλλὰ δυσώπει ἀπαύστως ὑπὲρ
ἡμῶν, Νεομάρτυς Ἀθανάσιε.
Ἀθανασίας
ἐκλάμπων ταῖς ὡραιότησι, τῇ σῇ πατρίδι δίδου, τὴν θερμὴν ἀρωγήν σου, ὡς ἔχων
παῤῥησίαν πρὸς τὸν Χριστόν, Αθλητὰ Αθανάσιε, ὅτι ἐν σοὶ ἐγκαυχᾶται περιφανῶς,
καὶ γεραίρει σου τὴν ἄθλησιν.
Δόξα.
Ἦχος δ΄.
Ἀγάπῃ
θείᾳ νευρούμενος, τῆς εὐσεβείας τὸ κράτος ὑπέδειξας, ἀθλητικῇ ἐνστάσει,
Νεομάρτυς Ἀθανάσιε, ἀνδρείως γὰρ προείλου τὸ θανεῖν ὑπὲρ Χριστοῦ, ἤ πρόσκαιρον
ἔχειν, ἁμαρτίας ἀπόλαυσιν, ὑπερφρονήσας πάντων τῶν γεηρῶν οὐρανίῳ φρονήματι,
καὶ νῦν ἀθλητικῆς εὐκλείας τυχών, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, Ἀθλητὰ μακάριε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Τὴν
πάνσεπτόν Σου Γέννησιν Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ,
καὶ ἀνθρώπων τὸ γένος, ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας, τοῦ Ποιητοῦ
τῶν ἁπάντων, Χριστοῦ τοῦ Θεοῦ, Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν
εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἑφραθᾶ.
Νέος
ἐν ἀθληταῖς, ὑπὲρ Χριστοῦ ἀθλήσας, ἐν τοῖς ὑστέροις χρόνοις, ὡς ἀληθῶς
ἐδείχθης, θεόφρον Ἀθανάσιε.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Ἄνθος
ὑπεριδών, νεότητος ἐμφρόνως, ὑπὲρ Χριστοῦ προθύμως, τὸν θάνατον ἐδέξω, θεόφρον
Ἀθανάσιε.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου…
Χαίρε
ἡ σὴ πατρίς, τελοῦσά σου τὴν μνήμην, καὶ τῷ σεπτῷ ναῷ σου, ἐν πίστει προσιοῦσα,
θεόφρων Ἀθανάσιε.
Δόξα.
Τριαδικόν.
Ἄναρχε
Παντουργέ, Τρισήλιε Θεότης, λιταῖς Ἀθανασίου, τοῦ νέου Ἀθλοφόρου, εἰρήνευσον
τὸν κόσμον σου.
Καὶ
νῦν. Θεοτοκίον.
Βλάστημα
εὐκλεές, ἐξ Ἄννης ἀνεφύης, Παρθένε Θεοτόκε, διὸ τὴν Γέννησίν σου, χρεωστικῶς
δοξάζομεν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκια.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
θύραθεν σοφίας κεκτημένος τὰς χάριτας, ἐνήθλησας νομίμως Ἀθλητὰ Ἀθανάσιε, καὶ
ἤσχυνας τῆς πλάνης τὴν ὀφρῦν, τὸ ὄνομα δοξάσας τοῦ Χριστοῦ, διὰ τοῦτο πάσης
βλάβης καὶ ἀναγκῶν λυτροῦσαι τοῦς βοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα
τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ
Πύργου ἀγλάϊσμα, καὶ Καμπανίας πυρσός, ἐδείχθης ὡς ἤθλησας, ὑπὲρ Χριστοῦ τοῦ
Θεοῦ, κλεινὲ Ἀθανάσιε, ὅθεν ὡς πολιοῦχον, εὐφημοῦντές σε Μάρτυς, δεόμεθα τοῦ
πρεσβεύειν, τῷ Σωτῆρι τῶν ὅλων, ὑπὲρ τῶν ἀνυμνούντων τὴν θείαν σου Ἄθλησιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἡ
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ
ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν
εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εις δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς
οὐράνιον φρόνημα, ἐσχηκὼς ἐν νεότητι, τὸν ἀγῶνα ἤνυσας τῆς ἀθλήσεως,
μεγαλοφρόνως καὶ ἤσχυνας, τὸν δόλιον δράκοντα, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης
σου στέφανον, Ἀθανάσιε, διὰ τοῦτο τελοῦμέν σου τὴν μνήμην, ὡς Χριστοῦ σε
Ἀθλοφόρον, καὶ ἀριστέα γεραίροντες.
Εὐσεβείας
τοῖς δόγμασι, τεθραμμένος μακάριε, καὶ σοφίας χάριτι σεμνυνόμενος, ὡς νεανίας
θεόληπτος, οὐδόλως ὑπέκυψας, ἀσεβούντων τῇ βουλῇ, ἀλλ’ ἀνδρείως ἐκήρυξας
Ἀθανάσιε, τοῦ Σωτῆρος τὸ ὄνομα τὸ μέγα, ὑπὲρ οὗ καὶ τὴν ἀγχόνην, Μάρτυς ὑπέστης
γηθόμενος.
Οὔτε
ἄνθος νεότητος, οὐ τιμῶν ἡ ἀπόλαυσις, οὔτε δόξα πρόσκαιρος οὔτε θάνατος, τῆς
τοῦ Σωτῆρος ἀγάπης σε, χωρίσαι δεδύνηται, Ἀθανάσιε στεῤῥέ, σὺ γὰρ πάντων
ἀνώτερος ἀναδέδειξαι, ἐν τῇ πίστει Κυρίου καὶ ὑπῆλθες, τῶν Μαρτύρων τοὺς
ἀγῶνας, ἀκαταπλήκτῳ φρονήματι.
Ὥσπερ
ῥόδον πανεύοσμον, καὶ φυτὸν εὐθαλέστατον, καὶ ὡραῖον ὄρπηκα Ἀθανάσιε, ἀθανασίας
καὶ χάριτος, καὶ Μάρτυρα ἔνδοξον, καὶ γενναῖον Ἀθλητήν, τῆς Χριστοῦ παρατάξεως
εὐφημοῦμέν σε, ἐναθλήσαντα χρόνοις ἐν ὑστέροις, καὶ αἰσχύναντα τὴν πλάνην, τῇ
ψυχικῇ σου στεῤῥότητι.
Ταῖς
βολίσι τῶν λόγων σου, τοὺς ἀπίστους κατέτρωσας, καὶ Χριστοῦ τὸ ὄνομα
ἐμεγάλυνας, καὶ μαρτυρίου τὸν δίαυλον, τελέσας ἀνέδραμες, νικηφόρος πρὸς
Χριστόν, δι’ ἀγχόνην δεξάμενος, τέλος ἅγιον, Ἀθανάσιε νέε ἀθλοφόρε, καὶ
Μαρτύρων ταῖς χορείαις, περιφανῶς συνηρίθμησαι.
Ὥσπερ
ἅγιον βλάστημα, καὶ λαμπρὸν ἐγκαλλώπισμα, καὶ μεσίτην μέγιστον πρὸς τὸν Κύριον,
ἡ σὲ βλαστήσασα Ἅγιε, γεραίρει κωμόπολις, καὶ ναόν σοι ἱερόν, εὐλαβῶς
ἀνεγείρασα, ἑορτάζει σου, Ἀθανάσιε μνήμην τὴν ἁγίαν, τὴν θερμήν σου προστασίαν,
ἐκδεχομένη ἑκάστοτε.
Δόξα.
Ἦχος πλ. Β΄.
Σήμερον,
ὁ νέος Ἀθλητὴς Ἀθανάσιος, ἀθανάτοις δωρεαῖς πεποικιλμένος, ὡς ἑωσφόρος φαεινός,
τῇ Ἐκκλησίᾳ ἀνέτειλε, τῷ φωτὶ γὰρ τοῦ Χριστοῦ, καταυγασθεὶς τὴν καρδίαν, τὴν
ὁδὸν τοῦ μαρτυρίου ἀπροσκόπτως ὥδευσε, καὶ τῶν παγίδων τοῦ σκότους ἐῤῥύσθη, ἐν
τῇ ὁμολογίᾳ τῆς πίστεως, ζήλῳ εὐσεβείας γὰρ πυρωθείς, τῶν πάλαι Μαρτύρων
ὁμότροπος ὤφθη, τῶν ἀντικειμένων καθελὼν τὸ φρύαγμα, καὶ διὰ θανάτου, τὴν
ἀθάνατον ζωὴν δρεψάμενος, τῆς αἰωνίου δόξης ἠξίωται, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Σήμερον,
ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ
προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν
φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν
τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα
σοι.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 40, 1 καὶ ἐκλογή)
Τάδε λέγει
Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε
εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς·
λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους
τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς
ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς
λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος
Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ
φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεός, Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω
αὐτούς, ἀλλὰ ἀνοίξω ἐκ τῶν ὀρέων ποταμούς, καὶ ἐν μέσῳ πεδίων πηγάς. Ποιήσω τὴν
ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν,
καὶ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος καὶ
δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς,
καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε ὅτι ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ.
Καὶ ἐὰν διψήσωσι δι' ἐρήμων, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ
οὐ τίκτουσα, ῥῆξον καὶ βοήθησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον,
ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄.
1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται.
Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄.
15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα
δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ
ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε,
δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ἀγάλλου
ἐ Κυρίῳ, ἡ κωμόπολις Πύργος, Ἀθανάσιον τὸν νέον Ἀθλητήν, ὡς ἄνθος εὐωδέστατον,
τῇ Ἐκκλησίᾳ προβάλλουσα, τῆς ἐν Χριστῷ γὰρ ευσεβείς, γεωργήσας τοὺς καρπούς,
τῆς ἀσεβείας καθεῖλε τὴν ἰσχύν, μηδόλως φεισάμενος, τῆς οἰκείας ζωῆς, καὶ ὡς
θῦμα καθαρόν, Κυρίῳ προσενεχθείς, ἀπαύστως πρεσβεύει διδόναι ἡμῖν ἱλασμὸν καὶ
τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Τῇ
θύραθεν γνώσει, ἐπιμελῶς ἐκπαιδευθείς, ἐν τῷ νόμῳ Κυρίου, τὰς πορείας
κατεύθυνας, Ἀθλητὰ Ἀθανάσιε, καὶ ἐν τῷ θείῳ θελήματι, τὰς κινήσεις ῥυθμίζων τοῦ
νοός, πάντα ὡς σκύμβαλα ἡγήσω, δόξαν φθαρτὴν καὶ σώματος ἀκμήν, καὶ προθύμως
προέκρινας, τὸ ὑπὲρ Χριστοῦ μαρτύριον, καὶ γεηραῖς ἐπαγγελίαις μὴ χαυνωθείς,
τυραννικῶν ἀπειλῶν ἀνώτερος ὤφθης, ἀθλητικῇ ἀνδρείᾳ καλλωπιζόμενος, ἀλλ’ ὡς
Μάρτυς τοῦ Χριστοῦ, δόξα καὶ τιμὴ τῆς σῆς πατρίδος, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν
τιμώντων σε.
Ἦχος
γ΄.
Νεανικὴν
ἄγων ἡλικίαν, μαρτυρικὴν ἐπεδείξω ἀνδρείαν, σεαυτὸν ἀπαρνησάμενος Νεομάρτυς
Ἀθανάσιε, καὶ τὴν καλὴν ὁμολογήσας ὁμολογίαν, τῶν τῆς Ἄγαρ υἱῶν ἐφαύλισας τὸ
φρόνημα, ὡς υἱὸς τοῦ φωτός, καὶ τῶν πάλαι Μαρτύρων μιμητής, καὶ τῆς ἀληθοῦς
σοφίας ἑραστὴς μακάριε, καὶ νῦν μαρτυρικῆς ἠξιωμένος λαμπρότητος, σκότους
παθημάτων ἀπάλλαξον, τους σε φαιδρῶς γεραίροντας.
Ἦχος
δ΄.
Τοῦ
φωτὸς ἐνδεδυμένος τὰ ὅπλα, τὸν τοῦ σκότους κατηγωνίσω ἄρχοντα, μαρτυρικοῖς
ἀγῶσι Νεομάρτυς Ἀθανάσιε, νεότητος γὰρ ὥραν ὑπεριδών, τὴν ἀληθῆ εὐκληρίαν
ἐξεζήτησας, ἥν Χριστὸς παρέχει τοῖς ἀγαπήσασιν αὐτόν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ,
πορευθεῖσιν ἀκλινῶς, καὶ τὸν δι’ ἀγχόνης μὴ δείσας θάνατον, τὴν τοῦ πόθου
πλήρωσιν εὗρες, ἀθανάτου ζωῆς ἀξιωθείς, αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς
Χριστὸν πρεσβείαις σου, Ἀθλητὰ μακάριε.
Δόξα.
Ἦχος πλ. Δ΄.
Ἐν
ἀνδρείῳ παραστήματι, καταπλήξας τὸν ἐχθρόν, ἀθλητικῶς ἐδόξασας Ἀθλητὰ Ἀθανάσιε,
τῇ γὰρ πλάνῃ μὴ ὑπενδούς, δυνατωτέραν πᾶσιν ἔδειξας, τῆς εὐσεβείας τὴν δύναμιν,
ἐν ὥρᾳ νεότητος, τὸν ὑπὲρ Χριστοῦ θάνατον ἡδέως δεξάμενος. Καὶ νῦν ἀθανάτων
ἀμοιβῶν κοινωνὸς χρηματίζων, ἱκέτευε δεόμεθα σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἐν
εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος
Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ
ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς
ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν
αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ,
χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ Νεομάρτυς Χριστοῦ, τῆς κωμοπόλεως τοῦ Πύργου ἀγλάϊσμα, τὸ κλέος τῆς
Καμπανίας, καὶ πρὸς Θεὸν πρεσβευτῆς, Μακεδόνων νέον ἐγκαλλώπισμα, κλεινὲ
Ἀθανάσιε, Αθλητῶν ἰσοστάσιε, εὔχρηστον σκεῦος, τῆς σοφίας τὸ θύραθεν, καὶ τῆς
ἄνωθεν, ἐπιπνοίας θησαύρισμα, κρίνον τὸ εὐωδέστατον, καὶ ῥόδον μυρίπνοον, τὸ
κατευφραῖνον καρδίας, τῇ εὐωδίᾳ τῆς χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Γνώσει,
κεκοσμημένος λαμπρᾷ, ὥσπερ ἀγχίνους νεανίας μακάριε, τὸν δόλον τοῦ παλαιμναίου,
σοφῷ διέγνως νοΐ, καὶ ἐχθρῶν ἀπώσω ἅπαν δέλεαρ, ἐντεῦθεν διέδραμες, μαρτυρίου
τὸ στάδιον, τὴν τῶν Μαρτύρων ἀρετὴν ἐκμιμούμενος, Ἀθανάσιε, ἀνενδότῳ φρονήματι,
ὅθεν τῆς δόξης μέτοχος, αὐτῶν ἀναδέδειξαι, καλῶς τελέσας τὸν δρόμον, τῆς ἱερᾶς
σου ἀθλήσεως, μεθ’ ὧν καὶ δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου…
Χαίροις,
ὁ δι ἀγάπην Χριστοῦ, ἄνθος νεότητος καὶ δόξαν τὴν ῥέουσαν, καὶ πάντα τὰ ἐν τῷ
κόσμῳ, ἡδέα τε καὶ τερπνά, οὐρανίῳ πόθῳ ἀπωσάμενος, κλεινὲ Ἀθανάσιε, καὶ
προθύμως δεξάμενος, τὸν δ’ ἀγχόνης, βιαιότατον θάνατον, ὅθεν ἔδραμες, πρὸς ζωὴν
τὴν ἀθάνατον, στέφος τὸ ἀμαράντινον, ἀξίως δεξάμενος, ἐκ τῆς χειρὸς τοῦ Κυρίου,
ὡς Ἀθλοφόρος περίδοξος, ὅν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. Δ΄.
Ἀθλητικὴν
ἀνθηφορήσας δόξαν, εὐσεβείας ἀρότρῳ, καρποὺς ἡδίστους τῇ Ἐκκλησίᾳ προσάγεις
Νεομάρτυς Ἀθανάσιε, ὧν ὁ θεῖος γλυκασμός, πλάνης πικρίαν ἀποπαύει, καὶ τῶν
πιστῶν διεγείρει τὰς ψυχάς, πρὸς μετοχὴν τῆς θείας χρηστότητος, νομίμως γὰρ
ἤθλησας, τὸν κάλλιστον ἀγῶνα, καὶ ἐπαξίως δεδόξασαι, ἀθανάτοις ἀμοιβαῖς, Χριστὸν
ἡμῖν ἱλεούμενος, Ἀθλητὰ μακάριε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δεῦτε
ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς
προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν
βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν
δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ
ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ
ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός
θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ
φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου
πανάμωμον γέννησιν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκια.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
θύραθεν σοφίας κεκτημένος τὰς χάριτας, ἐνήθλησας νομίμως Ἀθλητὰ Ἀθανάσιε, καὶ
ἤσχυνας τῆς πλάνης τὴν ὀφρῦν, τὸ ὄνομα δοξάσας τοῦ Χριστοῦ, διὰ τοῦτο πάσης
βλάβης καὶ ἀναγκῶν λυτροῦσαι τοῦς βοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα
τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ
Πύργου ἀγλάϊσμα, καὶ Καμπανίας πυρσός, ἐδείχθης ὡς ἤθλησας, ὑπὲρ Χριστοῦ τοῦ
Θεοῦ, κλεινὲ Ἀθανάσιε, ὅθεν ὡς πολιοῦχον, εὐφημοῦντές σε Μάρτυς, δεόμεθα τοῦ
πρεσβεύειν, τῷ Σωτῆρι τῶν ὅλων, ὑπὲρ τῶν ἀνυμνούντων τὴν θείαν σου Ἄθλησιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἡ
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ
ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν
εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς
νέον Ἀθλητήν, καὶ Χριστοῦ στρατιώτην, ὑμνοῦμέν σε φαιδρῶς, Ἀθανάσιε Μάρτυς, τὴν
μνήμην σου γεραίροντες, καὶ πιστῶς ἐκβοῶμέν σοι· Ἀεὶ πρέσβευε, τῷ Ἀθλοθέτῃ
Κυρίῳ, δοῦναι ἔλεος, καὶ τῶν πταισμάτων τὴν λύσιν, τοῖς σὲ μακαρίζουσι.
Δόξα.
Καὶ νῦν. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον
Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ
καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος
Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν
βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Μετὰ τὴν β΄ στιχολογίαν,
κάθισμα. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς
νεόφωτον ἄστρον κόσμῳ ἀνέτειλας, Ἀθανάσιε Μάρτυς ἐκ Μακεδόνων τῆς γῆς, καὶ
πυρσεύεις τῷ φωτὶ τῆς σῆς ἀθλήσεως, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἑορτάζουσαν
λαμπρῶς, τὴν μνήμην σου τὴν ἁγίαν, καὶ τὸν Σωτῆρα ὑμνοῦσαν, τὸν στεφανώσαντά σε
Ἅγιε.
Δόξα.
Καὶ νῦν. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐκ
τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον
ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ
ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα
πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς
ἡμῶν.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τὸ
δι’ ἀγχόνης ὑποστὰς ἅγιον τέλος, ὑπὲρ ἀγάπης τοῦ Σωτῆρος Ἀθλοφόρε, τοῦ Βελίαρ
ἀπηγχόνισας τὰς δυνάμεις, καὶ χαίρων πρὸς τὰς οἰκήσεις τῶν οὐρανῶν, ἀνῆλθες
τροπαιοφόρος καὶ Ἀθλητῶν, ταῖς χορείαις ἠρίθμησαι, καθικετεύων ἐκτενῶς, ὑπὲρ
τῶν ἐκβοώντων σοι· Χαίροις Μάρτυς Ἀθανάσιε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀγαλλιάσθω
οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη
ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ
Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης
Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄
ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου…
Εὐαγγέλιον τὸ ἐν τῷ ὄρθῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Τῆς
ἀληθείας τῇ γνώσει ὠχυρωμένος τὸν νοῦν, τῆς ἀπάτης καθεῖλες τὸ ὀχύρωμα, τῷ
μοχλῷ τῶν ἀγώνων, Ἀθλητὰ Ἀθανάσιε, καὶ τῆς ἀθανασίας τῷ φωτὶ ἀτενίζων, τὰ τοῦ
σκότους διέβης προσκόμματα, καὶ ταῖς τῶν Ἁγίων προσεχώρησας λαμπρότησι, μεθ’ ὧν
πρέσβευε Κυρίῳ, Νεομάρτυς ἔνδοξε, τοὺς σὲ μακαρίζοντας.
Εἶτα οἱ κανόνες τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου φέρων τὴν ἀκροστιχίδα: Ἀθανάσιε χαῖρε πολλάκις. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀθάνατον εὔκλειαν, ἀπολαβὼν
Ἀθανάσιε, φωτί με καταύγασον, τῆς σῆς λαμπρότητος, ἵνα μέλψω σου, τὴν φωτοφόρον
μνήμην, καὶ τὰ τῆς ἀθλήσεως Μάρτυς παλαίσματα.
Θεὸν τὸν ἀθάνατον, Χριστὸν
τὸν πάντων δεσπόζοντα, ἐμφρόνως ἠγάπησας, νοῦ καθαρότητι, καὶ ἐνήθλησας, ὑπὲρ
αὐτοῦ ἀνδρείως, στεῤῥὲ Ἀθανάσιε, ὑστέροις ἔτεσιν.
Ἀγάλλεται σήμερον, ἡ σὴ
πατρὶς Ἀθανάσιε, τελοῦσα τὴν μνήμην σου, καὶ ἐκβοῶσά σοι· Σύ μου καύχημα, καὶ
τεῖχος Νεομάρτυς, διό με ἀπάλλαττε πάσης στενώσεως.
Θεοτοκίον.
Ναὸς φωτοστόλιστος, καὶ
φωτοφόρον παλάτιον, τοῦ πάντων δεσπόζοντος οὖσα πανάμωμε, οἶκον δεῖξόν με,
αὐτοῦ τῆς ἐνεργείας, τὸν νοῦν μου καθαίρουσα πάσης φαυλότητος.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἀστὴρ
ὡς νεόφωτος ἐκλάμπεις, ἀθλήσας στεῤῥῶς ὑπὲρ Χριστοῦ, τῇ Ἐκκλησίᾳ ἔνδοξε, καὶ
ἄθλων ταῖς λαμπρότησι, πυρσεύεις Ἀθανάσιε, τῶν εὐσεβῶν τὰ πληρώματα.
Στεῤῥῶς
ἀντετάξω τοῖς διώκταις, ἐρείσας τὰς βάσεις τῆς ψυχῆς, τῇ πέτρᾳ τῇ τῆς πίστεως,
θεόφρον Ἀθανάσιε, καὶ τὴν ἀγχόνην ἤνεγκας, ὑπὲρ Χριστοῦ καρτερώτατα.
Ἰδοὺ
ἡ πατρίς σου Νεομάρτυς, τελεῖ ἐν ὡδαῖς πνευματικαῖς, τὴν φωτοφόρον μνήμην σου,
τοὺς ἄθλους σου γεραίρουσα, δι’ ὧν Χριστὸν ἐδόξασας, μαρτυρικῶς Ἀθανάσιε.
Θεοτοκίον.
Ἐτέχθη ἁγνῶν σου ἐξ
αἱμάτων, ὁ Λόγος Πατρὸς ὁ συμφυής, δίχα τροπῆς καὶ φύρσεως, καὶ ἀλογίαν ἅπασαν,
τὴν τῆς ἀρᾶς ἰάσατο, ἡμῶν δι’ ἔλεος Ἄχραντε.
Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ιωσήφ.
Νέος
ὤφθης Ἀθλητής, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἀριστεύσας εὐσεβῶς, καὶ καταισχύνας τὸν
ἐχθρόν, τῇ σῇ ἀθλήσει Ἀθανάσιε θεόφρον, ὅθεν ὁ Χριστός, ὁ τοὺς ἀγῶνάς σου,
δεξάμενος σοφέ, στέφει ἀφθάρτῳ σε, περιφανῶς κατέστεψε παμμάκαρ, καὶ θείᾳ δόξῃ
ἐδόξασεν, ὅν ἐκδυσώπει, ὑπὲρ τῶν πίστει ἑορταζόντων τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἡ
Παρθένος Μαριάμ…
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Χαίρων ἔστης πρὸ τυράννων,
Ἀθλητὰ Ἀθανάσιε, μηδαμῶς τὸ τούτων, κράτος καὶ μανίαν πτοούμενος, καὶ τοῦ
Σωτῆρος ἐκήρυξας τὸ ὄνομα, πρὸς Ὅν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ἄγει Μάρτυς ἡ πατρίς σου,
ἐν τῇ θείᾳ ἀθλήσει σου, ἑορτὴν ἁγίαν, τῇ σῇ προστασίᾳ προστρέχουσα, ἥν ἀπὸ
πάσης διάσωζε κακώσεως, Ἀθανάσιε, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.
Ἰσχὺν θείαν κεκτημένος, ἐν
νεότητι σώματος, τὴν ἰσχὺν τῆς πλάνης, καὶ τὴν τοῦ ἀλάστορος δύναμιν,
καταπεπάτηκας Μάρτυς Ἀθανάσιε, πρὸς ἀθάνατον σπεύδων ζωὴν καὶ λαμπρότητα.
Θεοτοκίον.
Ῥυπωθεὶς ταῖς ἁμαρτίαις,
τὴν ψυχήν μου ἐμόλυνα, ἀλλὰ σὺ Παρθένε, οἵα τοῦ ἐλέους θησαύρισμα, τῶν
οἰκτιρμῶν σου τοῖς ῥείθροις ἀποκάθαρον, τὴν καρδίαν μου, ἐκ τοῦ βορβόρου τῶν
ἔργων μου.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐν ὥρᾳ νεότητος, ἐδέξω τὸ
μαρτύριον, γνώμῃ θεολήπτῳ Ἀθλοφόρε, δόξαν καὶ πλοῦτον ὑπεριδὼν ὡς φθαρτά, καὶ
τῶν πάλαι θείων ἀθλητῶν, ὤφθης ἰσοστάσιος, καθελὼν τὸν ἀντίπαλον.
Ποινῶν οὐκ ἐφρόντισας, οὐδὲ
εἱρκτῆς τὴν κάθειρξιν, οὐ θυμὸν κατέπτηξας τυράννων, ἀλλ’ εὐγενίᾳ ψυχῆς
ἀνώτερος, πάντων ἀνεδείχθης τῶν δεινῶν, Μάρτυς Ἀθανάσιε, καὶ νομίμως ἠγώνισαι.
Ὁ νέος ἐν Μάρτυσιν, ὁπλίτης
Ἀθανάσιος, τῆς ἀθανασίας θεῖον ἄνθος, Μακεδονίας τὸ ἐγκαλλώπισμα, καὶ βλαστὸς
τοῦ Πύργου ὁ σεπτός, ἀνυμνείσθω σήμερον, ἱεροῖς μελῳδήμασι.
Θεοτοκίον.
Λυχνία πολύφωτε, τῶν δωρεῶν
τοῦ Πνεύματος, Κεχαριτωμένη Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου πάθεσι,
λάμπρυνον τῇ σῇ ἐπισκοπῇ, καὶ τὸν νοῦν μου ὕψωσον, πρὸς τὴν θείαν ἀγάπησιν.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Λάμπων σοφίας ταῖς χάρισι,
καὶ ὥρᾳ τῆς νεότητος Ἅγιε, λαμπρῶς ἐνήθλησας, ὑπὲρ Χριστοῦ Ἀθανάσιε, καὶ
ἀθανάτου δόξης ὤφθης συμμέτοχος.
Ἀγαλλιᾶται τῇ δόξῃ σου, ὁ
Πύργος ἡ πατρίς σου καὶ γάνυται, ἐπὶ τῇ μνήμῃ σου Μάρτυς σοφὲ Ἀθανάσιε,
προστάτην κεκτημένη καὶ πολιοῦχόν σε.
Καταβαλὼν τὸν ἀντίπαλον,
ὑπέστης δι’ ἀγχόνης τὸν θάνατον, ὡς ἄλλου πάσχοντος, καὶ πρὸς ζωὴν τὴν
ἀθάνατον, μετέστης Ἀθανάσιε ἀγαλλόμενος.
Θεοτοκίον.
Ἰσχύν μοι ἄνωθεν βράβευσον,
πατεῖν τὰ πονηρὰ μηχανήματα, τοῦ πολεμήτορος, καὶ πολιτεύεσθαι Ἄχραντε, ἐν φόβῳ
τοῦ Κυρίου καὶ σεμνοῖς ἤθεσι.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Μαρτυρίαν
ἤνυσας, γνώμῃ ἐνθέῳ τὸν δρόμον, καὶ στεφάνων ἔτυχες, τῶν ἀθανάτων ἀξίως, ὅθεν
σε, ὡς τοῦ Σωτῆρος Μάρτυρα νέον, μέλποντες, τὴν ἄθλησίν σου ἀνευφημοῦμεν,
Ἀθανάσιε θεόφρον, τὸν στεφοδότην Χριστὸν δοξάζοντες.
Ὁ
Οἶκος.
Ὥσπερ
ἄνθος εὐῶδες ἐξήνθησας, τῷ λειμῶνι τῆς πίστεως Ἅγιε, εὐωδιάζων τοὺς πιστούς, ἀρώμασι
τοῖς νοητοῖς, τῆς σῆς ὑπὲρ Χριστοῦ ἁγίας μαρτυρίας, τούτου γὰρ τὸ σωτήριον
ὄνομα, ἐπὶ ἀπίστων τυράννων καὶ κριτῶν ὁμολόγησας, τῶν πάλαι Ἀθλητῶν τῆς
εὐσεβείας, χαρακτηρίσας τὴν ἀξιύμνητον ἀνδρείαν καὶ παῤῥησίαν, καὶ ἀνώτερος
ποινῶν, καὶ ἀπειλῶν καὶ ἐπαγγελιῶν, ὡς τῷ Σωτῆρι Χριστῷ τὸ νοΐ ἀτενίζων,
γενόμενος Ἀθανάσιε, ὡς ἀπαρχὴν ἀθανάτου ζωῆς, τὸν δι’ ἀγχόνης ἐδέξω θάνατον,
διὸ φιλομαρτύρων χοροί, τὴν μακαρίαν σου ἀνυμνοῦμεν ἄθλησιν, τὸν στεφοδότην
Χριστὸν δοξάζοντες.
Συναξάριον.
Τῇ
η΄ τοῦ αὐτὸς μηνός, τὸ Γεννέθλιον τῆς Ὑπεραγίας
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Πάσας ἀληθῶς
Ἄννα νικᾷς μητέρας,
Μήτηρ ἕως ἄν
σὴ γένηται θυγάτηρ.
Ἧς
ὁ πατὴρ Ἰωακείμ, ἐκ βασιλικῆς φυλῆς εἷλκε τὸ γένος. Οὗτος εἰ καὶ διπλᾶ τὰ δῶρα
αυτοῦ τῷ Θεῷ προσέφερεν, ὡς φιλόθεος καὶ πλούσιος, ἀλλὰ τὴν ἀπαιδίαν
ὠνειδίζετο. Ἐπὶ τούτῳ δηχθεὶς τὴν καρδίαν, αὐτὸς μὲν ἐν τῷ ὄρει, ἡ δὲ τούτου
σύνευνος Ἄννα ἐν τῷ παραδείσῳ δάκρυσι τὸν Θεὸν ἱκέτευον. Ὅς καὶ παρέσχεν αὐτοῖς
καρπὸν κοιλίας ἅγιον, τὴν Ὑπεραγίαν Θεοτόκον. Ἵνα δὲ καὶ τῆς Ἄννης ἐξ ἑκατέρων
τῶν μερῶν ἴδωμεν τὰ γνωρίσματα τὸ ἀκριβὲς διηγήσομαι.
Εἰκοστὸς
τρίτος ἀπὸ γένους Δαβίδ, καὶ Σολομῶντος εὑρίσκεται ὁ Ματθάν, ὅς ἔγημε Μαρίαν ἐκ
τῆς Ἰούδα φυλῆς καὶ ἐγέννησεν Ἰακώβ, τὸν πατέρα Ἰωσὴφ τοῦ τέκτονος, καὶ
θυγατέρας τρεῖς· Μαρίαν, Σωβήν, καὶ Ἄνναν. Καὶ ἡ μὲν Μαρία γεννᾷ Σαλώμην τὴν
μαῖαν, ἡ δὲ Σωβὴ γεννᾷ τὴν Ἐλισάβετ, ἡ δὲ Ἄννα γεννᾷ τὴν Θεοτόκον, ὡς εἶναι τὴν
Θεοτόκον, ἐγγονὴν Ματθάν, καὶ Μαρίας τῆς γυναικὸς αὐτοῦ, τὴν δὲ Ἐλισάβετ καὶ
τὴν Σαλώμην ἀνεψιὰς μὲν τῆς Ἄννης, ἐξαδέλφας δὲ τῆς Θεοτόκου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος
Ἀθανασίου τοῦ ἐκ Κουλιακιᾶς (νῦν δὲ Πύργου) καταγομένου, καὶ ἐν Θεσσαλονίκῃ
ἀθλήσαντος ἐν ἔτει αψοδ΄ (1774).
Ἀθανασίῳ
ἀγχόνῃ ὤφθη κλίμαξ,
Δι’ ἧς
ἀνῆλθεν οὐρανοῦ εἰς τὸ πλάτος.
Ἀθανάσιος
θεόφρων ὀγδοάτῃ τέτληκε βρόχον.
Οὗτος
ἧν ἔκ τινος κωμοπόλεως ἧτις πάλαι μὲν ἐκαλεῖτο Κουλιακιὰ ἤ Χαλάστρα, νῦν δὲ
κέκληται Πύργος, ἐγγὺς οὖσα τῆς Θεσσαλονίκης. Γονεῖς ἔσχεν εὐσεβεῖς καὶ
εὐπόρους ὤν ἡ κλῆσις Πολύχρους καὶ Λουλούδα, παρ’ ὤν ἀνατραφεὶς ἐν παιδείᾳ καὶ
νουθεσίᾳ Κυρίου, ἐξεπαιδεύθη ἐν τῇ τότε γνώσει λιπαρῶς, εὐφυΐᾳ γὰρ νοὸς
ἐκοσμεῖτο καὶ ἤθεσι σεμνοῖς ἐσεμνύνετο, διὸ καὶ ἐμαθήτευσεν ἐν Θεσσαλονίκῃ,
παρ’ Ἀθανασίῳ τῷ Παρίῳ καὶ ἐν τῇ τοῦ Ἄθῳ Σχολῇ, παρὰ σοφοῖς διδασκάλοις.
Συκοφαντηθεὶς ἔκ τινων Ἀγαρηνῶν ἐν τῇ πατρίδι αὐτοῦ διά τινα διάλογον, ἐνήχθη
ἐν Θεσσαλονίκῃ τῷ κριτῇ, παρ’ οὗ ἐξεβιάσθη πρὸς ἐξόμοσιν. Ἀλλ’ ὁ μακάριος,
θαρσαλεότητι πολλῇ ὡμολόγησε τὴν εἰς Χριστὸν πίστιν καὶ ὁμολογίαν, καὶ μηδόλως
ὑπενδοὺς κολακείαις καὶ ἀπειλαῖς ποινῶν, ὑπέστη τὸν δι’ ἀγχόνης θάνατον τῇ η΄
Σεπτεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους αψοδ΄, τὸ κε΄ ἔτος τῆς ἡλικίας ἄγων, ἐν
πόλει Θεσσαλονίκῃ καὶ ἐνεταφιάσθη ὑπό τινων Χριστιανῶν ἐν τῇ περιοχῇ τῆς Ἁγίας
Παρασκευῆς.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι αὐτάδελφοι Ῥοῦφος καὶ
Ῥουφιανός, ξίφει τελειοῦνται.
Κλίνων ἑαυτὸν
Ῥουφιανὸς τῷ ξίφει,
Μένω σε φησί,
Ῥοῦφε μὴ μέλλῃς ἕπου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεβῆρος ξίφει τελειοῦται.
Ἕτοιμός εἰμι
πρὸς τὸ πᾶν οἴσειν πάθος,
Σεβῆρος εἶπε·
καὶ τὶ προς με τὸ ξίφος;
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀρτεμίδωρος πυρὶ τελειοῦται.
Ἀρτεμίδωρος
ὡς καθάλλεσθαι σθένει,
Καὶ τοῦ πυρὸς
φλέγοντος ἔργῳ δεικνύει.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Σωφρονίου, ἐπισκόπου
Ἀχταλείας τῆς Ἰβηρίας.
Ταῖς τῆς Ὑπεραγίας Μητρός
Σου Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Στόμα ἤνοιξας, τὸ σὸν καὶ
ὡμολόγησας, Χριστὸν τὸν Κύριον, ἐπὶ ἀπίστων κριτῶν, σοφὲ Ἀθανάσιε,
ἀποσκοπούμενος, τὴν λαμπρότητα, τὴν μέλλουσαν ἥν δίδωσιν, ὁ Σωτὴρ τοῖς αὐτοῦ
φίλοις.
Γόνος ἅγιος, τοῦ Πύργου
Ἀθανάσιε, πέλων ἠγώνισαι, ὑπὲρ Χριστοῦ ἀνδρικῶς, καὶ τούτῳ προσήνεξαι, ὡς θῦμα
ἄμωμον, ὅθεν τέρπεται, ἡ σὴ πατρὶς γεραίρουσα, τὴν λαμπράν σου ἀριστείαν.
Ἐθανάτωσας, ἐχθρὸν τὸν
πολυμήχανον, τὸν ἐπελθόντα σοι, ὑπὲρ Χριστοῦ τοῦ Θεού, δεξάμενος θάνατον,
στεῤῥῷ φρονήματι, Ἀθανάσιε, διὸ ὁ πάντων Κύριος, αἰωνίως σὲ δοξάζει.
Θεοτοκίον.
Ῥάβδος πέφηνας, Ἁγνὴ
θεοβλαστούργητος, ὡς ἄνθος εὔοσμον, ὡς Ἠσαΐας φησί, Χριστὸν ἐξανθήσασα, ὑπὲρ
κατάληψιν, κόσμῳ πνεύσαντα, ὀσμῆς ζωῆς τῆς κρείττονος, καὶ τὴν θείαν εὐωδίαν.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἄθλησιν ἠγώνισαι ἁγίαν,
ὑστέροις ἐν τοῖς καιροῖς ὦ Ἀθανάσιε, τῶν πάλαι ἑπόμενος, Αθλητῶν τοῖς ἴχνεσι,
μεθ’ ὧν νῦν ἀγαλλόμενος καὶ ἀξιούμενος, ἀῤῥήτων ἀγαθῶν Νεομάρτυς, μέμνησο τῶν
πίστει, τελούντων σου τὴν μνήμην.
Σθένος θεϊκὸν ἐνδεδυμένος,
οὐδόλως ἐν ἀσθενείᾳ Μάρτυς φύσεως, ἀπειλὰς καὶ μάστιγας, καὶ εἱρκτὰς
κατέπτηξας, ἀλλ’ ἀνδρικῷ φρονήματι ἄτρεπτος ἔμεινας, ἐν πᾶσι τοῖς δεινοῖς
Ἀθλοφόρου, Κύριον δοξάζων, τὸν σὲ ἐνδυναμοῦντα.
Ἴθυνας ψυχῆς σου τὰς
πορείας, πρὸς μόνον τῶν ἐφετῶν τὸ ἄκρον Ἅγιε, ὅθεν καὶ τὸν θάνατον, καρτερῶς
ὑπέμεινας, καὶ ἀπαγχονιζόμενος Κυρίῳ ἔλεγες, Δέξαι μου ὦ Σῶτερ τὸ πνεῦμα, καὶ
ταῖς τῶν Μαρτύρων κατάταξον χορείαις.
Θεοτοκίον.
Μήτηρ καὶ Παρθένος
καθωράθης, τεκοῦσα σωματικῶς τὸν ἀπερίληπτον, ὡς αὐτὸς ἠθέλησε μόνη Ἀειπάρθενε,
καὶ τὸν Ἀδὰμ ἐρῥύσατο τῆς πάλαι πτώσεως, διό σου τὰ πολλὰ μεγαλεῖα, Κόρη
ἀνυμνοῦμεν, οἱ διὰ σοῦ σωθέντες.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ὅρμῳ τῆς ζωῆς, τῆς ἄνω
προσώρμησαι, αὔραις τοῦ Πνεύματος ἀκυμάντως Ἅγιε, τοῦ μαρτυρίου πλεύσας τὸ
πέλαγος καὶ ἀθανάτου λήξεως ἐπιλαβόμενος, σὺν Μαρτύρων δήμοις Ἀθανάσιε, καθορὰς
τοῦ Χριστοῦ τὴν λαμπρότητα.
Ὕψωσας τὸν νοῦν, πρὸς μόνον
τὸν Ὕψιστον ἐνθέῳ ἔρωτι, Μάρτυς Ἀθανάσιε, καὶ τὴν ἀγχόνην στεῤῥῶς ὑπέμεινας,
ἀπάγξας τοὺς παράφρονας τῇ καρτερίᾳ σου, διὰ τοῦτο ἀκηράτῳ στέφει σε, ὁ Χριστὸς
ἐστεφάνωσεν Ἅγιε.
Μάρτυς
ἀληθής, Χριστοῦ ἀναδέδειξαι, ἀθλήσας ἄριστα, μάκαρ Ἀθανάσιε, διὸ τοὺς πίστει σε
μακαρίζοντας, ῥῦσαι ἐκ πάσης θλίψεως καὶ περιστάσεως, καὶ νοός μου, λῦσον τὴν
σκοτόμαιναν, τῷ φωτὶ τῶν θερμῶν σου δεήσεων.
Θεοτοκίον.
Μέγα
καὶ φρικτόν, τῆς κυοφορίας σου, τὴν ὑπὲρ ἔννοιαν, ὄντως τὸ μυστήριον, ὑπάρχει
Κόρη θεοχαρίτωτε, Θεὸν γὰρ ἐσωμάτωσας τὸν Ὑπερούσιον, ὅν δυσώπει σῶσαι τὰς
ψυχὰς ἡμῶν, τῶν ὑμνούντων τὴν ἄφραστον δόξαν σου.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικῶς
ἐδόξασας, ἐν τοῖς ὑστέροις ἔτσι, τὸν Βασιλέα τῆς δόξης, τῇ καρτερᾷ ἐνστάσει
σου, διό σε Ἀθανάσιε, ὡς Ἀθλητὴν ἀήττητον, ὁ Κύριος ἐδόξασε, καὶ τῆς αὐτοῦ
βασιλείας, ἀνέδειξε κληρονόμον.
Τῆς
Ἑορτῆς. Ὅμοιον.
Ἀγάλλονται
τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία,
καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας
ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.
Εἰς
τοὺς αἴνους. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄνθος
ἡλικίας παριδών, καὶ τερπνῶν ἁπάντων μακρύνας, νοΐ θεόφρονι, Μάρτυς Ἀθανάσιε,
χαίρων ἐχώρησας, πρὸς ἀθλήσεως σκάμματα, καὶ κατηγωνίσω, πᾶσαν τὴν ἀντίπαλον,
ἐχθρῶν παράταξιν, ὅθεν τὰ βραβεῖα τῆς νίκης, παρὰ τοῦ Χριστοῦ ἐκομίσω, καὶ
μαρτύρων δήμοις συνηρίθμησαι.
Ὅτε
ἐβιάσθης παρ’ ἐχθρῶν, δόλῳ καὶ ποιναῖς ἀρνηθῆναι, Χριστοῦ τὸ ὄνομα, τότε ἀνεκραύγαζες
ἐν παῤῥησίᾳ πολλῇ· τὸν Χριστὸν καὶ Σωτῆρά μου, ὡς Θεὸν τῶν ὅλων, προσκυνῶ καὶ
σέβομαι, ἀνακηρύττω τρανῶς, ὅθεν καὶ νομίμως ἀθλήσας, τῆς ἀθανασίας τὴν δόξαν,
εἴληφας θεόφρον Ἀθανάσιε.
Ὅτε
δι’ ἀγχόνης ἀπηνῶς, δέδεξαι τὸ ἅγιον τέλος, ἀνδρειοτάτῃ ψυχῇ, τότε ἀνελήλυθας,
πρὸς τὰ σκηνώματα, οὐρανῶν Ἀθανάσιε, καὶ τῆς τῶν Μαρτύρων, δόξης κατηξίωσαι, ὡς
Μάρτυς ἔνθεος, ὅθεν ἐκδυσώπει ἀπαύστως, ὑπὲρ τῶν ἐκ πόθου τελούντων, τὴν σεπτήν
σου μνήμην καὶ σεβάσμιον.
Πύργος
ἡ πατρίς σου ἀθλητά, χαίρει τῇ ἁγίᾳ σου μνήμῃ, πανηγυρίζουσα, καὶ τῆς σῆς
ἀθλήσεως, μέλπει τὰ σκάμματα, ἐκ καρδίας βοῶσά σου, ἀεὶ ἐκδυσώπει, Μάρτυς
Ἀθανάσιε, Χριστὸν τὸν Κύριον, ρὑεσθαι κινδύνων καὶ πόνων, καὶ δυσπραγιῶν τε καὶ
νόσων, τὴν ἐνεγκαμένην σε κωμόπολιν.
Δόξα.
Ἦχος πλ. Β΄.
Τὸν
νέον τοῦ Χριστοῦ ἀθλητήν, τὸν τῆς ἀθανασίας ἐπώνυμον Ἀθανάσιον τὸν θεῖον
ἀριστέα, ἀθλητικοῖς τιμήσωμεν ᾄσμασι, τῆς ἀληθείας γὰρ τοῖς ὅπλοις, τοῦ ψεύδους
τὴν ἀπάτην καθεῖλε, καὶ τῶν πάλαι Μαρτύρων τὴν ἀρετὴν ἀνεζωγράφησε, ἀθλήσεως
πόνοις, τὸν δόλιον ὑποσκέλισας ὄφιν. Αὐτῷ βοήσωμεν· νεομάρτυς ἔνδοξε, παῤῥησίαν
πρὸς Χριστὸν κεκτημένος, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Αὕτη
ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ
λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα,
προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν
εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἀθανάσιε ἀθλητά, τῆς Μακεδονίας φυτὸν νέον καὶ εὐθαλές, χαίροις ὁ τοῦ Πύργου,
τῆς σῆς πατρίδος Μάρτυς, προστάτης καὶ μεσίτης, πρὸς τὸν Φιλάνθρωπον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
ἀθανάτου εὐκληρίας μετέχων, ὡς Νεομάρτυς τοῦ Χριστοῦ τροπαιοῦχος, ὑπὲρ ἡμῶν
δυσώπει Ἀθανάσιε, ῥύεσθαι ἑκάστοτε, πάσης βλάβης καὶ νόσου, καὶ παντοίων
θλίψεων, καὶ δεινῶν συμπτωμάτων, τοὺς σὲ προστάτην ἔχοντας θερμόν, καὶ πρὸς τὸν
Κτίστην, μεσίτην εὐπρόσδεκτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός
καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ
προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν
ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν δίδου μοι, Ἅγιε, χάριν.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδος λαμπόμενος τῷ φωτί,
ταῖς σαῖς φωτοφόροις, Ἀθανάσιε προσευχαῖς, λῦσον τῶν παθῶν ἡμῶν τὸν ζόφον, καὶ
εὐφροσύνης τὸ φέγγος ἀνάτειλον.
Ἠγώνισαι Μάρτυς ἀθλητικῶς,
καὶ πᾶσιν ἐδόθης, ἀντιλήπτωρ καὶ ἀρωγός, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ σῇ
πρεσβείᾳ κλεινὲ Ἀθανάσιε.
Ἰαμάτων πληρούμενος θεϊκῶν,
ἐπόμβρησον Μάρτυς, εὐφροσύνης τὸν γλυκασμόν, τοῖς ἐν τῇ πικρίᾳ καὶ ὀδύνῃ,
συνεχομένοις παθῶν Ἀθανάσιε.
Θεοτοκίον.
Σαρκός μου τὰς νόσους τὰς
χαλεπάς, θεράπευσον Κόρη, καὶ καρδίας τὴν συντριβήν, καὶ δίδου μετάνοιαν
γνησίαν, τῷ προσιόντι θερμῷ τῇ Σῇ χάριτι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ
θερμή σου πρεσβεία πρὸς τὸν Θεὸν Ἅγιε, γένοιτο πηγὴ θυμηδίας, καὶ πάσης
χάριτος, ἡμῖν ἑκάστοτε, ἐπερχομένης ἀνάγκης, ἡμᾶς Ἀθανάσιε, διαφυλάττουσα.
Νοῦν
ἀλάστορα Μάρτυς ἀθλητικῶς ἤσχυνας· ὅθεν τῆς αὐτοῦ ἐπηρείας καὶ χαλεπότητος,
ἡμᾶς ἀπάλλαξον, μαρτυρικῇ σου πρεσβείᾳ, πρὸς τὸν σὲ δοξάσαντα, ὦ Ἀθανάσιε.
Δυσχερείας
ἁπάσης καὶ πολλαπλῶν θλίψεων, καὶ ἐπιφορῶν ἐπωδύνων καὶ περιστάσεων, ἀτρώτους
φύλαττε, τοὺς κεκτημένους σε ῥύστην, Μάρτυς Ἀθανάσιε, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἱλαστήριον
κόσμου ὡς ἀληθῶς έφηνας, τέξασα σαρκὶ Θεοτόκε τὸν ἀναβλύσαντα, χάριν καὶ ἔλεος·
Ὃν ἐκδυσώπει μοι δοῦναι, ὧνπερ ἐπλημμέλησα, τὴν ἀπολύτρωσιν.
Διάσωσον,
ὦ Νεομάρτυς Κυρίου ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ συμφορᾶς Ἀθανάσιε,
τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐδόθη τῇ
πατρίδι σου, ἀθλήσας καλῶς, θεόφρον Ἀθανάσιε· διὸ ἀπαύστως πρέσβευε, ἱλασμὸν
καὶ παθῶν ἀπολύτρωσιν, καὶ πταισμάτων ἄφεσιν ἡμῖν, διδόναι τοῖς σπεύδουσι τῇ
σκέπῃ σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δεσμῶν Μάρτυς ἀπάλλαξον,
τῶν ἁμαρτημάτων ταῖς σαῖς δεήσεσι, καὶ ἀγάπῃ θείᾳ σύνδησον, τοὺς σὲ εὐφημοῦντας
Ἀθανάσιε.
Οὐρανόθεν ἐπίβλεψον, ἐπὶ
τοὺς προστρέχοντας τῇ πρεσβείᾳ σου, καὶ παράσχου Ἀθανάσιε, ὧν αἰτοῦνται Μάρτυς
τὴν ἐκπλήρωσιν.
Ὑπελθὼν τὸ μαρτύριον, ἐν
ὑστέροις χρόνοις στεῤῥῷ φρονήματι, πρεσβευτὴς ἡμῶν θερμότατος, ὤφθης πρὸς τὸν
Κτίστην Ἀθανάσιε.
Θεοτοκίον.
Μαριὰμ Μητροπάρθενε, ἡ τὸν
Ζωοδότην Χριστὸν κυήσασα, ζώωσόν με ταῖς πρεσβείαις Σου, τὸν νενεκρωμένον
πλημμελήμασι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅρμον γαληνόν, κεκτημένη
τὴν πρεσβείαν σου, ἐκλυτροῦται χαλεπῶν τρικυμιῶν, ἡ πατρίς σου Νεομάρτυς
Ἀθανάσιε.
Ἴασαι ἡμῶν, Ἀθανάσιε
μακάριε, τὰς ὀδύνας καὶ τοὺς πόνους τῆς ζωῆς, καὶ εἰρήνην ὑμῖν αἴτει καὶ
ὁμόνοιαν.
Ἄνωθεν ἡμᾶς, ταῖς θερμαῖς
σου ἀντιλήψεσι, τῶν παγίδων τοῦ ἀρχαίου πτερνιστοῦ, Ἀθανάσιε ἀτρώτους
διαφύλαττε.
Θεοτοκίον.
Γέγονας ἁγνή, σωματώσασα
τὸν Κύριον, τῶν βροτῶν καταλλαγὴ πρὸς τὸν Θεόν, ἀειπάρθενε καὶ μέγα καταφύγιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύϊ, τῇ θεϊκῇ ἀριστεύσας,
Ἀθανάσιε Χριστοῦ στρατιῶτα, ἰσχὺν ἡμῖν τῇ πρεσβείᾳ σου δίδου, καταπατεῖν τὴν
ἰσχὺν τοῦ ἀλάστορος, καὶ ἐν ἰσχύϊ θεϊκῇ, ἐκπληροῦν τοῦ Θεοῦ τὰ ἐντάλματα.
Ἐν θλίψει, καὶ συνοχῇ καὶ
ἀνάγκῃ, βοηθὸς καὶ ἀντιλήπτωρ καὶ ῥύστης, ἔσο ἡμῖν, Ἀθανάσιε Μάρτυς, μεταποιῶν
πᾶσαν λύπην καὶ κάκωσιν, εἰς εὐφροσύνην καὶ χαράν, ὡς Χριστοῦ Ἀθλοφόρος
ἀήττητος.
Χριστός σε, ὑπὲρ οὗ ἤθλησας
χαίρων, παριδὼν τὸ τῆς νεότητος ἄνθος, δέδωκε πᾶσι τοῖς σὲ εὐφημοῦσιν, ἐν ταῖς
ἀνάγκαις προστάτην θερμότατον· διὸ προΐστασο ἡμῶν, Ἀθανάσιε Μάρτυς ἑκάστοτε.
Θεοτοκίον.
Ἁγίων, ἁγιωτέρα ὑπάρχεις,
καὶ Ἀγγέλων βασιλὶς Παναγία· διὸ κἀμὲ ἐναγῆ ταῖς ἀπάταις, καὶ ἡδοναῖς γεγονότα
τοῦ σώματος, καθάρισον ἐκ τῆς φθορᾶς, τὴν ψυχήν μου ἁγνὴ ἁγιάζουσα.
Διάσωσον,
ὦ Νεομάρτυς Κυρίου ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ συμφορᾶς Ἀθανάσιε,
τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Ὡς Ἀθλητὴς τοῦ Χριστοῦ
ἐνθεώτατος, καὶ πρεσβευτὴς ἡμῶν μέγας πρὸς Κύριον, δυσώπει ἀεὶ Ἀθανάσιε,
ἁμαρτημάτων διδόναι συγχώρησιν, τοῖς πόθῳ τιμῶσι τοὺς ἄθλους σου.
Προκείμενον: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος
ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ
ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ
φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου·
ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν
ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν
οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων,
καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε
μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ
ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἤθλησας στεῤῥότατα, ἐν τοῖς
καιροῖς τοῖς ὑστέροις, ἀκλινεῖ φρονήματι, Μάρτυς Ἀθανάσιε θείῳ ἔρωτι· διὸ νῦν
Ἅγιε, ὡς τῆς ἀθανάτου, ἀπολαύων ὡραιότητος, ἀπαύστως πρέσβευε, τῷ σὲ ἐν τοῖς
ἄθλοις σθενώσαντι, σθένος ἡμῖν οὐράνιον, δίδοσθαι καὶ χάριν καὶ ἔλεος, ὡς ἂν
τῶν ἐν βίῳ, δεινῶν περιγιγνώμεθα σοφέ, καὶ θεαρέστως ἀνύσωμεν, πᾶσαν τὴν ζωὴν
ἡμῶν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥώμῃ θείᾳ ἀθλήσας Ἀθανάσιε
Μάρτυς ἐχθρὸν κατήσχυνας, καὶ νῦν τῆς ἀθάνατου, ζωῆς ἐπαπολαύων, θανατούντων
ἀπάλλαξον, ἐπιφορῶν καὶ παθῶν, τοὺς σὲ ὑμνολογοῦντας.
Ἴδε ὄμματι θείῳ τοὺς πιστῶς
ἱσταμένους πρὸ τῆς Εἰκόνος Σου, καὶ δίδου τούτοις Μάρτυς, ὑγείαν καὶ εἰρήνην,
καὶ πταισμάτων συγχώρησιν, καὶ χαλεπῶν πειρασμῶν, ἀπαλλαγὴ ταχεῖαν.
Νοσημάτων παντοίων καὶ
ποικίλων κινδύνων καὶ ἐπιθέσεων, ἐχθροῦ τοῦ ἀοράτου, διάσωσον λιταῖς σου,
Ἀθανάσιε ἔνδοξε, τοὺς ἐξαιτοῦντας πιστῶς, τὴν ἀρωγήν σου Μάρτυς.
Θεοτοκίον.
Γέλως πρόκειμαι Κόρη ταῖς
ῥοπαῖς ταῖς ἀτάκτοις τοῦ πολεμήτορος· ἀλλ’ ὦ Θεογεννῆτορ, συνέτισον τὸν νοῦν
μου, φόβῳ θείῳ καὶ δίδου μοι, μετάνοιαν ἀληθῆ, κἂν τέλει τῷ τοῦ βίου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχων μεγίστην, πρὸς τὸν
Χριστὸν παῤῥησίαν· δι’ ὃν ἤνεγκας τὸν θάνατον γενναίως, πλήρου Νεομάρτυς, τὰς
τῶν πιστῶν αἰτήσεις.
Ῥάβδῳ παμμάκαρ, τῆς πρὸς
Χριστόν σου πρεσβείας, κατασύντριψον τὴν καθ’ ἡμῶν μανίαν, τοῦ ἀνθρωποκτόνου, ὦ
νέε Ἀθλοφόρε.
Ἀγαλλιᾶται, ἡ σὲ βλαστήσασα
Κόρη, Ἀθανάσιε τῇ σῇ στεῤῥᾷ ἀθλήσει, ἣν ἀπαύστως ῥύου, ἁπάσης δυσπραγίας.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, τῶν γηγενῶν σωτηρία,
ὡς κυήσασα, τὸν τοῦ παντὸς Σωτῆρα· ὅθεν κἀμὲ σῶσον, ὡς βρύσις τοῦ ἐλέους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλέωσαι τὸν Κτίστην, ἡμῖν
Νεομάρτυς, τοῖς εὐλαβῶς τῇ πρεσβείᾳ σου σπεύδουσι, καὶ ἐν εἰρήνῃ κυβέρνησον τὴν
ζωὴν ἡμῶν.
Μεγίστων χαρισμάτων,
μέτοχος ὑπάρχων, ὡς Νεομάρτυς Κυρίου περίδοξος, χαρίζου πᾶσι ὑγείαν ψυχῆς καὶ
σώματος.
Ὁλόφωτον παστάδα, ἔχων
κατοικίαν, ἐν οὐρανοῖς Ἀθανάσιε ἔνδοξε, ἐπινοιῶν τῶν τοῦ σκότους ἡμᾶς
ἀπάλλαξον.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου,
δεῖξον Θεοτόκε, χαμαιπετῶν νοημάτων τοῦ ὄφεως, καὶ τοῦτον πλήρωσον Κόρη θείας
ἐλλάμψεως.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Ἀθανάσιε Ἀθλητά, ὁ
νέος ὁπλίτης, παρατάξεως τοῦ Χριστοῦ, τῆς ἀθανασίας, τὸ πανευῶδες ἄνθος, τὸ
τέρπον καὶ εὐφραῖνον, τοὺς εὐφημοῦντάς σε.
Γνώσει διαλάμπων τῇ ἀληθεῖ,
ἤσχυνας τὸν δόλον, τοῦ βελίαρ τὸν κατὰ σοῦ, καὶ στεῤῥῶς ἀθλήσας, φρονήματι
ἀνδρείῳ, γερῶν τῶν ἀθανάτων, Μάρτυς ἠξίωσαι.
Τὸν Χριστὸν δοξάσας
μαρτυρικῶς, ἤνεγκας γενναίως, Ἀθανάσιε Ἀθλητά, διὰ τῆς ἀγχόνης, τὸν θάνατον
θεόφρον, καὶ ἀθανάτου δόξης, ἐπέβης Ἅγιε.
Χαίροις Νεομάρτυς τοῦ
Ἰησοῦ, τῶν πάλαι Μαρτύρων, ἰσοστάσιος ἐν παντί· νεόδρεπτον κρίνον, Χριστοῦ τῆς
Ἐκκλησίας, τῆς πλάνης ἀπελαύνον, ὀσμὴν ψυχόλεθρον.
Ἔχων παῤῥησίαν πρὸς τὸν
Χριστόν, μὴ παύσῃ πρεσβεύων, Ἀθανάσιε Ἀθλητά, πάσης λυτρωθῆναι, ἀνάγκης τε καὶ
βλάβης, τοὺς πόθῳ προσιόντας, τῇ ἀντιλήψει σου.
Ὡς τῆς ἀθανάτου ζωῆς
τρυφῶν, ἐν ἀγαλλιάσει, Ἀθανάσιε Ἀθλητά, ἐκ πάσης πικρίας, καὶ λύπης καὶ ὀδύνης,
ἀτρώτους ἡμᾶς τήρει, ταῖς ἱκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νέε, τοῦ Σωτῆρος Ἀθλητά, ὁ
καταβαλὼν τὸν βελίαρ, ἀνδρειοτάτῃ ψυχῇ, Μάρτυς Ἀθανάσιε, ἀξιοθαύμαστε,
πειρασμῶν καὶ κακώσεων, καὶ νόσων καὶ πόνων, ψυχῆς τε καὶ σώματος, θερμῇ
πρεσβείᾳ σου, ῥῦσαι, τοὺς πιστῶς τε τιμῶντας, ἐν εἰρηνικῇ καταστάσει, καὶ χαρᾷ
διέπων τὴν ζωὴν ἡμῶν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου