ΣΕΠΤΕΜΒΡΙΟΣ Ι΄.
ΜΗΝΟΔΩΡΑ, ΜΗΤΡΟΔΩΡΑ
& ΝΥΜΦΟΔΩΡΑ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(κατὰ τὰ ἐλλείποντα, ὑπὸ Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παρθένοι
νεάνιδες σφοδρῷ, εὐσεβείας ἔρωτι, μαρτυρικῶς ἠνδραγάθησαν, ἄνθος νεότητος, καὶ
σώματος κάλλος, παρ’ οὐδὲν ἡγούμεναι, καὶ θείας Βασιλείας ἐπέτυχον, ὡς
ἀριστεύσασαι· Μηνοδώρα Μητροδώρα τε, καὶ ἡ θεία Νυμφοδώρα χαίρουσαι.
Φρονῆσαι
ἐμπρέπουσα σεμνή, καὶ ἀνδρεία πίστεως, τὴν τοῦ τυράννου ὠμότητα, λαμπρῶς
κατήσχυνας· τοὺς ξεσμοὺς γὰρ Μάρτυς, ὡς τρυφὰς λελόγισαι, τὸν θάνατον ὡς ὕπνον
δὲ τίμιον, δι’ οὗ ἀνέδραμες, πρὸς ζωὴν τὴν ἀτελεύτητον, Μηνοδώρα καὶ δόξαν
ἀμάραντον.
Τοῦ
Ξύλου τυχεῖν τοῦ Ζωτικοῦ, Μητροδώρα ἔνδοξε, ἐφηεμένη καὶ στέργουσα, ἐν ξύλῳ
ὕψωσαι, καὶ τὸ εὔανθός σου, σῶμα ὡς ἀσώματος, μοχλοὺς τοὺς βαρυτάτους
συνέτριψας· δι’ ὃ προσήρμοσαι, τῷ Νυμφίῳ τελεώτερον, ὡς παρθένος καὶ Μάρτυς
ἀήττητος.
Ξεσθεῖσα
τὰς σάρκας ἀπηνῶς, Νυμφοδῶρρα πάνσεμνε, τὸ τῆς νεκρώσεως, ἔνδυμα εἰς γῆν
ἀπέῤῥιψας, καὶ ἀθανασίας, φωταυγὲς ἱμάτιον, ὡς νύμφη ἐστολίσθης περίδοξος, τοῦ
Παντοκράτορος, οὐ τρυφῶσα τῆς ἐλλάμψεως, ἐκδυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος β΄.
Τὸν
τρισάριθμον σύλλογον τῶν αὐταδέλφων παρθένων, ᾀσματικῶς εὐφημήσωμεν, ὅτι δι’
ἀθλητικῶν καμάτων, τῷ Ζωοδότῃ προσήχθησαν· θεοπρεπῆ γὰρ πολιτείαν ἀσπασάμεναι,
τοῖς οἰκείοις αἵμασιν, ἑαυτὰς ἐπορφύρωσαν, ἐναντίον ἀσεβῶν, Χριστὸν
καταγγείλασαι. Αὐταῖς οὖν προσείπωμεν· παρθενομάρτυρες ἔνδοξοι, Μηνοδώρα
Μητροδώρα καὶ Νυμφοδώρα, τὴν Παναγίαν ἱκετεύσατε Τριάδα, ἱλασμὸν ἡμῖν
δωρήσασθαι, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε
ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν
πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ
καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
τρισοφεγγής, Μαρτύρων αὐταδέλφων, καὶ τρίπλοκε χορεία, Τριάδος τῆς Ἁγίας,
παράστασις ἡ τρίστοιχος.
Στ.: Μύρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο ἠγάπησάν σε παρθένοι νεάνιδες.
Μάρτυρες
εὐκλεεῖς, Χριστοῦ τοῦ Βασιλέως, ἡρωϊκοῖς ἐν ἄθλοις, ἐδείχθητε ἐνθώς, παρθένοι
αἱ τρισάριθμοι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χάριτος
δωρεᾶς, εἰς ὄμβρους οὐρανίους, διὰ παντὸς προῤῥέει, ὁ θεῖος ὑμῶν οἶκος,
Μάρτυρες ἀεισέβαστοι
Δόξα.
Τριαδικόν.
Μίαν
Τριαδικήν, οὐσίαν αἱ παρθένοι, λαμπρῶς θεολογοῦσαι, πολύθεον ἀπάτην, εἰς τέλος
κατηδάφισαν.
Καὶ
νῦν. Θεοτοκίον.
Νύμφη
Σε τοῦ Θεοῦ, αἱ ἄμεμπτοι παρθένοι, γινώσκουσι Παρθένε, ὀπίσω Σου ἐν δόξῃ, τῷ Σῷ
Υἱῷ προσήχθησαν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν τρισάριθμον σύλλογον καὶ θεόπλοκον, τῶν αὐτάδελφων
παρθένων στέψωμεν θείαις ᾠδαῖς· ἀνδρικῶς γὰρ τὸν ἐχθρὸν κατετροπώσαντο· ὅθεν
προΐσταντι ἡμῶν, τῶν βοώντων ἐκτενῶς· χαῖρε σεμνὴ Μηνοδώρα,
σὺν Μητροδώρα τῇ θείᾳ, καὶ Νυμφοδώρα τῇ θεόφρονι.
Δόξα.
Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους.
Τὰς
τρεῖς ἐνδόξους παρθένους καὶ Ἀθληφόρους θεόφρονας, τὰς συνδεδεμένας ἐνθέως
ἀδελφικῇ οἰκειότητι· τὰς καλιῤῥόους πηγὰς τῆς εὐσεβείας, τὰς ἀναβλυζούσας
μαρτυρικῶν ἀγώνων χάριν ἀέναον· τὴν θείαν Μηνοδώραν καὶ τὴν Μητροδώραν τὴν
ἔνδοξον, σὺν τῇ κλυτῇ Νυμφοδώρᾳ, τῇ ἐν πᾶσι καρτερόφρονι· πάντες οἱ τρυφῶντες
τῶν ἄθλων αὐτῶν, συνδραμόντες ὕμνοις τιμήσωμεν, αὐταὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν
ἀεὶ πρεσβεύουσι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ
ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν
εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῷμεν
Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος β'. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις
οἱ εὐτελεῖς χείλεσιν, εὐφημήσωμεν νῦν τὴν τεχθεῖσαν; τὴν ἁγιωτέραν τῆς κτίσεως,
καὶ Τιμιωτέραν ὑπάρχουσαν, Χερουβίμ, καὶ πάντων τῶν Ἁγίων· τὸν θρόνον, τοῦ
Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ
κόσμου, τὸ Θεοῦ ἁγίασμα· τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ γεννήσει
αὐτῆς, τὸ μέγα ἔλεος.
Ποῖα
πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἐκ τῆς στείρας κυήσει
σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ Ἀδὰμ δεσμῶν ἀπελυτρώσω, καὶ Εὔαν, ἐκ τῶν
ὠδίνων ἠλευθέρωσας, Ἀγγέλων· διὸ χοροὶ συνεορτάζουσιν, ὁ οὐρανὸς τῇ γῇ χαίρει,
καὶ ἐπικροτοῦσιν, αἱ ψυχαὶ Δικαίων ᾠδάς, πιστῶς ἀνακράζουσαι, εἰς δόξαν τῶν
γενεθλίων σου.
Τίνα
τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ σου τεχθείσης ἱστάμεναι,
κόραι χαρμοσύνως χορεύουσαι, καὶ θαμβητικῶς ἀναβοῶσαι· Ἐτέχθη, τοῦ Βασιλέως τὸ
παλάτιον, ἐκλάμπει, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἠνοίχθησαν στεῖραι· τοῦ
Θεοῦ γὰρ πύλη, εὐτεκνίαν τῶν ἀρετῶν εἰσάγει βραβεύουσα, εἰρήνην καὶ μέγα ἔλεος.
Στιχηρὰ
Προσόμοια τῶν Ἁγίων. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ταῖς
βαφαῖς ταῖς ἐξ αἵματος, ἑαυτὰς ὡραΐσασαι, τῷ ὡραίῳ κάλλει, κόραι νεάνιδες,
ἀδιαφθόρως συνήφθητε, Χριστῷ τῷ Θεῷ ἡμῶν, συντηροῦντι τὴν ὑμῶν, παρθενίαν
ἀμόλυντον, εἰς ἀκήρατον, ἀφθαρσίας νυμφῶνα, εἰς θαλάμους, οὐρανίους εἰς
παστάδα, ἀχειροποίητον Μάρτυρες.
Ἀτελεῖ
ἐν τῷ σώματι, καὶ τελείῳ φρονήματι, παλαμναῖον δράκοντα, τὸν ἀρχέκακον,
κατεπαλαίσατε ἔνδοξοι, δυνάμει τοῦ Πνεύματος, καὶ ἀνίσχυρον αὐτοῦ, τὴν ἰσχύν
ἀπεδείξατε· ὅθεν ἤρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα,
Νυμφοδώρα, αἱ τῆς Τριάδος ὑπέρμαχοι.
Καὶ
τὰ μέλη στρεβλούμεναι, καὶ πυρὶ δαπανώμεναι, σιδηροῖς τε ὄνυξι σπαραττόμεναι,
καὶ ἐπὶ ξύλου κρεμάμεναι, καὶ ξίφει τεμνόμεναι, οὐκ ἠρνήσασθε Χριστόν,
ἀθληφόροι πανεύφημοι· ὅθεν εὕρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα,
Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ἰσάριθμοι.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
τῇ Ἐκκλησίᾳ ἤστραψεν, ἡ τῶν αὐταδέλφων παρθενομαρτύρων μνήμη, ὡς ἡμέρα
πολύφωτος, τὴν οἰκουμένην καταυγάζουσα. Δεῦτε οὖν τοῦ ἀθλητικοῦ φωτὸς
μετάσχωμεν, καὶ ἐπινίκιον ᾄσωμεν ᾆσμα, ταῖς Ἀθληφόροις λέγοντες· χαίροις, ἡ
τριστέλεχος συνέλευσις, ἡ τῆς ἀγχιστείας τὴν οἰκείωσιν, τῇ συμφωνίᾳ τῆς γνώμης
λαμπρύνασα· χαίροις, ἡ τρίφθογγος λύρα, ἡ τὴν ἐν Τριάδι μίαν Θεότητα, ἐπὶ
βημάτων ἀθέων εὐσταθῶς κηρύξασα· χαίροις, ἡ τῶν ἐνθέων δωρεῶν, συστοιχία
φερωνύμως, Μηνοδώρα στεῤῥόφρων, σὺν Μητροδώρα καὶ Νυμφοδώρα. Ἀλλ’ ὦ
παρθενομάρτυρες ἔνδοξοι, ἐν ἀδελφικῇ ὁμονοίᾳ ἡμᾶς συντηρήσατε, αἰτούμεναι
εἰρήνην ἡμῖν, καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον
ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν
ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον,
ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων
ἐλπίς, Κύριε δόξα σοι.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως
καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ
ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν
καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός,
καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ
εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ
οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὴν τρίφεγγον λυχνίαν, τὴν
ἐξ ἀΰλου πυρὸς ἀναφθεῖσαν, καὶ τὴν Ἐκκλησίαν σελαγίζουσαν, τὴν τῶν αὐταδέλφων
παρθένων τριάδα, Μηνοδώρα σὺν Μητροδώρα καὶ Νυμφοδώρα, ᾀσματικῶς τιμήσωμεν.
Αὗται γὰρ αἱ πανεύφημοι, τοῦ Τριαδικοῦ πόθου τὸ πῦρ δεξάμεναι, τῆς εἰδωλομανίας
τὴν ἄκανθαν, τοῖς μαρτυρικοῖς κατέφλεξαν ἄνθραξι, καὶ τῆς εὐσεβείας τὸν πυρσόν,
τοῖς τῶν αἱμάτων ἑύμασι, πλουσίως ἤρδευσαν. Καὶ νῦν, τῆς τριφαοῦς θεότητος, τῇ
ἐλλάμψει θεούμεναι, ἀπαύστως πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὰς ἀδελφικὰ
συγκροτουμένας, καὶ μαρτυρικῶς ὁμοφρονούσας, δεῦτε πάντες συμφώνως τιμήσωμεν.
Τῇ φυσικῇ γὰρ ἐξαρτώμεναι σχέσει, Μηνοδώρα ἡ ἔνθεος, Μητροδώρα ἡ ἀήττητος, καὶ
Νυμφοδῶρα ἡ μακαρία, τρίπλοκος σειρὰ ἀνεδείχθησαν, καὶ τῆς ὑπερφυοῦς συναφείας
τὴν ἕνωσιν, ἐν Χριστῷ ἐπέτυχον. Τὴν γεηρὰν γὰρ ὑπεριδοῦσαι εὐπάθειαν,
ἀθλητικοὺς καμάτους, μεγαλοψύχως ἠγωνίσαντο. Διὸ καὶ τὸν μεγάλαυχον συνέτριψαν
δράκοντα, αἰτούμεναι ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τίς μὴ θαυμάσῃ; ἢ τίς μὴ
ἐκπλαγῆ, τῶν αὐταδέλφων παρθένων, τὴν ὑπὲρ φύσιν ἄθλησιν; ὢ τοῦ θαύματος! ὥσπερ
ἄλλου πάσχοντος τὰς βασάνους ὑπέμειναν· ὁ γὰρ ἔρως ὁ θεϊκός, ἔξω κόσμου καὶ
σαρκός, τοὺ ἀξίους τοῦ φωτὸς ἐργάζεται. Ἀλλ’ ὦ μεγαλομάρτυρες σεμναί, Μητροδώρα
θεόφρων, Νυμφοδώρα σοφή, σὺν Μηνοδώρα τῇ τρισμάκαρι· τὰ τῆς ἁγνείας κειμήλια,
καὶ τῆς ἀνδρείας στῆλαι ἔμψυχοι, ἐν ὁμονοίᾳ ἡμῶν τὸν βίον συντηρήσαμε, ἵνα τῆς
ἀγάπης τὸ στέφος ἀναδησόμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Ἀθλητικῇ πανδαισίᾳ, τῇ
Ἐκκλησίᾳ τοῦ Χριστοῦ σήμερον προτίθεται. Αἱ γὰρ δωρόνυμοι παρθενομάρτυρες,
ὥσπερ ἐδέσματα ἄριστα, τὰς θεοπρεπεῖς αὐτῶν ἀνδραγαθίας, ἡμῖν δορυφοῦσι. Δεῦτε
οὖν καὶ κορεσθῶμεν τῷ Πνεύματι, δεῦτε καὶ τρυφήσωμεν τῇ διανοίᾳ· δεῦτε καὶ
ἀκουτισθῶμεν οἵοις ῥήμασι λαμπροῖς, ἀλλήλαις αἰ νεάνιδες, ἐνθαῤῥύνουσι
λέγουσαι· μὴ πτοηθῶμεν ἀδελφαί, τὰ προκείμενα κολαστήρια, ἄφθαρτος γὰρ ἡμᾶς
διαμένει ἀπόλαυσις. Μὴ φεισώμεθα θνησούσης σαρκός, ἀλλὰ τὴν ψυχὴν ἄμωμον
διατηρήσωμεν, ἵνα μετὰ Χριστοῦ χορεύσωμεν, ἐν τῇ ἀλήκτῳ φαιδρότητι.
Δόξα. Ἦχος πλ. δ΄.
Ἡ τῆς κλήσεως ἁρμονία, τὸ
τῆς ψυχῆς ἡμῶν, εὐδόκιμον ἐκ προϊμίων προέγραψε, σεμναὶ καλλιμάρτυρες· ὑμεῖς
γάρ, ἀφιερωθεῖσαι τῷ Λόγῳ, τὸν τῆς πίστεως σύνδεσμον, ἄῤῥηκτον διασώσατε, καὶ
τῇ ἀθλητικῇ γεωγίᾳ, τῶν θεϊκῶν φερωνύμως δένδρων, τοὺς βότρυας ἠνθήσατε, ἐξ ὧν
ἡ ἄμωμος Ἐκκλησία, τὸν Ζωαρχικὸν ἀποτρυγῶσα οἶνον, τοῖς ἑαυτοῖς τέκνοις βοᾶ·
ἔλθετε τέκνα μετ’ εὐφροσύνης, καὶ ἐκ τοῦ ἀθανάτου πίετε νάματος, ἵνα ζήσετε εἰς
τὸν αἰῶνα, ὡς ἐπηγγείλατο Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν εὐσήμῳ ἡμέρᾳ
ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον
τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας
ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς
ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ
πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ
μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Παρθένων τριάς, τῆς Τρισηλίου μοναρχίας αἱ
σάλπιγγες, ἁγνείας τερπνοὶ λειμῶνες, οἱ ἐξανθοῦντες ἀεί, τὰ τῆς εὐσεβείας κρίνα
εὔοσμα, ἐξ ὧν κόσμῳ ἔπνευσε, δωρεῶν τῶν τοῦ Πνεύματος, ὀσμὴ ἡ θεία, καὶ τοῦ
Λόγου εἰργάσατο, τοὺς προστρέχοντας, εὐωδίαν ἐν πράξεσι. Μάρτυρες
καλλιπάρθενοι, ἁγνότατα σφάγια, Ἀμνοῦ Θεοῦ τοῦ τυθέντος, ὑπὲρ ἡμῶν ἀγαθότητι·
Ὃν νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Μύρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο ἠγάπησάν σε παρθένοι νεάνιδες.
Χαίροις, ἡ τῶν Παρθένων τριάς, τρισαυγεστάτη λαμπηδῶν θείου
Πνεύματος, ἡ λάμψασα τοῖς ἐν σκότει, τῆς ἀληθείας τὸ Φῶς, καὶ εἰδώλων πλάνην
ἀμαυρώσασα, Ἀγγέλων ἐφάμιλλος, Ἀθληφόρων ἀγλάϊσμα, τῆς Ἐκκλησίας, βάσις ὄντως ἡ
τρίστυλος, καὶ ἑδραίωμα, κλονουμένων ἀσάλευτον, σκεύη τὰ καθαρώτατα, δοχεῖα
ὑπέρλαμπρα, τῶν τῆς ζωῆς παθημάτων, τὸ θεῖον κάλλος χωρήσαντα· Χριστὸν
δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ τῶν Παρθένων τριάς, τρίκουνος βρῦσις ἐκ πηγῆς
φωτοδότιδος, τρισόφωτος δαδουχία, ἡ τῶν θαυμάτων αὐγαῖς, οἰκουμένην πᾶσαν
καταυγάζουσα, παρθένων τᾶ πρότυπα, ἀρετῶν θησαυρίσματα, ἡ Μηνοδώρα, ἡ ἐν πόνοις
στερέμνιος, Μητροδώρα τε, Νυμφοδώρα αἱ πάνσεμνοι. Μάρτυρες ἀεισέβαστοι, χαρίτων
ἀνάμεστοι, αἱ ἀδελφαὶ ἀπὸ βρέφος, θεοπειθῶς συμφωνήσασαι, Χριστὸν δυσωπεῖτε,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν
τρισαυγῆ τῶν Μαρτύρων χορείαν, μελῳδικοὺς ἐπαίνους καταστέψωμεν· Μηνοδώραν τὴν
ἔνδοξον, Μητροδώραν τὴν πολύαθλον καὶ Νυμφοδώρα τὴν ἀήττητον, τὰ τοῦ Λόγου
ὄργανα, τῆς ἀφθαρσίας τὰ ἔσοπτρα, τοῦ οὐρανίου Βασιλέως τὰς θυγατέρας, ὧν ἡ
δόξα ἔσωθεν, κατὰ Δαυΐδ τὸν θεῖον· γυναικείαν γὰρ ἀσθένειαν ἀποθέμεναι, πρὸς
ἀνδρείους ἀγῶνας, εὐασθενῶς παρετάξαντο· διὸ τὰς ἐναντίας ἀρχὰς τροπωσάμεναι,
πρὸς ἀειζώους θαλάμους, μετὰ φαιδρῶν λαμπάδων ἀπελαύνουσι, καὶ τῷ κόσμῳ
αἰτοῦνται, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἅπαντες
πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς
προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν
βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν
δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ
ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ
ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός
θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ
φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου
πανάμωμον γέννησιν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν τρισάριθμον σύλλογον καὶ θεόπλοκον, τῶν αὐτάδελφων
παρθένων στέψωμεν θείαις ᾠδαῖς· ἀνδρικῶς γὰρ τὸν ἐχθρὸν κατετροπώσαντο· ὅθεν
προΐσταντι ἡμῶν, τῶν βοώντων ἐκτενῶς· χαῖρε σεμνὴ Μηνοδώρα,
σὺν Μητροδώρα τῇ θείᾳ, καὶ Νυμφοδώρα τῇ θεόφρονι.
Δόξα.
Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους.
Τὰς
τρεῖς ἐνδόξους παρθένους καὶ Ἀθληφόρους θεόφρονας, τὰς συνδεδεμένας ἐνθέως
ἀδελφικῇ οἰκειότητι· τὰς καλιῤῥόους πηγὰς τῆς εὐσεβείας, τὰς ἀναβλυζούσας
μαρτυρικῶν ἀγώνων χάριν ἀέναον· τὴν θείαν Μηνοδώραν καὶ τὴν Μητροδώραν τὴν
ἔνδοξον, σὺν τῇ κλυτῇ Νυμφοδώρᾳ, τῇ ἐν πᾶσι καρτερόφρονι· πάντες οἱ τρυφῶντες
τῶν ἄθλων αὐτῶν, συνδραμόντες ὕμνοις τιμήσωμεν, αὐταὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν
ἀεὶ πρεσβεύουσι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ
ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν
εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν
τάφον Σου Σωτήρ.
Ὡς τρίφωτος λαμπάς,
ἐν ἁγνείας τῷ ὕψει, ἐδείχθητε ἡμῖν, αἱ αὐτάδελφαι κόραι, Τριάδα τὴν ἄκτιστον,
ταῖς τῶν ἄθλων λαμπρότητι, καταγγέλουσαι, τοὺς ἐν νυκτὶ ἀγνωσίας, καὶ
ἐκλάμπουσι, μαρμαρυγὰς ἰαμάτων, τοῖς πόθῳ προστρέχουσι.
Δόξα. Ἦχος
δ'. Κατεπλάγη Ἰωσήφ.
Καθελοῦσαι
τὸν ἐχθρόν, ἐν ἀσθενείᾳ τῆς σαρκός, τῶν τυράννων τὴν ἰσχύν, ἐξενευρίσατε
στεῤῥῶς, καὶ τοῦ Σταυροῦ τὴν δύναμιν ἐτρανεύσατε· Μάρτυρες σεμναί, καλλιπάρθενοι,
δόξης ἀληθοῦς, ἐνδιαιτήματα, ἡ Μηνοδώρα σὺν Μητροδώρα αἱ πάντιμοι, καὶ
Νυμφοδώρα ἡ ἔνθεος· αἱ μίαν γνώμην, πίστεως ζήλῳ, ἀπὸ παιδὸς τιθηνήσασαι.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἀναβόησον
Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ
καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος
Ἀδάμ, ἐτέχθη βασιλεὺς ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν
βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Ἐπεφάνης σήμερον.
Εν σταδίῳ ἤστραψαν,
αἱ τρεῖς παρθένοι, φωταυγέσι χάρισι, τῆς Τρισηλίου ἀστραπῆς, καὶ τῶν τυράννων
διέλυσας, τὰς μηχανίας, ὡς νύκτα ὀλέθριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ σεπτῇ Γεννήσει
Σου, ἡ οἰκουμένη, τῷ Ἁγίῳ Πνεύματι, πεποικιλμένη νορεῶς, ἐν εὐφροσύνῃ κραυγάζει
Σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄.
Τὸ προσταχθὲν μυστικῶς.
Ἰχνηλατοῦσαι τοῦ
Χριστοῦ τὸ θεῖον Πάθος, τὴν τῶν Μαρτύρων ἐπεδείξασθε ἀνδρείαν, κάλλος ἀρνησάμεναι
φύσεως θνησκούσης· καὶ πόνοις προσομιλοῦσαι ὀδυνηροῖς, μετέστητε πρὸς θαλάμους
φωτοειδεῖς· Μηνοδώρα ἀήττητε, σὺν Μητροδώρᾳ τῇ σεπτῇ, καὶ Νυμφοδώρα κράζουσαι·
δόξα Λόγε τῷ κράτει Σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ
ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ
χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός,
ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μύρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο
ἠγάπησάν σε παρθένοι νεάνιδες.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Εὐαγγέλιον,
τῶν Δέκα Παρθένων.
Ὁ Ν’
ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθληφόρων...
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Παρθενομάρτυρες
Χριστοῦ, ὑμεῖς τὴν ἀγαθὴν μερίδα προκρίνασαι, τῇ θεοειδεῖ πολιτείᾳ διεπρέψατε,
καὶ πρὸς ἀθλητικπὺς ἀποδοσάμεναι ἀγῶνας, τοὺς Ἀσωμάτους νόας ἐξεπλήξατε, τῷ
ἀνενδότῳ τῆς ψυχῆς παραστήματι. Μεθ’ ὧν νῦν αὐλιζόμεναι, ἐκ πολυπλόκων τοῦ βίου
σκανδάλων ἡμᾶς λυτρώσασθε, τοὺς ἐκτελοῦντας ἐκ πόθου, τὴν μνήμην ὑμῶν τὴν
πάνσεπτον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τριῶν ἀδελφῶν γνησίων
ἄθλους σέβω. Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Τριάδα τὴν ἄκτιστον, ἣν
εὐσεβῶς ἐκηρύξατε, ἡμῖν ἱλεώσασθε, Μάρτυρες ἔνδοξοι, νῦν γεραίρουσιν, ὑμῶν τους
θείους ἄθλους, καὶ τὰ κατορθώματα, θεομακάριστοι.
Ῥημάτων ἠλόγησαν, τοῦ
δυσμενοῦς αἱ Νεάνιδες, τῷ θείῳ φραττόμεναι, ὅπλῳ τῆς πίστεως, καὶ ὑπέστησαν,
βασάνων τρικυμίαν, καὶ θάνατον ἄδικον, διὰ τὴν πάντων ζωήν.
Ἰσχὺϊ ῥωννύμεναι,
παντοδυνάμῳ τοῦ κτίσαντος, ἀνδρείαν ἀνέλαβον, γνώμην αἱ πάνσεμνοι, καὶ τὸν
δράκοντα, τὸν σκολιὸν τὸν μέγαν, ποσὶ κατεπάτησαν, καὶ κατηδάφισαν.
Θεοτοκίον
Ὡς ἔμψυχον θάλαμον, ὡς
ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ
θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.
ᾨδὴ
γ'. Οὐκ ἐν σοφίᾳ.
Νενεκρωμένῳ, λογισμῷ ὁ παράνομος
τύραννος, τὴν ζωὴν ἡμῶν Χριστόν, δεινῶς ἀρνεῖσθαι ἠνάγκαζε, Μάρτυς Μηνοδώρα σε,
καταικιζόμενος.
Ἀτενιζούσης, πρὸς Θεὸν
δικαστὴς οὐκ ἐφείσατο, ἀλλὰ ῥάβδοις ἀπηνῶς, συνθλᾷ τὰ μέλη σου στέφος σοι,
πλέκων ὡς οὐκ ᾤετο, Μάρτυς ἀμάραντον.
Διὰ βασάνων, αἱ τρισόλβιοι
ἅγιαι Μάρτυρες, θησαυρὸν ἐν οὐρανοῖς, καὶ αἰωνίζουσαν εὔκλειαν, εὕραντο
τρανότερον, Θεῷ ἐγγίζουσαι.
Θεοτοκίον
Ἐπιφανεῖσα, τῆς ψυχῆς μου
τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειράς, ἁγνὴ Παρθένε διάρρηξον, σῶσόν με
κυήσασα, τὸν πανοικτίρμονα.
Κάθισμα
τῶν Μαρτύρων. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν
ὑμῶν, τὴν καρτερίαν τὴν πολλήν, ἐπουράνιοι χοροί, τῶν ἀσωμάτων Λειτουργῶν, ὥς
περ γὰρ ἄλλου πάσχοντος διέκεισθε, τὰ σκέλη τοῖς μοχλοῖς συντριβόμεναι, θάνατον
πικρὸν ὑπομένουσαι, καὶ γυναικείῳ σώματι, τὸν δράκοντα τὸν ἀποστάτην
συντρίβουσαι, παρθένοι Νύμφαι, τοῦ Ζωοδότου, πίστεως αἱ ὑπέρμαχοι.
Δόξα...
Καὶ νῦν.... Τῆς Ἑορτῆς
Ἡ
Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν
ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται, εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδάμ, κατακρίνεται·
ἡ Εὔα τῶν δεσμῶν, ἀπολέλυται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ
μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.
ᾨδὴ
δ', τῶν Ἁγίων. Ἦχος δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Λαμπομένη ταῖς ἀκτῖσι, τοῦ
Σταυροῦ ἡ ἀοίδιμος, Μητροδώρα ξύλῳ, ἀπαιωρουμένη ὑπέφερε, τὴν τοῦ πυρὸς
τιμωρίαν, πλάνης ἄνθρακας, δροσισμῷ ἀγάπης, τοῦ Χριστοῦ ἀποσβέσασα.
Φανοτάτῃ θεωρίᾳ, λογισμῷ
ἀτενίζουσα, καὶ φανταζομένη, κάλλος τοῦ Νυμφίου ἀμήχανον, κατεαγεῖσα μοχλῷ τε ἡ
ἀοίδιμος, Μηνοδώρα, φέρει καρτερῶς τὰ ἐπίπονα.
Ὡραιώθητε παρθένοι, καὶ
φαιδρῶς ἐδοξάσθητε, τὸν δεδοξασμένον, Λόγον ὁλικῶς ἀγαπήσασαι, οὗ τετρωμέναι τῷ
πόθῳ ὑπεμείνατε, παθημάτων, τὰς ἐπαγωγὰς καρτερώτατα.
Θεοτοκίον
Νεκρωθέντα με κακίᾳ, τοῦ
δολίου Πανάχραντε, ἡ ζωὴν τεκοῦσα, ζώωσον· πρὸς σὲ γὰρ κατέφυγον, καὶ ἐμπεσόντα
εἰς βάθη παραπτώσεων, ἐπανάγαγε, ὡς συμπαθὴς Παναμώμητε.
ᾨδὴ
ε'. Σὺ Κύριέ μου φῶς.
Γνώμην καρτερικήν, καὶ
ἀήττητον φρόνημα, αἱ Μάρτυρες πρὸ βημάτων, ἐνδεικνύμεναι νίκης, στεφάνους
ἀνεπλέξαντο.
Νῦν φέρει σιδηρῶν, ἐξ ὀνύχων
σπαράγματα, στερρότατα κρεμαμένη, Νυμφοδώρα Νυμφίον, ποθοῦσα τὸν ἀθάνατον.
Ἡ τρίφωτος λαμπάς, τὸ
τριώροφον οἴκημα, τὸ σκήνωμα τῆς Τριάδος, εὐφημείσθωσαν ὕμνοις, Παρθένοι αἱ
θεόφρονες.
Θεοτοκίον
Σὲ μόνην ἐκλεκτήν, καὶ
καλὴν καὶ ἀμώμητον, εὑράμενος σωματοῦται, ὁ ὑπέρθεος Λόγος, ἐκ σοῦ Θεοχαρίτωτε.
ᾨδὴ
ς'. Θύσω σοι, μετὰ φωνῆς.
Ἰδεῖν σου, ἐφιέμεναι κάλλος
ἀμήχανον, αἱ τετρωμέναι τῷ πόθῳ, σοῦ τῷ γλυκυτάτῳ ἄναρχε Λόγε, τῶν βασάνων, τὴν
πικρίαν γενναίως ὑπήνεγκαν.
Ὡς κρίνα, ἀθλητῶν ἐν
λειμῶνι ἐξήνθησαν, αἱ πανοίδιμοι Κόραι, καὶ τὴν Ἐκκλησίαν πνοαῖς βασάνων, τῶν
ποικίλων, εὐωδίασαν Πνεύματος χάριτι.
Νυμφίον,
τὸν ἀθάνατον μόνον ποθήσασαι, τοῦ ὀρωμένου θανάτου, ἀοράτῳ σθένει νευρούμεναι,
ἀριδήλως, οὐκ ἐφρόντισαν Κόραι νεάνιδες.
Θεοτοκίον
Ἅγιος,
ὁ σκηνώσας ἐν μήτρᾳ σου Κύριος, ἁγιωτέραν εὑρών σε, καὶ καθαρωτέραν κτίσεως
πάσης, Θεομῆτορ, κυριώνυμε ἄχραντε Δέσποινα.
Κοντάκιον. Ἦχος δ'.
Ὁ ὑψωθείς.
Ὑπὲρ
Τριάδος καρτερῶς ἐναθλοῦσαι, τὸν πολυμήχανον ἐχθρὸν ἐτροπώσασθε, ἀδελφικῶς τῷ
πνεύματι συνδούμεναι· ὅθεν εἰσῳκίσθητε, σὺν ταῖς πέντε Παρθένοις, πρός τὸν
ἐπουράνιον, Ἀθληφόροι νυμφῶνα, καὶ σὺν Ἀγγέλοις τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.
Ὁ
Οἶκος
Ἱερωτάτην
συγκροτεῖ, πανήγυριν ἐν πίστει, ἡ Χριστοῦ Ἐκκλησία, αὐταδέλφων Μαρτύρων
ἐπιτελοῦσα εὐσεβῶς, μνήμην ὑμῶν τὴν φωσφόρον, καὶ λαμπρὰν καὶ παμφαῆ,
πανεύφημοι ὁμότροποι· στερρῶς γὰρ ἐπὶ τῆς γῆς, τὸν ἀντίπαλον νοῦν
καταπατήσασαι, ἀνεδήσασθε στεφάνους ἐκ χειρὸς τοῦ παμβασιλέως· παρ᾿ οὗ μοι
φωτισμὸν αἰτήσασθε, ὄντως εὐφημῆσαι τὴν ὑμῶν μνήμην ἀξίως, καὶ τὰς θαυμαστὰς
καὶ θείας ἀνδραγαθίας· ὑμεῖς γὰρ τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας,
Μητροδώρας, Νυμφοδώρας.
Ἡγοῦντο
Μηνοδώρα καὶ Μητροδώρα,
Καὶ
Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Θεινόμεναι δεκάτῃ δωρώνυμοι ἔκθανον αἱ
τρεῖς.
Αὗται αἱ Ἅγιαι Γυναῖκες,
ἦσαν εἰς τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἐν ἔτει τδ΄ (304), ἀδελφαὶ μὲν
κατὰ σάρκα, πατρίδα δὲ ἔχουσαι τὴν Βιθυνίαν, καὶ διαλάμπουσαι μὲ παρθενίαν καὶ
κάλλος ψυχῆς καὶ σώματος. Διὰ δὲ τὴν τοῦ Χριστοῦ ἀγάπην, ἄφησαν μὲν τὴν πατρίδα
των, ὑπῆγαν δὲ καὶ ἐκατοίκησαν εἰς ἕνα ὑψηλὸν τόπον, εὑρισκόμενον πλησίον εἰς
τὰ θερμὰ ὕδατα, τὰ ἐπονομαζόμενα Πύθια· καὶ ἐκεῖ ἐπολιτεύοντο μὲ σωφροσύνην καὶ
πᾶσαν ἄλλην ἄσκησιν. Διὰ τοῦτο ἠξιώθησαν νὰ λάβουν ἐγκάτοικον εἰς τὴν ψυχὴν
αὐτῶν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος. Ὅθεν, καὶ φανερωθεῖσαι εἰς πολλούς, ὅτι
εἶναι τοιαῦται πνευματοφόροι καὶ κεχαριτωμέναι ὑπὸ Θεοῦ, ἠλευθέρωναν τοὺς
πάσχοντας ἀπὸ διαφόρους ἀσθενείας, καὶ ἀπὸ τὴν ἐνέργειαν τῶν πονηρῶν δαιμόνων.
Ταῦτα δὲ μαθῶν Φρόντων ὁ ἡγεμών, στέλλει τὸν συγκάθεδρόν του μὲ πολλὴν
παράταξιν καὶ δορυφορίαν, διὰ νὰ ἐξετάσῃ τὰ περὶ τῶν Παρθένων· ἐκείνου δὲ
παραστήσαντος αὐτὰς ἐνώπιόν του, κατεπλάγη μὲ τὴν τούτων φρόνησιν καὶ σύνεσιν.
Βλέπων δὲ πῶς αἱ Ἅγιαι ἐστέκοντο πᾶσαι ἄφοβοι, προστάζει παρευθὺς νὰ ξεγυμνωθῇ
ἡ πρώτη ἀδελφὴ Μηνοδώρα, καὶ νὰ καταξέηται ἀπὸ τοὺς δημίους εἰς δύο ὁλοκλήρους
ὥρας. Ἐπειδὴ δὲ ὁ δικαστὴς ἐπρόσταξε αὐτὴν νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα,
ἐπεριγέλασεν αὐτὸν ἡ Ἀγία. Ὅθεν τόσον πολὺ ἔδειραν αὐτὴν μὲ τὰ ῥαβδία, ὥστε
ἐτρίβησαν τὰ κόκκαλά της, καὶ λιποθυμήσασα παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας
Θεοῦ, καὶ ἔλαβε τὸν στέφανον τῆς ἀθλήσεως. Τότε ὁ δικαστὴς δεικνύει εἰς τὰς
ἄλλας δύο ἀδελφὰς τὸ ὡραῖον ἐκεῖνο σῶμα τῆς ἀδελφῆς των, γυμνὸν καὶ ἐξωγκωμένον
ἀπὸ τὰς πληγάς, θέλων μὲ τοῦτο καὶ μὲ ἄλλους φοβερισμούς, νὰ ψυχράνῃ τὴν
θερμότητα τῶν Παρθένων, καὶ τὴν ἀνδρείαν αὐτῶν νὰ ὀλιγοστεύσῃ. Ἐπειδὴ ὅμως
εἶδεν, ὅτι ἀδύνατα ἐπιχειρεῖ, διὰ τοῦτο προστάζει νὰ κρεμάσουν ἐπάνω εἰς ξύλον
τὴν δευτέραν ἀδελφὴν Μητροδώραν, καὶ νὰ κατακαίουν αὐτὴν ἀπὸ πᾶν μέρος τοῦ
σώματος μὲ λαμπάδας ἀναμμένας, ἔπειτα βάλλει αὐτὴν ὑποκάτω εἰς βαρυτάτους
λοστούς, καὶ μὲ τὸ βάρος ἐκείνων συντρίβει ὅλον τὸ σῶμά της, καὶ οὕτω μὲ τὴν
τιμωρίαν αὐτὴν ἀπῆλθεν ἡ μακαρία πρὸς τὸν Νυμφίον της Χριστόν, ὅν ἠγάπησε. Τὰ
ἴδια δὲ βάσανα καὶ ἡ τρίτη ἀδελφὴ Νυμφοδώρα ὑπομείνασα, συνηριθμήθη μὲ τὰς δύο
της ἀδελφὰς εἰς τοὺς αὐτοὺς οὐρανίους θαλάμους. Τόσην δὲ μεγάλην ἀνδρείαν
ἔδειξαν αἰ τρεῖς αὗται ἀδελφαὶ εἰς τὸ μαρτύριον, ὥστε οὐδὲ ψιλὸν ἀναστεναγμὸν
ἐξέπεμψαν αἱ ἀοίδιμοι εἰς ὅλα τὰ δεινὰ βάσανα, ὅπου ἐδοκίμασαν· ἀλλὰ μένουσαι
ὡς στῆλαι ἀκίνητοι, εἰς μόνον τὸν Θεὸν ἔβλεπον καὶ μὲ τοὺς αἰσθητοὺς ὀφθαλμοὺς
καὶ μὲ τοὺς νοητούς, καὶ μὲ μόνον τὸν Θεὸν συνωμίλουν. Ὀ δὲ παράνομος δικαστὴς
ἤναψε κάμινον δυνατήν, καὶ μέσα εἰς αὐτὴν ἔῤῤιψε τὰ τῶν Παρθένων μαρτυρικὰ
λείψανα· ἀλλ’ εὐθὺς ἔγιναν ἄνωθεν ἀστραπαὶ καὶ βρονταὶ καὶ ῥαγδαία βροχή· καὶ
τὸν μὲν ἄδικον δικαστὴν δικαίως κατέκαυσαν, τὰ δὲ ἅγια λείψανα ἀβλαβῆ
διεφύλαξαν, κατέσβεσαν δὲ τὸ πῦρ τῆς καμίνου. Ὅθεν, λαβόντες αὐτὰ τινὲς
Χριστιανοί, ἐνεταφίασαν μεγαλοπρεπῶς εἰς τὸν τόπον ὅπου ἐτελειώθησαν ἐν Χριστῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Βαρυψαβᾶς
δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον
αἷμα συντριβεὶς ξύλοις χέει.
Οὗτος ὁ Ἄγιος, λαβὼν ἀπὸ
ἕναν ἐρημίτην τὸ τίμιον αἷμα, ὅπου ἔτρεξεν ἀπὸ τὴν πλευρὰν τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, διὰ μέσου αὐτοῦ πολλὰς ἰατρείας ἐποίει. Διὰ τοῦτο καὶ ἀπὸ τοὺς
ἀπίστους, μὲ ξύλα φονεύεται κατὰ τὸν καιρὸν τῆς νυκτός· ὁ δὲ τίμιος θησαυρὸς
τοῦ δεσποτικοῦ αἵματος ἔμεινεν πάλιν σῷος καὶ ἀκέραιος, φυλαττόμενος ἀπὸ τὸν
μαθητὴν τοῦ Ἁγίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία ἡ βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὄντως
παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ
δεξιῶν σου Βασίλισσα Χριστέ μου.
Αὕτη ἦτον ἀδελφὴ τοῦ
Βασιλέως Θεοδοσίου τοῦ μικροῦ, καὶ διαδεξαμένη τὴν τοῦ ἀδελφοῦ βασιλείαν ἐν
ἔτει υν΄ (450), ὑπανδρεύθη μὲν τὸν εὐσεβέστατον Μαρκιανὸν γέροντα ὄντα, ἵνα
αὐτὸς διοικῇ τὴν βασιλείαν καλῶς, ἀλλ’ ὅμως τὴν παρθενίαν αὐτῆς μέχρι τέλους
ἄφθορον καὶ καθαρὰν διεφύλαξεν. Ἀφ’ οὗ λοιπὸν ἡ μακαρία αὕτη ἔζησε μὲ εὐσεβῆ
καὶ θεοφιλῆ πολιτείαν, καὶ ἔκτισε πολλοὺς Ναοὺς καὶ Νοσοκομεῖα, καὶ συνεκρότησε
τὴν ἐν Χαλκηδόνι Ἁγίαν καὶ Οἰκουμενικὴν Τετάρτην Σύνοδον, καὶ ἁπλῶς εἰπεῖν, ἀφ’
οὗ αὕτη διέλαμψε μὲ πλεῖστα κατορθώματα, ἐν εἰρήνῃ ἐξεδήμησε πρὸς τὸν παρ’
αὐτῆς ποθούμενον Νυμφίον Χριστόν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην
ἐπιτελοῦμεν τῆς Εὑρέσεως τῆς Ἁγίας καὶ θαυματουργοῦ
Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου, τῆς εὑρεθείσης ἐν τῇ νήσῳ παλαιᾶ Τρίκερα τοῦ
Μαγνησιακοῦ Κόλπου, ὑπὸ τὰς ῥίζας ἐλαίας.
Εἰκὼν
ἡ θεία τῆς Πανάγνου τῷ κόσμῳ,
ὀφθεῖσα
δῶκε, νῦν χάριν τῶν θαυμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.
Λουκᾶς
ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι
σύνεισι τοῖς Ἀποστόλοις.
Ἄλλος εἶναι ὁ Ἀπόστολος
οὗτος Ἀπελλῆς, καὶ ἄλλος ὁ Ἀπελλῆς ἐκεῖνος, ὅστις ἔγινεν Ἐπίσκοπος τῆς ἐν Θρᾴκῃ
Ἡρακλείας, καὶ ἑορτάζεται κατὰ τὴν λα΄ τοῦ Ὀκτωβρίου· τοῦτον δὲ ἀναφέρει ὁ
Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγων· Ἀσπάσασθε Ἀπελλῆν τὸν
δόκιμον ἐν Χριστῷ (ιστ΄, 10). Οὗτος λοιπὸν γενόμενος τῆς Σμύρνης φωστήρ, καὶ
τῶ Χριστῷ ὁσίως δουλεύσας, πρὸς αὐτὸν ἐξεδήμησεν.
Ὁ δὲ Λουκᾶς οὗτος, εἶναι
ἄλλος ἀπὸ τὸν Εὐαγγελιστήν· ἀναφέρει δὲ καὶ αὐτὸν ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον
πρώτῃ Ἐπιστολῇ λέγων: Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ (δ΄, 11). Οὗτος
λοιπόν, γενόμενος πρῶτος ἐπίσκοπος τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ καλῶς ποιμάνας
τὸ λογικὸν αὐτοῦ ποίμνιον, ἀπῆλθε πρὸς Κύριον.
Καὶ ὁ Κλήμης δὲ οὕτος,
ἄλλος εἶναι ἀπὸ τὸν Κλήμεντα τὸν Ῥώμης ἐπίσκοπον. Τοῦτον δὲ ἀναφέρει ὁ ἴδιος
Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ λέγων: Ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν
μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου (δ΄, 3). Οὗτος λοιπόν,
γενόμενος ἐπίσκοπος τῶν Σαρδέων, καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ
περιφέρων, πρὸς Αὐτὸν ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Ἐκ
γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ
σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.
Καταγόταν ἀπὸ τὸ Κάστρο τοῦ
λεγομένου Βιζάλης. Συνελήφθηκε αἰχμάλωτη μαζὶ μὲ 9.000 χριστιανοὺς καὶ
ὁδηγήθηκε στὴν Περσία. Ἐκεῖ ἀπὸ τὸν βασιλιὰ τῶν Περσῶν Σαβώρ, παραδόθηκε στοὺς
σοφοὺς τῆς Περσίας προκειμένου νὰ τὴν πείσουν ν᾿ ἀρνηθεῖ τὸν Χριστό. Ἐπειδὴ
ὅμως δὲν τὸ κατάφεραν, τὴν φυλάκισαν καὶ μετὰ 15 μῆνες τὴν ἔβγαλαν, καὶ ἀφοῦ
τὴν βασάνισαν σκληρὰ τελικὰ τὴν ἀποκεφάλισαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ νέου, προστάτου τῆς ἱερᾶς Μονῆς
Κηπουραίων τῆς νήσου Κεφαλληνίας, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα τεθησαύρισται.
Εὐφρόσυνος
θεῖος μυρίπνοον ἔχει τὸν βίον πάντα,
Μυριζόντων
ἅμα τοῖς θαυμασίοις τῶν ἀρετῶν σου.
Οὗτος ὁ θεοφόρος ἀνὴρ ἦν
Κεφαλλήν, γεννηθεὶς ἐν τῇ κώμῃ τῶν Ἰλλάρων ἐν ἔτει ᾳψλζ΄, ἤ ὥς τινες λέγουσι
ᾳψλη΄. Γενομένου δεκαεξαετοῦς ἀπέθανον οἱ γονεῖς αὐτοῦ, ἔκτοτε, συντρεφομένου
τῇ οἰκογενείᾳ τοῦ πατραδέλφου Ἱλαρίου, ὅς καὶ δίκην κηδεμόνος προέτρεπεν τὸν
Ὅσιον (κατὰ κόσμον Εὐάγγελον τὴν κλῆσιν Πυλαρινόν-Μαρκαντωνᾶτον) εἰς τὸ
νυμφευθῆναι. Ὁ δὲ Ὅσιος, μὴ βουλόμενος λυπῆσαι τὸν συγγενῆ αὐτοῦ καὶ ἀμαυρῶσαι
τὸ εἰλικρινὲς τοῦ συγγενικοῦ συναισθήματος, οὐδέποτε ἀπεκάλυψεν ἑτέρῳ τὴν
εἰλημμένην ἀπόφασιν τοῦ ἀφιεροῦσθαι τῷ τῶν ἁπάντων Πλαστουργῷ ψυχῇ καὶ σώματι.
Πλησίον τῆς οἰκίας ὅπου διέμενον, ἦν ἐπ’ ὀνόματι τοῦ Ἁγίου Νικολάου ναός τις,
οὗ τινος παρὰ τὴν δυτικὴν θύραν ἐφοίτα ὁ Ὅσιος καθ’ ἐκάστην νύκτα προσευχόμενος
καὶ ἐξομολογούμενος τὰς εὐχαριστίας αὐτοῦ τῷ Θεῷ. Ἡ συνεχιζομένη παννύχιος ἐκ
τῆς κλίνης ἐξανάστασις καὶ ἀναχώρησις τοῦ Ὀσίου οὐ διέλαθεν τῆς προσοχῆς τοῦ
συγγενοῦς, ὅστις ποτὲ λίαν πρωΐ θεωρήσας τὴν κενὴν κλίνην ᾤετο πρόδρομον
ἀνηθικότητος εἶναι, τῇ ἐπιούσῃ νυκτὶ παραφυλάξας, εἶδεν τὸν Ὅσιον
προσευχόμενον, καὶ κατανοήσας τὴν διάνοιαν, παρεκίνησε αὐτὸν μετελθεῖν, τὸ
ἀγγελικὸν πολίτευμα τῆς μοναστικῆς κοινότητος. Ὀ δὲ Ὅσιος, ὑπετάχθη τῷ Κυρίῳ
καὶ τῷ κτήτορι τῆς Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Εὐαγγελισμοῦ τῆς Θεοτόκου τῶν
Κηπουραίων Χρυσάνθῳ καὶ ἐν ἔτει ᾳψξ΄ ἐνεδύθη τὸ ἀγγελικὸν Σχῆμα κατόπιν
τριετοῦς δοκιμασίας, μετονομασθεὶς Εὐφρόσυνος. Καταταγεὶς οὖν ἐν τῇ ἱερᾷ μονῇ,
ἐβίου βίον ἀγγελόμορφον, γενόμενος χωρητικὸς τῆς θείας ἐνεργείας, εὐφραινόμενος
τῇ δόξῃ τῶν θελημάτων τοῦ Ὑψίστου, χαριτούμενος τῇ ὑψοποιῷ ταπεινώσει καὶ τῇ
πρὸς πάντας ἐν ἁπλότητι ὐπακοῇ, τρεφόμενος τῇ ἀδιακόπῳ νοερᾷ προσευχῇ καὶ
ἀλήκτῳ ἐγκρατείᾳ, ἐνισχυόμενος ταῖς γονυκλισίαις καὶ ταῖς ὀλονυκτίοις στάσεσι,
καὶ ὡς ἔπος εἰπεῖν, διαχέων τὸ εὐαγγελικὸν φῶς διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης.
Προκόπτων δὲ εἰς τοσοῦτον τῶν ἀρετῶν, καὶ ἐν πάσῃ ἀγαθοεργίᾳ διαλάμπων, εἴληφεν
οὐρανόθεν παρὰ τοῦ τὰ νήπια σοφίζοντος Κυρίου τὸ προορατικὸν χάρισμα,
ἀποκαλύπτων πολλῶν καρδιῶν διαλογισμοὺς καὶ χρείας εἰς ἔκπληξιν πάντων καὶ εἰς
δόξαν τοῦ Δεσπότου Χριστοῦ. Καὶ γράμματα μὴ μεμαθηκώς, ἐκ καρδίας ἐγίνωσκε τὴν
θείαν Γραφήν, διδάσκων καὶ ὀδηγῶν εἰς μετάνοιαν ἕκαστον τῶν αὐτῶ ἐντυγχανόντων.
Ταῖς εὐχαῖς τοῦ Ὀσίου Εὐφροσύνου τοῦ νέου, ἐλύετο ἡ ἀτοκία τῶν πίστει
προσερχομένων αὐτῷ γυναικῶν, ἐκουφίζετο δὲ καὶ ἡ ἔνδεια τῶν πενήτων, καὶ ἡ τῶν
ἀδικουμένων ἀπελπισία εἰς παραμυθίαν στεῤῥὰν μετεβάλλετο. Τῇ προσκλήσει τοῦ
Ὁσίου, αἱ τῶν Ἀσωμάτων δυνάμεις πῖθον ὑπερμεγέθη ἐν μιᾷ νυκτὶ μετήνεγκον ἔνδον
τῆς μονῆς καὶ τῇ σημειώσει ὑπ’ αὐτοῦ τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ ἐπί τινος
πέτρας τεραστίων διαστάσεων, διὰ μικροῦ κτύπου μετὰ πελέκεως διέῤῥηξεν ταύτην
εἰς τεμάχια, τοῦ θειοτάτου ἀνδρὸς βουλομένου ὑποτυπῶσαι τὴν ἐκ Θεοῦ ἀρχομένην
ἐργασίαν. Ὅτε ὑπὸ φιλέριδος βλασφήμου τινὸς ὑπέμενε λοιδορίας καὶ ἀπειλὰς μετὰ
ψόγων, ἐνουθέτει τὸν ὐβριστικὸν μείρακα τῇ ὑπομνήσει τῆς μεταμελείας καὶ τῆς
ὑψίστης τοῦ Κυρίου δυνάμεως, καὶ ἐν τέλει διήλεγξεν ἐκεῖνον τῇ βλασφημίᾳ
ἐπιμένοντα προλέγων θάνατον οἰκτρόν, ὅσπερ αἴφνης μετ’ ὀλίγον ἐπῆλθεν διά τινος
σφαίρας πυροβόλου ὅπλου διαπερασάσης τὰς βλασφήμους παρειάς. Τῇ προσάψει τῶν
ἐνδυμάτων ἤ τοῦ σώματος τοῦ Ὀσίου, ἐδύναντο οἱ συμμονασταὶ αὐτοῦ καθορᾶν τὰς
ἀπαισίους ὄψεις τῶν δαιμόνων τῶν ἐπελαυνόντων ἐκ παρακειμένου ὄρους κατὰ τῆς
μονῆς, οὕς αἱ πανίεραι εὐχαὶ τοῦ Ὁσίου Εὐφροσύνου, καὶ ἡ διαπρύσιος ὑπόδειξις
τῆς μεταξὺ τῶν μοναχῶν ὁμονοίας καὶ τηρήσεως τῶν Κυριακῶν ἐντολῶν ἐσκέδαζεν
κατὰ κράτος. Προϊδὼν δὲ ὁ Ὅσιος τὸ μακάριον αὐτοῦ τέλος καὶ ἐν κατανύξει
συμβουλεύσας τοῖς ἀδελφοῖς μακροθυμεῖν, φεύγειν τὴν ἀνθρωπαρέσκειαν,
καλλιεργεῖν τὴν ταπείνωσιν καὶ ὑπεράνω ὅλων ἐλεεῖν τοὺς πλησίον, ἔργῳ καὶ οὐχὶ
μόνον λόγῳ δεικνύειν καὶ βιοῦν τὴν εἰς ἀλλήλους ἀγάπην, ἐκοιμήθη ὑμνῶν τὴν
πεφιλημένην αὐτῷ Παντάνασσαν Δέσποιναν Θεοτόκον τῇ δεκάτῃ τοῦ μηνὸς
Σεπτεμβρίου, τοῦ ἔτους ᾳωια΄. Μετὰ τρία ἔτη, ἐγένετο ἡ ἀνακομιδὴ τῶν Ἁγίων
αὐτοῦ λειψάνων, καθ’ ἥν ἅπαντες οἰ παριστάμενοι ᾔσθοντο τὴν δι’ αὐτῶν
ἐκπεμπομένην ἄῤῥητον εὐωδίαν, δι’ ἧς στέφει ὁ Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ.
Τὰ λείψανα τοῦ Ὁσίου, μετὰ τῆς τιμίας Κάρας αὐτοῦ, φυλάττονται ἐν τῇ λάρνακι
τοῦ ναοῦ τῆς Ἱερᾶς Μονῆς τῶν Κηπουραίων, εὐωδίαν ἀναπέμποντα καὶ
θαυματουργοῦντα εἰς τοὺς μετὰ πίστεως προσερχομένους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσαΐου τοῦ κτίτορος τῆς Μονῆς Κύκκου τῆς Κύπρου.
Κύκκου
σεμνεῖον, Ἡσαΐα, δομῆτορ,
ἐν
δομοῖς ἄνω σὺν τῇ Πανάγνῳ χαίρεις.
Οὗτος, ἡσυχίας φιλῶν
ἤσκησεν ἐν ταῖς δυσπροσίτοις ἐρημίαις τοῦ ὄρους Τροόδους. Αὐτῷ ὑπαντήσας ὁ ποτὲ
θηρεύων ἐν Μυριανθούσῃ δοὺξ τῆς Κύπρου, Μανουὴλ ὁ Βουτομίτης, καὶ τὴν σιωπὴν
αὐτοῦ πρὸς τὰς ἰδίας ἐρωτήσεις προβολὴν λογισάμενος βιαίως αὐτὸν ἐῤῥάπισε. Θείᾳ
ὅμως παραχωρήσει προβλησθεὶς οὗτος ὑπὸ τῆς ἀνιάτου ληθαργίας, αὐτῷ προσέφυγε
καὶ ἰασάμενος ἐπείσθη κομίσαι εἰς Κύπρον τὴν θαυματουργὸν τῆς Ἐλεούσης Εἰκόνα,
τὴν φυλαττομένην ἐν τοῖς ἀνακτόροις τοῦ Βυζαντίου. Ηὐδόκησεν ὁ Κύριος, ἵνα ὁ Ἡσαΐας θεραπεύσῃ ἐκ τῆς ἰδίας νόσου τόσον τὴν
βασιλόπαιδα, ὅσον καὶ τὸν ἴδιον ἄνακτα, καὶ πεισθῇ ὁ Ἀλέξιος Κομνηνὸς
παραχωρῆσαι τὴν ἁγίαν Εἰκόνα τῷ θεοφόρῳ ἐρημίτῃ. Χαίρων ὁ Ἡσαΐας παρέλαβε την χειρὶ τοῦ Ἀποστόλου Λουκᾶ
ἱστορηθεῖσαν ζωγραφίαν τῆς Ἐλεούσης Θεοτόκου καὶ εἰς Κύπρον αὐτὴν ἐκόμισεν.
Αὐτοῦ πεζοποροῦντος μετὰ τῆς ἁγίας Εἰκόνος πρὸς τὸ ὄρος τοῦ Τροόδους τὰ δένδρα
ἔκλινον τὰς ἑαυτῶν κορυφάς, καὶ προσεκύνουν τὴν Κυρίαν Θεοτόκον. Ἔν τινι κορυφῇ
τοῦ Τροόδου ὁ Ἡσαΐας ἐδόμησε χάριτι θείᾳ
περικαλλῇ Μονήν, ἔνθα ἀπέθηκε τὴν θαυματουργὸν τῆς Ἐλεούσης Εἰκόνα, πλεῖστα ὅσα
θαύματα ἄχρι τοῦ νῦν ἐπιτελοῦσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος ἐπίσκοπος Νικαίας, ἐν εἰρήνῃ τελειοῦται.
Νικαέων
πρόεδρος ὤν πρώην Πέτρε,
ἀλιέων
σύνεδρος ἐκθανὼν γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Εὐδοκίας τῆς παιδός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Παύλου ἐπισκόπου Νικαίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ὑπάκουου, τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ θαύματος τῆς Ὑπεραγίας Δεσποίνης Θεοτόκου τῆς Σκιπτροῦ, ἐν
τῇ πόλει τῶν Ὀρχομενών, ὅτε ἐκ τῆς γερμανικῆς καταστροφῆς αὐτὴν ἐλυτρώσατο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις
τοῦ Γέροντος Τύχωνος τοῦ ἀσκήσαντος ἐν τῇ Καψάλᾳ τοῦ
Ἁγίου Ὄρους.
Ὡς
ἁπλοῦς καὶ ταπεινός, Ὑψίστου δόξης,
ἠξιώθης
Τύχων πολιστὰ ἐρήμου.
Οὖτος, πατρίδα ἔσχε τὴν
Νόβια Μιχαλόσκα τῆς Ῥωσίας. Ἐγεννήθη τὸ 1884 ἐκ γονέων εὐλαβῶν, Παύλου καὶ
Ἑλένης, ἐξ ὧν ἐδιδάχθη τὴν ὀρθὴν πίστιν καὶ τὴν εὐλάβειαν καὶ ἀγάπην εἰς τὸν
Κύριον Ἰησοῦν. Ἐν τῇ ἀκμῇ τῆς αὐτοῦ νεότητος, κατέλιπε τὸν κόσμον καὶ
φλεγόμενος ὑπὸ τοῦ θείου ἔρωτος κατέφυγεν ἀλληλοδιαδόχως εἰς τὸ Σίναιον ὄρος,
τὴν ἔρημον τοῦ Ἰορδάνου καὶ τὸ Ἁγιώνυμο ὄρος. Ἐν τῷ τελευταίω θεοφιλῶς ἤσκησεν
ἑξήκοντα τὸ ὅλον ἔτη καὶ δὴ ἐν τῷ κελλίῳ Μπουραζέρι, καὶ ἐν τῇ ἐρήμῳ τῶν
Καρουλίων καὶ τῆς Καψάλας, δοξάζων ἀσιγήτως τὸ ὄνομα τοῦ Θεοῦ. Διεκρίθη διὰ τὴν
ἁπλότητα τῶν τρόπων αὐτοῦ, τὴν ταπείνωσιν, τὴν νηστείαν, τὴν ἀκτησίαν καὶ τὴν
ἐλεήμονα καρδίαν του. Πνευματικὸς ὁδηγὸς πλήθους μοναστῶν καὶ μιγάδων ἁπλανῶς
ἴθυνεν αὐτοὺς πρὸς σωτηρίαν καὶ θέωσιν. Τὸ πνευματικὸν αὐτοῦ τέκνον Παΐσιος,
καί τινες ἄλλοι φιλόσιοι, ἱστόρησαν τὰς αὐτοῦ ἀριστείας πρὸς δόξαν Θεοῦ καὶ
τιμὴν τοῦ Ὁσίου ἡσυχαστοῦ.
Ταῖς σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ΄. Ἀβραμιαῖοι ποτέ.
Θύειν εἰδώλοις σαφῶς, τοῦ
δυσσεβοῦς τυράννου, κελευομένου κατεπτύσατε, βοῶσαι Νεάνιδες, ὁ τῶν Πατέρων
ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Λελαμπρυσμέναι τὸν νοῦν,
θεαρχικαῖς ἀκτῖσιν, ἀχλὺν εἰδώλων ἠμαυρώσατε, βοῶσαι Πανεύφημοι, ὁ τῶν Πατέρων
ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Οὐκ ἐκτομαὶ τῶν μελῶν, οὐ
διωγμὸς οὐ θλῖψις, Χριστοῦ χωρίσαι ὅλως, ἴσχυσαν, βοώσας τὰς Μάρτυρας· Ὁ τῶν
Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὑπερφυῶς τὸν Θεόν, ἐν τῇ
γαστρί σου Κόρη, κυοφορῆσαι κατηξίωσαι, βροτοὺς ἀναπλάττοντα, τοὺς μελῳδοῦντας
πιστῶς, Χριστὲ εὐλογητὸς εἶ.
ᾨδὴ
η'. Λυτρωτὰ τοῦ παντός.
Στομωθεῖσαι ἀγάπῃ τοῦ
κτίσαντος, ἀπημβλύνατε κέντρα τοῦ ὄφεως, ἐν γυναικείῳ σώματι, ἀνδρικοὺς
διανύουσαι τοὺς ἀγῶνας, καὶ στεφάνοις ἐνθέοις στεφόμεναι.
Συμπλακεῖσαι ἐν μέσῳ τοῦ
σκάμματος, ἀοράτοις ἐχθροῖς μετὰ σώματος, τοὺς ἀσωμάτους ἔτρεψαν, αἱ θεόφρονες
Κόραι, ἀναβοῶσαι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ἐν Θεῷ τῷ Σωτῆρι νευρούμεναι,
ἐν Χριστῷ Ἰησοῦ δυναμούμεναι, τὸ τοῦ ἐχθροῦ ἀνίσχυρον, διωλέσατε κράτος,
ἀναβοῶσαι· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Βασιλείας τῆς ἄνω ἐτύχετε,
σὺν Χριστῷ Ἰησοῦ βασιλεύουσαι, πεποικιλμέναι στίγμασι, τῶν βασάνων τῷ κάλλει
διηνθισμέναι, ἀξιάγαστοι Κόραι νεάνιδες.
Θεοτοκίον
Ὡς Θεοῦ ἀκηλίδωτον τέμενος,
ὑπεδέξω αὐτὸν σωματούμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι, γνωριζόμενον Κόρη, ᾧ
μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
ᾨδὴ
θ'. Λίθος ἀχειρότμητος.
Ἰδεῖν ἐφιέμεναι κάλλος, τὸ
τοῦ Νυμφίου ὁλοτρόπῳ, νεύσει πρὸς αὐτὸν θεοφόροι, ἀθανασίαν ἐμελετήσατε, ἐν τῷ
θνητῷ τοῦ σώματος· ὅθεν ἀξίως μακαρίζεσθε.
Ὤφθητε τυράννων ἐν μέσῳ,
οἷά περ λύκων ὠμοτάτων, ἄσπιλοι ἀμνάδες τὴν τούτων, θηριωδίαν καταπαλαίουσαι,
καὶ τῷ Χριστῷ εὐπρόσδεκτα, ὡς Ἱερεῖα προσαγόμεναι.
Στέφος ἀνεπλέξασθε ἅμα, μὴ
παλαιούμενον παρθένοι, θείας ἐπετύχετε δόξης, καὶ βασιλείαν ὄντως ἀσάλευτον,
παραλαβεῖν ὡς Μάρτυρες, μετὰ Μαρτύρων ἠξιώθητε.
Ἧς κατηξιώθητε δόξης, καὶ
ἐπετύχετε χορείαις, τοὺς ἐπιτελοῦντας ἐκ πόθου, ὑμῶν τὴν μνήμην τυχεῖν
πρεσβεύσατε, ὡς παρρησίαν ἔχουσαι, πρὸς τὸν Δεσπότην Σεμνοπάρθενοι.
Θεοτοκίον
Φεῖσαί μου Χριστὲ ὅταν
ἔλθῃς, κρῖναι τὸν κόσμον μετὰ δόξης, λῦσον τὴν ἀχλὺν τῶν παθῶν μου, ταῖς
ἱκεσίαις τῆς κυησάσης σε, καὶ τῶν σεπτῶν Μαρτύρων σου, ὡς ἀγαθὸς καὶ πολυέλεος.
Ἐξαποστειλάριον, Ἦχος γ'.
Φῶς ἀναλλοίωτον.
Αἱ
τρεῖς παρθένοι Τριάδα, Θεὸν ἀφράστως ποθοῦσαι, κηρύττουσι τῶν τυράννων, ἐνώπιον
διὰ τοῦτο, βασανισθεῖσαι τοῦ στέφους, τυγχάνουσι τοῦ ἀφθάρτου.
Ἐξαποστειλάριον. Τῆς Ἑορτῆς.
Ὁ
γλυκασμὸς τῶν Ἀγγέλων, ὁ φωτισμὸς τῶν ἀνθρώπων, ἡ προστασία τοῦ κόσμου,
Θεογεννῆτορ Μαρία, τοὺς σὲ ὑμνοῦντας ἐν πίστει, ῥῦσαι πταισμάτων Παρθένε.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
αὐταδέλφων παρθένων καὶ Ἀθληφόρων Χριστοῦ, τὴν φωτοφόρον μνήμην, ἑορτάσωμεν
πάντες, ἰδοὺ γὰρ ἐπεδήμησε κόσμῳ παντί, ὥσπερ ἥλιος πάμφωτος, καὶ δαδουχεῖς
ταῖς ἀΰλοις μαρμαρυγαῖς, οἰκουμένης τὰ πληρώματα.
Ἡ
συντριβὴ τῶν μελῶν σου Μάρτυς τὴν ἕνωσιν, τὴν ἄῤῥηκτον καὶ θείαν, ἐν Χριστῷ
Μηνοδώρα, ὡς οὔσης θεῖον μέλος καὶ ἐκλεκτόν, Ἐκκλησίας τῆς ἄνωθεν, σοὶ
ἐπροξένησε πάσης φθοροποιοῦ, συναφείας σε χωρίσασα.
Ἐπὶ
τοῦ ξύλου ὡς νύμφη αἰωριθεῖσα Χριστοῦ, τὰς τῶν λαμπάδων φέρεις, Μητροδώρα
ἐκκαύσεις, ἐντεῦθεν λαμπρυνθεῖσα μαρτυρικῶς, μετὰ δόξης ἀνέδραμες, πρὸς
οὐρανίους σκηνώσεις ἔνθα τὸ σόν, ἀναγέγραπται πολίτευμα.
Τῶν
αἰκισμῶν τὰς νιφάδας καθάπερ ῥόδα τερπνά, θεόφρον Μηνοδώρα, ταῖς χερσί σου
κρατοῦσα, παρέστης τῷ τῶν ὅλων Δημιουργῷ, ὡς φαιδρὰ καὶ ἀκήρατος, κομιζομένη
καμάτων τὰς ἀμοιβάς, καὶ φρουροῦσα τοὺς τιμῶντάς σε.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ἡ προφητικὴ κινύρα, κρουομένη τῷ πνεύματι, ἐν ἀγαλλιάσει βοάτω· ἰδοὺ δὴ τί
καλὸν ἢ τί τερπνόν, ἀλλ’ ἢ τῷ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Αἱ γὰρ ἐκ μιᾶς
ῥίζης βλαστήσασαι παρθένοι, εἰ καὶ τοῖς σώμασι διΐστανται, ἀλλ’ ἓν φρόνημα
ἔνθεον, ἐν τρισὶ ψυχαῖς ἐτιθηνήσαντο· ὅθεν ἐν ἑνὶ στόματι, τὴν τοῦ Χριστοῦ
ὁμολογίαν τρανώσασαι, τὰς οὐρανίους οἰκήσεις, ὡς ὁμοίμωγες ἐν πᾶσι γνήσιαι,
πίστει ἐκληρώσαντι· ἀλλ’ ὦ παρθένων καὶ Μαρτύρων σύμφοιτοι, Μητροδώρα σὺν
Μηνοδώρα καὶ Νυμφοδώρα, αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, ὁμόνοιαν εἰλικρινῆ παρὰ
Χριστοῦ, τοῦ τῆς εἰρήνης ἄρχοντος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών,
καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς
πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον
εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν παρθένων τριὰς σεπτή, Μηνοδώρα Μάρτυς, Μητροδώρα πανευκλεής, σὺν τῇ
Νυμφοδώρᾳ, τῇ οὔσῃ μακαρίᾳ, Τριάδος τῆς Ἁγίας, εὔηχα στόματα.
Ἡ
τῶν αὐταδέλφων θεία τριάς, παρθενίας κάλλει, διαπρέψασα εὐπρεπῶς, ταῖς τοῦ
μαρτυρίου, λαμπραῖς ἀνδραγαθίαις, Τριάδα τὴν Ἁγίαν, κόσμῳ ἐδόξασε.
Χαίροις
Μηνοδώρα θεοειδής, χαίροις Μητροδώρα, ἀπερίτρεπτε ἐν ποιναῖς, χαίροις
Νυμφοδώρα, ἡ τοῦ Σωτῆρος Νύμφη, Τριάδος τῆς Ἁγίας, κόραι ἰσάριθμαι.
ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί
ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε
Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός
ρμβ’ (142).
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου,
εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου
Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν
ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς
νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία
μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι
τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ
ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης
τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν
ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι
Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν
ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς
πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων
στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή
ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα
τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς
ἀθληφόρους καὶ Ἁγίας Παρθένους, τὰς δι’ ἁγνείας ἀκραιφνοῦς κοσμουμένα,
ἀνευφημοῦντες κράξωμεν ἐκ μέσης ψυχῆς· Μάρτυρες πανεύφημοι, ταῖς ὑμῶν ἱκεσίαις,
τοὺς ὑμᾶς γεραίροντας, πάσης ῥύσασθε βλάβης, τοῦ πολεμίου δράκοντος Σατᾶν, καὶ
σωτηρίας λιμένι ἰθύνατε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός
ν’ (50).
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου,
ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς
ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου
ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ
γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν
τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό
Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί
πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ
ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί
τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν,
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό
θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἠ ἀκροστιχίς: Μέλπω τριῶν ἀθλοπαρθένων τοὺς πόνους. Γερασίμου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρτυρικοῖς κεκοσμημέναι
στέμμασιν, ὡς Ἀθληφόροι Χριστοῦ, καὶ τῆς Τριάδος, καλλοναῖς θεούμεναι, Παρθένοι
αἱ τρισάριθμοι, φωτισμόν μοι σοφίας, παρὰ Θεοῦ ἐξαιτήσασθε, μέλποντι ὑμῶν τὴν
πανήγυριν.
Ἔρως ὁ θεῖος ὥσπερ πῦρ
οὐράνιον, ἐν ταῖς καρδίαις ὑμῶν, ἀναφθεὶς ἀΰλως, Μάρτυρες καλλίνικοι, ὑμᾶς
λαμπρῶς ἀνέδειξε, παρθενίας λαμπάδας, ἐξαστραπτούσας τοῖς σκάμμασι, τὴν τῆς
εὐσεβείας λαμπρότητα.
Λελαμπρυσμέναι αἱ σεμναὶ
αὐτάδελφοι, ἀπὸ νεότητος, σωματικῷ κάλλει, καὶ ψυχῆς φαιδρότητι, τὴν χάριν τὴν
τοῦ πνεύματος, ἐκληρώσαντο πίστει, ὥσπερ τρυγόνες πανάμωμοι, κόσμου συναυλίας
μακρύνουσι.
Πᾶσαν τὴν σχέσιν τῶν
φθαρτῶν παρείδετε, ὡς οὐρανόφρονες, καὶ τῷ Θεῷ Λόγῳ, νοερῶς ἡνώθητε, ἐν ὄρει
γὰρ σκηνώσαι, βιοτὴν οὐρανίαν, μετὰ σαρκὸς διεδράμετε, ῥεῖθρα ἰαμάτων
πηγάζουσαι.
Θεοτοκίον.
Ὡς μυροθήκη φωταυγὴς καὶ
ἔμψυχος, τοῦ θείου μύρου ἁγνή, ζωῆς εὐωδίαν, τῷ κόσμῳ διέπνευσας, ἧς ἐν μεθέξει
ὤφθησαν, αἱ αὐτάδελφοι Κόραι, περιφανῶς ἀριστεύσασαι, Κεχαριτωμένη Πανύμνητε.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τῆς εὐσεβείας τὴν ἰσχύν, ὡς
εἶδεν ἀνθηφορούσας, ὁ ἐχθρὸς ὑμᾶς ἐν μέσῳ σταδίου, κατεπλάγη ἀληθῶς, θεηγορίᾳ
λόγων γάρ, καὶ πόνων καρτερίᾳ, τούτου τὸ θράσος καθείλετε.
Ῥαβδον
δυνάμεως Χριστοῦ, ἡ εὐκλεὴς Μηνοδώρα, ὡς κρηπῖδα ἀῤῥαγῆ κεκτημένη, τῶν μαστίγων
τὰς ὁρμάς, καὶ τῶν δεσμῶν τὴν κάκωσιν, ὑπέμεινε γενναίως, ὑμνολογοῦσα τὸν
Κύριον.
Ἰσχύϊ τῇ παντουργικῇ, ἡ
Μητροδώρα ἡ Μάρτυς, ἱερῶς πυρπολουμένη τὴν φρένα, τὴν κατάφλεξιν στεῤῥῶς, τοῦ
σώματος ὑπέμεινε, καὶ τὴν παρανομίαν, ἔρωτι θείῳ κατέφλεξεν.
Ὡραιωθεῖσα ἐμφανῶς, τῶν
πόνων τῇ εὐπιδόσει, Νυμφοδώρα ἡ θεόφρων νεᾶνις, ἐμνηστεύθη μυστικῶς, Χριστῷ τῷ
Παντοκράτορι, τῷ ὄντι παρὰ πάντας, βροτοὺς ὡραίῳ ὡς γέγραπται.
Θεοτοκίον.
Νάρδον καὶ μῦρον, ὁ
Χριστός, ἐκκενωθὲν ἐν γαστρί Σου, ὠνομάσθη φιλανθρώπως Παρθένε, Οὗ τοῖς ἴχνεσι
λαμπρῶς, νεάνιδες ἑπόμεναι, μαρτυρικοὺς ἀγῶνας, ὑπερφυῶς ἠγωνίσαντο.
Διάσωσον,
ἀπὸ κινδύνων τριὰς Παρθενομαρτύρων, καὶ πάσης βλάβης ψυχῆς,ταῖς λιταῖς ὑμῶν,
τοὺς πόθῳ θερμῷ, τὴν σκέπην ὑμῶν ἐκζητοῦντας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένοι
σεμναί, καὶ Μάρτυρες ἀήττητοι, καὶ νύμφαι Χριστοῦ, αὐτάδελφοι πανεύφημοι,
Μηνοδώρα ἔνδοξε, Μητροδώρα καὶ Νυμφοδώρα θεόφρονες, Χριστὸν δυσωπεῖτε παρασχεῖν,
πταισμάτων παντοίων ἡμῖν ἄφεσιν.
ᾨδη
δ΄. Σύ μου ἰσχύς.
Ἀπὸ παιδός, Χριστὸν τὸν
μόνον ἐράσμιον, διανοίᾳ ὁλικῇ ποθήσασαι, παρθενικὸν πλοῦτον ἀληθῶς, μαρτυρίου
ἄθλοις, εἰς ἑκατὸν ἐπηυξήσατε, ἐντεῦθεν νικηφόροι, μελωδεῖτε ἀπαύστως· τῇ
δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θλᾶσιν μελῶν, καὶ τὸν
ἐπώδυνον θάνατον, ὥσπερ ἄλλου πάσχοντος ἠνέγκατε, διὰ τὸν πάντων Δημιουργόν,
Μηνοδώρα Μάρτυς, καὶ Μητροδώρα πανεύφημε, μετὰ τῆς Νυμφοδώρας, ἀθανάτων
παστάδων, καὶ ἀλήκτου ζωῆς ἀξιούμεναι.
Λαμπροφανεῖς καὶ πλήρεις
θείου φρονήματος, καὶ φρονήσει θεϊκῇ κοσμούμεναι, πρὸ τῶν βημάτων τῶν ἀσεβῶν,
ἔστητε ἀνδρείως, θεολογοῦσαι τὴν σάρκωσιν, τοῦ πάντων εὐεργέτου, καὶ εἰδώλων
τὴν πλάνην, διελέγχουσαι πόνων στεῤῥότητι.
Ὄντως φαιδρά, καὶ φωταυγής,
καὶ ἀήττητος, ἡ χορεία πέφυκε Φιλάνθρωπε, τῶν αὐταδέλφων τῶν ἐκλεκτῶν, φύσεως
τῷ νόμῳ καὶ εὐσεβείας ταῖς χάρισι, λαμπρῶς συγκροτουμένη, καὶ βοῶσά Σοι Λόγε·
τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Πύλη φωτός, θεοφεγγὴς
ἀναδείξασαι, Θεοτόκε Μήτηρ Ἀειπάρθενε, ἐκ Σοῦ γὰρ ὤφθη μετὰ σαρκός, ὁ Δεσπότης
πάντων, ὁ μόνος ὢν μεγαλόδωρος, ὁ δώροις ἀϊδίοις, τὸν χορὸν τῶν Παρθένων,
ἀγλαΐσας Χριστὸς ὁ Θεὸς ἡμῶν.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ἀκλινεῖ καρτερίᾳ, καὶ
νεανικῇ ἐνστάσει, ὡς ἄσαρκος, Μηνοδώρα Μάρτυς, τὰ ὀστᾶ συντριβεῖσα ταῖς
μάστιξι, πᾶσαν τὴν μανίαν, ἐχθροῦ συνέντριψας εἰς τέλος, συντριβέντων ὀφθεῖσα
ἀνόρθωσις.
Ῥωμαλέᾳ ἐννοίᾳ, τοῦ Χριστοῦ
εἰκόνισας τὸ θεῖον πάθημα, Μάρτυς Μητροδώρα, ὑψωθεῖσα γὰρ ξύλῳ ὑπέφερες, τὴν
τοῦ σώματός σου, δεινὴν κατάφλεξιν θεόφρον, καὶ μοχλῶν βαρυτάτων τὴν πίεσιν.
Θεωρίᾳ ἀΰλῳ, τοῦ λαμπροῦ
Νυμφίου σου ἐνατενίζουσα, ὄμμασι καρδίας Νυμφοδώρα σεμνὴ καλλιπάρθενε, τῆς
σαρκὸς τὰ ἄλγη, ὡς νυμφικὰ δῶρα ἡγήσω, μεγαλόφρονι νῷ παμμακάριστε.
Ἐξενεύρισας πάντα, τῆς
ἀπάτης σύνδεσμον, αἱ γενναιόφρονες, πίστεως δυνάμει, τῶν βασάνων τὰ βάρη τὰ
πάνδεινα, καὶ ξεσμῶν τὰς στρέβλας, καὶ τὰς μεγίστας ἀλγηδόνας, ὁμονοίᾳ ἀρίστῃ
προσφέρουσαι.
Θεοτοκίον.
Νυμφικῶς τῷ Υἱῷ Σου, τῷ
ὡραίῳ Ἄχραντε, Κόραι νεάνιδες, καὶ σεμναὶ Παρθένοι, δια πόνων ἀθλήσεως
χαίρουσαι, ἐν παστάδι θείαις, συνήφθησαν ἀδιαφθόρως, χαρμονῆς ἀκηράτου
πληρούμεναι.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς ἄνθη ἀειθαλῆ, καὶ ῥόδα
ὄντως ἀμάραντα, κοιλᾶσι μαρτυρικαῖς, ἐνθέως ἠνθήσατε, σεμναὶ καλλιπάρθενοι, καὶ
θεογνωσίας εὐωδίαν ἐπαφήκατε.
Νυμφίον τὸν ἀληθῆ, ἀπὸ
ψυχῆς ἀγαπήσασαι, τοῦ κόσμου πᾶσαν τρυφήν, σαφῶς ἀπεπτύσατε, καὶ οἰκείοις
αἵμασι, τῆς ἀθανασίας, τὴν πορφύραν ἐξυφάνατε.
Τὴν τρίφωτον ἀληθῶς, τῶν
Ἀθληφόρων συνέλευσιν, ὑμνήσωμεν ἱερῶς, Μηνοδώραν μέλποντες, σὺν αὐτῇ τὴν
ἔνδοξον, Μητροδώρα ἅμα, Νυμφοδώραν τε τὴν πάνσεμνον.
Ὁ βίος ὑμῶν λαμπρός, τῆς
παρθενίας ταῖς κάλλεσιν, ἐξέλαμψεν ἐπὶ γῆς, αὐτάδελφοι Μάρτυρες, ἡ δὲ πίστις
ἄῤῥηκτος, τοῖς τοῦ μαρτυρίου, σφραγισθεῖσα ἀγωνίσμασιν.
Θεοτοκίον.
Ὑψίστου περιφανές, καὶ
θεῖον ὤφθης ἁγίασμα, ἁγιασμὸν ἀληθῆ, πηγάζουσα Δέσποινα, ταῖς τριτταῖς νεάνισι,
ταῖς ἀγαπήσασαις, τοῦ Υἱοῦ Σου τὴν τερπνότητα.
Διάσωσον,
ἀπὸ κινδύνων τριὰς Παρθενομαρτύρων, καὶ πάσης βλάβης ψυχῆς,ταῖς λιταῖς ὑμῶν,
τοὺς πόθῳ θερμῷ, τὴν σκέπην ὑμῶν ἐκζητοῦντας.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παῤῥησίαν
κεκτημέναι πρὸς τὸν Κύριον, ὡς παρθένοι καὶ νύμφαι αὐτοῦ παμμακάριστοι, μὴ
ἐλλείπητε ὑπὲρ ἡμῶν, τοῦ πρεσβεύειν ἐκτενῶς, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς καὶ
πολυτρόπων πειρασμῶν, οἱ πιστως ὑμῖν κράζοντες· σπεύσατε Ἀθληφόροι, δωρούμεναι
ἡμῖν πᾶσι, συμβίωσιν εἰρηνικήν, καὶ ἀγάπην ἀστασίαστον.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
κατὰ Λουκᾶν.
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Προσέρχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’
ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγάς, καὶ φυλακὰς
ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἔνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ
ὑμῖν εἰς μαρτύριον, θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι,
ἐγὼ γὰρ δόσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι
πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ
συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων
διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ
ἡμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Παύσασθε
τὴν ἔφοδον, τῶν πειρασμῶν καὶ κινδύνων, σεμναὶ καλλιμάρτυρες, ταῖς ὑμῶν δεήσεσι
πρὸς τὸν Κύριον, καὶ ταχὺ σώσατε, ἐκ νόσων παντοίων, καὶ τὸν κλύδωνα πραΰνατε,
τῶν διαιρέσεων, καὶ εἰρηνικῶς πολιτεύεσθαι, ἡμᾶς καταξιώσατε, Τριὰς αὐταδέλφων
ἡ ἔνδοξος, σεμνὴ Μηνοδώρα, σὺν θείᾳ Μητροδώρᾳ τῇ κλεινῇ, καὶ Νυμφοδώρα
θεόνυμφε, Κόραι καλλιπάρθενοι.
ᾨδὴ
ζ΄. Θεοῦ συγκατάβασιν.
Σοφίαν τὴν ἄνωθεν, ἐν τῇ
ἀνοίξει ὑμῶν τοῦ στόματος, ἑλκύσασαι θεοφρόνως, τὰς σοφιστείας τοῦ πολεμήτορος,
καὶ τὰ τῆς πλάνης ἐπιτηδεύματα, ἐλύσατε προφανῶς, ὑμνολογοῦσαι Χριστόν.
Παθῶν ὑπεκκαύματα, τῇ
ἐπομβρίᾳ τῆς Θείας Χάριτος, καταπαύσετε ὄντως, καὶ ἰαμάτων αἴγλην ἀρίδηλον,
καταπυρσεύετε πίστει τοῖς κράζουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Οὐδόλως ἐκάμφθητε, τῇ τοῦ
διώκτου μανίᾳ Μάρτυρες, ἀλλὰ φίλτρῳ ἀΰλῳ, κολαστηρίων τὸ πῦρ ἠνέγκατε,
φωταγωγοῦσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεάνιδες πάνσεμνοι, φύσεως
σχέσει λαμπρῶς ἑνούμεναι, ἠκολούθησαν Λόγε, τῇ εὐωδίᾳ τῶν παθημάτων σου, τῇ σῇ
ἀγάπῃ, ψυχὴν τιτρωσκόμεναι καὶ ἐκβοῶσαι φαιδρῶς· εὐλογητὸς εἶ Χριστέ.
Θεοτοκίον.
Ὁ Λόγος σὰρξ γέγονεν, ἐκ
Σοῦ Παρθένε Θεοχαρίτωτε, καὶ σαρκὸς ὑπερτέρας, ἐν τῇ ἀθλήσει δείκνυσιν Ἄχραντε,
τὰς ἀθληφόρους βοώσας ἐν Πνεύματι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ὑπομονὴν ἀσύγκριτον,
καρτερίαν πανθαύμαστον, καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμεναι, ἐχθρὸν κατεβάλετε,
τοὺς δὲ πιστοὺς εὐφράνατε, Μάρτυρες σεμναί, ἐν ὁμονοίᾳ βοῶσαι· οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σεσοβησμένος ἔμεινεν, ὁ
παράφρονος τύραννος, τῆς ὑμῶν σύμπνοιας κατιδὼν τὴν ἔνστασιν, δι’ ἧς
ἀγαλλόμεναι, τῶν αἰκισμῶν τὴν ἔφοδον, ὡς ἀναψυχὴν προσκαρτερεῖτε, καὶ δόξαν
θεόφρον Μηνοδώρα, Μητροδώρα τρισμάκαρ, καὶ θεία Νυμφοδώρα, αὐτάδελφοι παρθένοι.
Γνώσεως θείας ἔλλαμψιν,
Μητροδώρα πλουτήσασα, ὡς ἀκτὶς ἀστράπτεις μαρτυρίου σκάμμασι, λαμπάδων τὴν
ἔκαυσιν, ὡς δρόσον θείαν φέρουσα, καὶ καθάπερ βότρυς τοῖς μοχλοῖς συνθλιβεῖσα,
ἀπέσταξας πλουσίως, θεογνωσίας οἶνον, τοῖς πόθῳ εὐλογοῦσι, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ἐν ῥαβδισμοὶς ἀνένδοτοι, ἐν
ξεσμοῖς ἀπερίτρεπτοι, καὶ λοιπαῖς βασάνοις ὤφθητε ἀήττητοι, διὸ κατεῤῥάξατε,
τῆς πλάνης πᾶσαν δόμησιν καὶ θεοσεβείας σεαυτὰς θείας στήλας, ἠγείρατε ἐνθέως,
Μηνοδώρα ἡ Μάρτυς, καὶ θεία Νυμφοδώρα, Χριστὸν ὑπερυψοῦσαι.
Θεοτοκίον.
Ῥάβδος Σε προτυπώσασα,
Ἀαρὼν Μητροπάρθενε, τὴν Σὴν ὑπὲρ λόγον κύησιν ἐσήμανε, Σὺ γὰρ ἀπεκύησας, τὸν ἐκ
Πατρὸς ἐκλάμψαντα, σάρκα ἐκ τῶν Σῶν , ἀνειληφότα αἱμάτων, Ὃν παῖδες ἀνυμνοῦσιν,
ἱερεῖς εὐλογοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Αἱμάτων ταῖς ῥανίσι τῶν
ἱερῶν, φωταυγῆ ἀλουργίδα φοινίξασαι, τῷ Βασιλεῖ, τῷ προαιωνίῳ μετὰ χαρᾶς,
παρέστητε πανεύφημοι, οἷάπερ παρθένοι θεοειδεῖς, καὶ θεῖαι Ἀθληφόροι, ἀδελφικῇ
ἑνώσει, περιφανῶς καλλωπιζόμεναι.
Στιγμάτων τῶν ὡραίων τὰς
ἀστραπάς, καὶ πληγῶν ζωηφόρων τὰς χάριτας, ὡς ἀληθῆ, κόσμον περιφέρουσαι
εὐπρεπῶς, μαρτυρικῆς φαιδρότητος, καὶ τῆς τρισηλίου μαρμαρυγῆς, καὶ δόξης
αἰωνίου, μετέσχετε ἐνθέως, Παρθενομάρτυρες αὐτάδελφοι.
Ἰάματα ὡς νάματα καθαρά, τὰ
σεπτὰ καὶ πολύαθλα σώματα, ὑμῶν ἀεί, βρύουσι τῷ κόσμῳ ὑπερφυῶς, καὶ τὰς ψυχὰς
καθαίρουσι, καὶ σωμάτων παύουσι τὰς πληγάς, τῶν πίστει προσιόντων, καὶ φόνῳ
ἀπτομένων, Παρθενομάρτυρες αὐτάδελφοι.
Μαρτύρων ταῖς ἀγέλαις ἐν
οὐρανοῖς, καὶ παρθένων τοῖς δήμοις συνήφθητε, ὡς εὐκλεεῖς, Μάρτυρες τοῦ πάντων
Δημιουργοῦ, καὶ ὡς ἁγναὶ καὶ ἄμωμοι, κάλλει διαλάμπουσαι ἀρετῶν, καὶ φέρουσαι
εν πίστει, λαμπάδας τὰς Ἁγίας, Παρθενομάρτυρες αὐτάδελφοι.
Ὁ χείλεσιν ἀνάγνοις καὶ
ῥυπαροῖς, καὶ καρδίᾳ δυσώδει τοῖς πάθεσιν, τοὺς καθαρούς, πόνους ὑμῶν μέλψαι
καὶ εὐαγεῖς, ἐπιχειρήσας ἥττημαι, τούτων τῷ μεγέθει καὶ τῷ φωτί, διὸ τὴν
πρόθεσίν μου, προσδέξασθε αἰσίως, καὶ φωτισμόν μοι χορηγήσατε.
Θεοτοκίον.
Ὑπέρτερος ὁ τόκος Σου
λογισμῶν, καὶ νοήσεως πάσης ἐπέκεινα, Σὺ γὰρ ἁγνή, τέτοκας τὸν πάντων
Δημιουργόν, τὸν τὰς Παρθενομάρτυρας, δείξαντα ἐν πᾶσι φωτοφανεῖς, Χριστὸν τὸν
φωτοδότην, Ὃν αἴτησαι φωτίσαι, τὴν σκοτισθεῖσάν μου διάνοιαν.
Μεγαλυνάρια.
Ἄξιόν
ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον
καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον
Σέ μεγαλύνομεν.
Χαίροις
τῶν παρθένων τριὰς σεπτή, Μηνοδώρα Μάρτυς, Μητροδώρα πανευκλεής, σὺν τῇ
Νυμφοδώρᾳ, τῇ οὔσῃ μακαρίᾳ, Τριάδος τῆς Ἁγίας, εὔηχα στόματα.
Ἡ
τῶν αὐταδέλφων θεία τριάς, παρθενίας κάλλει, διαπρέψασα εὐπρεπῶς, ταῖς τοῦ
μαρτυρίου, λαμπραῖς ἀνδραγαθίαις, Τριάδα τὴν Ἁγία, κόσμῳ ἐδόξασε.
Χαίροις
Μηνοδώρα θεοειδής, χαίροις Μητροδώρα, ἀπερίτρεπτε ἐν ποιναῖς, χαίροις
Νυμφοδώρα, ἡ τοῦ Σωτῆρος νύμφη, Τριάδος τῆς Ἁγίας, κόραι ἰσάριθμοι.
Χαίρουσαι
ἠνέγκατε ἀνδρικῶς, πόνοις δι’ ἀγάπην, τοῦ ταθέντος ἐν τῷ Σταυρῷ, ὅθεν τῆς
εὐκλείας, Αὐτοῦ ἐπιτυχοῦσαι, ἡμᾶς Παρθενομάρτυρες περιέπετε.
Ἔλλαμψιν
αἰτήσατε ἐκ Θεοῦ, καὶ πταισμάτων λύσιν, καὶ κινδύνων ἀποφυγήν, ἡμῖν δωρηθῆναι,
τοῖς πόθῳ ἐκτελοῦσιν, ὑμῶν τὴν θείαν μνήμην, Μάρτυρες πάνσεμνοι.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες
μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον. Τὰ συνήθη
τροπάρια. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε
ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί
χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Πάσης,
σκοτοδίνης τῶν παθῶν, καὶ καταφορᾶς κακοτρόπου, καὶ πονηρᾶς ἀγωγῆς, ἅπαντας
λύτρωσασθε, ἡμᾶς πανεύφημοι, Μηνοδώρα θεόσοφε, σεμνὴ Μητροδώρα, Νυμφοδώρα
ἔνδοξε, Κυρίου νύμφαι σεπταί, ὅπως, ἐν σεμνῇ πολιτείᾳ, καὶ εἰρηνικῇ καταστάσει,
τὸν ὑμᾶς δοξάσαντα δοξάσωμεν.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τήν
πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην
Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων
ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου