ΙΑΝΟΥΑΡΙΟΣ ΙΒ
ΕΥΛΟΓΙΑ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Προσόμοια.Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Σεμνὴ Εὐλογία τὸν Χριστόν, καὶ Δεσπότην σύμπαντος, ὁλοσχερῶς ἀγαπήσασα, τὸν Θεοδόσιον, τόκον σου τὸν θεῖον, πόθῳ ἐγαλούχησας, καὶ νάμασιν ἐπότισας πίστεως· μεθ' οὗ ἱκέτευε, τὸν Σωτῆρα δοῦναι ἄπασι σὲ τιμῶσι, χαρὰν καὶ ὁμόνοιαν.
Σεμνὴ Εὐλογία παμφαές, λαμπηδὼν τῆς πίστεως, ἐρήμου ηὔγασας πέρατα, βολαῖς ἀσκήσεως, σοῦ τῆς νυχθημέρου, ἔχουσα ὡς πρότυπον, μονήρους βιοτῆς Θεοδόσιον, υἱόν σου λάμψαντα, κοινοβίων ὥσπερ πρώταρχον, καὶ ἐρήμου, φανὸν τηλαυγέστατον.
Σεμνὴ Εὐλογία θεϊκῶν, δωρεῶν κυάθιον, ἐν ἀληθεῖ πεπολίτευσαι, ὄντως χρηστότητι, καὶ κατηξιώθης, δόξης τῆς ἀμείνονος, κλεινὴ καὶ οὐρανίου ἐλλάμψεως· ὅθεν τιμῶντές σε, καθηκόντως ἱκετεύομεν· Ἴσθι πάντων ἐν βίῳ ὑπέρμαχος.
Σεμνὴ Εὐλογία σὸν υἱόν, διεπαιδαγώγησας, αὐτὸν τηρεῖν τὰ ἐντάλματα, Κτίστου διδάσκουσα, σὺν Προαιρεσίῳ, εὐλαβεῖ συνεύνῳ σου, καὶ στρέφειν τῆς καρδίας τὰ ὄμματα, τούτου πρὸς ἄῤῥευστα· ὡς σπορέα ὅθεν πίστεως, τῆς ἀμώμου, Χριστοῦ σε γεραίρομεν.
Δόξα. Ἦχος πλ. δ΄.
Θεϊκῶν δόσεων πλησθεῖσα Εὐλογία πανεύφημε, σκεῦος εὔχρηστον παντοδαπῶν ἀρετῶν ἐχρημάτισας, καὶ παρὰ Κυρίου ἀξιοχρέως ἐδοξάσθης· ἐν εὐσεβείᾳ γὰρ καὶ ἀρετῇ διαθρέψασα, τὸ τέκνον σου Θεοδόσιον τὸν Κοινοβιάρχην, σωτηρίᾳς αὐτῷ τρίβους καθυπέδειξας· μετ' αὐτοῦ οὖν ἀγαλλομένη ἐν σκηναῖς οὐρανίαις, μὴ παύσῃ σὺν αὐτῷ πρεσβεύουσα, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε εὐλογιῶν, Ὑψίστου ὁ χειμάῤῥους, τρισμάκαρ Εὐλογία, καὶ ἀρετῆς ἐνθέου, ὁ ποταμὸς ὁ ἔνδροσος.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Γάλακτι ἱερῷ, τῆς πίστεως σὸν τόκον, διέθρεψας τὸν θεῖον, θεόφρον Εὐλογία, Καππαδοκίας βλάστημα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Τάφον σου τὸν σεπτόν, ἐν τῷ Σπηλαίῳ Μάγων, Μονῆς Θεοδοσίου, σοῦ τόκου Εὐλογία, πιστῶς κατασπαζόμεθα.
Δόξα. Τριαδικόν.
Χαῖρε Τριὰς σεπτή, ἡ εὐλογοῦσα πάντας, τοὺς ὕμνοις Εὐλογίαν, ὁσίαν εὐφημοῦντας, τὴν Σοὶ εὐαρεστήσασαν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, ὑπερευλογημένη, πρεσβείαις Εὐλογίας, ὁσίας πέμψον πᾶσιν, ἡμῖν τὸ θεῖον ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἰθύνασαν τόκον αὐτῆς πρὸς θέωσιν, καὶ ὑπ' αὐτοῦ πρὸς ἐπάλξεις, ὁδηγηθεῖσαν σοφῶς, σωτηρίους Εὐλογίαν ἀναμέλψωμεν, Θεοδοσίου τοῦ σεπτοῦ, τὴν μητέρα καὶ τροφόν, ἀσκήσεως ἐκμαγεῖον, ἀναδειχθεῖσαν βοῶντες· Ἡμῖν ἀρίστην δεῖξον δίοδον.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὕμνον, νῦν μεθέορτον πιστοί, ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ· ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο, Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.
Τρόμῳ, λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ· κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι, χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί· φόβῳ, δὲ συνέχομαι ὅλος, μή με πῦρ τὸ ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.
Ἦλθον, ἐκ Παρθένου σαρκωθείς, ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι, τοῦ Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα, καὶ βάπτισόν με σαρκί· ὅπως, τῶν δρακόντων συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου, πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.
Καὶ τῆς Ὁσίας γ΄. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Καππαδοκίας τὸ ἄνθος, τὸ εὐωδέστατον, Μωγαρισσοῦ τὸ κρίνον, καὶ τοῦ Προαιρεσίου, τὴν σύζυγον τὴν θείαν δεῦτε πιστῶς, Εὐλογίαν τιμήσωμεν, ἐγκωμιάζοντες ταύτην χρεωστικῶς, μελιῤῥύτοις μελῳδήμασι.
Θεοδοσίου μητέρα, τὴν θεοδόξαστον, τῶν χριστωνύμων πᾶσαι, αἱ χορεῖαι ἐν ὕμνοις, τιμήσωμεν εὐτάκτοις ὡς θεαυγῶν, γυναικῶν ἐγκαλλώπισμα, καὶ θεοφόρων ὁσίων θεολαμπῆ, Εὐλογίαν τὴν ἀκρώρειαν.
Θεοειδῆ Εὐλογίαν, τὴν πνευματέμφορον, μητέρα τοῦ Ὁσίου, πάντες Θεοδοσίου, τοῦ πρώτου κοινοβίων καὶ ἀσκητῶν, τῆς ἐρήμου πρυτάνεως, τὴν ἐνασκήσασαν πόθῳ ψαλμοῖς τερπνοῖς, εὐφημήσωμεν καὶ ᾄσμασι.
Δόξα. Ἦχος πλ. β΄.
Ἀγάπης θείας κάλλει κεκοσμημένη, ἀσκητικὴν εὔκλειαν ἐπλούτησας, ἑπομένη τοῦ σοῦ υἱοῦ ταῖς τρίβοις, Εὐλογία πανεύφημε· συντόνῳ γὰρ ἀσκήσει ἐν τῇ ἐρήμῳ, τοῦ ἀοράτου ἐχθροῦ τὴν μανίαν καταβέβληκας, καὶ ἰσαγγέλως ἐπολιτεύσω πανάριστε· σὺν Θεοδοσίῳ οὖν τῷ σῷ Υἱῷ χαρᾶς ἀλήκτου ἀξιωθεῖσα, μὴ παύσῃ ἐκτενῶς πρεσβεύουσα, ὑπὲρ τῶν ὕμνοις τιμώντων τὴν πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'
Ὁρῶσά σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντά σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται, ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. ιε΄ 1 - 10 )
Ὁ φοβούμενος Κύριον ποιήσει ἐντολὰς αὐτοῦ καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται σοφίαν· καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. Ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν. Στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ' αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ. Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει. Οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη· ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 - 31 )
Γυναῖκα ἀνδρείαν τἰς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὥσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς
ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἄν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ
εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Φευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9 )
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ λογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Ὡς ἐκλεκτὴν καὶ περίδοξον μητέρα τοῦ Ὁσίου Θεοδοσίου, ἀσκήσει ὡραΐσασαν τῶν μοναζουσῶν τὴν χορείαν, Εὐλογίαν τὴν πάνσεμνον ἐγκωμιάσωμεν· νυχθημέροις γὰρ πόνοις καὶ ἀειῤῥύτοις δάκρυσι, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησε, καὶ τὴν στολὴν τῆς ψυχῆς αὐτῆς ἐκάλυνε· τυχοῦσα ὅθεν τῆς ἀλήκτου μακαριότητος, καὶ οὐρανίων ἀξιωθεῖσα θαλάμων, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύει τῷ εὐϊλάτῳ Παντάνακτι.
Ἦχος β΄.
Τῆς ἀκραιφνοῦς καὶ φιλοθέου πολιτείας τὸ ἀμάρυγμα, Εὐλογίαν τὴν Ὁσίαν ἀνευφημήσωμεν κράζοντες· Ἡ καιομένη τὴν ψυχὴν τῷ ἄνθρακι τοῦ Θεοῦ ἀγάπης, καὶ λαμπάδα δείξασα πίστεως σὸν υἱὸν Θεοδόσιον, ἄσβεστον συντήρει τὴν φλόγα ψυχῶν τῶν ἱκετῶν σου, φωτὶ τῆς χρηστότητός σου πανσέβαστε.
Ἦχος γ΄.
Μητέρων πανευλαβῶν τὸ ἀγαλλίαμα, τὴν ἐν ἀπλάστοις ἤθεσιν κοσμήσασαν τὴν Ἐκκλησίαν, Εὐλογίαν τὴν Ὁσίαν ἀξιοχρέως μακαρίσωμεν· αὕτη γὰρ ῥιζοτομήσασα τὰ ζιζάνια τῆς ἁμαρτίας, δρεπάνῃ τῆς πίστεως, ἐν τῇ ψυχῇ τοῦ αὐτῆς τέκνου τὴν Χριστοῦ ἀγάπην ἐφύτευσε· μετ' αὐτοῦ οὖν εὐφραινομένη ἐν λειμῶνι οὐρανίῳ, Χριστὸν ἱκετεύει καὶ ἡμᾶς ἀξιῶσαι ἀπολαῦσαι, τῆς ἀῤῥήτου εὐωδίας τῆς τῶν οὐρανῶν Βασιλείας καὶ χάριτος.
Δόξα. Ἦχος δ΄.
Ἀγάλλεται Καππαδοκία ἡ βλαστήσασά σε, σῇ θεοφιλεῖ πολιτείᾳ, καὶ Μονὴ τῆς ὁσίου Θεοδοσίου τῷ πανιέρῳ τάφῳ σου, Εὐλογία ἀξιέραστε· σὺ γὰρ οὐκ ἐφείσω τῆς ἀσθενείας τῆς σαρκός σου, ἀλλὰ μιμουμένη τοὺς τρόπους τοῦ υἱοῦ σου Θεοδοσίου, ὡς ἀσώματος ὑπέμεινας σκληραγωγίας τῆς ἀσκήσεως· φύσεως οὖν θηλείας ἀνωτέρα φανεῖσα, καὶ ταῖς τῶν Ὁσίων γυναικῶν συναφθεῖσα σεπταῖς τάξεσιν, ἁγιασμὸν καὶ ἔλεος παρὰ Θεοῦ παρέχεις, πᾶσι τοῖς τιμῶσί σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, Θεοδοσίου σεπτοῦ, Κοινοβιάρχου μῆτερ πίστεως σέμνωμα, κειμήλιον εὐσεβείας, μητέρων θεοειδῶν, καὶ ἀρετοτρόφων, ὑποτύπωσις, ἀγάπης διάκοσμε, Εὐλογία ὑπέρτιμε, ἠθῶν ἀμέμπτων, ἱερὸν καταγώγιον, καὶ ὡράϊσμα, φιλοθέου ἀσκήσεως· ὅθεν ὡς λύχνον πάμφωτον, νηστείας καὶ νήψεως, καὶ προσευχῆς ἀσιγήτου, σὲ ἀκλινῶς μακαρίζοντες, τὰς σὰς ἱκεσίας, ἐκζητοῦμεν πρὸς τὸν Κτίστην, τὸν πολυεύσπλαγχνον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ὅλῃ ἐφέσει ψυχῆς, ἡ τῶν ἀγγέλων πολιτείαν ζηλώσασα, καὶ ἄκρᾳ χρηστοηθείᾳ, καὶ προσευχῇ σεαυτήν, Εὐλογία θεία ὡραΐσασα· ἐρήμου ἐκπύρσευμα, ἐργαστήριον νήψεως, λαμπὰς ἀγάπης, πρὸς Θεὸν καὶ τὸν ἔγγιστα, ἡ τῷ τόκῳ σου, μεταδοῦσα καρδίας σου, φλόγα καὶ τὰ τῆς κτίσεως, φωτίσασα πέρατα, βολίσι θεογνωσίας, καὶ θεαρέστου ἀσκήσεως, ψυχῶν σκοτομήνην, ἀποδίωξον λιταῖς σου, τῶν προσφευγόντων σοι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, μοναζουσῶν καλλονή, Κοινοβιάρχου τῆς ψυχῆς ἡ ἐρείσασα, τὸν οἶκον Θεοδοσίου, ἐπὶ τὴν πέτραν Χριστόν, ὥσπερ οἰκοδόμος, θεοδίδακτος, καὶ ὅνπερ οἱ ἄνεμοι, ἐδαφίσαι οἱ ἄγριοι, προσκαίρου βίου, μῆτερ οὐκ ἠδυνήθησαν, πνευματέμφορε, Εὐλογία πανάριστε· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες γηθόμενοι, ἀναβοῶμεν· Μητέρων, θεοειδῶν ἐγκαλλώπισμα, πρὸς ὅρμον ἀγήρω, βιοτῆς τοὺς σοὺς ἱκέτας, ταχέως ἴθυνον.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε φιλέορτοι Καππαδοκίας τὴν ἀμνάδα, καὶ καλλίτεκνον μητέρα Θεοδοσίου τοῦ Κοινοβιάρχου, ὑμνήσωμεν Εὐλογίαν τὴν ἀοίδιμον· αὕτη γὰρ ἔρωτι Θεοῦ τετρωμένη, διπλῆς ἀγάπης διδάσκαλος γέγονε καὶ ἀσκήσεως πρότυπον· ἀσκητικῶς οὖν τελέσασα τὸν βίον, στεφηφόρος τῆς ἀγήρω ἔτυχε μακαριότητος, ἔνθα Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν ἰθύνασαν τόκον αὐτῆς πρὸς θέωσιν, καὶ ὑπ' αὐτοῦ πρὸς ἐπάλξεις, ὁδηγηθεῖσαν σοφῶς, σωτηρίους Εὐλογίαν ἀναμέλψωμεν, Θεοδοσίου τοῦ σεπτοῦ, τὴν μητέρα καὶ τροφόν, ἀσκήσεως ἐκμαγεῖον, ἀναδειχθεῖσαν βοῶντες· Ἡμῖν ἀρίστην δεῖξον δίοδον.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Λευκάνθεμον ἡδύ, τῆς Χριστοῦ Ἐκκλησίας, ἀμέμπτων σου ἠθῶν, μυστικῇ εὐωδίᾳ, καὶ βίου ὁσίου σου, ταῖς ὀδμαῖς κατεμύρισας, πάντας πάνσοφε, καὶ θεαυγὲς Εὐλογία, μῆτερ πάνσεπτε, Θεοδοσίου τοῦ θείου, καὶ πίστεως σέμνωμα.
Δόξα. Και νύν. Τῆς Ἑορτῆς.
Ἡγίασας Σωτήρ, Ἰορδάνου τὰ ῥεῖθρα, σαρκὶ καταδεχθείς, βαπτισθῆναι ὁ κόσμου, τὰ πάθη ἰώμενος, τὰ πικρὰ καὶ δυσίατα, καὶ τὴν Κορυφήν, τὴν σὴν σεπτὴν τῷ Προδρόμῳ, Λόγε ἔκλινας, ὁ ἐν δρακὶ περιέχων, τῆς κτίσεως πέρατα.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἰθύντειρα πάνσοφε, πρὸς οὐρανίους νομάς, υἱοῦ τοῦ πανσέπτου σου, τοῦ ἐποφθέντος λαμπροῦ, ἀστέρος ἀσκήσεως, θείου Θεοδοσίου, εὐκλεὲς Εὐλογία, ἴθυνον καὶ τοὺς πόθῳ, ἐκτελοῦντας σὴν μνήμην, πρὸς κήπους εὐανθεῖς ἐν Ἐδέμ, ἀϊδιότητος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν• Σῶσον τὸν κόσμον σου.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πάντα τὰ ῥέοντα σαφῶς μισήσασα, φιλεῖν ἐδίδαξες τὰ διαμένοντα, εἰς τὸν αἰῶνα σὸν υἱὸν τὸν πάνσεπτον Εὐλογία, θεῖον Θεοδόσιον κοινοβίων τὸν πρώταρχον· ὅθεν μεγαλύνοντες σοὺς καμάτους πρὸς θέωσιν, ὑμνοῦμέν σε πιστῶς καὶ βοῶμεν· Χαίροις τοῦ πνεύματος κινύρα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον· κατὰ Μᾶρκον (Κεφ. ε΄ 24 - 34 ): Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν...
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Τὴν παρὰ Θεοῦ δαψιλῶς εὐλογηθεῖσαν, καὶ ἀξιωθεῖσαν ὑποδεῖξαι σωτηρίας τρίβους, τῷ αὐτῆς υἱῷ Θεοδοσίῳ, Εὐλογίαν καταστέψωμεν ᾄσμασιν· αὕτη γὰρ τὴν πίστιν τηρήσασα, καὶ τὸ σαρκίον κατατήξασα συντόνοις ἀσκήσεσι, κληρονόμος γέγονε τῆς τῶν οὐρανῶν Βασιλείας· αὐτῆς καὶ ἡμᾶς ἀπολαῦσαι πρεσβεύει, τῷ δωρεοδότῃ Θεῷ καὶ Κυρίῳ, τοὺς μακαρίζοντας αὐτῆς τὰ σεπτὰ παλαίσματα.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ὁσίας οὗ ἡ Ἀκροστιχίς: Εὐλογία ὁσία, ἐρήμου διάκοσμε, χαῖρε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐλόγει ἀείποτε, τοὺς εὐλαβῶς ἀνυμνοῦντάς σε, καὶ πίστει γεραίροντας, τὸν πάνσεπτόν σου υἱόν, θεοδόξαστε, Ὁσία Εὐλογία, ἀσκήσεως μέλαθρον, περικαλλέστατον.
Ὑμνοῦμεν σὴν ἄσκησιν, Μωγαρισσοῦ θεῖον βλάστημα, καὶ κύμινον εὔοσμον, Καππαδοκίας σεμνή, ἀγγελόμορφε, ὀλβία Εὐλογία, σοφίας καὶ νήψεως, ἔμπνουν θησαύρισμα.
Λαμπὰς ὁσιότητος, καὶ ἀρετῆς ἐνδιαίτημα, περίλαμπρον πρόσδεξαι, ἣν σοὶ προσάγω ᾠδήν, καὶ κατάπεμψον, ἀφθόνως Εὐλογία, ἡμῖν σαῖς ἐντεύξεσι, τὸ θεῖον ἔλεος.
Θεοτοκίον.
Οὐ παύω χαρίτων σου, ὑμνῶν τὸ ἄμετρον πέλαγος, ἁγνὴ ἀειπάρθενε, καὶ προστασίας τῆς σῆς, τὸ ἀνύστακτον, Κυρία Θεοτόκε, πιστῶν καταφύγιον, βίου ἐν κλύδωσι.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Γηΐνων ὀφθεῖσα ὑπερτέρα, ὁδοῖς ἠκολούθησας καλῶς, τοῦ φιλαρέτου τόκου σου, Θεοδοσίου ἔμφρονος, καὶ ἤρθης εἰς θεώσεως, ὕψος σαφῶς μῆτερ ἄῤῥητον.
Ἰδεῖν ἠξιώθης Εὐλογία, ἐξάρχοντα κοινοβιακοῦ, συστήματος τὸν τόκον σου, θεόπνουν Θεοδόσιον, ὃν γάλακτι ἐξέθρεψας, τῷ ψυχοτρόφῳ τῆς πίστεως.
Ἀσκήσεως πάγχρυσον δοχεῖον, σεμνὴ Εὐλογία σαῖς ὀδμαῖς, τοῦ βίου καθαρότητος, καθήδυνας τὰ σύμπαντα, καὶ ηὔφρανας τοὺς μέλποντας, τῆς σῆς ἀσκήσεως σκάμματα.
Θεοτοκίον.
Οὐράνωσον φρόνημα σῶν δούλων, καὶ ἴσχυσον πάντας καθελεῖν, τοῦ μισοκάλου φρύαγμα, σεμνὴ Θεογεννήτρια, ἐν οὐρανίοις δώμασιν, ἡ νῦν οἰκοῦσα σὺν Τόκῳ σου.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεοδόσιον, Κοινοβιάρχην, ἡ βαστάσασα, ἐν σαῖς ὠλέναις, καὶ τῷ ἄρτῳ διαθρέψασα πίστεως, τῷ σωστικῷ Εὐλογία πανεύφημε, Ὁσίων πάντων γυναίων ὡράϊσμα, καθικέτευε Χριστὸν τὸν Θεὸν καὶ Κύριον, σωθῆναι τοὺς γεραίροντας σὴν ἄσκησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἡ Παρθένος σήμερον
Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου, ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Σοῦ τὴν πάναγνον καρδίαν, Εὐλογία τοῦ Πνεύματος, χάρις μυροθήκην, ἀρετῶν ἐποίησεν εὔοσμον, καὶ τῆς σοφίας Θεοῦ δοχεῖον εὔχρηστον, θεοφόρητε, μῆτερ ἐρήμου διάκοσμε.
Ἱλασμὸν οἱ σοὶ ἱκέται, καὶ πταισμάτων εὑράμενοι, ἄφεσιν λιταῖς σου, ὕμνον Εὐλογία πανένδοξε, τῇ φιλοστόργῳ μητρὶ σοὶ ἀναμέλπομεν, τοῦ θεόφρονος, Θεοδοσίου γηθόμενοι.
Ἄνω ἔχων τῆς καρδίας, ἐστραμμένον τὸ ὄμμα σου, ὥσπερ ὑπερόπτις, πάντων τῶν φθαρτῶν κατηξίωσαι, χαρᾶς Ἀγγέλων ἐν δόμοις ἀφθαρτότητος, ἧς καὶ πρόσφυγας, σοὺς Εὐλογία ἀξίωσον.
Θεοτοκίον.
Ἐπιστᾶσα οὐρανόθεν, Θεοτόκε διάλυσον, τῶν παθῶν σκοτίαν, τῶν καταφευγόντων σῇ χάριτι, τῆς Εὐλογίας ἐνθέρμοις παρακλήσεσι, καὶ ἀνάτειλον, ἦμαρ ἡμῖν τὸ σωτήριον.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ῥανίσιν ἱδρώτων σου, ἱμάτιον ἐπέχρωσας, τῆς ψυχῆς σου,μῆτερ Εὐλογία, ἐν τῇ ἐρήμῳ, τῇ ἐσωτάτῃ σεμνή, καὶ ἔδραμες χαίρουσα Χριστῷ, ἐν ἀφθίτοις δώμασιν, ὑπαντῆσαι καὶ Κτίστῃ σου.
Ἡ μήτηρ ἡ πάνσεπτος, Θεοδοσίου πρόσδεξαι, τὰς ἡμῶν δεήσεις Εὐλογία, καὶ ἐκδυσώπει, τὸν Λυτρωτὴν σὺν αὐτῷ, ὑγίειαν ἄμφω καὶ ἰσχύν, δοῦναι τοῖς τιμῶσί σου, μνήμην τὴν ἀεισέβαστον.
Μὴ παύσῃ πρεσβεύουσα, τῷ Ποιητῇ καὶ Πλάστῃ σου, πέμψαι σοῖς ἱκέταις Εὐλογία, χαρὰν ὑψόθεν, εἰρήνην διηνεκῆ, ὁμόνοιαν σθένος προκοπήν, βίου καὶ εὐγένειαν, ψυχικὴν πνευματέμφορε.
Θεοτοκίον.
Ὁδήγει σοὺς πρόσφυγας, πρὸς πολιτείαν κρείττονα, Κεχαριτωμένη Θεοτόκε, καὶ πρὸς λειμῶνας, διαγωγῆς ἀκραιφνοῦς, εὐώδεις ὡς θεία ὁδηγός, καὶ σεμνὴ ἰθύντειρα, χριστωνύμων πρὸς θέωσιν.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὑπὲρ Χριστοῦ ἀγαπήσεως, τὸ σῶμά σου ἀσκήσει κατέτηξας, καὶ καθυπέμεινας, πικρὰς στερήσεις ὡς ἄσαρκος, θεόφρον Εὐλογία, ἀξιοθαύμαστε.
Δυνάμει θείᾳ κατέλιπες, σὸν σύζυγον σεπτὸν Προαιρέσιον, καὶ ἠκολούθησας, Θεοδοσίου τοῖς βήμασι, σοῦ τόκου Εὐλογία, τοῦ οὐρανόφρονος.
Ἰσχὺν λαβοῦσα καὶ δύναμιν, ὑψόθεν κατεφρόνησας ἅπαντα, τὰ διαῤῥέοντα, καὶ ἐπεθύμησας ἄῤῥευστα, θεόφρον Εὐλογία, καὶ διαμένοντα.
Θεοτοκίον.
Ἁγνείας σκεῦος πολύτιμον, Παρθένε τῶν δακρύων παράσχου μοι, ῥεῖθρα τὸν βόρβορον, τῆς ζοφερᾶς ἁμαρτίας μου, ἵνα ὁ τάλας πλύνω, καὶ πολυδύστηνος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Θεοδοσίου τὴν μητέρα τὴν φιλόστοργον, καὶ ὑποτύπωσιν μητέρων ἐπαινέσωμεν, ἀρετῶν τὴν διαλάμψασαν ταῖς ἀκτῖσι, καὶ φωτίσασαν χρηστότητι τὰ σύμπαντα, Εὐλογίαν τὴν Ὁσίαν ὕμνοις πρέπουσιν, ἀνακράζοντες· Χαίροις μῆτερ φιλάρετε.
Ὁ Οἶκος.
Ἄνθος ἐν τῇ ἐρήμῳ, ἐξανθίσαν ἀσκήσει, ἐδείχθης Εὐλογία Ὁσία· μιμουμένη γὰρ τόκου τοῦ σοῦ, τοὺς σεπτοὺς ἀγῶνας ὡς κηρὸν σάρκα σου, κατέτηξας καὶ ἤνοιξας, τὰ στόματα πιστῶν βοᾶν σοι·
Χαῖρε, τὸ στέφος Καππαδοκίας·
χαῖρε, τὸ ἔρνος τῆς ἐρημίας.
Χαῖρε, ἀρετῆς καὶ σοφίας μυράλειπτρον·
χαῖρε, ἀγωγῆς ψυχοτρόφου κιννάμωνον.
Χαῖρε, ὅτι καθυπέδειξας σῷ υἱῷ τρίβον Χριστοῦ·
χαῖρε, ὅτι σκεῦος γέγονας ἀγαπήσεως Αὐτοῦ.
Χαῖρε, τῆς ἀφθαρσίας ἡ λαβοῦσα βραβεῖα·
χαῖρε, τῆς ἐγκρατείας ἡ κρατήσασα σκῆπτρα.
Χαῖρε, ἀστὴρ ἀσκήσεως πάμφωτος·
χαῖρε, λαμπτὴρ ἐνθέου φρονήσεως.
Χαῖρε, ἡ σύζυξ τοῦ Προαιρεσίου·
χαῖρε, ἡ μήτηρ τοῦ Θεοδοσίου·
Χαίροις, μῆτερ φιλάρετε.
Συναξάριον.
Τῇ ΙΒ τοῦ αὐτοῦ Μηνός, μνήμη τῆς Ὁσίας Εὐλογίας, μητρὸς τοῦ Ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Κατ' ἀξίαν σε, τοῖς ὕμνων καταστέφομεν, ἡδίστοις ἄνθεσιν, ἀσκητριῶν καλλονή, Χριστοῦ τῷ θελήματι, ἡ νουθετήσασα, Θεοδόσιον, Κοινοβιάρχην πάγκαλε, Εὐλογία θεοφόρε.
Ὁ σεβάσμιος, τῶν χριστωνύμων σύλλογος, τὴν σὴν θεώμενος, θεοφιλῆ ἀγωγήν, καὶ τὴν σὴν ἐγρήγορσιν, πιστῶς ἐκραύγαζε· Ἰσοστάσιε, ἀγγελικῶν δυνάμεων, Εὐλογία μῆτερ χαῖρε.
Σὸν ἐστήριξας, υἱὸν ἐν πέτρᾳ πίστεως, Χριστοῦ πανεύφημε, ὡς οἰκοδόμος σοφός, κλεινὸν Θεοδόσιον, τὸν πνευματέμφορον, μεθ' οὗ πρέσβευε, Χριστῷ ὑπὲρ τῶν ὕμνοις σε, Εὐλογία γεραιρόντων.
Θεοτοκίον.
Μητροπάρθενε, τὸν νοῦν καὶ τὴν διάνοιαν, ἡμῶν ἀνύψωσον, πρὸς κτῆσιν τῶν ἀρετῶν, ἐκ τῆς χθαμαλότητος, καὶ τρυφηλότητος, ἱκεσίαις σου, πρὸς τὸν Θεὸν καὶ Τόκον σου, τὸν μονογενῆ βοῶμεν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔσοπτρον μητέρων φιλαρέτων, καὶ καύχημα θείας πίστεως περίδοξον, Εὐλογία πρόσδεξαι, τὰς φωνὰς προσφύγων σου, τῶν πίστει ἀνυμνούντων σε, καὶ θεῖον τάφον σου, ἐν Μάγων τῷ ἁγίῳ Σπηλαίῳ, κατασπαζομένων, πανευλαβῶς Ὁσία.
Χαῖρε θεοφόρε Εὐλογία, μητέρων θεοεικέλων κρίνον εὔοσμον, καὶ παιδαγωγήσεως, ἐν Κυρίῳ κύμινον, τὸν μέγαν Θεοδόσιον, ἡ ἀναδείξασα, φιλέρημον ἐρήμου στρουθίον, καὶ εὐῶδες ἴον, ἀγάπης Εὐλογία.
Ἄσειστον θεμέλιον καὶ στῦλος, ἀκλόνητος Εὐλογία θεοδόξαστε, ἐποφθεῖσα πίστεως, τοῦ Χριστοῦ ἐστήριξας, πιστοὺς θεασαμένους σου, πόνους ἀσκήσεως, καὶ τῆξιν τοῦ φθαρτοῦ σώματός σου, ἐν τῇ εὐσεβείᾳ, καὶ ἀρετῆς τῇ κτήσει.
Θεοτοκίον.
Ἴον μυροβόλον παρθενίας, πανάμωμε Θεοτόκε δυσωδίαν μου, λογισμῶν καὶ πράξεων, ψυχοφθόρων δίωξον, καὶ τὴν ψυχήν μου καίνισον, φεῦ τὴν ταλαίπωρον, ἁπάντων οὐρανῶν ὑπερτέρα, Κεχαριτωμένη, θερμῶς ἀναβοῶ σοι.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ῥεύμασι τῶν σῶν, εὐχῶν χαμαιζήλων μου, παθῶν τὰ καύματα, σβέσον καὶ τοὺς ἄνθρακας, κακίας μῆτερ καὶ δολιότητος, ὁσίων ἀκροθίνιον, γυναίων κράζω σοι, Εὐλογία, αἰτουμένη ἄνεσιν, σῷ ἱκέτῃ θεόθεν ὡς εὔσπλαγχνος.
Ἔργοις ἀρετῆς, φαιδρύνας λαμπάδα σου, ψυχῆς ἀκοίμητον, ταύτην διετήρησας, σῇ ἐγρηγόρσει, εὐχῇ καὶ δάκρυσιν, ἐν ὅλῃ τῇ προσκαίρῳ σου, ζωῇ ἀσκήτρια, Εὐλογία, ἀνυμνοῦσα Κύριον, ἀφθαρτότητι σὲ τὸν δοξάσαντα.
Χαῖρε ἀσφαλές, πιστῶν καταφύγιον, ἀναβοῶμέν σοι· χαῖρε μῆτερ πάνσοφε, Θεοδοσίου, τοῦ οὐρανόφρονος· χαῖρε ἰσχὺς καὶ στήριγμα, τῶν ἀνυμνούντων σε, Εὐλογία, γυναικῶν ὡράϊσμα, ἀσκουμένων καὶ πίστεως μάργαρον.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν ὕμνοις τιμώντων σε, Θεογεννήτρια, καὶ αἰνούντων σκάμματα, τῆς Εὐλογίας, πρὸς ὁλοκλήρωσιν, τὴν ἐν Χριστῷ καὶ θέωσιν, παρακαλοῦμέν σε, ἵνα βίου, πλεύσωμεν τὸ πέλαγος, ἀσφαλῶς οἱ δεινῶς θαλαττεύοντες.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθτε.
Εὐλόγει τοὺς τιμῶντάς σε, ἀπαύστως μῆτερ πάνσεπτε, Θεοδοσίου τοῦ θείου, περικλεὲς Εὐλογία, ἡ γάλακτι τῆς πίστεως, Κυρίου διαθρέψασα, τὸν κοινοβίων πρώταρχον, καὶ ἀσκητὴν θεοφόρον, πανευλαβῶς σοι βοῶμεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς, ὅμοιον
Βαβαὶ τῶν θείων ἔργων σου, Σωτήρ μου παντοδύναμε! Θεὸς γὰρ ὢν πρὸ αἰώνων, Παρθένου μήτραν ὑπέδυς, καὶ σὰρξ ἀτρέπτως γέγονας, καὶ ὕδασιν ἀπέπλυνας, τοῦ Ἰορδάνου Δέσποτα, βροτῶν τὴν φύσιν τοῦ ῥύπου, τῶν ψυχικῶν ἁμαρτάδων.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Μῆτερ Εὐλογία σύνευνε, Προαιρεσίου σεμνή, σὸν υἱὸν Θεοδόσιον, εὐσεβείας γάλακτι, καὶ ἀγάπης διέθρεψας, Κοινοβιάρχην, τὸν πνευματέμφορον, οὗ θείαις τρίβοις, κατηκολούθησας, καὶ κατεσκήνωσας, ὄρνις ὡς φιλέρημος θεοειδῶν, εἰς ἐρήμου ἔσχατα, γυναίων πρότυπον.
Φέγγει λαμπομένη πίστεως, τῶν χαμαιζήλων παθῶν, ἀπεμείωσας ζόφωσιν, Εὐλογία πάμφωτε, καὶ τοῖς σοῖς φρυκτωρήμασι, τῆς εὐσεβείας, ἀχλὺν ἐσκέδασας, ῥεόντων πάντων, καὶ ἀφθαρτότητος, ὤφθης ἀμάρυγμα· ὅθεν πάντες σέβοντες μνήμην τὴν σήν, τὴν σεπτήν σου ἄσκησιν, ᾄσμασι στέφομεν.
Γνώμῃ φιλαγίῳ ἤνυσας, σὴν ἐπὶ γῆς βιοτήν, καὶ καλῶς διαθρέψασα, σὸν υἱὸν κατήντησας, εἰς νομὰς ἀφθαρτότητος, ἐν οἷς ἀπαύστως, σὺν θείῳ τόκῳ σου, ἀγαλλομένη, πρεσβεύεις Κτίσαντι, δοῦναι τοῖς μέλπουσιν, Εὐλογία πόνους σου τοὺς ἱερούς, τῆς ψυχῆς καὶ σώματος, ἄμφω ὑγίειαν.
Μνήμην ἐκτελοῦντες σήμερον, τῆς Εὐλογίας πιστῶς, φιλοσίων τὰ τάγματα, ἐκ ψυχῆς κραυγάζομεν· Μῆτερ ἀξιοθαύμαστε, Θεοδοσίου, τοῦ θείου πρόσδεξαι, τῶν ἱκετῶν σου, αἰτήσεις τάχιστα, καὶ τῷ Παντάνακτι, Ἰησοῦ προσάγαγε αὐτὰς σεπτή, ὡς τερπνὸν θυμίαμα, ἐρήμου σέμνωμα.
Δόξα. Ἦχος πλ. α΄.
Ἡ Ἀερμώνιος αὔρα τοῦ θείου Πνεύματος μετήνεγκέ σε, ἐκ τῆς Καππαδοκίας τῆς ἁγιοτόκου, πρὸς τὴν ἁγιοτρόφον ἔρημον Εὐλογία φωτόλαμπρε· ἀκολουθήσασα γὰρ ταῖς τρίβοις τοῦ υἱοῦ σου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, ὁμόζηλος καὶ τῶν ἀσκητικῶν αὐτοῦ ἀγώνων ἐν τῇ ἐρήμῳ γέγονας· ἀφθάρτοις οὖν κοσμηθεῖσα στεφάνοις, τῷ Σωτῆρι τοῦ κόσμου ἐν παστάδι οὐρανίῳ ὑπήντησας, τῷ παρέχοντι τοῖς ἐμμελῶς ἀνευφημοῦσί σε, διὰ σοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Σὺ ἐν Ἰορδάνῃ βαπτισθείς, ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς ἐπιφανείας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις νουθεσίαις σου ταῖς σοφαῖς, ἡ πρὸς σωτηρίαν, Θεοδόσιον ἀληθῶς, τὸν Κοινοβιάρχην, ἰθύνασα μητέρων, ἐνθέων Εὐλογία, ἔμπνουν θησαύρισμα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐλογηθεῖσαν οὐρανόθεν πλουσίως, Θεοδοσίου τοῦ Ὁσίου μητέρα, καλλίτεκνον τιμήσωμεν πιστοὶ ἐκτενῶς, ἀφανῶς ἀσκήσασαν ἐν τῷ βάθει ἐρήμου, Εὐλογίαν εὔσημον ἀρετῶν ὡς πυξίον, καὶ ἀρωγὸν ταχεῖαν ἐν δεινοῖς, τῶν ἀνυμνούντων αὐτῆς τὰ παλαίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐλογίας Ὁσίας πρεσβείας αἰτοῦμαι. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐλόγει θεόθεν τοὺς εὐλαβῶς, ἀσκήσεως πόνους, εὐφημοῦντας σοὺς ἱερούς, ἐν βάθει ἐρήμου Εὐλογία, Προαιρεσίου ὁμόζυγε πάνσεμνε.
Ὑπὲρ σωτηρίας Χριστιανῶν, Θεὸν Εὐλογία, ἐκδυσώπει σὺν σῷ υἱῷ, Ἀββᾶ θεαυγεῖ Θεοδοσίῳ, μεθ’ οὗ ἐν πόλῳ συγχαίρεις ἀείποτε.
Λαμπὰς Εὐλογία ὑπομονῆς, εὐχῆς ἀπαθείας, καὶ ἀσκήσεως ἀκλινοῦς, προσφύγων σου αὔγασον καρδίας, πρὸς τὸν Θεὸν πρεσβειῶν σου πυρσεύμασι.
Θεοτοκίον.
Ὁμίχλην διάλυσον τῶν παθῶν, ἡμῶν Θεοτόκε, σῶν δεήσεων ἀστραπαῖς, πρὸς Τόκον σου ἄχραντον Παρθένε, τὸν Φωτοδότην καὶ εὔσπλαγχνον Κύριον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γεηρῶν ὑπερόπτας, δεῖξον τοὺς σοὺς πρόσφυγας, τῶν ἀσκητριῶν Εὐλογία, ἔμπνουν θησαύρισμα, καὶ ἐραστὰς ἀληθεῖς, τῶν αἰωνίων Ὁσία, ὧν τρυφᾶς ἀείποτε, ὥσπερ ἰσάγγελος.
Ἱκετεύω σε Μῆτερ, ἀσκητριῶν πρότυπον, τοῦ Ὁσίου Θεοδοσίου, πόνων ὁμόζηλε, σοῦ φιλοθέου υἱοῦ· Χριστὸν ἀπαύστως δυσώπει, δοῦναι τοῖς τιμῶσί σε, ἄμφω ὑγίειαν.
Ἀδιάσειστος στῦλος, ὑπομονῆς γέγονας, καρτετρίας ἐν τοῖς ἀγῶσι, τοῖς ὑπὲρ ἔννοιαν, καὶ ἀκραιφνοῦς ἀγωγῆς, θεοειδὲς Εὐλογία, ἡ πιστοὺς στηρίζουσα, ῥάβδῳ εὐνοίας σου.
Θεοτοκίον.
Σὲ τιμῶντες Παρθένε, Μῆτερ Θεοῦ πάναγνε, ὡς καταφυγὴν θείαν σκέπην, καὶ παραμύθιον, τῶν ἐν ἀνάγκαις δειναῖς, καὶ περιστάσεσιν ὄντων, πίστει σὴν ἀντίληψιν, ἀπεκδεχόμεθα.
Εὐλόγησον, ἐκ τῶν δωμάτων τοῦ πόλου τοὺς σὲ ὑμνοῦντας, Εὐλογία, ὡς τιμαλφὲς Ὁσίων ἀγλάϊσμα, ἐρήμου μητέρων πνευματοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁσίων κρηπὶς μητέρων καὶ ὡράϊσμα, ἐρήμου σεπτὸν μὴ παύσῃ ἱκετεύουσα, τὸν εὔσπλαγχνον Κύριον, Εὐλογία δωρήσασθαι ἅπασιν, ἰσχὺν καὶ ῥῶσιν θραῦσαι τοῦ ἐχθροῦ, παγίδας τοῖς πίστει σοι προσφεύγουσι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐρανῶν πρὸς σκηνώματα, Εὐλογία ἴθυνον τοὺς τιμῶντάς σε, ἡ τὰ ἴχνη σου ἰθύνασα, εἰς τὴν ἐνδοτέραν μῆτερ ἔρημον.
Σωφροσύνης χρηστόστητος, καὶ πρὸς ἀπαθείας ὁδοὺς κατεύθυνον, Εὐλογία τοὺς ἀείποτε, τάφον προσκυνοῦντάς σου τὸν πάνσεπτον.
Ἱκετῶν σου τὰ τραύματα, μῆτερ Εὐλογία ταχὺ θεράπευσον, τῷ φαρμάκῳ σῶν δεήσεων, πρὸς τὸν ἰατρὸν ἁπάντων Κύριον.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, Εὐλογίας θείας θερμαῖς ἐντεύξεσιν, ἐπευλόγει ἐπιστήριζε, καὶ ἰσχύος θείας πλήρου δούλους σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπε ἀκλινῶς, Εὐλογία τοὺς τιμῶντάς σε, καὶ συντήρει ἀσινεῖς τοῦ πονηροῦ, ἐπηρείας ὑμνηπόλους τῆς σῆς χάριτος.
Πίστεως λαμπτήρ, Εὐλογία φωταγώγησον, τῷ φωτὶ σῶν διαθέρμων προσευχῶν, ἀγνωσίας ἐν τῷ σκότει τοὺς καθεύδοντας.
Ῥῦσαι συμφορῶν, Εὐλογία καὶ στενώσεων, τοὺς προσφεύγοντας τῇ σῇ ἐπισκοπῇ, καὶ σὸν τάφον προσκυνοῦντας τὸν πανίερον.
Θεοτοκίον.
Ἔμπλησον χαρᾶς, τὰς καρδίας τῶν ἐν θλίψεσι, καὶ ἀνάγκαις Θεοτόκε ἀλγειναῖς, τρυχομένων οἰκετῶν σου Μητροπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σκοτόμαιναν, ζοφερὰν ἀπέλασον, νοσημάτων πειρασμῶν καὶ κινδύνων, σῶν ὑμνητῶν Εὐλογία Ὁσία, ἀσπαζομένων τὸν πάνσεπτον τάφον σου, καὶ αἰτουμένων σὰς εὐχάς, πρὸς Θεὸν Φωτοπάροχον Κύριον.
Βοήθησον, ἐπικαλουμένοις σε, Εὐλογία μῆτερ Θεοδοσίου, τῶν κοινοβίων πρωτάρχου Ὁσίου, καὶ τὰς αἰτήσεις ἡμῶν τάχος πλήρωσον, σὲ ἀνυμνούντων ὡς φανόν, παμφαῆ νυχθημέρου ἀσκήσεως.
Ἐπίσταξον, ὑετὸν σῆς χάριτος, ἐφ’ ἡμᾶς θεοειδὲς Εὐλογία, ἐμπεριστάτους ἐν βίῳ ἀλγοῦντας, καὶ τρυχομένους ὡς ἂν ἀνυμνῶμέν σε, Θεοδοσίου τοῦ σεπτοῦ, τὴν μητέρα καὶ θείαν ἀσκήτριαν.
Θεοτοκίον.
Ἰθύντειρα, ἀπλανὴς τῶν δούλων σου, πρὸς ἐπάλξεις οὐρανῶν Θεοτόκε, ὑπάρχεις μεγαλυνόντων ἀπαύστως, σὲ ὡς τοῦ κόσμου παντὸς Μῆτερ ἄγρυπνον, χειραγωγὸν πρὸς σὸν Υἱόν, τὸν δωρούμενον πᾶσι τὸ ἔλεος.
Εὐλόγησον, ἐκ τῶν δωμάτων τοῦ πόλου τοὺς σὲ ὑμνοῦντας, Εὐλογία, ὡς τιμαλφὲς Ὁσίων ἀγλάϊσμα, ἐρήμου μητέρων πνευματοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ Κοινοβίων τοῦ Πρώτου φιλόστοργε, Θεοδοσίου σεμνοῦ μῆτερ πρόσδεξαι, ἡμῶν δεήσεις καὶ ῥῦσαι στενώσεων, τοὺς προσκυνοῦντας τὸν πάνσεπτον τάφον σου, θεοειδὲς Εὐλογία πανύμνητε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μῆτερ θεοτίμητε, Θεοδοσίου Ὁσίου, Εὐλογία πάνσεμνε, ταπεινοῦ φρονήματος, καταγώγιον, ἀρετῆς ἔκτυπον, ἀγωγῆς ἀμέμπτου, ἐγκαλλώπισμα περίδοξον, καὶ ἐργαστήριον, προσευχῆς ἀόκνου καὶ νήψεως, ἐπάκουσον δεήσεων, τῶν ἡμῶν καὶ πέμψον τὴν χάριν σου, πᾶσιν οὐρανόθεν, τοῖς μέλπουσι καμάτους σου σεπτούς, καὶ εὐλαβῶς τὸν πανίερον, τάφον προσκυνοῦσί σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρετῶν θεαρέστων, ὡς κρουνὸν Εὐλογία, ὄντως πολύῤῥυτον, καὶ ὡς πηγὴν χαρίτων, σὲ μέλπομεν Ὁσία, οὐρανίων ἑκάστοτε, ἡ νάμασι σῶν εὐχῶν, δροσίζουσα τὸν κόσμον.
Στηριγμὸς ἀδυνάτων, Εὐλογία Ὁσία, ἀλεξιτήριον, πειρατηρίων ὤφθης, καὶ νόσων δυσιάτων, θεοφόρε ἰάτειρα, ἡ θεωθεῖσα σαφῶς, συντόνῳ ἐνασκήσει.
Ἀσπαζόμενοι πόθῳ, σὸν πανίερον τάφον, Ὁσία πάνσεπτε, ἐν Μάγων τῷ σπηλαίῳ, Μονῆς Θεοδοσίου, σοῦ υἱοῦ τοῦ θεόφρονος, πληρούμεθα χαρμονῆς, ἀφθίτου Εὐλογία.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου, Παναγία Παρθένε, Θεογεννήτρια, κατάπεμψον εὐχαῖς σου, θεόθεν τοῦ Υἱοῦ σου, τὸ ἀμέτρητον ἔλεος, ἐπὶ τοὺς πίστει θερμῇ, σὲ ἀνυμνολογοῦντας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν νοσημάτων, τῶν χαλεπῶν Εὐλογία, ἀνεδείχθης ἰάτειρα μῆτερ, τοῦ Θεοδοσίου, πρωτάρχου κοινοβίων.
Οἱ τῶν μερόπων, χοροὶ τὴν σὴν εὐλογίαν, ἐκδεχόμεθα, χάριν καὶ σκέπην, τοῦ Κοινοβιάρχου, Θεοδοσίου μῆτερ.
Ὑμνοῦντες πόθῳ, σοὺς νυχθημέρους καμάτους, ἐν ἐρήμῳ σεπτὴ Εὐλογία, σπεύδομεν ἀπαύστως, τῇ σῇ ἐπιστασίᾳ.
Θεοτοκίον.
Μῆτερ ἁγία, Θεοῦ Ὑψίστου τοῦ Λόγου, καθαγίασον βίον καὶ ἔργα, τῶν μεγαλυνόντων, σὲ ὕμνοις εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀσκήσεως ταμεῖον, νυχθημέρου μῆτερ, Θεοδοσίου Ὁσίου ἐπόπτευε, ἐξ οὐρανοῦ Εὐλογία τοὺς εὐφημοῦντάς σε.
Ἰδεῖν Θεοῦ τὴν δόξαν, καταξίωσόν με, περικλεὲς Εὐλογία τὸν μέλποντα, πρὸς ἀρετῆς κτῆσιν πόνους τοὺς πανιέρους σου.
Χαρὰ ἰσχὺς καὶ σθένος, πέλεις Εὐλογία, τῶν προσκυνούντων τὸν πάνσεπτον τάφον σου, καὶ αἰτουμένων πρεσβείας τὰς ἀσιγήτους σου.
Θεοτοκίον.
Μετὰ τῆς Εὐλογίας, τῆς Ὁσίας Μῆτερ, τὸν σὸν Υἱὸν καὶ Θεὸν καθικέτευε, δοῦναι ὑγίειαν ἄμφω τοῖς ἀνυμνοῦσί σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις νουθεσίαις σου ταῖς σοφαῖς, ἡ πρὸς σωτηρίαν, Θεοδόσιον ἀληθῶς, τὸν Κοινοβιάρχην, ἰθύνασα μητέρων, ἐνθέων Εὐλογία, ἔμπνουν θησαύρισμα.
Χαίροις ἡ ἀσκήσασα ταπεινῶς, μιμουμένη πόνους, κατὰ σάρκα τοῦ σοῦ υἱοῦ, τοῦ Θεοδοσίου, τοῦ θείου Εὐλογία, καὶ ὕψος ἐπαρθεῖσα, εἰς δυσαντίβλεπτον.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τάφον Εὐλογίας, χαριτόβρυτον τῆς μητρός, τοῦ Θεοδοσίου, ἐν τῷ αὐτοῦ Σεμνείῳ, πρωτάρχου κοινοβίων, τοῦ οὐρανόφρονος.
Σκέπε καὶ εὐλόγει διηνεκῶς, πάντας Εὐλογία, τοὺς τιμῶντάς σε εὐλαβῶς, ὡς Θεοδοσίου, Ἀββᾶ σεπτὴν μητέρα, ἐν βάθει τῆς ἐρήμου, τὴν ἐνασκήσασαν.
Βλάστημα εὐῶδες Μωγαρισσοῦ, τοῦ Προαιρεσίου, τὴν ὁμόζυγον τοῦ σεπτοῦ, θείαν Εὐλογίαν, πρωτάρχου Κοινοβίων, μητέρα τὴν Ὁσίαν, ὕμνοις τιμήσωμεν.
Μάγων ἐν σπηλαίῳ τῷ ἱερῷ, τοῦ Θεοδοσίου, τοῦ Ὁσίου σεπτῆς Μονῆς, δεῦτε πάντες τάφον, Ὁσίας Εὐλογίας, τὸν θαυμαστὸν ἐν πίστει, κατασπασώμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄνθος εὐανθὲς Μωγαρισσοῦ, ἔρημον τῇ σῇ εὐωδίᾳ, τῆς Ἰουδαίας τερπνῶς, ηὔφρανας καὶ ἤνοιξας, πιστῶν τὰ στόματα, μεγαλύνειν τὸν Κύριον, κατισχύσαντά σε, ἐδαφίσαι φρύαγμα, τοῦ παναλάστορος, Μῆτερ Εὐλογία θεόθεν, ἡ τὴν τῶν παθῶν δυσωδίαν, λύουσα ταχέως τῶν προσφύγων σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
.jpg)