Τρίτη 27 Ιουλίου 2021

ΙΟΥΛΙΟΣ 9. ΟΣΙΟΙ ΔΙΟΝΥΣΙΟΣ ΡΗΤΩΡ & ΜΗΤΡΟΦΑΝΗΣ ΜΙΚΡΑΣ ΑΓΙΑΣ ΑΝΝΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΙΟΥΛΙΟΣ Θ΄!!

ΔΙΟΝΥΣΙΟΣ ΡΗΤΩΡ

& ΜΗΤΡΟΦΑΝΗΣ ΟΣΙΟΙ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΕΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ἠκολούθησας Χριστῷ, πάντων τῶν ἐν κόσμῳ τὴν σχέσιν, ἀπαρνησάμενος, τότε τὸν ἐνάρετον βίον ἐζήλωσας, Διονύσιε Ὅσιε, τῶν πάλαι Ὁσίων, ἀπαθείας ἔρωτι, Πάτερ κοσμούμενος· ὅθεν, σεαυτὸν ἐκκαθάρας, σκεῦος ἐγκρατείας ἐδείχθης, καὶ Χριστοῦ θεράπων γνησιώτατος.

 

Ὅτε, ἡσυχίᾳ καὶ εὐχῇ, ἐν τῇ ὑπωρείᾳ τοῦ Ἄθω, τὸν νοῦν ἐπτέρωσας, τότε πρὸς οὐράνια ὄρη ὡς γέγραπται, ἀνυψώθης τῷ πνεύματι, αἴγλῃ ἀπαθείας, καὶ τοῖς ταπεινώσεως, τρόποις κοσμούμενος· ὅθεν τῆς ἀμέμπτου ζωῆς σου, ὁ θεοειδὴς Μητροφάνης, ὤφθη κοινωνός σοι Διονύσιε.

 

Ὅτε τῆς ἐν σοὶ μαρμαρυγῆς, τῇ φωτοφανείᾳ ηὐγάσθη, ὁ Μητροφάνης σοφέ, τότε ὥσπερ ἔσοπτρον περιφανέστατον, τῶν ὁσίων καμάτων σου, τὰς ἀντακλάσεις, δέδεκται καὶ ἤστραψε, πᾶσι τὰ κρείττονα· ὅθεν τῷ φωτὶ τῆς Τριάδος, ἤδη συγχορεύοντες ἄμφω, ῥύσασθε ἡμᾶς παθῶν ζοφώσεως.

 

Ὅτε, ἐκοιμήθητε σεπτῶς, τὸν δικαίοις πρέποντα ὕμνον, ὡς ἐνθεώτατοι, τότε ἐσκηνώσατε ἐν τοῖς σκηνώμασι, τῶν Ἁγίων γηθόμενοι, καὶ τῆς ὑπὲρ λόγον, δόξης καὶ λαμπρότητος, κατηξιώθητε, Πάτερ Διονύσιε ἅμα, σὺν τῷ ἱερῷ Μητροφάνει, Ὅσιοι καὶ θῦται μεγαλώνυμοι.

 

Δόξα. Ἦχος δ΄.

Τῆς ἐν πνεύματι ζωῆς, διαδραμόντες τον δόλιχον, τῶν ἐξ αὐτῆς ἀναῤῥήσεων, ἐνδόξως ἠξιώθητε· τῶν γὰρ ἐν κόσμῳ ἀπαναστάντες τερπνῶν, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, τῷ Ζωοδότῃ Λόγῳ ἠκολουθήσατε, τὸν ζυγὸν Αὐτοῦ ἀράμενοι· καὶ νῦν τῆς αἰωνίου ζωῆς λαβόμενοι, Διονύσιε μάκαρ σὺν Μητροφάνει, πρεσβεύσατε τυχεῖν καὶ ἡμᾶς, τῆς αἰωνίου μακαριότητος.

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Βίον ἀγγελικόν, ἐν γῇ πολιτευθέντες, Πατέρες θεοφόροι, τῆς οὐρανίου δόξης, λαμπρῶς κατηξιώθητε.

 

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις θεοειδής, δυὰς ἡ τῶν Πατέρων, Ἀγγέλων συμπολῖται, σὺν τῷ Διονυσίῳ, Μητρόφανες μακάριε.

 

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.

Νέμει ὀσμὴν ζωῆς, τοῖς πόθῳ συνελθοῦσιν, ἡ ἔνθεος παλαίστρα, ὑμῶν τῆς πολιτείας, Πατέρες παμμακάριστοι.

 

Δόξα. Τριαδικόν.

Αἴγλη τρισσοφαής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐλέησον τὸν κόσμον, πρεσβείαις τῶν Ὁσίων.

 

Καὶ νῦν. Θεοτοκίον.

Φέγγει ὑπερφυεῖ, τῆς Σῆς φωτοδοσίας, οἱ Ὅσιοι Πατέρες, Παρθένε πυρσευθέντες, ἀσκητικῶς διέλαμψαν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείοις ἄνθραξι, τῆς ἐγκρατείας, πάθη φλέξαντες, τὰ φρυγανώδη, ἀσκητικῶς ἐν τῷ Ἄθῳ ἠστράψατε· τῷ γὰρ ἀδύτῳ φωτὶ λαμπρυνόμενοι, τῶν θεοφόρων ἐφάμιλλοι ὤφθητε, Διονύσιε σοφέ, καὶ θεῖε Μητρόφανες, αἰτούμενοι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῶν Ὁσίων. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Πάντες, ᾀσματικῶς μέλψωμεν, Διονύσιον καὶ Μητροφάνην, τοὺς διεστηκότας τοῖς σώμασι, καὶ συνημμένους τῷ πνεύματι, τοὺς τῶν θεοφόρων ἰσοτίμους· τὸν μέν, ὡς ἐν τῇ φρονήσει οὐρανόφρονα· τὸν δέ, ὡς ἐν τῇ ἀσκήσει καρτερόφρονα· τούτους γὰρ ὁ Δεσπότης, ὡς φωτὸς δοχεῖα, προσελάβετο ἱερῶς, καὶ δόξης ἠξίωσεν, αἰωνίου ὡς φιλάνθρωπος.

 

Ὕμνοις πνευματικοῖς μέλψωμεν, Διονύσιον καὶ Μητροφάνην, τὰ τῆς ἀπαθείας κειμήλια, καὶ τῆς ἀφθαρσίας τὰ ἔσοπτρα, τῆς δικαιοσύνης τὰ πυξία· τοὺς λύχνους, τῶν θεοδρόμων ἀναβάσεων· τὰ σκεύη, τῶν θεοσδότων διαδόσεων· τὰ τῆς ἀγάπης ταμεῖα, τοὺς τῆς ἐγκρατείας, ὑποφήτας καὶ βραβευτάς· δι’ ὧν παιδευόμεθα, ἀρετῶν πρὸς τελειότητα.

 

ᾎσμα καινοπρεπές ᾄσωμεν, Διονυσίῳ σὺν Μητροφάνει, τοῖς ἐν Ἐκκλησίᾳ ὡς γέγραπται, τῇ τῶν πρωτοτόκων πολεύουσι, σὺν τοῖς ἀπ’ αἰῶνος θεοφόροις· αὐτῶν γάρ, τὴν πολιτείαν γεωργήσαντες, τὰ κρείττω, θεοπρεπῶς ἐκαρποφόρησαν, ὥσπερ καρποὺς ἀκηράτους, ἀθανάτου δόξης· δι’ ὧν ἐκτρέφουσι δαψιλῶς ἡμῶν τὴν διάνοιαν, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Προσόμοια ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν λυχνίαν τὴν δίπυρσον, τῆς τοῦ Λόγου ἐλλάμψεως, τὴν πηγὴν τὴν δίκρουνον καὶ ἀείῤῥυτον, τὴν θεοβρύτως βλυστάνουσαν, ὡς ὕδωρ ἁλλόμενον, οὐρανίων ἀρετῶν, τὰ ἀείζωα νάματα, καταρδεύοντα, τῶν ψυχῶν τὰς ἀρούρας πλουτοδότως, Διονύσιον τὸν θεῖον, σὺν Μητροφάνει τιμήσωμεν.

 

Τῶν Ὁσίων ἰσότιμοι, ὡς τῷ Λόγῳ ἑπόμενοι, ἀληθῶς ἐδείχθητε βίῳ κρείττονι· Δαβιτικῶς γὰρ ὡς ἔλαφοι, δραμόντες ἐν Ἄθωνι, τὸν χειμάῤῥουν τῆς τρυφῆς, ζωηφόρως κεκλήρωσθε, καὶ ἐπήρθητε, πρὸς αἰώνια ὄρη θεοφόροι, φωταυγείαις ἀκηράτοις, θεουργικῶς ἐλλαμπόμενοι.

 

Ἱερέων ἐν χρίσματι, καὶ ἠθῶν τῇ ἀκρότητι, ἱερῶς κοσμούμενοι ἱερώτατοι, χαρμονικῶς ἐχωρήσατε, πρὸς ἄϋλα ἄδυτα, ἔνθα πρόδρομος ἡμῶν, ὁ Χριστὸς εἰσελήλυθεν, ᾯ παρίστασθε, Διονύσιε σὺν τῷ Μητροφάνει, τὰς ἀεὶ ἱλαστηρίους, ὑπὲρ ἡμῶν ἀναφέροντες.

 

 

Δόξα. Ἦχος πλ. Δ΄.

Νουνεχῶς βουλευσάμενοι, πρὸς τὸν σκοπὸν βουλῆς τῆς κρείττονος, ἰθύνατε ὑμῶν τὰς τρίβους, Πατέρες θεόσοφοι· ὅθεν τὴν σάρκα νεκρώσαντες, τὴν ψυχικὴν εὐγένειαν, τῶν πλανωμένων χαρακτήρων, ἀμιγῆ διεσώσατε· ἔνθεν δή, τῇ ὑπὲρ νοῦν γεωργίᾳ, ὡς φοίνικες κατάκαρποι, τὰς θεουργικὰς χορηγίας, οἷα γλυκασμὸν ἠνέγκατε. Ἀλλ’ ὦ Διονύσιε σὺν Μητροφάνει, τὴν παρ’ αὐτῶν χρηστότητα, βραβεύσατε καὶ ἡμῖν, πρὸς δικαιοσύνην πορισμόν· ὡς γὰρ Ὁσίων ἰσότιμοι, παῤῥησίᾳ τῷ Λόγῳ παρίστασθε.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Ἀγάλλου ἐν Κυρίῳ, ἡ τῶν Ὁσίων δυάς, Διονύσιε Πατὴρ ἡμῶν, καὶ Μητρόφανες θεόφρον. Τὴν ἀληθῆ γὰρ ἀγαλλίασιν, τὴν εἰς ζωὴν ἁλλομένην αἰώνιον, καὶ περιόντες ἐν τῇ γῇ, ἐν αἰνίγμασι ἠνέγκατε, καὶ μεταστάντες ἐν ὑψίστοις, ἀνακεκαλυμμένως ταύτης τρυφᾶτε· ἀμέμπτως γὰρ πολιτευσάμενοι, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τῆς ἐν Θεῷ υἱοθεσίας, τὰ ἀγαθὰ ἐδρέψασθε· ὅθεν ὡς υἱοὶ καὶ κληρονόμοι φωτός, τῷ φωτὶ τῶν θείων προσταγμάτων, τὸν νοῦν ἡμῶν λαμπρύνατε, ἐκτενῶς πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἰχνηλατοῦντες Ὁσίων τὸν βίον, ἀσκητικῶς ἐν Ἄθῳ ηὐλίσθητε, Πατέρες μακάριοι· ὑμεῖς γὰρ θείᾳ στοιχειωθέντες μελέτῃ, δι’ ἐγκρατείας ἀληθοῦς, καὶ ἄκρας ἡσυχίας, καὶ τῶν λοιπῶν κατ’ ἀρετὴν ἀναβάσεων, τῶν οὐρανίων ἀγαθῶν ἐτύχετε. Τύχοιμεν καὶ ἡμεῖς, τῆς τῶν Δικαίων στάσεως, θεοδέκτοις λιταῖς ὑμῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

 

 

 

Ἦχος γ΄.

Ὅσιοι Πατέρες, ἡ τῶν ἀρετῶν ὑμῶν ἔλλαμψις, ὡς λαμπὰς θεοφεγγής, ἐν ὑπωρείᾳ τοῦ Ἄθω διηύγασται· ἔνθεν τῇ φωτιστικῇ αὐτῶν ἐνεργείᾳ, τὰς μὲν ἀβλυωπούσας ψυχὰς φωτίζουσι, τὰς δὲ γρηγορούσας καρδίας, ἔτι μᾶλλον λαμπρύνουσι· στήλη γὰρ ζῶσα οἰονεί, καὶ ὑπόδειγμα πρὸς ἀρετήν, ἡ εὐαγὴς ὑμῶν παλαίστρα, τοῖς ἀμελέσιν ἡμῖν πρόκειται. Ἀλλ’ ὦ Διονύσιε σοφέ, σὺν Μητροφάνει τῷ θείῳ, ἐξ ἀκηδίας ληθάργου, πρὸς ἐμμέλειαν σπουδὴν ἡμᾶς διεγείρατε, ὡς ἂν εἰσέλθωμεν ἐν χαρᾷ, εἰς τὴν αἰώνιαν κατάπαυσιν.

 

Ἦχος δ΄.

Θεοπρεπῆ ἑλόμενοι ζωῆν, τῶν πάλαι Ὁσίων Πατέρων, τὴν ἐν ἀσκήσει πολιτείαν ἐζηλώσατε· ὅλην γὰρ τὴν ἔφεσιν, Θεῷ ἀνατείνατες, σαρκὸς μὲν ὁρμὰς ἐνεκρώσατε, τὴν δὲ ψυχὴν λελαμπρυσμένην, Θεῷ παρεστήσατε, ταῖς ἐναρέτοις πράξεσι· διὸ ἐν ὑμῖν ἐπανεπαύσατο, ὁ Πατὴρ σὺν Υἱῷ καὶ Πνεύματι, ὡς ἀψευδῶς ἐπηγγείλατο· τοὺς γὰρ δοξάζοντάς με δοξάσω φησὶ Κύριος, ὁ παρέχων δι’ ὑμῶν Πατέρες Ὅσιοι, ἡμῖν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. Α΄.

Ἡ τοῦ Ἄθω ἔρημος, προφητικῶς εὐφράνθητι· ἰδοὺ γὰρ ἐν σοί, ὡς ἀφθαρσίας κρίνα ἔφυσαν, Διονύσιος ὁ ῥήτωρ σὺν Μητροφάνει. Καὶ ταῖς τοῦ Πνεύματος αὔραις, ὀσμὴν ζωῆς διαπνέουσιν, εἰς περιποίησιν ἠθῶν ἀκηράτων· διὸ τὰς ἀριστείας τούτων κροτοῦσα, χαρμοσύνως βόησον· Πατέρες μακάριοι, οἱ ἐν ἐμοὶ φυτευθέντες, καὶ ἐν τῇ Ἐδὲμ ἐξανθήσαντες, τῆς τῶν παθῶν πικρίας ῥύσασθε, τοὺς τελοῦντας ὑμῶν τὸ μνημόσυνον.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἡ τῶν Ὁσίων δυάς, τῆς μυστικῆς φιλοσοφίας οἱ φοίνικες, οἱ κόσμῳ καρποδοτοῦντες, τὸν ἀληθῆ γλυκασμόν, τῶν σεπτῶν προσόντων βίου κρείττονος· λειμῶνες μυρίπνοοι, θεωρίας καὶ πράξεως, τῆς ἀπαθείας, τὰ εὐώδη χαρίσματα, διαπνέοντες, ὡς ὀσμὴν ζωῆς ἄϋλον· Ὅσιε Διονύσιε, καὶ θεῖε Μητρόφανες, τῆς θεϊκῆς ἐπιπνοίας, αἱ μυροθῆκαι αἱ ἔμψυχοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις, τῶν μοναζόντων εἰκών, ὁ τῶν Ὁσίων κοινωνὸς καὶ ὁμότροπος· αὐτῶν γὰρ τὴν πολιτείαν, ἰχνηλατῶν ἀκλινῶς, τῆς Στουδίου Μάνδρας ἀπανέστηκας· ἐντεῦθεν ὡς ἄγγελος, ἐν τῷ Ἄθῳ διέλαμψας, δι’ ἐγκρατείας, καὶ συντόνου δεήσεως, ἐκκαθάρας σου, τῆς ψυχῆς τὴν κατάστασιν· ὅθεν τῇ φωταυγείᾳ σου, λαμπρῶς αὐγαζόμενος, ὁ ἱερὸς Μητροφάνης, σύμφρων ἐδείχθη τῶν τρόπων σου· μεθ’ οὗ θείαν χάριν, Διονύσιε δυσώπει, ἡμῖν δωρήσασθαι.

 

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.

Χλαῖναν, ἱερωσύνης λαμπράν, ἐξυφανθεῖσαν εὐδοκίᾳ τοῦ Πνεύματος, ποικίλαντες πανολβίως, ταῖς νοηταῖς καλλοναῖς, ὡς ἱερομύσται ἐνθεώτατοι, μετ’ ἤχου αἰνέσεως, μυστικῶς ἐχωρήσατε, ἐν εὐφροσύνῃ, πρὸς ναὸν ὑπερκόσμιον, τὴν αἰώνιον, λειτουργίαν τελούμενοι, Ὅσιε Διονύσιε, καὶ θεῖε Μητρόφανες, τῶν ὑπὲρ λόγον αὐτόπται, τῶν ἀποῤῥήτων θεάμονες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Ἱερωσύνης τὸν βίον κοσμήσαντες, τῆς κεκρυμμένης ἐν Χριστῷ ζωῆς, μυσταγωγοὶ ἀπεφάνθητε· ὅθεν ἐν ἀμφοτέροις εὐδοκιμοῦντες, ἱερουργοὶ τῆς θείας δόξης, καὶ γεωργοὶ καρπῶν ἀφθάρτων, ἐν Πνεύματι ὤφθητε. Καὶ νῦν ἐν τῇ ἀΰλῳ τελετουργίᾳ, τῶν ὑπερκοσμίων κοινωνοῦντες μυήσεων, κληρονόμοι μὲν Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ γεγόνατε. Αὐτὸν ἡμῖν ἱλεώσασθε, Διονύσιε ἱερώτατε, καὶ Μητρόφανες θεόφρον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Δυὰς ἡ τῶν Ὁσίων τῆς Τριάδος θεράποντες, Διονύσιε ῥῆτορ καὶ θεόφρον Μητρόφανες, οἱ λάμψαντες ἀσκήσεως φωτί, ἐν Ἄθῳ ὡς ἀστέρες φαεινοί, φωτισμὸν ἡμῖν αἰτήσασθε ἐκ Θεοῦ, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν ἡμῖν χάριν καὶ ἔλεος.

Δόξα. Ἦχος γ΄. Θείας πίστεως.

Θείοις ἄνθραξι, τῆς ἐγκρατείας, πάθη φλέξαντες, τὰ φρυγανώδη, ἀσκητικῶς ἐν τῷ Ἄθῳ ἠστράψατε· τῷ γὰρ ἀδύτῳ φωτὶ λαμπρυνόμενοι, τῶν θεοφόρων ἐφάμιλλοι ὤφθητε, Διονύσιε σοφέ, καὶ θεῖε Μητρόφανες, αἰτούμενοι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς λύχνοι νοητοί, ἀρετῶν οὐρανίων, ἐκλάμπετε ἀεί, ὑπωρείᾳ τοῦ Ἄθω, σοφὲ Διονύσιε, καὶ Μητρόφανες Ὅσιε, καὶ πυρσεύετε, τοὺς τὴν ὑμῶν θείαν μνήμην, ἑορτάζοντας, μαρμαρυγαῖς ἀκηράτοις, ὑμῶν τῆς ἀσκήσεως.

Δόξα.

Ζωὴν ἀσκητικήν, προελόμενοι πόθῳ, ἀγάπῃ θεϊκῇ, τὴν ψυχὴν τετρωμένοι, ἐν τῷδε χώρῳ Ἅγιοι, κατοικεῖν ᾑρετίσασθε, ἔνθα πράξεσι, πνευματικαῖς θεαρέστως, διαπρέψαντες, τῆς ὑπερθέου Τριάδος, θεράποντες ὤφθητε.

Καὶ νῦν. Θεοτοκίον.

Ὡς σκέπης ἀῤῥαγής, καὶ ἀντίληψις θεία, Παρθένε ἀγαθή, τοῦ ἁγίου Σου κλήρου, τῇ δόξῃ Σου ἐλάμπρυνας, τοὺς ἐν τούτῳ ἀσκήσαντας, Διονύσιον, σὺν Μητροφάνει τῷ θείῳ, μεγαλύνοντας, σὺν τοῖς λοιποῖς θεοφόροις, τὴν χάριν Σου ἄχραντε.

 

 

 

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Καταλείψας νουνεχῶς, τὴν κοινωνίαν τῶν φθαρτῶν, ἠκολούθησας Χριστῷ, δι’ ἐμμελείας ἀρετῶν, ὦ Διονύσιε Ὁσίων προσθήκη· ὅθεν κοινωνὸς καὶ ὁμοδίαιτος, ὤφθη ἀληθῶς τῇ πολιτείᾳ σου, ὁ ἱερὸς Μητροφάνης ἀοίδιμε, χαρακτηρίσας τὸν βίον σου· μεθ’ οὗ δυσώπει, ἡμῖν δοθῆναι, ἔλλαμψιν σωτηρίας.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἀρετῶν ταῖς ἀκτῖσι φωταγωγεῖς, καὶ σοφαῖς ὑποθήκαις μυσταγωγεῖς, πρὸς βίον ὑπέρτερον, καὶ οὐράνιον ἔρωτα, τῶν μοναστῶν τὰ στίφη, ὡς πλήρης ἐλλάμψεως, καὶ θεῖος ὑποφήτης, σεπτῶν ἀναβάσεων· ὅθεν τοῦ σοῦ βίου, μιμητὴς ἀνεδείχθη, δι’ ἔργων ἀσκήσεως, Μητροφάνης ὁ Ὅσιος, Διονύσιε πάνσοφε· μεθ’ οὗ Χριστὸν δυσώπει ἀεί, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς τὴν σεπτὴν ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζουσι.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Ὡς κατάσκιον ὄρος καὶ ἐμφανές, ὡς φωσφόρος νεφέλη καὶ λογική, ἀπαύστως σκιάζουσα, τὸν ἀπόλεκτον κλῆρόν Σου, ὃν ᾑρετίσω Ἄθω, ἁγνὴ ὡς ἁγίασμα, ἡμᾶς καταδροσίζεις, τῇ αὔρᾳ τῆς δόξης Σου· ὅθεν τῶν πλουσίων, οἰκτιρμῶν Σου Παρθένε, ὑμνοῦμεν τὸ μέγεθος, καὶ τὴν χάριν τὴν ἄφθονον, καὶ συμφώνως βοῶμέν Σοι· Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς πρὸς τὴν Σὴν ἀφορῶσι, γλυκεῖαν ἀντίληψιν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μὴ παρεδόθη ὑπὸ τοῦ Πατρός μου… Ζήτει τῇ Ε’ Δεκεμβρίου.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

 

 

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Πατέρες θεόσοφοι, Διονύσιε σὺν Μητροφάνει, τὴν ἀγαθὴν μερίδα ἐκλεξάμενοι, εὐαγγελικῶς τὸν κόσμον, ἀπεστράφητε. Μακάριοι ἐστέ, ὅτι ἐν τῷ Χριστῷ ἔζητε, καὶ ὁ Χριστὸς ἐν ὑμῖν ἐνώκησε, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ὡς ἀψευδῶς ὑπέσχετο. Καὶ νῦν τῆς ἐν αὐτῷ ζωῆς, ἀμέσως ἀπολαύοντες, μὴ διαλίπητε δυσωποῦντες, ὑπὲρ ἡμῶν δεόμεθα, τῶν ἐκ πόθου τελούντων ὑμῶν, τὴν μνήμην τὴν ἐτήσιον.

 

Ὁ α’ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Διττοῖς υἱϊκῶς ᾄσω Πατράσι. Γερασίμου.

ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.

Διαπρεπεῖς ταῖς αἰωνίαις λάμψεσι, τοῦ Τρισηλίου φωτός, ἀποδεδειγμένοι ἐν μεθέξει κρείττονι, θεόφρον Διονύσιε, καὶ Μητρόφανες μάκαρ, λόγου μοι χάριν βραβεύσατε, ὕμνον ὑμῖν θεῖον ἐξάδοντι.

χνεσι θείοις τοῦ Σωτῆρος Ὅσιοι, ἀκολουθήσαντες θερμῶς, κόσμου τὴν ἀπάτην, ὁλικῶς ἠρνήσασθε, καὶ πρὸς τὰ ὑπερκόσμια, ἐπειγόμενοι κάλλη, ἀπεριτρέπτως ἠνύσατε, τρίβον τὴν στενὴν τῆς ἀσκήσεως.

Τὴν τῆς σοφίας ἀγαπήσας ἔλλαμψιν, ὤφθης περίδοξος, ἐν παντὶ τῷ βίῳ, πᾶσι καὶ αἰδέσιμος, παμμάκαρ Διονύσιε, ἐγκρατείᾳ ἐκλάμπων, καὶ τοῖς λοιποῖς προτερήμασι, τῆς κατὰ Χριστὸν τελειότητος.

Θεοτοκίον.

Τῶν ἀρετῶν Σου ἡ μεγαλοπρέπεια, ὑπὲρ ἡλίου αὐγάς, κεχαριτωμένη, ἀπαστράπτει ἅπασιν, ἐν Ἄθῳ ἐξαιρέτως δε, τῆς λαμπρᾶς Σου προνοίας, αἱ χορηγίαι αἱ ἄφθονοι, πᾶσαν ἀκοὴν καταπλήττουσι.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἡγιασμένοις μέλπω Πατράσι. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

λίου λαμπρότησι, τοῦ νοητοῦ αὐγαζόμενοι, σοφὲ Διονύσιε, σὺν Μητροφάνει ὁμοῦ, καταυγάσατε, τὸν νοῦν μου θεοφόροι, ὑμῶν μακαρίζοντος, βίον τὸν ἔνθεον.

Γηΐνων προσπάθειαν, καὶ εὐδοξίαν ἐπίκηρον, σοφῶς βδελυξάμενοι, νοΐ θεόφρονι, Διονύσιε, ὁμοῦ σὺν Μητροφάνει, ζωὴν ᾑρετίσασθε, τὴν ὑπερκόσμιον.

δρῶσιν ἀσκήσεως, παθῶν τοὺς ἄνθρακας ἔσβεσας, σοφὲ Διονύσιε, ἔνθεν ἐπλούτησας, θείαν ἔλλαμψιν, καὶ πῦρ τὸ ζωηφόρον, δι’ οὗ κόσμῳ ἔλαμψας, φωστὴρ ὡς ἄδυτος.

Θεοτοκίον.

εὶ τῇ προνοίᾳ Σου, καὶ μητρικῇ προμηθείᾳ Σου, προστρέχοντες Δέσποινα, ἐν πεποιθήσει στεῤῥᾷ, οἱ τὸ Ὄρος Σου, οἰκοῦντες πάσης βλάβης, λυτρούμεθα πάντοτε, φαιδρῶς ὑμνοῦντές σε.

 

 

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.

δηγηθεὶς ὑπὸ Θεοῦ, ἐν ὑπωρείᾳ τοῦ Ἄθω, καταβέβληκας ἐχθροῦ τὰς ἐπάρσεις, διὰ βίου ὑψηλοῦ, ἐμφρόνως Διονύσιε, καὶ τῆς ζωῆς τῷ ξύλῳ ἀποκατέστης ἀοίδιμε.

ερωσύνης τὴν στολήν, ἀξίως ἐνδεδυμένοι, ὡς ἐργάται τῶν Χριστοῦ θελημάτων, Διονύσιε σοφέ, σὺν Μητροφάνει ὤφθητε, τῆς δόξης τοῦ Κυρίου, ἱερουργοὶ ἱερώτατοι.

Σοφίας ἤθεσι σεπτοῖς, περιφανῶς διαπρέπων, Διονύσιε Ὁσίων προσθήκη, φοιτητὴν ὁμοταγῆ, τὸν Μητροφάνην ἔσχηκας, ὡς Ἠλιοὺ ὁ μέγας, τὸν Ἑλισσαῖον θεόληπτε.

Θεοτοκίον.

περφυέσι καλλοναῖς, πεποικιλμένη Παρθένε, τῶν ποικίλων δωρεῶν καὶ χαρίτων, Μήτηρ ὤφθης ἀληθῶς, Χριστοῦ τοῦ μεγαλύναντος, τοὺς ἑαυτοῦ Ὁσίους, πνευματικαῖς διαδόσεσι.

 

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.

Σοφίᾳ κοσμούμενος τῇ θείᾳ, Στουδίου ἐκλάμπεις τῇ Μονῇ, ταῖς ἐναρέτοις πράξεσι, θεόφρον Διονύσιε, καὶ μοναστῶν ὑπόδειγμα, καὶ ὑποτύπωσις πέφηνας.

Μιμούμενος Πάτερ τὸν σὸν βίον, καὶ ζῆλον τὸν ἅγιον ζηλῶν, ὡς πλήρης θείου ἔρωτος, προσῆλθέ σοι θερμότατα, σὺν σοὶ ἀγωνιζόμενος, ὁ Μητροφάνης ὁ Ὅσιος.

φάμιλλος ὤφθη σοι ἐν πᾶσι, φοιτήσας προθύμῳ σοι ψυχῇ, ὁ Μητροφάνης Ἅγιε· μεθ’ οὗ λαμπρῶς ἀσκήσαντες, τὴν ἔρημον τοῦ Ἄθωνος, περιφανῶς ἡγιάσατε.

Θεοτοκίον.

Νυκτὸς καὶ ἡμέρας οἷα λέων, ἐχθρὸς ἐπιτίθεται ἁγνή, ὁ σκολιὸς τῷ κλήρῳ Σου, ἀλλὰ τοῦτον κατάβαλε, τῇ κραταιᾷ πρεσβείᾳ Σου, ἡμᾶς ἀτρώτους φυλάττουσα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείαν ἄσκησιν, διαδραμόντες, θείας μέτοχοι, ὤφθητε δόξης, Διονύσιε σοφὲ καὶ Μητρόφανες· ὡς οὖν ἐπόπται τῆς ἄνω λαμπρότητος, ἐν ὁμονοίᾳ ἡμᾶς διασώζετε, παναοίδιμοι, Χριστῷ τῷ Θεῷ πρεσβεύοντες, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεῖον ἔλεος, τῶν οἰκτιρμῶν Σου, καὶ χρηστότητος, τερπνὸν χειμάῤῥουν, ἀναβλύζεις πλουτοδότως ἐν Ἄθωνι, καὶ κατευφραίνεις ἡμῶν τὴν διάνοιαν, καὶ κατακλύζεις παθῶν θολερότητα, Κόρη πάναγνε· διὸ εὐλαβῶς γεραίρομεν, τὸ μέγεθος τῆς θείας προστασίας Σου.

 

 

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

ερουργοί, τῆς θεϊκῆς ἀγαθότητος, ὡς ταμεῖα, πάσης καθαρότητος, ἀναδειχθέντες ὡς ἀληθῶς, τῷ τῶν ὅλων Κτίστῃ, θεοπρεπῶς ἱερεύσατε· καὶ νῦν σὺν τοῖς ἀΰλοις, λειτουργοῖς ἐκβοάτε· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

χνηλατῶν, τὴν πολιτείαν τὴν ἔνθεον, θεοφόρε, Ὅσιε Μητρόφανες, Διονυσίου τοῦ ἱεροῦ, τούτῳ ἠκολούθεις, ὥσπερ ἀμνὸς Πάτερ ἄκακος· καὶ νῦν ἐν χώρᾳ ζώντων, ὁμοφώνως βοάτε· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Καταλιπών, τὴν κοσμικὴν ματαιότητα, τοῦ Σωτῆρος, τὸν ζυγὸν ἐπόθησας, φέρειν ἐπ’ ὤμων ἀσκητικῶς· ἔνθεν ἐπαξίως, τὴν σὴν ζωὴν κατεκόσμησας, μελέτῃ θειοτέρᾳ, καὶ ἀσκήσει συντόνῳ, ἀγαθῶν Διονύσιε πράξεων.

Θεοτοκίον.

ς κηδεμών, καὶ πολιοῦχος καὶ ἔφορος, καὶ προστάτις, καὶ θερμὴ ἀντίληψις, τοῦδε τοῦ Ὄρους Σου ὦ ἁγνή, μοναστῶν τὰ πλήθη, καὶ τῶν μιγάδων τὸν σύλλογον, κυβέρνησον ἐνθέως, πρὸς ὁδοὺς σωτηρίας, ῥυομένη σκανδάλων τοῦ ὄφεως.

 

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.

Οἱ θεράποντες τοῦ Λόγου, ἀρετῶν τὰ κειμήλια, τὰ τοῦ Ὄρους Ἄθω, θεῖα ἀληθῶς καλλωπίσματα, ὁ ἱερὸς ἀνυμνείσθω Διονύσιος, καὶ σὺν τούτῳ δε, ὁ Μητροφάνης ὁ Ὅσιος.

ερότητι τοῦ βίου, ἱερεῖς οὐρανόφρονες, ὤφθητε ἐν κόσμῳ, Πάτερ ἱερὲ Διονύσιε, σὺν Μητροφάνει τῷ θείῳ καὶ θεόφρονι, ἀνακράζοντες· Δόξα Χριστὲ τῇ δυνάμει Σου.

Στήλη ἔμπνους ἀνεδείχθης, ἀρετῆς καὶ φρονήσεως, ἐν τῇ Σκήτῃ πρώην, τῇ τῶν Καρεῶν Διονύσιε, καὶ ἐν ἐρήμῳ τοῦ Ἄθω ὤφθης ὕστερον, βίον ἄσαρκον, μετὰ σαρκὸς μετερχόμενος.

Θεοτοκίον.

Μεγαλύνει Σου ὁ Ἄθως, τὸ περίοπτον Ὄρος Σου, ὅλην τὴν ἡμέραν, κατὰ τὸν Δαβὶδ τὸν θεόληπτον, τὰ μεγαλεῖα τῆς δόξης Σου πανάχραντε· ὅτι σκέπην Σε, ἔχει καὶ μέγα προσφύγιον.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Συνεργοῦσαν τὴν χάριν, πρὸς τὰ τῆς ἀσκήσεως θεῖα παλαίσματα, Ὅσιοι Πατέρες, τοῦ Ἁγίου πλουτήσαντες Πνεύματος, τῆς τοῦ βροτοκτόνου, περιεγένεσθε μανίας, εὐθυτάτῃ καρδίᾳ ἐμπρέψαντες.

κηλίδωτον βίον, ὁλικῶς ποθήσαντες Πατέρες Ὅσιοι, κοσμικῶν κηλίδων, ἀμιγῆ τὴν ψυχὴν ἐτηρήσατε, πόνοις ἐγκρατείας, καὶ προσευχῇ τῇ ἀεννάῳ, ἐν ἐρήμῳ τοῦ Ἄθω ἐμπρέψαντες.

Συντονίᾳ ἐνθέῳ, σπεύδων Διονύσιε ἐπὶ τὰ ἔμπροσθεν, ἐφετῶν τὸ ἄκρον, σεαυτὸν ἐκκαθάρας κατείληφας· ἔνθεν μιμητήν σου, καὶ θιασώτην ἐπεσπάσω, τὸν σεπτὸν Μητροφάνην ἀοίδιμε.

Θεοτοκίον.

τῆς Σῆς προμηθείας, καὶ κηδεμονίας Σου περὶ τὸ Ὄρος Σου, κεχαριτωμένη· Σὺ γὰρ πρύτανις τούτου καὶ ἔφορος, Κόρη ἀνεδείχθης, χειραγωγοῦσα καὶ φρουροῦσα, τοὺς ἐν τούτῳ ἀεὶ πεποιθότας Σοι.

 

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.

ρήμῳ τοῦ Ἄθωνος, ἀσκητικῶς σκηνώσαντες, Πάτερ Διονύσιε παμμάκαρ, σὺν Μητροφάνει τῷ σῷ σεπτῷ φοιτητῇ, ταύτην ἐλαμπρύνατε φωτί, τῆς ὑμῶν ἀσκήσεως, ὡς ἀστέρες πολύφωτοι.

Λαμπρότητι βίου σου, καὶ θεοσόφοις λόγοις σου, ὤφθης ὑποφήτης μοναζόντων, ἐν τῇ ἐρήμῳ ταύτῃ ἀσκούμενος, Πάτερ Διονύσιε σοφέ· πάντας γὰρ ἐῤῥύθμιζες, ζηλοῦν πόθῳ τὰ κρείττονα.

Πηγὴν ἁγιάσματος, ὑμῶν τὸ θεῖον Σπήλαιον, μυστικῶς πηγάζει θεοφόροι, καὶ ἁγιάζει τὰς διανοίας ἡμῶν, τῶν προσερχομένων εὐλαβῶς, πανταχόθεν Ἅγιοι, λαβεῖν χάριν καὶ ἔλεος.

Θεοτοκίον.

ράθης φυλάττουσα, καὶ περικύκλῳ σκέπουσα, Μάρκῳ τῷ Ὁσίῳ Θεοτόκε, τοῦτο τὸ Ὄρος ὃ ᾑρετίσω ἁγνή, οἷάπερ μερίδα ἐκλεκτήν· ὅθεν μεγαλύνομεν, καθ’ ἑκάστην τὴν χάριν Σου.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ποικίλαντες ἱερῶς, ἱερωσύνης τὸ ἔνδυμα, ὡς θεῖοι μυσταγωγοῖ, σοφὲ Διονύσιε, καὶ θεῖε Μητρόφανες, πρὸς ναὸν τῆς δόξης, τῆς ἀΰλου ἐχωρήσατε.

βρόχως τὸ χαλεπόν, τοῦ βίου πλεύσαντες πέλαγος, ἱστίῳ τῷ τοῦ Σταυροῦ, καὶ αὔρᾳ τῆς χάριτος, πρὸς ὅρμον αἰώνιον, καὶ ζωῆς γαλήνην, θεοφόροι προσωρμίσθητε.

Τὸ φρόνημα τῆς σαρκός, τῷ πνεύματι ὑποτάξαντες, τὸ νοερὸν τῆς ψυχῆς, Θεῷ ἐπτερώσατε, σοφὲ Διονύσιε, σὺν τῷ Μητροφάνει, διὰ βίου τελειότητος.

Θεοτοκίον.

ημάτων Σου τῶν σεπτῶν, τὰς ὑποσχέσεις κατέχοντες, τὰς δυσβουλίας ἐχθροῦ, ῥαδίως τρεπόμεθα, μόνη παντευλόγητε, τὴν Σὴν προστασίαν, ὡς ἀσπίδα ἐπαγόμενοι.

Ἕτερος. Τὴν θείαν ταύτην.

Πεποικιλμένοι τῇ χάριτι, τὴν ἔρημον τοῦ Ἄθω λαμπρύνεται, ὡς ἄστρα πάμφωτα, Πάτερ σοφὲ Διονύσιε, ὁμοῦ σὺν Μητροφάνει, φωτὶ ἀσκήσεως.

γγέλων ὤφθης συνόμιλος, τοῦ Πνεύματος δοχεῖον ὑπέρτιμον, καὶ στόμα ἔνθεον, Πάτερ σοφὲ Διονύσιε, ὡς ἀρετῶν ὁσίων, ῥήτωρ πολύσοφος.

Τοὺς τῷ ναῷ ὑμῶν σπεύδοντας, ἐν πίστει πανταχόθεν ἑκάστοτε, χαρᾶς ἐπληρώσατε, Πάτερ σοφὲ Διονύσιε, ὁμοῦ σὺν Μητροφάνει, ὑμῶν δεήσεσι.

Θεοτοκίον.

ῦσαι σκανδάλων τοῦ ὄφεως, καὶ πάσης συστροφῆς καὶ κακώσεως, τοῦτο τὸ Ὄρος Σου, τὸ ἀνακείμενον ἄχραντε, τῇ κραταιᾷ δυνάμει, τῆς προστασίας σου.

 

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.

Ὡς τῆς Τριάδος μυστηπόλοι ἱερώτατοι, καὶ τῶν Ὁσίων κοινωνοὶ καὶ ἰσοστάσιοι, Διονύσιε σοφὲ σὺν τῷ Μητροφάνει· μὴ ἐλλείπητε ἐχθροῦ τὰ πανουργεύματα, ἃ τεκταίνει καθ’ ἡμῶν συντρίβει πάντοτε, ἵνα κράζομεν· θεοφόρητοι χαίρετε.

Ὁ Οἶκος.

Ἄμεμπτον πολιτείαν, ἀρετῶν ἐμμελείᾳ, διήλθετε Πατέρες ἐν Ἄθῳ· διὸ τῆς ἀειζώου τρυφῆς, τὰς ἐπικαρπίας λαμπρῶς δρεπόμενοι, θεοπρεπῶς ῥυθμίσατε, τοὺς βοῶντας ὑμῖν ἐκ πόθου·

Χαῖρε, δυὰς ἀσκητῶν Ὁσίων·

χαῖρε, φθαρτῶν ἀνωτέρα πάντων.

Χαῖρε, ἡ ἐν πόνοις δυὰς ἀριστεύουσα·

χαῖρε, τῶν Ὁσίων τὸ κλέος ἐνέγκασα.

Χαῖρε, Πάτερ Διονύσιε, μοναζόντων καλλονή·

χαῖρε, Ὅσιε Μητρόφανες, ἀσκουμένων χαρμονή.

Χαῖρε, ξυνωρὶς θεία τῆς Τριάδος φιλία·

χαῖρε, τῶν ἐν τῷ Ἄθῳ μυστικὴ εὐωδία.

Χαῖρε, δυὰς παθῶν ἡ κατάργησις·

χαῖρε, ψυχῆς δυνάμεων εὔθυνσις.

Χαῖρε, ἡμῶν ξυνωρὶς προστασία·

χαῖρε, πιστῶν πρὸς Θεὸν μεσιτεία.

Θεοφόρητοι χαίρετε.

 

 

 

 

 

 

Συναξάριον.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ὁσίων· Διονύσιου τοῦ ῥήτορος καὶ Μητροφάνους τοῦ πνευματικοῦ, τῶν Μικραγιαννανιτῶν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου, Ἐπισκόπου Ταυρομενίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνδρέας καὶ Πρόβος, πυρὶ τελειοῦνται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φωτίου, κτήτορος τῆς Μονῆς Ἀκαπνίου, τῆς ἐν τῇ Θεσσαλονίκῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μπακνανάς, ὁ Κηπουρός, ὁ ἐξ Ἀθηνῶν, ἐν Ἀθήναις, ἐν ἔτει 1771ῳ, ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μεθόδιος, ἐπίσκοπος Λάμπης, ἐν ἔτει 1793ῳ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

μέμπτως βιώσαντες, ἐν ἐγκρατείᾳ καὶ καθαρότητι, τῆς ἀγάπης Πατέρες, καρποὺς τοὺς θείους ἐγεωργήσατε, ἐξ ὧν τρυφῶντες γηθόμενοι ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σοφίᾳ κοσμούμενος, καὶ διακρίσει καλλωπιζόμενος, Διονύσιε Πάτερ, θείων ῥημάτων ἐκφάντωρ πέφηνας, διαῤῥυθμίζων πρὸς βίον ἀνώτερον, τοὺς προσιόντας πρὸς σέ, ἀνενδοιάστῳ ψυχῇ.

λύος κενώσαντες, παθῶν προσύλων τὸν νοῦν μακάριοι, ἐπληρώθητε θείας, ἀγαλλιάσεως καὶ ἐλλάμψεως, ἐκ ζωηφόρου πληρώματος ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Γαλήνην οὐράνιον, καὶ φωτισμόν τε καὶ ἀπολύτρωσιν, οὐρανόθεν Παρθένε, ὡς εὐσπλαγχνίας πηγὴ ἀκένωτος, τῇ σκοτισθείσῃ ψυχῇ μου κατάπεμψον, καὶ ἴθυνόν με ἁγνή, πρὸς μετανοίας ὁδόν.

 

Ἕτερος. Οὐκ ἐλάτρευσαν.

νω ἔχοντες Πατέρες τὸ πολίτευμα, βίον ἰσάγγελον, ἐν ὑπωρείᾳ σοφῶς, τοῦ Ἄθω ἠνύσατε, ψυχῆς στεῤῥότητι, Διονύσιε, ῥητόρων ἐγκαλλώπισμα, καὶ Μητρόφανες θεόφρον.

Σκέπων Ἅγιε, ὡράθης ὡς ηὐδόκησας, ἐν ὄψει κρείττονι, καὶ εὐλογῶν νοερῶς, σπηλαίου σου ὕπερθεν, ταύτην τὴν Σκήτην Σου, Διονύσιε· διὸ λαμπρῶς κηρύττομεν, τὴν θερμήν σου προστασίαν.

δοὺ ἅπαντες, οἱ μονασταὶ συνέδραμον, πάντοθεν Ἅγιοι, ἐν τῷ σπηλαίῳ ὑμῶν, ἐν ᾧ ὁ ναὸς ὑμῶν, ὁ θεῖος ἵδρυται, ἑορτάζοντες, ἐν παννυχίοις ᾄσμασι, τὴν ἁγίαν ὑμῶν μνήμην.

Θεοτοκίον.

Γενοῦ Δέσποινα, τούτῳ τῷ σεπτῷ Ὄρει Σου, θεία ἀσφάλεια, οἷα αὐτοῦ κηδεμών, αὐτῷ πρυτανεύουσα, εἰρήνης ἄνωθεν, καὶ τὰ σκάνδαλα, ἐκ τούτου ἀποτρέπουσα, τοῦ ἐχθροῦ τοῦ ἀρχεκάκου.

 

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.

νδεδυμένοι Ὅσιοι, ἱερεῖς ὡς θεόφρονες, τὴν δικαιοσύνην ὡς φωτὸς ἱμάτιον, λαμπρῶς εἰσεκλήθητε, νυμφῶνα εἰς οὐράνιον, πρὸς συμμετοχήν, τῆς ὑπὲρ νοῦν εὐφροσύνης, βοῶντες χαρμοσύνως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ήσεις Ἁγίου Πνεύματος, ἱερὲ Διονύσιε, καὶ τὰ τῶν Πατέρων θεόφθογγα λόγια, σαφῶς ἐξηγούμενος, καὶ ἀναπτύσσων Ὅσιε, ἅπαντας προτρέπεις, τῷ Σωτῆρι κραυγάζειν· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,  Χριστὸν εἰς τοὺς αἰῶνας.

γγελικὴν ἀνάβασιν, τὸν σὸν βίον ποιούμενος, καὶ τῶν χαμαιζήλων τὸν νοῦν ἀφιστάμενος, ἀπάθειαν ἤνθησας, καὶ ἀρετῶν λαμπρότητα, ᾗ διηυγασμένος, ὁ κλεινὸς Μητροφάνης, πεπόρευται ὀπίσω, τῶν ἰχνῶν σου ὁσίως· καὶ νῦν τῆς ἄνω δόξης, σὺν σοὶ κατηξιώθη.

Θεοτοκίον.

Σωτηριώδη κλίμακα, τὴν λαμπράν σου προμήθειαν, ἐξ Ἄθω πρὸς ὕψους οὐρανοῦ διήκουσαν, εἰδότες Θεόνυμφε, Πατέρες οἱ θεόφρονες, πρὸς θεουργικήν, ἀνεκουφίσθησαν σχέσιν, βοῶντες γηθοσύνως· χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας

 

Ἕτερος. Παῖδας εὐαγεῖς.

χει ἡ Μικρὰ Ἁγία Σκήτη, τῆς Ἄννης τῆς τοῦ Χριστοῦ σεμνῆς Προμήτορος, Πάτερ Διονύσιε, καὶ θεῖε Μητρόφανες, ἐφόρους ἀντιλήπτορας ὑμᾶς καὶ φύλακας· διὸ ὑμῶν τῇ σκέπῃ προστρέχει, καὶ λαμπρῶς γεραίρει, ὑμῶν τὴν θείαν μνήμην.

ήματα ζωῆς τῆς αἰωνίου, ὦ Πάτερ θεόφρον Διονύσιε, αὖθις ἡμῖν φώνησον, νοερῶς τοῖς τέκνοις σου· δεῦτε τέκνα φθεγγόμενος ἐμῆς ἀκούσατε, φωνῆς τῆς πατρικῆς καὶ ἐν φόβῳ, ἕκαστος τελεῖται, αὐτοῦ τὴν σωτηρίαν.

νωθεν εἰς ὄψεσιν ἀΰλοις, ἐν τούτῳ σου τῷ σεπτῷ ναῷ φαινόμενος, ἀοράτως Ἅγιε, θείαις ἐπισκέψεσιν, ἐκφαίνεις τρόποις κρείττοσιν ὦ Διονύσιε, ἀεὶ τὴν πρὸς τὰ τέκνα σου Πάτερ, θείαν προστασίαν, καὶ πρὸς Χριστὸν πρεσβείαν.

Θεοτοκίον.

Σκέπη καὶ προστάτις τοῦ Σοῦ κλήρου, καὶ ἔφορος καὶ ἀντίληψις ὑπάρχουσα, Δέσποινα πανάχραντε, Κόρη παντευλόγητε, σκέπε ἀεὶ καὶ φύλαττε τοὺς ἐνοικοῦντας αὐτῷ, παρέχουσα αὐτοῖς οὐρανόθεν, τῆς Σῆς προμηθείας, τὰς ψυχοτρόφους δόσεις.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

σότιμοι Ὁσίων πανευκλεῶν, ἐν τῇ ἄνω Σιὼν χρηματίζετε, τὰς ἀμοιβάς, τῆς υἱοθεσίας τῆς θεϊκῆς, λαμπροφανῶς κομίζεσθε, Πάτερ Διονύσιε ἱερέ, σὺν θείῳ Μητροφάνει, τῆς ἀκηράτου δόξης, οἱ θεωροί τε καὶ συνέστιοι.

Μυρίπνοον ὡς ῥόδον προφητικῶς, ἡ τοῦ Ἄθω ὑπώρεια ἤνθησε, πνευματικῶς, ὡς ταῖς τῶν δακρύων ὑμῶν ῥοαῖς, καταρδευθεῖσα Ὅσιοι, ἅμα καὶ ἱδρῶσιν ἀσκητικοῖς· διὸ καὶ κατευφραίνει, ἡμῶν τὰς διανοίας, ταῖς ἐκ τοῦ βίου ὑμῶν χάρισιν.

σμὴν εἰς ἀγροῦ πλήρους πνευματική, ἡ παλαίστρα ὑμῶν τῆς ἀσκήσεως, τῆς εὐαγοῦς, Ὅσιοι Πατέρες θεοειδεῖς, ἀρωματίζει χάριτι, Πάτερ Διονύσιε ἱερέ, σὺν θείῳ Μητροφάνει, ἐν ᾗ δεδραμηκότες, ὑμῶν ὑμνοῦμεν τὰ παλαίσματα.

Θεοτοκίον.

ψόθεν ἐπιβλέπουσα εὐμενῶς, μὴ ἐλλείπῃς ἀεὶ Θεονύμφευτε, ἐπὶ τὸ Σόν, Ὄρος τὸ περίβλεπτον καὶ σεπτόν, ὅπερ ὡς κλῆρον ἅγιον, περιποιήσω παρὰ Θεοῦ, βραβεύουσα ἐν τούτῳ, τῶν θείων οἰκτιρμῶν Σου, προμηθεστάτως τὰ γνωρίσματα.

 

Ἕτερος. Ἅπας γηγενής.

δε εὐμενῶς, δυὰς θεοτίμητε Πατέρες Ὅσιοι, τοὺς ἐν τῷ ναῷ ὑμῶν, ἐπὶ τῇ μνήμῃ ὑμῶν προστρέξαντας, καὶ τούτοις χορηγήσατε τῆς εὐλογίας ὑμῶν, τὰς πλουσίας, δόσεις Διονύσιε, καὶ Μητρόφανες σκεύη τοῦ Πνεύματος.

Μνήμην τὴν λαμπράν, ὑμῶν ἑορτάζοντες ἀγαλλιώμεθα, Πάτερ Διονύσιε, σὺν Μητροφάνει ἡμῶν τῇ χάριτι. Ἀλλὰ Χριστῷ πρεσβεύσατε, σὺν τοῖς ἀσκήσασιν, ἐν τῇ Σκήτῃ ταύτῃ τῆς Προμήτορος, τοῦ δοθῆναι ἡμῖν φῶς οὐράνιον.

λῳ τῷ φωτί, τῆς ἄνω λαμπρότητος καταλαμπόμενοι, Πάτερ Διονύσιε, σὺν Μητροφάνει μετὰ τοῦ μάκαρος, Ἀθανασίου Ἅγιοι καθικετεύσατε, καὶ σὺν πᾶσι, τοῖς ἐνταῦθα λάμψασιν, ἐν ἀσκήσει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.

μνοις καὶ ᾠδαῖς, ὑμνοῦμεν πανύμνητε τὰ μεγαλεῖά Σου· ὅτι σκέπεις πάντοτε, καὶ περιέπεις τῇ Σῇ χρηστότητι, ἡμᾶς καθάπερ τέκνα Σου τοὺς ἐν τῷ κλήρῳ Σου, ἐνοικοῦντας, καὶ ἀεὶ ἐλπίζοντας, τῇ θερμῇ ἀντιλήψει Σου Δέσποινα.

 

 

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Συγκοινωνὸν ἐκτήσω, καὶ μιμητὴν ὡς φοιτητήν, τὸν ἱερὸν Μητροφάνην, ἐν τῇ ἐνθέῳ σου ζωῇ, ὦ Διονύσιε Πάτερ· μεθ’ οὗ σὲ ἀνευφημοῦμεν.

Θεοτοκίον.

Τὸ ἐμφανές Σου Ὄρος, ὡς κληρουχίαν ἱεράν, περίεπε ὡς ὑπέσχου, θεοχαρίτωτε ἁγνή, τῶν μονοτρόπων τὰ στίφη, ῥυθμίζουσα θεαρέστως.

 

Αἶνοι. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, σοφὲ Διονύσιε, ἀναλαβὼν τὸν Σταυρόν, τοῦ Κυρίου ἐπ’ ὤμων σου, τούτῳ ἠκολούθησας, ἱερῶς βιωσάμενος· ὅθεν ἀΰλου φωτὸς πεπλήρωσαι, καὶ αἰωνίου δόξης ἠξίωσαι· ὢ τῆς ἐλλάμψεως, ἧς αὐτόπτης πέφηνας! ἐν οὐρανοῖς, θρόνῳ τοῦ Παντάνακτος ἐμφανιζόμενος.

 

Πάτερ, ἱερὲ Μητρόφανες, ἱερωμένην ζωήν, ἱερῶς ἐπαγόμενος, ἱερεὺς εὐπρόσδεκτος, τῷ Χριστῷ ἐχρημάτισας, Διονυσίῳ παιδοτριβούμενος, καὶ παρ’ ἐκείνου φωταγωγούμενος· ὅθεν ἀπήστραψας, χρυσαυγὲς ὡς ἔσοπτρον, μαρμαρυγάς, βίου καθαρότητος, τοῖς προσιοῦσί σοι.

 

Τρίβον, τὴν στενὴν βαδίσαντες, καὶ πρὸς ἀγήρω ζωήν, ἀσφαλῶς κατοικήσαντες, πρὸς Χριστοῦ εἰλήφατε, τὸν ἀκήρατον στέφανον, δικαιοσύνῃ καλλωπιζόμενον, καὶ ἀφθαρσίᾳ ὡραϊζόμενον, ᾧ στεφανούμενοι, τῷ Χριστῷ παρίστασθε, ὑπὲρ ἡμῶν, δέησιν προσάγοντες, θεομακάριστοι.

 

Πλήρεις, θυμηδίας κρείττονος, πλήρεις χαρᾶς ἀληθοῦς, Διονύσιε πάνσοφε, καὶ θεῖε Μητρόφανες, ἱερῶς μετετέθητε, ἔνθα χειμάῤῥους ἀϊδιότητος, ὅπου τὸ ξύλον ζωῆς πεφύτευται· ὢ οἵαν εὕρατε, ὑπὲρ νοῦν τερπνότητα! ὢ φωταυγοῦς, λήξεως καὶ χάριτος, ἧς ἠξιώθητε!

 

Δόξα. Ἦχος πλ. Δ΄.

Τῶν Ὁσίων Πατέρων ἡ δυάς, τὴν διασφαλλομένην φυγοῦσα συναφήν, ἐπὶ τὸ αὐτὸ ἐν Ἄθῳ ηὐλίσθη, ἔνθα Κυρίῳ, ὡς κεκάθαρται ἡνώθη. Καὶ τὸ μυστήριον τῆς θεουργίας, ἡμῖν διέγραψε δι’ ἐπιστήμης. Οὓς ἀνυμνοῦντες προφρόνως, μακαρίσωμεν λέγοντες· Ὦ θεία ξυνωρίς, θεωροὶ καὶ ἐπόπται, τῆς τερπνότητος τοῦ Λόγου· εἰκόνες νεόσμηκτοι, τῶν ὑπὲρ νοῦν ἀναβάσεων· τῆς μυστικῆς ζωῆς οἱ οὐρανόφωτοι λύχνοι· τὰ ἡδύπνευστα κρίνα τῆς ἀπαθείας· τὰ πάγχρυσα σκεύη τῶν χαρίτων. Τριάδος κειμήλια, Θεοτόκου θεράποντες, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῶν Ὁσίων δυὰς σεπτή, οἱ ἀμέμπτῳ βίῳ, διαπρέψαντες ἐπὶ γῆς, σὺν τῷ Διονυσίῳ, Μητρόφανες θεόφρον, Τριάδος τῆς Ἁγίας, θεῖοι θεράποντες.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς μετὰ πίστεως θερμῆς προσιόντας, ἐν τῷ σεπτῷ ὑμῶν ναῷ θεοφόροι, ὦ Διονύσιε παμμάκαρ καὶ Μητρόφανες, πάσης ἀπαλλάξατε, δυσμενοῦς ἐπηρείας, χάριν δὲ βραβεύσατε, καὶ ὑγείαν κατ’ ἄμφω, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, ταῖς πρὸς Θεὸν ὑμῶν θείαις δεήσεσι.

Δόξα.

Ἐπιστασίᾳ ἀοράτῳ Πατέρες, ἐπιφανέντες τὰς ἡμῶν ἱκεσίας, ἐν πατρικῇ χρηστότητι προσδέξασθε· πίστει γὰρ προσπίπτομεν, τῇ σεπτῇ ὑμῶν σκέπῃ, καὶ θερμοῖς ἐν δάκρυσιν, ὁλοψύχως βοῶμεν· τῆς συνεχούσης θλίψεως ἡμᾶς, καὶ πάσης ἄλλης, ἀνάγκης λυτρώσασθε.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:  Σκέπη ἡμῶν ἐστέ, θεοφόροι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Συνόντες τοῖς ἄνω θείοις χοροῖς, Ὅσιοι Πατέρες, ἐπισκέψασθε νοερῶς, τὸν ἅγιον τόνδε ὑμῶν χῶρον, καὶ πᾶσι δότε τὴν χάριν τὴν ἔνθεον.

Κακίας ἁπάσης τοῦ δυσμενοῦς, ὑμῶν τῇ πρεσβείᾳ, Διονύσιε ἱερέ, καὶ θεῖε Μητρόφανες λυτροῦσθε, τοὺς τῷ ἁγίῳ ναῷ ὑμῶν σπεύδοντας.

Ἐπίφανον Πάτερ ὡς συμπαθής, ἡμῖν τοῖς σοῖς τέκνοις, τὸ σὸν πρόσωπον τὸ σεπτόν, ὡς ἂν Διονύσιε πλησθῶμεν, τῆς πατρικῆς σου χαρᾶς καὶ χρηστότητος.

Θεοτοκίον.

Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, εὐσπλάγχνως τὴν δέησιν προσδέχου, τῶν πρὸς τὴν Σὴν ἀφορώντων ἀντίληψιν.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἡ δυὰς ἡ ἁγία, ἡ τῷ φωτὶ λάμψασα, τῆς ὑπερουσίου Τριάδος, παθῶν ζοφώσεως, ἡμᾶς λυτρώσασθε, ὦ Διονύσιε Πάτερ, καὶ θεῖε Μητρόφανες, ὑμῶν δεήσεσι.

Ἡ σεπτὴ ὑμῶν χάρις, ἡ ἐκ Θεοῦ Ἅγιοι, οἷα νοητὴ εὐωδία, ἀρωματίζουσα, εὐφραίνει πάντοτε, καὶ ἁγιάζει καὶ τέρπει, τοὺς ἐν τῷ ναῷ ὑμῶν, πιστῶς προστρέχοντας.

Μυστικαῖς ἐποπτείαις, ὡς ἀληθῶς Ὅσιε, ἐν τῷ ἱερῷ σου τεμένει, ἐποπτανόμενος, πληροῖς ἑκάστοτε, τῆς παρὰ σοὶ εὐφροσύνης, Πάτερ Διονύσιε, τοὺς καθορῶντάς σε.

Θεοτοκίον.

Ὡς περίδοξος θρόνος, καὶ λογικὸς ἄχραντε, τοῦ παμβασιλέως τῆς δόξης, καὶ παντοκράτορος, παθῶν με ἔγειρον, ἀπὸ κοπρίας καὶ δίδου, σωστικὴν κατάνυξιν, ἐν τῇ καρδίᾳ μου.

Διάσωσον, ἡ τῶν Ὁσίων Πατέρων δυὰς ἁγία, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν πρεσβείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβεύειν θερμῶς, Θεῷ τῷ πανοικτίρμονι, διδόναι ἀεί, μὴ παύσησθε μακάριοι, εἰρήνην τε καὶ ἴασιν, τοῖς τῇ σκέπῃ ὑμῶν καταφεύγουσι, Διονύσιε Ὅσιε, καὶ Πάτερ Μητρόφανες δεόμεθα.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νεανίαν ὡς ἔπλησας, χάριτος ἁγίας καὶ κατανύξεως, οὕτω πλῆσον Διονύσιε, θείας εὐφροσύνης τὰς ψυχὰς ἡμῶν.

Ἐπομβρήσατε ἄνωθεν, ἔλεος καὶ χάριν ὡς δρόσον ἄϋλον, τοῖς προστρέχουσιν ἑκάστοτε, τῷ ναῷ ὑμῶν Πατέρες Ὅσιοι.

Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Διονύσιε μακάριε, σὺν τῷ Μητροφάνει ὑμῖν πάντοτε.

Θεοτοκίον.

Τῇ θερμῇ προστασίᾳ Σου, κεχαριτωμένη στεῤῥῶς ἐλπίζοντες, πάσης βλάβης ἐκλυτρούμεθα, καὶ ἐπινοιῶν τῶν τοῦ ἀλάστορος.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἔχοντες ὑμᾶς, βοηθοὺς καὶ ἀντιλήπτορας, μὴ ἐκπέσωμεν τῆς χάριτος ὑμῶν, Διονύσιε παμμάκαρ καὶ Μητρόφανες.

Θείας δωρεάς, πατρικῇ χειρὶ παράσχετε, τοῖς αἰτοῦσι τὴν ἀντίληψιν ὑμῶν, Διονύσιε θεόφρον καὶ Μητρόφανες.

Ἔδειξας ποτέ, τὴν σὴν χάριν ἐπιλάμπουσαν, τῷ ναῷ σου Διονύσιε ὡς φῶς, δι’ ἧς λάμπρυνον ἡμᾶς τοὺς σὲ γεραίροντας.

Θεοτοκίον.

Ὄρος τοῦ Θεοῦ, ἐμφανὲς καὶ προφητόφθεγκτον, τὸ Σὸν Ὄρος τὸ ἀπόλεκτον ἁγνή, διαφύλαττε ἐκ πάσης περιστάσεως.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Φανέντες, ἔμπλεοι δόξης ἁγίας, ἐν ὁράματι ὡς φίλοι Κυρίου, τὴν πρὸς ἡμᾶς ὑμῶν εὔνοιαν θείαν, ὡς ἀληθῶς ἐδηλώσατε Ὅσιοι, ἧς ἀεὶ δίδοσθε ἡμῖν, τὰς πλουσίας ἐκφάνσεις καὶ χάριτας.

Ὀσμὴν μέν, μυρεψικὴν ἀποπνέει, τῆς ἀσκήσεως ὑμῶν ἡ παλαίστρα, χαρὰν δὲ θείαν ἀεὶ πρυτανεύει, τοῖς τῷ Σπηλαίῳ ὑμῶν πίστει σπεύδουσιν· ἀλλ’ ὦ Πατέρες θαυμαστοί, τὴν αὐτῶν ἡμῖν δότε ἐνέργειαν.

Ῥημάτων σου, τὰς ἁγίας συνθήκας, ὥσπερ κλῆρον πατρικὸν κεκτημένοι, πρὸς τὴν σὴν σκέπην ἀεὶ ἀφορῶμεν, ὦ Διονύσιε ῥῆτορ μακάριε· διὸ μὴ παύσῃ ὁδηγῶν, ἀσφαλῶς ἡμᾶς Πάτερ πρὸς Κύριον.

Θεοτοκίον.

Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστὰς θείας δόξης, εὐλογημένη Παρθένε Μαρία, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καταύγασον τῷ φωτισμῷ, τῆς ἐν Σοὶ ἀποῤῥήτου ἐλλάμψεως.

Διάσωσον, ἡ τῶν Ὁσίων Πατέρων δυὰς ἁγία, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν πρεσβείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἀρωγοὶ καὶ θερμοὶ ἀντιλήπτορες, καὶ πρεσβευταὶ πρὸς Χριστὸν ἡμῶν μέγιστοι, σοφὲ Διονύσιε Ὅσιε, σὺν Μητροφάνει τῷ θείῳ θεράποντι, ἡμῶν πάσῃ ὥρᾳ προΐστασθε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Πίστει καταφεύγοντες, πάσῃ ἀνάγκῃ καὶ θλίψει, ἔνδον τοῦ ναοῦ ὑμῶν, Πάτερ Διονύσιε καὶ Μητρόφανες, τῆς ὑμῶν χάριτος, δαψιλῶς τρυφῶμεν, καὶ τὴν λύσιν κομιζόμεθα, ὑμῶν δεήσεσι, τῶν βιοτικῶν περιστάσεων, καὶ χαλεπῶν κακώσεων, καὶ ἐπηρειῶν τῶν τοῦ ὄφεως· ὅθεν ἐκβοῶμεν· μὴ παύσητε παρέχειν μυστικῶς, ἑνὶ ἑκάστῳ τὰ πρόσφορα, οἷα συμπαθέστατοι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰδοὺ πίστει τελείᾳ, τῷ ἁγίῳ τεμένει ὑμῶν προσήλθομεν, καὶ ἔλεος καὶ χάριν, καὶ φῶς καὶ σωτηρίαν, ἐξαιτοῦμεν δωρήσασθαι, τοῖς τῇ Εἰκόνι ὑμῶν, προσπίπτουσι Πατέρες.

Γέρας ἄνωθεν θεῖον, καὶ ψυχῶν σωτηρίαν καὶ βίον ἄλυπον, αἰτεῖσθε θεοφόροι, τοῖς πίστει καὶ ἀγάπῃ, θεολήπτῳ δομήσασιν, ἐν τῷ Σπηλαίῳ ὑμῶν, τὸν θεῖον ὑμῶν οἶκον.

Ἐν τῇ σῇ ἐκφανθείσῃ, πολλαχῶς προστασίᾳ Πάτερ καυχώμεθα· ἣν δίδου πάσῃ ὥρᾳ, ὡς οἶδας τοῖς σοῖς τέκνοις, Διονύσιε Ὅσιε, καὶ τῶν ποικίλων ἡμᾶς, σκανδάλων ἀεὶ ῥύπου.

Θεοτοκίον.

Ῥώμην δίδου μοι Κόρη, τοῦ πατεῖν τοῦ δολίου τὰ μηχανήματα, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς γνῶσίν τε καὶ κτῆσιν, ἀληθοῦς μεταγνώσεως, ἵνα τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἄνωθεν δότε, ἐν πατρικῇ συμπαθείᾳ, Διονύσιε ὁμοῦ σὺν Μητροφάνει, τῆς ὑμῶν πρεσβείας, ἡμῖν τὰς θείας δόσεις.

Συντρέχει ἅπας, πιστὸς ὑμῶν τῷ τεμένει, καὶ κομίζεται ὧν ηὔξατο τὴν κτῆσιν· ὅθεν καὶ κηρύττει, ὑμῶν τὴν θείαν χάριν.

Ἵλεων ὄμμα, καὶ οὗς εὐήκοον τεῖνον, Διονύσιε ἐν ἀοράτῳ ὄψει, τοῖς ἐπιζητοῦσι, τὴν σὴν ἐπιστασίαν.

Θεοτοκίον.

Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τῆς καρδίας μου ἀνύψωσον τὸν πόθον, πρὸς τὰς ἀπολαύσεις, τῆς ἄνω Βασιλείας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οἱ λύχνοι οἱ φωσφόροι, ἀρετῶν ὁσίων, σὺν Μητροφάνει σοφὲ Διονύσιε, τῆς ἐν Χριστῷ φωταυγείας ἡμᾶς πληρώσατε.

Ὑψόθεν ἐφαπλοῦντες, νοερῶς Πατέρες, τῆς προστασίας ὑμῶν μὴ ἐλλίπητε, τοῖς ἐνοικοῦσιν ἐνταῦθα χάριν τὴν ἄφθονον.

Μὴ παύσησθε Πατέρες, ἐκ τῶν πολυπλόκων, ἐπηρειῶν καὶ σκανδάλων τοῦ ὄφεως, ἡμᾶς λυτροῦσθαι, τοὺς πόθῳ ὑμῖν προστρέχοντας.

Θεοτοκίον.

Μαρία Θεοτόκε, κεχαριτωμένη, χαρίτωσόν μου ψυχῆς τὴν κατάστασιν, καὶ τοῦ Υἱοῦ Σου τῆς θείας με δόξης πλήρωσον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίρετε Πατέρες θεοειδεῖς, ἐναρέτου βίου, ὑποτύπωσις ἀληθής, σὺν τῷ Διονυσίῳ, Μητρόφανες παμμάκαρ, Ἀγγέλων συμπολῖται, καὶ ἰσοστάσιοι.

Χάριν ἀναβλύζειν πνευματικήν, οἷα εὐωδίαν, οὐρανίαν καὶ μυστικήν, ὁ ἐν τῷ Σπηλαίῳ, ὑμῶν ἅγιος οἶκος, Πατέρες καὶ εὐφραίνει, ἡμᾶς ἑκάστοτε.

Ὤφθης ἐν ὁράματι μυστικῶς, ἐπαλλήλως Πάτερ, τὴν σὴν χάριν ἡμῖν δηλῶν, ἧς ἀεὶ τρυφῶντες, πολλοῖς ἐν τεκμηρίοις, προστρέχομέν σοι πόθῳ, ὦ Διονύσιε.

Ὥσπερ Πάτερ εὔφρανας νοερῶς, ἐν τῇ χάριτί σου, νεανίαν τὸν εὐλαβῆ, οὕτω τὰς καρδίας, ἡμῶν τῶν σὲ φιλούντων, εὔφρανον ἀοράτως, ὦ Διονύσιε.

Τοὺς προσερχομένους πίστει θερμῇ, ὑμῶν ἐν τῷ οἴκῳ, Διονύσιε ἱερέ, σὺν τῷ Μητροφάνει, πάσης ἐν βίῳ ζάλης, καὶ πειρασμῶν καὶ νόσων, πικρῶν λυτρώσασθε.

Ῥῶσιν καὶ ὑγείαν διηνεκῆ, πταισμάτων τὴν λύσιν, καὶ κινδύνων ἀπαλλαγήν, καὶ χαρὰν ἐν βίῳ, καὶ σταθηρὰν εἰρήνην, ἡμῖν ἀεὶ αἰτεῖσθε, Πατέρες Ὅσιοι.

Τοὺς ἐν τῷ ἁγίῳ ὑμῶν ναῷ, ἔνδον τοῦ Σπηλαίου, Διονύσιε ἱερέ, σὺν τῷ Μητροφάνει, πιστῶς ἀθροιζομένους, φωτὸς ἐπουρανίου, καταξιώσατε.

Ὥρα τοῦ θανάτου τῇ φοβερᾷ, ἀρωγοὶ Πατέρες, φάνητέ μοι καὶ βοηθοί, καὶ ἡνίκα μέλλω, Κυρίῳ παραστῆναι, δικαίας καταδίκης, μὲ ἐκλυτρώσασθε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄνωθεν ἐλθόντες νοερῶς, δέξασθε ἡμῶν τὰς δεήσεις, καὶ δότε ἅπασι, πατρικὴ χειρὶ ὑμῶν, θεία δωρήματα, Διονύσιε Ὅσιε, σὺν τῷ Μητροφάνει, τοῖς ἐν τῷ να ῷ ὑμῶν, θερμῶς προστρέχουσι, λύοντες παθῶν τὰς ἐφόδους, καὶ χαρᾶς πληροῦντες ἀΰλου, τὰς ψυχὰς ἡμῶν ὡς θεοδόξαστοι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπόλυσις.