Τρίτη 29 Αυγούστου 2023

ΑΥΓΟΥΣΤΟΣ 30. ΑΓΙΟΣ ΑΛΕΞΑΝΔΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ

+ ΑΥΓΟΥΣΤΟΣ Λ

ΑΛΕΞΑΝΔΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν τὰ παρόντα προσόμοια, Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Σὺ προωρίσθης πρεπόντως, Θεοφόρε, ἵνα τὸν ἀνίερον Ἄρειον, ἔνδοξε, ἐπιστομίσῃς ὡς πάνσοφος, καὶ Θεολόγος, δι᾿ ὃ ἐπέμφθης πρὸς τὴν Συνέλευσιν. Ὅθεν οὖν καὶ ἄναρχον ἐθεολόγησας, μακαριστὴν αἰωνίζουσαν, Τριάδα θείαν, ἀντιμισθίαν, Πάτερ εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. (δίς)

 

Προεβιβάσθης ἀξίως, Θεοφόρε, εἰς θρόνον ὑπέρλαμπρον, Πάτερ Ἀλέξανδρε, καὶ ἀνεδείχθης πανάριστος, ποιμὴν ποιμένων, καὶ ζηλωτής τε τῆς θείας πίστεως. Ὅθεν καὶ τὸν βέβηλον σὺ καὶ ἀνίερον, ἱερωμένον λεγόμενον, ὡς τῆς αἰσχύνης, τοὺς ἱερέας εὐχαῖς κατέσφαξας, στεφανηφόρος καὶ ἀήττητος, ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἐθαυμαστώθης ὡς μέγιστος προστάτης, ὡς ὄντως ὑπέρλαμπρος, Θεῖε Ἀλέξανδρε, Διοικητὴς δοκιμώτατος τῆς Ἐκκλησίας. Ὅθεν ἐφάνης μέγας ἀντίπαλος, τῶν αἱρετιζόντων τε, καὶ ὡς πάνσοφος ἐνεπιστεύθης τοὺς οἴακας τοὺς θείους, Πάτερ, ἀντιμισθίαν ἅμα εὑράμενος, ὡς μέγας μύστης καὶ πανένδοξος, ἀρχιθύτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ´.

Δεῦτε πιστοί, ὕμνοις πνευματικοῖς ἀναδήσωμεν τὸν ἱεράρχην, τὸν θεῖον καὶ ποιμένα, καὶ μέγιστον ἀντιλήπτορα τῆς Ὀρθοδοξίας. Οὗτος γὰρ ὡς καὶ πρότερον τὸν παγκάκιστον Ἄρειον, ἐν Συνόδῳ ἀπέδειξεν ἀσεβῆ, ματαιόφρονα, καὶ ὕστερον, ὅτε περιδεῆ ἐποίει αὐτὸν ὁ Βασιλεύς, εἰ μὴ προσδέξηται τοῦτον αὐτῷ συλλειτουργεῖν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν, ἐκβληθέντα τῆς Ἐκκλησίας, Ἀρείῳ δὲ ἀσεβεστάτῳ κοινωνήσειν τοῦ θρόνου μετ᾿ αὐτόν. Εἰσελθεῖν γὰρ ὑπὸ τὸ θυσιαστήριον, παννύχιος ἔκειτο πρηνὴς τοῦ Θεοῦ δεόμενος, ἵνα μὴ τὸν λύκον ἐάσῃ τοῖς προβάτοις συμμιχθῆναι τότε δὲ ἡ θεία κρίσις προφθάσασα τὸν ἄδικον κατεδίκασε δικαίᾳ δίκῃ, ἡμᾶς λυτρωσαμένη. Δι᾿ ὃ καὶ ταῖς αὐτοῦ πρεσβείαις τῆς πλάνης ῥυσθέντες καὶ ἡμεῖς βοήσωμεν προσπίπτοντες αὐτῷ, Πανάγιε Ἀλέξανδρε πρέσβευε, ὡς θερμὸς προστάτης καὶ ἤδη ὑπὲρ ἡμῶν τῶν ἀεὶ ὑμνούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Κλέος Πατριαρχῶν, ἐφάνης, ἱεράρχα, ὅθεν τοὺς Ὀρθοδόξους, περιφρουρεῖς καὶ σκέπεις, ὡς πρόμαχος τῆς πίστεως.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἄρειον ἀρχηγόν, αἱρέσεως καὶ πλάνης, ἀνεῖλες, Θεοφόρε, τῇ ἱερᾷ ἐντεύξει, δι᾿ ὃ νῦν σὲ γεραίρομεν.

 

Στίχ. Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Πάτερ Πατριαρχῶν, Ἀλέξανδρε, ἡ δόξα, πρέσβευε τῷ Κυρίῳ, ὡς μέγιστος προστάτης, ὑπὲρ τῶν ἀνυμνούντων σε.

 

Δόξα. Ἦχος β´.

Ὅσιε Πάτερ, ἱερώτατε Ἀλέξανδρε, τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσω, τροπαιοῦχος ἀναφανεὶς τῶν κακοδόξων, τὸ τάλαντον ἐπηύξησας, διδάσκων διαπαντὸς τὸν λόγον τῆς Ἀληθείας. Ἀπόστολος ἐδείχθης, εὐαγγελιζόμενος τοῖς ἔθνεσι σωτηρίαν, καὶ οἰκονόμος θεάρεστος καὶ μεσίτης πανάριστος, πρεσβεύων πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον, δοθῆναι ἡμῖν ἐκ τοῦ Πατρὸς τῶν φώτων. Δι᾿ ὃ σὲ γεραίρομεν, ἐπιτελοῦντες θερμῶς τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν ... Θεοτοκίον

Τίς σε κατ' ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυῖας τῷ κόσμῳ ἀπολυτρώσεως; εὐχαριστοῦντες οὖν κραυγάζομέν σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τὸν θεῖον Ἀλέξανδρον, καὶ Ἱεράρχην κλεινόν, τὸν στῦλον τῆς πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα καὶ ῥητόρων ἀθέων, αἱρέσεως ῥήξαντα πλοκάς, μαχαίρᾳ τοῦ Πνεύματος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ Ἀλέξανδρε, θεσμῶν, ἱερῶν προέστηκας, ἀγωνισάμενος ἄριστα, κακίστην αἵρεσιν, ἐκριζῶν ὡς θέμις, Υἱοῦ τὸ ὁμότιμον, σαφῶς διατρανώσας, ἐστήριξας, πίστιν τὴν ἔνθεον, διὰ τοῦτο μακαρίζομεν, καὶ τιμῶμεν, τὴν μνήμην σου Ἅγιε.

 

Παμμάκαρ Ἀλέξανδρε, Χριστός, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας σὲ ἔθετο, ἀστέρα μέγιστον, δαδουχοῦντα πάντων, πιστῶν τὰ πληρώματα, καὶ φρένας καὶ ψυχὰς ἁγιάζοντα, διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Παμμάκαρ Ἀλέξανδρε, Θεός, τὴν χάριν σοι δέδωκε, τοῦ θεραπεύειν νοσήματα, καὶ ἀῤῥωστήματα, καὶ ποικίλα πάθη, ἀλλὰ καὶ τὰ πνεύματα, ἐλαύνειν ἐκ βροτῶν, τὰ ἀκάθαρτα, διὸ τὴν ἴασιν, παρασχεῖν σὲ ἱκετεύομεν, οἱ ἀθλίως ἐκ τούτων κρατούμενοι.

 

Δόξα. Ἦχος πλ. β´.

Δεῦτε πιστοὶ τὸν μέγαν ἱεράρχην, ὑμνήσωμεν ἅπαντες, Ἀλέξανδρον, καὶ συνευφρανθῶμεν ἐν τῇ αὐτοῦ πανηγύρει. Οὗτος γὰρ ἡμῖν σήμερον λαμπρότατος ἐφίσταται ἡμῖν ὡς ἀριστεὺς τοὺς ὕμνους παρ᾿ ἡμῶν κομιζόμενος. Ὡς ἄλλος γὰρ Δαυῒδ τὸν ἐκμανέντα Γολιὰθ κατὰ τῆς Ἐκκλησίας, καθάπερ σφενδόνι ταῖς εὐχαῖς, καὶ λίθῳ τοῖς δάκρυσιν ἐκτρίψας, στεφανίτης ἀναδείκνυται ἐννομώτατος. Τοῦτον οὖν συνελθόντες ἐπαίνοις στεφανώσωμεν, τὸν καλὸν ἠγωνισμένον ἀγῶνα, καὶ τὸν δρόμον σταδιοδρομίσαντα τῆς εὐσεβείας, τὸν πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7-30).

Μνήμη δικαίων μετ᾿ ἐγκωμίων, εὐλογία δὲ Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Σοφὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται. Ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παῤῥησίας, εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ράβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. Κτῆσις πλουσίων πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν πενία. Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. Ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. Χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδία. Ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. Ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή. Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα. Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ. Φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. Ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 31-32, ια´ 1-12).

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θύρας ἐκδύνει, ἀντ᾿ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.

Δοτὴρ ὁ πάντων τῶν ἀγαθῶν καὶ πατὴρ τῶν φώτων, προορῶν σου τὸ ἄκακον, πανεύφημε Ἀλέξανδρε, μέγαν Σε ἀρχιερέα καὶ ποιμένα τοῦ λογικοῦ αὐτοῦ ποιμνίου, τῇ βασιλίδι τῶν πόλεων ἐναπέδειξε, καὶ τὴν ἱεράν σου ψυχὴν τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος ἐγκολποθήσας, ὀλοθρευτὴν τῶν δυσσεβῶν, καὶ τῶν εὐσεβῶν πρόμαχον ἀπροσμάχητον ἐποιήσατο. Δι᾿ ὃ ὡς παῤῥησίαν ἔχων πρὸς Αὐτόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β´.

Σιγησάτω πᾶσα φάλαγξ Ἀρείου τοῦ δολιόφρονος. Ὁ γὰρ πνευματέμφορος πατὴρ ἡμῶν Ἀλέξανδρος, ὁ τῆς οἰκουμένης διδάσκαλος, καὶ μέγας φωστὴρ τῷ τιμητικῷ λόγῳ τοῦ πνεύματος, πάσας τὰς τῶν λόγων αὐτοῦ πλεκτάνας ἀπέτεμεν. Ὅθεν βοῶμεν αὐτῷ· ταῖς πρὸς Θεὸν πρεσβείαις σου ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἀλάστορος.

 

Τὸν θρόνον τὸν πάντιμον τῆς βασιλίδος κατεκόσμησας, προπολεμήσας ἀνδρικῶς ἐν Νικαίᾳ, Ἀλέξανδρε, μέσον πατέρων πολλῶν, ὀργάνων θείων τοῦ πνεύματος. Τότε καὶ Ἀρείου ἔκτεινας, ἀφρόνως τὴν Ἐκκλησίαν συγχέοντα, προσευχῇ παννυχίῳ ἐν ναῷ τοῦ Κυρίου. Ὅθεν τὴν σήμερον ἡμέραν ἐν ᾠδαῖς συνελθόντες ὑμνοῦμέν σε, τὸ ἔρεισμα τῆς πίστεως, τὸν ἀῤῥαγῆ προστάτην, τῶν Ὀρθοδόξων τὸ καύχημα.

 

 

 

Δόξα. Ἦχος πλ. α´.

Οἱ τῆς μακαρίας Τριάδος λατρευταί, Ἀλέξανδρον ἀρχιερέα, τὸν μέγαν, τὸν τῆς Τριάδος ὑπέρμαχον, καὶ τῆς Κωνσταντίνου προστάτην ἀκοίμητον, δεῦτε πάντες ᾄσμασιν ἐγκωμίων ἀνευφημοῦντες εἴπωμεν. Χαίροις ὁ τῆς Ἀρείου αἱρέσεως ὀλοθρευτής, καὶ τῆς ὀρθοδοξίας κακῶν ἀκριβής, ὁ καθαιρέτης τῆς πλάνης, καὶ ὀρθοδόξων προστάτης. Χαίροις ὁ ἄγρυπνος φύλαξ τῶν ψυχῶν, καὶ ἄοκνος κῆρυξ τῶν πιστῶν. Ὁ τῶν πτωχῶν ἀντιλήπτωρ, καὶ τῶν χηρῶν παρακλήτωρ. Χαίροις ὁ τὸν ἐν Παραδείσῳ πρὶν δελεάσαντα τοὺς Προπάτορας, καὶ νῦν ἑρπύσαντα ἐπὶ κοινῇ καταπατήσας, ἀνθ᾿ ὧν ἐν οὐρανοῖς τὸν μισθόν σου τῶν πόνων ἀπέλαυες, μακάριε, παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν Πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὁ τοῦ Ἀρείου καθελὼν τὴν ἀσέβειαν, τῷ ζήλῳ τῆς εὐσεβείας, τῆς Ἐκκλησίας προστάς, ὁ τῆς Οἰκουμένης φαεινότατος, λαμπτήρ, τὴν ὑφήλιον, Καταυγάσας Ἀλέξανδρε, στύλος ὁ μέγας, διαμείνας ἀσάλευτος, τοῖς προστάγμασι τοῦ κρατοῦντος ὠθούμενος. Ῥύστης ὁ ἑτοιμώτατος, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας ἐνθέως, ὁ τῆς Τριάδος ὑπέρμαχος. Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις ὁ γλωσσαλγοῦντι δεινῶς, κατὰ Κυρίου Σαβαὼθ Παντοκράτορος, ἐκ μέσης ἀντιβοήσας, καὶ διαπύρου ψυχῆς, σιωπᾶν αὐτίκα, καὶ μὴ φθέγγεσθαι, Χριστοῦ ἐν ὀνόματι, ἐπιτάξας, Ἀλέξανδρε, τῆς γλωσσαλγίας δόντα δίκην τὴν κάκιστον. Καὶ δὴ τάχιστα, ὡς ἐμβρόντητος ἄναυδος, ἔκειτο ὀδυνώμενος, βληθεὶς τῷ κελεύσματι τῶν πυριπνόων σου λόγων, τῆς προπαιτείας ὑπόδειγμα, τοῖς πᾶσι παρέχων, μὴ ἀντερεῖν τῷ Κυρίῳ, σιγῶν καὶ ἄλαλος.

 

Στίχ. Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὃς ἀναβάσεις οὐρανίους ἐν πνεύματι, διέπων καὶ τῇ καρδίᾳ τῶν γεηρῶν ἐποπτάς, ὥσπερ ὑψιπέτης, ταῖς τῆς χάριτος, γενόμενος πτέρυξι, ἀετὸς καὶ τὸν δράκοντα, καταπαλαίσας, ταῖς εὐχαῖς, Πάτερ ἔνδοξε, σκέπε, φύλαττε, τοὺς τιμῶντας τὴν ἔνδοξον, σήμερον παναοίδιμε, πανέορτον μνήμην σου, ἐν εὐσεβείᾳ καὶ πίστει ἀπὸ κινδύνων καὶ θλίψεων, Τριάδα πρεσβεύων, ἐκλυτροῦσθαι, Θεηγόρε, καὶ διασώζεσθαι.

 

Δόξα. Ἦχος πλ. δ´.

Ἱεραρχῶν τὸ κλέος, τὸν ἀήττητον ἀριστέα, εὐφημήσωμεν Ἀλέξανδρον. Λαμπρὸν γὰρ οὗτος κατὰ τῶν λαλούντων τὴν ἀνομίαν ἤγειρε τρόπαιον, τὸν μὲν φιμώσας τῶν φιλοσόφων, καὶ ἰχθύος ἐπιδείξας ἀφωνότερον. Τῷ δὲ τὸ τόξον, τῶν προσευχῶν ἐντεινάμενος, καὶ ἐπισχῶν θρασυνόμενον, τὸν καὶ πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην αὐτοῦ.

 

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου, πανάμωμε· ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, ὧν τὰς δεήσεις προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τὸν θεῖον Ἀλέξανδρον, καὶ Ἱεράρχην κλεινόν, τὸν στῦλον τῆς πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα καὶ ῥητόρων ἀθέων, αἱρέσεως ῥήξαντα πλοκάς, μαχαίρᾳ τοῦ Πνεύματος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.

Ἀλέξανδρε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε εὑρεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ὡς προστάτην θερμότατον, χάριν, ἔλεος καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως ἅπαντες, δοξάζωμεν ἐκ καρδίας, Θεὸν τὸν φιλάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια, καὶ κραταιὰ προστασία καὶ σώζεις τοὺς δούλους σου.

 

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Κτείνας Ἄρειον, ταῖς προσευχαῖς σου, κέρας ὕψωσας, τῶν Ὀρθοδόξων ἀριστεὺς τῆς εὐσεβείας γενόμενος, καὶ εὐλαβείας στησάμενος τρόπαιον, Ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μή με Δέσποινα, τῆς προστασίας, τὸν πανάθλιον ἀποστερήσῃς, τὸν ἐν πολλοῖς περιπεσόντα τοῖς πταίσμασιν· ἀλλ᾿ ὡς τεκοῦσα Θεὸν τὸν φιλάνθρωπον χάσμα, ῥερυπωμένου σαρκὸς ἁμαρτήμασι, Μῆτερ ἄνανδρε, αὐτὸν ἐκτενῶς ἱκέτευε, ἐκνῦψαί με ῥύπου τῶν παραπτώσεων.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Δυσσεβείας μὴ φέρων τὸν ἑδρασμόν, τοῦ ἀνόμου μὴ θέλων τὰς ἐκδοχάς, εἰσέδυς εἰς τὰ ἄδυτα, διαπύροις σου δάκρυσι, τὸν Θεὸν ἱκετεύων, ἐκθρίψαι τὸν Ἄρειον, Ὀρθοδοξίαν συλλοῦντα ἀθέοις διδάγμασιν. Ὅθεν ὁ δικαίων εἰσακούων ἐν τάχει, πρὸς σήν, οὐκ ἀνένευσε μετὰ πίστεως αἴτησιν, Ἱεράρχα Ἀλέξανδρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

 

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (ι´ 1-9): Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων…

Ὁ Ν´ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον…

Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός…

Ἔνδοξε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοοῦ ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανεύφημε, Θεοφόρε Ἀλέξανδρε, αἴτησαι πρεσβείαις σου δωρηθῆναι ἡμῖν, τὸ μέγα ἔλεος.

Ὁ Κανὼν τοῦ Ἁγίου. Ἀκροστιχὶς πλὴν Θεοτοκίων, ἀλφαβητική

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

νοίξωμεν σήμερον τῆς διανοίας τὰ ὄμματα, ἐνθέως καὶ βλέψωμεν θεῖα χαρίσματα δι᾿ ὧν πρόνοια ἐδόξασεν ἡ ἄνω, ἤδη καὶ Ἀλέξανδρον ὡς Μωϋσῆν τὸ πρότερον.

Βροτὸς ἐπουράνιος, ἐδείχθης Πάτερ καὶ ἄγγελος, ἐν τῇ γῇ θαυμάσιος ὦ ἱερώτατε, ὅθεν ἤγειρας τοὺς φιλεόρτους πάντας, προσάγειν τῇ μνήμῃ σου ὕμνον ἐπάξιον.

Γεραίρομεν ἄσμασι, σὲ τὸν σεπτὸν οἱ ἀνάξιοι καὶ πάντες προσπίπτομεν σοῦ ὧν δεόμεθα, ἐπιτάχυνον, πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ τῶν ὑμνούντων σε Πάτερ Ἀλέξανδρε.

Θεοτοκίον.

Οἱ δοῦλοι σου Πάναγνε, οἱ σὲ σεπτῶς μακαρίζοντες, καὶ τῇ προστασίᾳ σου νῦν καταφεύγοντες, σοῦ δεόμεθα, ἐπίσκεψαι ἐν τάχει, τοὺς ὀρθῶς δοξάζοντες τὸν θεῖον τόκον σου.

Καταβασία.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται.

 

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.

Δοξάζομεν ἅπαντες ἐμφρόνως, σὲ τὸν ἀρχιθύτην τοῦ Χριστοῦ, τὸν ὄντως καταργήσαντα Ἀρείου τὰ σοφίσματα, καὶ σὺν Ἄννῃ βοήσαντα ηὐφράνθην ἐν σωτηρίῳ σου.

πέστη θεόφρον ἐπαξίως, ἡ χάρις τοῦ τελεταρχικοῦ, καὶ παναγίου Πνεύματος, τῇ ἱερᾷ κορυφῇ, σοῦ τοῦ πιστοῦ θεράποντος, ἥ σε ποιμένα ἀνέδειξε.

Ζήλῳ πυρπολούμενος τῷ θείῳ ὡς ἄλλος Ἠλίας νοητῶς, κατέσφαξας τὸν βέβηλον καὶ βλάσφημον ζῶντα Ἄρειον ὥσπερ κἀκεῖνος τε ποτέ, τοὺς τῆς αἰσχύνης εἰργάσατο.

Θεοτοκίον.

Ἱλάσθητι Ἄχραντε Παρθένε, τοῖς σοὶ καταφεύγουσιν ἡμῖν, καὶ πρέσβευε τῷ τόκῳ σου, ὑπὲρ τῶν ἀνυμνούντων σε, σὲ γὰρ κεκτήμεθα προστασίαν τε καὶ πρόμαχον.

Καταβασία.

Ῥάβδος εἰς τύπον τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

 

 

 

 

Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Τὸν Πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, τιμήσωμεν πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς Μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος· τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρώδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.

Δόξα. Τοῦ Ἁγίου. Ὅμοιον.

Τὴν μνήμην σου σοφέ, τὴν ἁγίαν τελοῦντες, δοξάζομεν πιστῶς, τὴν Ἁγίαν Τριάδα, τὴν σὲ μεγαλύνασαν, ὡς αὐτὴν προδοξάσαντα, ἣν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ἡμᾶς ῥύεσθαι, τοὺς εὐφημοῦντάς σε πόθῳ, Ἀλέξανδρε Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Λυχνία χρυσαυγής, ἀνεδείχθης Παρθένε, τεκοῦσα ὑπὲρ νοῦν, ἐν παχύτητι ὕλης, Πατρὸς τὸ ἀπαύγασμα, τὸν Σωτῆρα καὶ Κύριον· ὅθεν λάμπρυνον, τῇ ἀγλαΐᾳ σου Κόρη, τῆς καρδίας μου, ἀβλυωπούσας τὰς κόρας, παθῶν ἀμαυρότητι.

 

ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

γλῶσσα σου Πάτερ κηρύττει σαφῶς, τὸν υἱὸν τοῦ Θεοῦ ὡς προέφησε, Πνεύματι πάλαι, θεηγόρος Ἀββακούμ, δεικνύουσα Αἰγύπτιον Φαραώ, ὡς ἄλλον παγκάκιστον.

Θάμβος ἦν θεάσασθαι σὲ τὸν σοφόν, ὑπὸ θυσιαστήριον κείμενον καὶ ἀοράτως κατασφάττοντα δεινῶς, τῇ πρὸς Θεὸν ἐντεύξει σου, Ἄρειον ἀλλόφρονα ἔνδοξε.

δομεν θεόφρων τὰς ἀρετάς, μεθ᾿ ὧν ἐκομίσθης σαφέστατα, δι᾿ ὧν καὶ σύ γε καθωράϊσας λαμπρῶς, θρόνον τὸν ἱερώτατον, ὅθεν σὲ ὑμνοῦμεν πανένδοξε.

Θεοτοκίον.

Ὢ τοῦ ἐν σοὶ μυστηρίου Ἁγνή, πῶς καὶ παρθενεύεις λοχεύουσα, καὶ πάλιν μένεις Παρθένος ἁγνή, οὗ ἀνεκφράστου θαύματος κῆρυξ καὶ αὐτὸς ὁ Ἀλέξανδρος.

Καταβασία.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

 

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.

Κηρύττεις σαφέστατα, ὡς Ἡσαΐας πρότερον, Θεὸν σωματούμενον ἀῤῥεύστως, ὃν καὶ δοξάζεις Πατρὶ συνάναρχον, καὶ τῷ Παναγίῳ Πνεύματι, σύνθρονον αἰώνιον, θεολόγος ὡς ἄριστος.

Λαμπρύνεις θεόσοφε τὰς διανοίας εὐσεβῶν, πίστει ὀρθοδόξῳ τε καὶ θείᾳ ἡμᾶς διδάσκων Τριάδα σέβειν ὀρθῶς, τὴν ἄναρχον καὶ ζωαρχικήν, ἥνπερ καὶ ὑπὲρ ἡμῶν, σὺ πρεσβεύεις ἑκάστοτε.

Μανέντος διήλεγξας, σοφίσματα τὰ δόλια Ἀρείου Συνόδῳ ἐν τῇ πρώτῃ, μὴ καθυπήξας ταῖς τοῦ κρατοῦντος ὁρμαῖς, προστάττοντος αὐτῷ συλλειτουργεῖν. Ὅθεν τῇ ἐντεύξει σου ἀόρατος κατέσφαξας.

Θεοτοκίον.

Ἁγία Θεόνυμφε, ἁγνὴ ἀπεκύησας τὸν ἀναπαυόμενον Ἁγίοις, Υἱὸν καὶ Λόγον Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ψυχὰς ἐν Ἁγίῳ Πνεύματι, προσφευγόντων τῇ σκέπῃ σου.

Καταβασία.

Ὢ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

ᾨδὴ στ´. Ἐβόησε προτυπῶν.

Νεύματι ἄνακτος, ἔκλινας, ὑπ᾿ αὐτοῦ συλλειτουργεῖν βιαζόμενος τῷ δολιόφρονι, ὅθεν ἐν θλίψει ἐβόησας, ὡς Ἰωνᾶς Κυρίῳ λυτρωσαμένῳ σε.

Ξένα, θεόφρων θαυμάσια, τὰ σὰ ἃ θείῳ κράτει ἀπέδειξας, κατὰ τοῦ δυσσεβοῦς, ὅθεν ἐν χώρω ἀπέκτεινας, δυσωδεστάτῳ αὐτὸν τροπωσάμενος.

λον τὸν πόθον ἀνέτεινας, Ἀλέξανδρε σοφέ, πρὸς τὸν Κύριον, ἀπὸ νεότητος, ὅθεν μεσίτης γενοῦ ἡμῖν, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον.

Θεοτοκίον.

Νηδύος Μῆτερ ἀπείρανδρε, Χριστὸν ἡμῖν ἀφράστως ἐκήυσας, ἀπὸ παρθενικῆς, ᾧ καὶ πρεσβεύεις ἑκάστοτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς δοξαζόντων σε.

Καταβασία.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν Κόσμον φωτίσαντος.

 

Κοντάκιον τοῦ Ἁγίου. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῷ ἀηττήτῳ ἀριστεῖ τὰ νικητήρια,  ὡς λυτρωθεῖσα δυσσεβῶν εὐχαριστήρια,  ἀναγράφω σοι ἡ ποίμνη σου Ἱεράρχα,  καὶ γὰρ Ἄρειον κατέκτεινας μαινόμενον,  καὶ φιλόσοφον ἐπέσχες θρασυνόμενον. Ὅθεν κράζω σοι, Χαίρε πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄγγελος ἐξ ἀνθρώπων ἐπὶ γῆς ἀνεδείχθης, ὡς μέγας ἀληθῶς Ἱεράρχης· πάσαις γὰρ ἀρεταῖς αὐγασθείς, ὥσπερ ἄϋλος ἀπέπτης τῶν γεηρῶν πρὸς τὰ οὐράνια καὶ ὑπὲρ φύσιν ἠγώνισαι. Δι᾿ ὃ καὶ παρ᾿ ἡμῶν ἀκούεις·

Χαῖρε, καλὲ Χριστοῦ ποιμενάρχα·
χαῖρε, σοφὲ πιστῶν Ἱεράρχα.
Χαῖρε, καθαιρέτης δυσσεβῶν ὁ ἀήττητος·
χαῖρε, οἰκουμένης ὁ φωστὴρ ὁ πολύφωτος.

Χαῖρε, ὅτι ὑπάρχεις Ἐκκλησίας ὁ Κόσμος·
χαῖρε, ὅτι παρέχεις τοῖς πιστοῖς τὴν Εἰρήνην.
Χαῖρε, ἱερεῦ ὁ στήσας τὸ τρόπαιον·
χαῖρε, ἀριστεῦ ὁ κτείνας τὸν Ἄρειον.
Χαῖρε, δι᾿ οὗ κραταιοῦται ἡ Πίστις·
χαῖρε, Τριάδος ὁ μέγας Μύστης.
Χαίροις Πάτερ Τρισόλβιε.

 

Συναξάριον.

Τῇ Λ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.

Παῤῥησίαν κεκτημένος πρὸς τὸν Κύριον, τὸν Βασιλέα καὶ Σύ, ὡς τρεῖς παῖδες, ταχέως ἀπέδειξας, ὄντα κακόφρονα, καὶ ἐβόησας· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

οὰς Πάτερ τῶν δακρύων οὐ παρέβλεψε, τῶν σῶν ὁ γλυκὺς Ἰησοῦς, ὃς ἀντεδόξασεν σὲ αὐτὸν δοξάσαντα, εἶναι Θεὸν ἀληθῆ, ᾧ ἐβόησας· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Σὲ προβλέψασα, σοφὲ ἡ θεία πρόνοια, εἶναι τῆς χάριτος, σκεῦος ἐξαίρετον πρεπόντως ἀνέδειξεν Ἱεραρχῶν καλλονήν, ὅθεν ἔλεγες· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Νέμεις Ἄχραντε, τοῖς πιστοῖς σοι προσπίπτουσι, δῶρα ἐπάξια, ὡς πάντων Δέσποινα, καὶ Μήτηρ ἀπείρανδρος τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Καταβασία.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.

Ταμεῖον τῆς χάριτος ἐδείχθης, ἐν πόλει τῇ Δικαίων εὐαγεῖ, τῇ πρὶν συνελεύσει ἔνδοξε, καὶ ἐθεολόγησας, Υἱὸν Πατρὶ συνάναρχον καὶ θείῳ Πνεύματι, ὡς οἱ παῖδες τῷ Κυρίῳ κραυγάζων· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

πέπεσεν ὄντως θείᾳ δίκῃ, ἐφύβριστον τ᾿ αὐθαδέστατον τὸ βδέλυγμα. Πάτερ μεσιτείᾳ σου, δι᾿ ἧς ἐχαροποίησας, λαὸν ὀρθῶς δοξάζοντα Τριάδα ἄναρχον, ἀπαύστως τε βοῶντα Κυρίῳ· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

Φυλάττεις τὴν ποίμνην σου καὶ ἤδη, θεόφρον τῇ σῇ δεήσει Ἅγιε, ὡς καὶ πανηγυρίζουσα τὴν θείαν ταύτην μνήμην σου, Θεῷ τῷ σὲ δοξάσαντι καὶ μεγαλύναντι, τἀνῦν μεγαλοφώνως κράζει· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡ μήτρα σου ἄχραντε Παρθένε, τὸν ἕνα Τριάδος τῆς μακαριστῆς ἀφθόρως ἐκύησεν ἐν δυσὶ ταῖς φύσεσιν, καὶ δύο ταῖς θελήσεσιν ὃν καθικέτευε, ὑπὲρ τῶν βοώντων ἀπαύστως· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

Καταβασία.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ´. Ἅπας γηγενής.

Χάριτι Θεοῦ, φωτισθεὶς θεόσοφε, ὀρθῶς ἐκήρυξας, Ἄχραντον τὴν Δέσποιναν, φωτὸς μητέρα, καὶ ὑπερένδοξον, ὅθεν καὶ σὺ πανόλβιε, αὐτῇ κραυγάζεις ἀεί· Θεοτόκε, φύλαττε τοὺς δούλους σου, τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου.

Ψεύδους ὁδηγόν, ἀνεῖλες πανάγιε, τῇ ἱερᾷ προσευχῇ, ὅθεν καὶ ἐστήριξας, λαὸν τῇ πίστει τῇ ὀρθοδόξῳ σεπτῶς, καὶ διευθύνων οἴακας ὀρθοδοξίας σοφέ, εἰς ἔτη τρία δέκασι ἐπὶ δυσί, θεαρέστως μετέστης πρὸς Κύριον.

φθης ἱερέ, φωστὴρ Ἐκκλησίας σύ, Πατριαρχῶν καλλονή, ὅθεν παριστάμενος, Τριάδι ἤδη μὴ παραβλέψῃς ἡμᾶς, ἀλλὰ καὶ πάντας φύλαττε, τοὺς σὲ γεραίροντες, καὶ τοὺς πίστει τιμῶντας τὴν μνήμην σου ἔνδοξε.

Θεοτοκίον.

Σῶσον ὦ Ἁγνή, ἡμᾶς τοὺς προσπίπτοντας τῇ προστασίᾳ τῇ σῇ, Σὲ γὰρ πάντες ἔχομεν, ἐλπίδα μόνην καταφυγὴν ἀληθῶς, καὶ γὰρ μήτηρ Πάναγνε, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ὅσα βούλει πάντα ὄντως δύνασαι τοὺς ὑμνοῦντας σε φύλαττε.

Καταβασία.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

 

 

 

 

 

 

Ἐξαποστειλάρια. Μεθέορτον τοῦ Προδρόμου. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἡρώδης ὁ παράνομος, τοῦ Προδρόμου τὴν θείαν, καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης ὁ ἄφρων· ὢ φρικτῆς τόλμης ὄντως! Θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον φόνον πράξας· ἡμεῖς δὲ νῦν, τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως.

Τοῦ Ἁγίου Ἀλεξάνδρου. Γυναῖκες ἀκουτίσθητε.

Τὸν μέγαν ἀρχιποίμενα, Ἀλέξανδρον τὸν πάνσοφον, τὸν καθελόντα Ἀρείου, κακοδοξίαν ἐντόνως, καὶ τοὺς λαοὺς στηρίζοντα, εἰς πίστιν τὴν ὀρθόδοξον, ἀνευφημήσωμεν πάντες, χρεωστικῶς ἐκτελοῦντες τὴν ἱερὰν αὐτοῦ μνήμην.

Θεοτοκίον. Ὅμοιον.

Κυρίως Θεοτόκον σὲ ὁμολογῶ πανάχραντε, Θεὸν γὰρ ἔτεκες ὄντως, Πατρὶ τὸν ὁμοούσιον, καὶ σύνθρονον ὑπάρχοντα, ὡς ὁ σοφὸς ἐκήρυξεν, Ἀλέξανδρος θεοπνεύστως, οὗ ἐκτελοῦντες τὴν μνήμην καὶ σὲ πιστῶς ἀνυμνοῦμεν.

 

Αἶνοι. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως τῶν ἐντολῶν ἐδείχθης τοῦ Χριστοῦ θεοφόρε, δι᾿ ὃ καὶ Βασιλείας τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε σοφὲ Ἀλέξανδρε. (δίς)

 

Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλες καὶ ληρῶδες Ἀρείου, Ἀλέξανδρε τρισμάκαρ, ὅθεν σοφῶς δογματίσας Τριάδα Θεόν, ὑπὸ πιστῶν ἐδοξάσθης καὶ συνετῶν καὶ τὴν ποίμνην σου διέσωσας.

 

Θείαις θεόφρων ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Θεοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, ψυχῶν τε καὶ σωμάτων τοῖς πίστει καὶ νῦν, ἐπιτελοῦσι, τὴν μνήμην σου, Ἀλέξανδρε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.

 

Δόξα. Ἦχος πλ. α´.

Ὅσιε Πάτερ, τῆς εὐσεβείας τὸν δρόμον, κατὰ Παῦλον τελέσας, τῆς δικαιοσύνης τὸν στέφανον, ἐπαξίως ἐκομίσω· οὐ γὰρ ἐνάρκησας μακάριε, ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι, ἀλλὰ πάντα ἔθου, καὶ ἀσθενείας φύσεως οὐκ ἐφείσω, ὑπὲρ τῆς ἀληθοῦς τοῦ Σωτῆρος δόξης, καὶ τοὺς αὐτὴν σμικρύνοντας, στεῤῥῶς κατηγωνίσω. Ἀλλ᾿ ὦ Ἱεράρχα Ἀλέξανδρε, τῇ ἀνάρχῳ Τριάδι πρέσβευε, σὺν τοῖς σοῖς συλλειτουργοῖς Παύλῳ καὶ Ἰωάννῃ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν Πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα καὶ κανών· χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία, Ἀλέξανδρε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῆς Τριάδος θεοφόρος θεράπων, καὶ Ὀρθοδόξων, ὁδηγὸς καὶ προστάτης, Ἀρχιεράρχα τοῦ ἈΛέξανδρε, πρέσβευε δεόμεθα, πάσης ῥύσασθαι βλάβης, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς σε τιμῶντας καὶ τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς καταφεύγουσι Πάτερ τῇ σκέπῃ σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Λιταῖς σου Ἅγιε ἡμᾶς σκέπε. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Λαμπόμενος φέγγει τῷ νοητῷ, Ἀλέξανδρε Πάτερ, τῆς Τριάδος τῆς παντουργοῦ, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, ταῖς φωτοφόροις πρεσβείαις σου δέομαι.

λύος με ῥῦσαι πάσης φθορᾶς, Ἀλέξανδρε Πάτερ, μεσιτείας σου πρὸς Χριστόν, καὶ δίδου ἰσχύν μοι Ἱεράρχα, τοῦ διοδεύειν ὁδὸν τὴν σωτήριον.

Τῇ σῇ προστασίᾳ καὶ ἀρωγῇ, Ἀλέξανδρε Πάτερ, καταφεύγων πίστει θερμῇ, ῥυσθείην δεινῶν πειρατηρίων, καὶ χαλεπῶν ἐν τῷ βίῳ στενώων.

Θεοτοκίον.

σπόρως συνέλαβες ἐν γαστρί, τὸν πάντων Δεσπότην, καὶ ἀφθόρως τοῦτον Ἁγνή, ἐκύησας Ἄχραντε· διό με, φθοροποιῶν νοημάτων ἐκκάθαρον.

 

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

εράρχης καὶ μύστης, θεοειδὴς πέφυνας, τῆς Ὑπερουσίου Τριάδος, ἣν καθικέτευε, Πάτερ Ἀλέξανδρε, πάσης λυτροῦσθαι ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας τῇ ἀντιλήψει σου.

Συσχεθέντα με Πάτερ, ταῖς χαλεπαῖς θλίψεσι, ἐξ ἁμαρτιῶν πολυτρόπων θᾶττον ἀπάλλαξον, ταῖς ἱκεσίαις σου· καὶ πρὸς ὁδόν με εἰρήνης, ἴθυνον Ἀλέξανδρε, ἵνα γεραίρω σε.

Σωτηρίας τὴν τρίβον, τὴν πρὸς Θεὸν ἄγουσαν, τῇ σῇ πατρικῇ συμπαθείᾳ, ἡμῖν ὁμάλωσον, Πάτερ Ἀλέξανδρε, τοῖς ἀδιστάκτῳ καρδίᾳ, ἐκζητοῦσι πάντοτε, τὴν σὴν βοήθειαν.

Θεοτοκίον.

τῶν ὅλων Δεσπότης, καὶ Ποιητὴς Ἄχραντε, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, πλούτῳ χρηστότητος, σάρκα προείληφεν, ἀναλλοιώτως ὡς οἶδε, καὶ προστάτιν κόσμου σε, ὄντως ἀνέδειξε.

Διάσωσον Ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Φωτὸς νοητοῦ, κατατρυφῶν Ἀλέξανδρε, ὡς μύστης Χριστοῦ, καὶ Ἱεράρχης ὅσιος, ἐκ σκότους τῶν αἱρέσεων, καὶ δεινῆς ἀθυμίας καὶ θλίψεως, μὴ διαλίπῃς λυτροῦσθαι ἡμᾶς, τοὺς πίστει καὶ πόθῳ ἀνυμνοῦντάς σε.

 

 

 

 

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

ποφήτης ὡς ἔνθεος, τῆς Τριαδικῆς ἐλλάμψεως Ὅσιε, τὴν ψυχήν μου καταλάμπρυνον, ἐναρέτου βίου ἐπιδόσεσιν.

πὸ πάσης στενώσεως, τῆς κατὰ ψυχὴν καὶ σῶμα ἐκλύτρωσαι, ἱερώτατε Ἀλέξανδρε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Γεωργεῖν ἡμῖν δύναμιν, δίδου ἀρετῶν τὴν ἄρουραν Ἅγιε, ἵνα δρέψωμεν τὸν ἄσταχυν, ζωῆς τῆς ἀλήκτου δυσωποῦμέν σε.

Θεοτοκίον.

ατρὸν ἡμῖν τέξασα, καὶ Σωτῆρα πάντων Χριστὸν τὸν Κύριον, τὴν νοσοῦσαν μου διάνοιαν, Θεοτόκε ἴασαι καὶ σῶσόν με.

 

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

πιδε ἡμῖν, οὐρανόθεν Πάτερ Ὅσιε, καὶ παράσχου τὰ αἰτήματα ἡμῶν, ὡς μεσίτης ἡμῶν μέγας πρὸς τὸν Κύριον. 

λιος λαμπρός, Ἐκκλησίας ἐχρημάτισας καὶ διέλυσας Ἀρείου τὴν ἀχλύν, Ἱεράρχα ταῖς ἀκτῖσι τῶν δογμάτων σου.

Μέγας ἀρωγός, Ὀρθοδόξων ἀναδέδειξαι, ὦ Ἀλέξανδρε Πατέρων καλλονή, καὶ παρέχεις ἡμῖν πάντοτε τὴν χάριν σου.

Θεοτοκίον.

Ἄχραντε Ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, τῶν πολλῶν ἁμαρτιῶν ταῖς προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

 

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.

Σοφίᾳ, κατακοσμούμενος θείᾳ, τοῦ Ἀρείου διελέγχεις τὴν πλάνην, Ἀρχιεράρχα Ἀλέξανδρε Πάτερ· ὅθεν ἡμᾶς ἀνωτέρους ἀπέργασαι, σοφιστειῶν τῶν δολερῶν, τοῦ ἐχθροῦ δυσωποῦμέν σε Ἅγιε.

Στροβεῖ με, ἁμαρτιῶν πολυτρόπων, καὶ ποικίλων καταιγὶς παθημάτων, ἀλλὰ τῇ σῇ καταφεύγω γαλήνῃ, καὶ ἐκ καρδίας βοῶ σοι Ἀλέξανδρε· ὁδήγησόν με ἀσφαλῶς, πρὸς σωτήριον ὅρμον καὶ σῶσόν με.

Κακίας, τῆς τοῦ δολίου Βελίαρ, τὴν ταλαίπωρον καρδίαν μου ῥῦσαι, καὶ τῆς αὐτοῦ μανιώδους ἀπάτης, ἀπάλλαξόν με, παμμάκαρ Ἀλέξανδρε, καὶ μετανοίας τῷ φωτί, τὴν ἀθλίαν ψυχήν μου καταύγασον.

Θεοτοκίον.

λέους τὸν χορηγὸν τετοκυΐα, ἐλεῆμον Παντευλόγητε Κόρη, οἰκτείρησόν με τῇ σῇ συμπαθείᾳ, καὶ τοῦ ἐχθροῦ τῆς δουλείας με λύτωσαι, καὶ δούλωσόν μου τὴν ψυχήν, τοῦ Υἱοῦ σου τῷ νόμῳ καὶ σῶσόν με.

Διάσωσον Ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Ἱεραρχῶν ἱερὸν ἐγκαλλώπισμα, Ἀρχιεράρχα Κυρίου ἈΛέξανδρε, ἐχθρῶν ἀοράτων μανίας με, καὶ ὀρατῶν χαλεπότητος λύτρωσαι, ὡς μέγας μου πρόμαχος Ἅγιε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον· Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ὅλος ἐνθεώτατος, ἀρχιερεὺς τοῦ Σωτῆρος, ἀνεδείχθης Ὅσιε, βίου καθαρότητι, λαμπρυνόμενος, καὶ ὀρθοῖς δόγμασι, Τριάδος τὴν δόξαν, ὀρθοδόξως ἀνεκήρυξας· διὸ αἰτοῦμέν σε· πάσης ἐπηρείας ἀπάλλαξον, δοκησισόφων Ἅγιε, καὶ δεινῶν σκανδάλων τοῦ ὄφεως, Ἀλέξανδρε Πάτερ, τοὺς πίστει καταφεύγοντας ἀεί, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου, καὶ σὲ μακαρίζοντας.

 

 

 

 

 

 

 

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πειρασμῶν ἀδοκήτων, καὶ παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαξον, καὶ πάσης δυσχερείας, Ἀλέξανδρε ἐν βίῳ, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ντολῶν τοῦ Κυρίου, πληρωτὰς ἀπεργάζου Πάτερ Ἀλέξανδρε, καὶ βίου ἐναρέτου, ἐργάτας Ἱεράρχα, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γνώμην ἔμφρονα δίσου, καὶ σωτήριον φόβον Πάτερ Ἀλέξανδρε, καὶ ζῆλον πρὸς τὴν κτῆσιν, κρειττόνων Ἱεράρχα, τοῖς βοῶσιν ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

ῤῥυπάνθην ἀθλίως, χαλεπαῖς ἁμαρτίαις ὁ πολυώδυνος· ἀλλὰ σὺ Θεομῆτορ, ἀπόπλυνον τοῦ ῥύπου, τῶν παθῶν τὴν καρδίαν μου, καὶ μετανοίας πρὸς φῶς, ὁδήγησόν με Κόρη.

 

ᾨδὴ η´. Τὸν Βασιλέα.

ῶσιν παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, ἵνα σὲ γεραίρω, Ἀλέξανδρε τρισμάκαρ.

πὸ Κυρίου, λαβὼν πλουσίαν τὴν χάριν, τὸ ὁμότιμον Τριάδος τῆς Ἁγίας, ἅπασι κηρύττεις, Ἀλέξανδρε τρισμάκαρ.

Σεσοβημένην, αἱρετικῶν τὴν χορείαν, θείῳ λόγῳ σου Ἀλέξανδρε δεικνύεις ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει.

Θεοτοκίον.

γγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, σῶσόν με σὸν δοῦλον, ὡς βρύσις εὐσπλαχνίας.

 

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

Μεγίστης εὐκληρίας, κατηξιωμένος, ἐν οὐρανοῖς Ἱεράρχα Ἀλέξανδρε, μεγάλων πόνων ἀτρώτους ἡμᾶς διάσωζε.

λόφωτον ὡς σέλας, πᾶσι διαυγάζεις, Ὀρθοδοξίας τὸ φέγγος Ἀλέξανδρε, καὶ καταυγάζεις τοὺς πίστει σὲ μεγαλύνοντας.        

ψίστου ὢν θεράπων, πάντοτε δυσώπει, ὑπὲρ ἡμῶν θεηγόρε Ἀλέξανδρε, τῶν σὲ τιμώντων ὡς μέγιστον ἀντιλήπτορα.

Θεοτοκίον.

Ὑμνοῦμέν σου τὸ μέγα, μυστήριον τοῦ τόκου, καὶ ἐκβοῶμέν σοι Ἄχραντε Δέσποινα· χαῖρε τοῦ κόσμου προστάτις καὶ καταφύγιον.

 

 

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα καὶ κανών· χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία, Ἀλέξανδρε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.

Σύνθρονον τὸν Λόγον ὁμολογεῖς, στόματι ἁγίῳ, τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τὴν τοῦ Ἀρείου, δεινὴν ἐρεσχειλίαν, πηγὴν ὡς βλασφημίας, Πάτερ κατήσχυνας.

Ἔχων πολιτείαν ἀγγελικήν, θεῖος ποιμενάρχης, Βυζαντίου ψήφῳ Θεοῦ, Ἀλέξανδρε ὤφθης, καὶ πάσης Ἐκκλησίας, φωστὴρ καὶ ἑωσφόρος, ὄντως πολύφωτος.

Ἐν Συνόδῳ Πάτερ τῇ ἱερᾷ, τῇ ἐν τῇ Νικαίᾳ, ὁμοούσιον τῷ Πατρί, τὸν Υἱὸν κηρύττεις, Ἀλέξανδρε θεόφρον, Ἀρείου καταισχύνων, δόγμα τὸ ἄθεον.

Χαίροις Ὀρθοδόξων πύργος στεῤῥός· αχίροις τῆς Τριάδος, θεοφόρος μυσταγωγός· χαίροις συνωνύμων, τῶν σῶν θερμῶν προστάτης, Ἀλέξανδρε οὓς σκέπε, ἀεὶ καὶ φύλαττε.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, ἀπαύστως δυσώπει, Ἱεράρχα ὑπὲρ ἡμῶν, τῶν πόθῳ τελούντων, τὴν μνήμην σου τὴν θείαν, καὶ πίστει προσιόντων, τῇ προστασίᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θερμοτάτῃ πρεσβείᾳ, πρὸς τὸν Σωτῆρα Χριστόν, Ἅγιε Ἀλέξανδρε, ἐκ πάσης θλίψεως, καὶ παθῶν καὶ κακώσεων, ἀτρώτους συντήρει, ἡμῖν ἐξαιτούμενος, πταισμάτων λύτρωσιν, ἅμα καὶ εἰρήνην θεόθεν, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, ὡς ἡμῶν προστάτης ἐνθεώτατος. 

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.