Τρίτη 17 Μαΐου 2022

ΜΑΪΟΣ 23!! ΟΣΙΟΣ ΕΥΜΕΝΙΟΣ ΣΑΡΙΔΑΚΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΜΑΪΟΣ ΚΓ΄!!

ΕΥΜΕΝΙΟΣ ΟΣΙΟΣ ΣΑΡΙΔΑΚΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἀστερουσίων ὀρέων, τὸ θεῖον βλάστημα, τῆς Ἐθιᾶς τὸν γόνον, καὶ τοῦ Μονοφατσίου, κυπάρισσον ἁγνείας εὐθυτενῆ, εὐσχημόνως τιμήσωμεν, σεπτὸν Εὐμένιον, ἄνδρα ὡς θεαυγῆ, καὶ πολύπαθον γηθόμενοι.

 

Τῆς ταπεινώσεως βάθρον, πυρσὸν πραότητος, χρηστοηθείας σκεῦος, καὶ σεμνότητος στῦλον, Εὐμένιον πατέρων νεοφανῶν, τὸν διάκοσμον μέλψωμεν, ὥσπερ Ἰὼβ νῦν ὁμόζηλον τῶν παθῶν, ἀρεταῖς ἀρτίως λάμψαντα.

 

Ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, τὸν διαπρέψαντα, ἐπ' ἀρετῇ σοφίᾳ, καὶ ἁπλότητι δεῦτε, Εὐμένιον τὸν θεῖον χειραγωγόν, εὐσεβῶν πρὸς τελείωσιν, καὶ τῶν λεπρῶν παραστάτην καὶ ἀρωγόν, ἐν τῷ βίῳ μακαρίσωμεν.

 

ς τιμαλφὲς Νικηφόρον, ὁ θεῖος Ἄνθιμος, ἀπέστειλέ σοι δῶρον, τὸν λεπρὸν παρειμένον, Εὐμένιε πασχόντων νοσηλευτά, καὶ τυφλὸν ὄντως ὅσιον, ᾧ ὑπηρέτησας χαίρων καὶ ἐν Ἐδέμ· μεθ' οὗ χαίρῃ νῦν σκηνώμασι.

 

Δόξα. Ἦχος β΄.

Ὅλος ἐκ τῶν χρόνων τῆς σῆς νεότητος ἀνατεθεὶς τῷ Κυρίῳ, καὶ Αὐτοῦ τὰς ἐντολὰς τηρήσας Εὐμένιε ὅσιε, ἄγγελος ὤφθης φωτόμορφος πραότητος, καὶ συμπαθείας πρὸς πάσχοντας· ὅθεν σὺν Ἀγγέλοις νῦν ἀγαλλόμενος, καὶ τῷ εὐσυμπαθήτῳ Χριστῷ παριστάμενος, μὴ παύσῃ Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Νόσων τῶν Λοιμωδῶν, Νοσοκομείου χαῖρε, ὁ θεῖος ὑπηρέτης, Εὐμένιε πατέρων, νεοφανῶν ἀγλάϊσμα.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίρεις νῦν ἐν σκηναῖς, Εὐμένιε ταῖς ἄνω, σὺν θείῳ Νικηφόρῳ, λεπρῷ πατρὶ ὁσίῳ, καλῶς ᾧ ὑπηρέτησας.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις ὁ ποδηγός, πρὸς πόλον Ἀθηναίων, καὶ θεῖος ἀντιλήπτωρ, Εὐμένιε πασχόντων, Ἰὼβ παθῶν ὁμόζηλε.

 

Δόξα. Τριαδικόν.

Ῥῦσαι ἡμᾶς παθῶν, καὶ νόσων δυσιάτων, Τριὰς ὑπεραγία, λιταῖς τοῦ Εὐμενίου, πατρὸς τοῦ οὐρανόφρονος.

 

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Λυτρωτοῦ, ὑπερευλογημένη, δυσώπει τὸν Υἱόν σου, ὑπὲρ τῶν εὐφημούντων, τοῦ Εὐμενίου σκάμματα.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Παρακλήτορα θεῖον τῶν ἐν τοῖς κλύδωσι, τὸν ἀρωγὸν ἐν ἀνάγκαις, καὶ ποδηγὸν ἀπλανῆ, πρὸς εὐσέβειαν λαοῦ ἐγκωμιάσωμεν, ὕμνοις Εὐμένιον παθῶν, ὡς ὁμόζηλον Ἰώβ, πνευμάτων κακῶν διώκτην, καὶ εὐμενέστατον πρέσβυν, ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Φιλοσίων συστήματα, Ἀθηναίων οἱ σύλλογοι, καὶ Κρητῶν ἁπάντων σεπτὴ ὁμήγυρις, τὸν θεοφόρον Εὐμένιον, τιμήσωμεν σήμερον, ὑμνῳδίαις μυστικαῖς, ὡς ὁσίων ἐφάμιλλον, ἄρτι λάμψαντα, τῶν ἀρχαίων ἐν πόλει τῆς Ἀτθίδος, ἀστραπαῖς ἀγαθωσύνης, καὶ συμπαθείας πρὸς πάσχοντας.

 

Τῷ Χριστῷ ἐκ νεότητος, ἠκολούθησας ὅσιε, χρόνοις ἐν ἐσχάτοις σεπτὲ Εὐμένιε, καὶ καθαρθεὶς τὴν διάνοιαν, συντόνοις ἀσκήσεσιν, οὐρανίων ἀρετῶν, ὤφθης σκεῦος πολύτιμον, καὶ τοῦ Πνεύματος, τοῦ ἁγίου δοχεῖον μυροβόλον, καθηδῦνον τὰς χορείας, τῶν εὐλαβῶς προσιόντων σοι.

 

Τὸν ἁπλοῦν ταπεινόφρονα, πρᾶον ἄκακον ἄδολον, τὴν ἀνθρωπαρέσκειαν ἀποφεύγοντα, καὶ συμπαθοῦντα τοὺς κάμνοντας,  Εὐμένιον ἔνθεον, ὡς ἀκέστορα λεπρῶν, καὶ θερμὸν ἀντιλήπτορα, τῶν ἐν κλύδωσιν, εὐφημήσωμεν ὕμνοις μελιῤῥύτοις, ἐκβοῶντες· Χαῖρε μάκαρ, ὁσίων νέων καλλώπισμα.

 

Λοιμωδῶν καθηγίασας, νόσων θεραπευτήριον, βίῳ ἀκραιφνεῖ σου σοφὲ Εὐμένιε, καὶ θαυμαστῶς ὑπηρέτησας, ὡς ἄϋλος ἄνθρωπος, Νικηφόρῳ τῷ σεπτῷ, οὗ τὰ τίμια λείψανα, εὐωδίασε, θεία Χάρις εἰς ἔνδειγμα Κυρίου, πᾶσι νέμοντος τὰ γέρα, Αὐτοῦ τῆς εὐαρεστήσεως.

 

Θεοείκελον μέροπα, τοῦ Ἰὼβ τὸν ὁμόζηλον, καὶ πιστῶν πρὸς θέωσιν τὸν ἰθύντορα, ἀξιοχρέως ὑμνήσωμεν, ὡς εὖχος πολύτιμον, Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ δαιμόνων ἀντίπαλον, πόθῳ κράζοντες· Χαῖρε Μάνδρας τοῦ Κουδουμᾶ σεμνότης, καὶ ἀγλάϊσμα τὸ νέον, τῶν Ἀθηνῶν πάτερ ὅσιε.

 

Ἐθιά κώμη ἄσημε, σὲ διάσημον ἔδειξε, τόκος ὁ κλεινός σου σοφὸς Εὐμένιος, τῶν εὐσεβῶν ὁ τὰ τάγματα, φαιδρύνας χρηστότητι, ὁσιότητι ζωῆς, συμπαθείᾳ πρὸς κάμνοντας, καὶ σεμνότητι· ὅθεν μνήμην αὐτοῦ λαμπρῶς τελοῦσα, κλῖνον γόνυ πρὸ τοῦ τάφου, αὐτοῦ τοῦ βλύζοντος χάριτας.

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

σαγγέλῳ ἀγωγῇ καταλαμπρύνας Ἀθηνῶν τὸ Κλεινὸν Ἄστυ, ἐν τοῖς ἐσχάτοις χρόνοις δαψιλῶς ἐχαριτώθης παρὰ Κυρίου, Εὐμένιε ὅσιε ποδηγέτα πιστῶν πρὸς τελείωσιν ἀπλανέστατε· σὺ γὰρ τὴν στενὴν καὶ τεθλιμμένην παιδιόθεν βαδίσας τρίβον, ὑπὲρ φύσιν ἠγώνισαι καὶ ὑπερόπτης προσύλων δέδειξαι· λαβὼν οὖν τὸ στέφος τῆς σὺν Χριστῷ ἀλήκτου ἀγαλλιάσεως, Αὐτῷ χάριν εἴληφας πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰςἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἤ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθη, οὐδ’ οὐ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καῖ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.

Ἀγάλλου ἐν Κυρίῳ ἡ περίδοξος Κρήτη, Εὐμένιον τὸν νεοφανῆ ὅσιον βλαστήσασα· οὗτος γὰρ θείῳ πτερωθεὶς ἔρωτι παιδιόθεν, ὁλοθύμῳ ψυχῆς ἐφέσει τὰ τοῦ κόσμου τερπνὰ κατέλιπε, καὶ μονήρους βιοτῆς τρίβοις ἠκολούθησε· καὶ νῦν τῶν βραβείων τῆς νίκης τυχὼν ἐν πόλῳ, σὺν Ἀγγέλοις πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Τῆς εὐσεβείας τὸ κράτος ἐν ἐσχάτοις ἔτεσι τρανώσας, τῇ ψυχῇ θεόληπτος ὡράθης Εὐμένιε ἰσάγγελε· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τῶν προσύλων ὡς ματαίων ξένον σὲ εἰργάσατο, καὶ τῶν ἀΰλων ἀληθῶς ὁμόζηλον· διὸ νῦν σὲ ὡς δοκιμασθέντα ἐν πυρὶ ἀσθενειῶν καὶ κακώσεων, καὶ δοκιμώτερον εὑρεθέντα χρυσίου γεραίρομεν, καὶ τὰς λιτάς σου ἐκζητοῦμεν πρὸς ἀρετῆς ἀπόκτησιν.

 

Ἦχος γ΄.

Ἐν τοῖς ὅπλοις τῆς σῆς προσευχῆς Εὐμένιε, τὸν ἀρχαῖον κατηγωνίσω δράκοντα, καὶ αὐτοῦ τὴν μανίαν ἐξεφαύλισας, τῆς Κυρίας Κουδουμιανῆς Θεοτόκου δεήσεσιν· ἀγωνισθεὶς ὅθεν ὑπὲρ φύσιν, πρὸς τὸ φῶς ἐξεδήμησας τῆς ἀθανάτου ζωῆς, ἀσκητικῶς στεφανούμενος· αὐτοῦ καὶ ἡμᾶς ἀπολαῦσαι ἀξίωσον, τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος δ΄.

Χριστὸν ἀγαπήσας ἐξ ὅλης τῆς ἰσχύος σου, Ὃν ὡμολόγεις ὡς καταφυγὴν καὶ ῥύστην σου, πάντας ἐδίδασκες Αὐτὸν ἀγαπᾶν ἄχρι θυσίας Εὐμένιε· ὅθεν ὡς τῆς οὐδέποτε ἐκπιπτούσης ἀγάπης τιμῶντές σε ἐνδιαίτημα, τὰς εὐχὰς σου πρὸς Κύριον ἐκδεχόμεθα, ἵνα ἐμπαθείας καὶ μίσους τὴν ἡμᾶς καλύπτουσαν ἀχλὺν ἐκδιώξωμεν.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὸν πάσης προσύλου σχέσεως ξενωθέντα, καὶ οἰκειωθέντα τῶν ἀΰλων τάξεων τῷ Κυρίῳ, Εὐμένιον τὸν νέον τῆς Ἐκκλησίας φωστῆρα τιμήσωμεν· οὗτος γὰρ σκληραγωγίᾳ ἐπιμόνῳ, ἄμεμπτον τὸ κατ' εἰκόνα ἐτήρησε, πρὸς τὸ καθ' ὁμοίωσιν ἐπειγόμενος· καὶ νῦν τῆς τρισηλίου Θεότητος τῷ θρόνῳ παριστάμενος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, Μονοφατσίου βλαστός, Ἀστερουσίων τῶν ὀρέων ἀγλάϊσμα, Μονῆς Κουδουμᾶ σεμνότης, καὶ Ἐθιᾶς ἱερέ, γόνε ὁ ἀρτίως θείας Χάριτος, ὀφθεὶς ἐνδιαίτημα, θεοφόρε Εὐμένιε, τῶν παθημάτων, τοῦ Ἰὼβ ὁ ὁμόζηλος, ταπεινώσεως, καὶ ἀγάπης ἀπαύγασμα· ὅθεν πιστῶν οἱ σύλλογοι, τὴν πάνσεπτον μνήμην σου, ἀξιοχρέως τελοῦντες, ψαλμοῖς καὶ ᾄσμασι πρέπουσι, Χριστὸν ἀνυμνοῦμεν, τὸν ἐφάμιλλον πατέρων, σὲ πάλαι δείξαντα.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὑπομονῆς λαμπηδών, Νοσοκομείου Λοιμωδῶν Νόσων σέμνωμα, θειότατε ὑπηρέτα, τοῦ ἐν ὁσίοις λεπροῦ, Νικηφόρου πάτερ ὃν σοὶ ἔστειλεν, ἐκ Χίου ὁ Ἄνθιμος, ὁ νεώτατος ἅγιος, τῆς Ἐκκλησίας, καὶ οὗ Κύριος βίωσιν, τὴν ἰσάγγελον, μετὰ πότμον ἐτίμησε, δι' εὐωδίας ὅσιε, λειψάνων Εὐμένιε, πιστῶς βοῶντες λιτάς σου, τὰς ἐκτενεῖς ἐκδεχόμεθα πρὸς τὸν Ζωοδότην, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πόνους σῆς ἀκραιφνοῦς βιοτῆς, πρὸς σωτηρίαν ἀμειβόμενος Κύριος, ἐν κόσμῳ ἀνέδειξέ σε, ἀρτίως περιφανῆ, ἐν ἀγάπης ἔργοις πάτερ ὅσιε, ἐν λόγοις Εὐμένιε, πρὸς λαοῦ καθοδήγησιν, ἐν συμπαθείᾳ, πρὸς πανδείνως λοιμώττοντας, καὶ ἐν χάριτι, δαψιλῶς τῇ δοθείσῃ σοι· πᾶσι γὰρ ὑπηρέτησας, νοσοῦσι καὶ κάμνουσι, σῇ ὁλοθύμῳ ἐφέσει, ψυχῆς καὶ τρόποις ἀπλάστοις σου, ἐδίδαξας πάντας, σωφρονεῖν καὶ τοῦ Κυρίου, τηρεῖν ἐντάλματα.

Δόξα. Ἦχος πλ. δ΄.

Χριστὸν ἐξευμενίζου ἡμῖν τοῖς τιμῶσί σε, καὶ κραυγάζουσί σοι ἐν κατανύξει Εὐμένιε ὅσιε· Χαῖρε, ὁ ἀγάπῃ τρωθεὶς οὐρανόθεν θείᾳ παιδιόθεν, καὶ θεϊκῆς ἐνεργείας ἐποφθεὶς παναρμόνιον ὄργανον· χαῖρε, ὁ τῶν δαιμόνων διώκτης, τῶν ἐν θλίψεσι παρακλήτωρ, καὶ τῶν ἀλγούντων κουφιστὴς ἑτοιμότατος· χαῖρε, ὁ Ἀγγέλοις νῦν συγχορεύων ἐν πόλῳ δόξης, καὶ ὁσίοις τοῖς ἀπ' αἰῶνος συναγαλλόμενος, ὡς αὐτῶν ἰσότιμος καὶ ἐφάμιλλος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Παρακλήτορα θεῖον τῶν ἐν τοῖς κλύδωσι, τὸν ἀρωγὸν ἐν ἀνάγκαις, καὶ ποδηγὸν ἀπλανῆ, πρὸς εὐσέβειαν λαοῦ ἐγκωμιάσωμεν, ὕμνοις Εὐμένιον παθῶν, ὡς ὁμόζηλον Ἰώβ, πνευμάτων κακῶν διώκτην, καὶ εὐμενέστατον πρέσβυν, ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Ὡς ἄστρον νεαυγές, ἐν Ἀθήναις ἐκλάμψας, ἐλάμπρυνας βολαῖς, πάτερ νουθεσιῶν σου, καὶ σοῦ παραδείγματος, ἀστραπαῖς χαριτόβρυτε, τοὺς προστρέχοντας, σῇ θείᾳ ποδηγεσίᾳ, καὶ χρηστότητι, σῶν τρόπων πνευματοφόρε, τρισμάκαρ Εὐμένιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐλέη σοῦ Υἱοῦ, δαψιλῶς πέμψον πᾶσι, τοῖς δούλοις σου ἁγνή, Ἐλεοῦσα Παρθένε, πιστῶν καταφύγιον, ἐν δεινοῖς καὶ ὀλέτειρα, Μῆτερ φάλαγγος, τῶν μισοκάλων δαιμόνων, ἵνα πάντοτε, σὲ μεγαλύνωμεν πόθῳ, τὴν μόνην πανάμωμον.

 

 

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῆς Κρήτης ἐκβλάστημα, καὶ μοναστὰ ἱερέ, Νικήτα τοῦ μάρτυρος, τῆς σπηλαιώδους Μονῆς, θεόφρον Εὐμένιε, ἔλαμψας ἰωβείου, ὥσπερ πάμφωτος στῦλος, ὑπομονῆς καὶ βέλη, πλάνου πεπυρωμένα, συνέτριψας τῇ σῇ ἀγωγῇ, καὶ ταπεινότητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ πῦρ τῆς Θεότητος, ἐν τῇ νηδύϊ τῇ σῇ, ἀφράστως Μητρόθεε, δεχθεῖσα ὡς ἀληθῶς, οὐδόλως πανύμνητε, Δέσποινα κατεφλέχθης· ὅθεν σὲ ἀνυμνοῦντες, ᾄσμασι μελιῤῥύτοις, ὡς πυράφλεκτον Βάτον, εἰς πάντας τοὺς αἰῶνας εὐχάς, σὰς ἐκδεχόμεθα.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἐξευμενίζοντα ἡμῖν τὸν Κύριον, αὐτοῦ δεήσεσι λαμπρῶς ὑμνήσωμεν, Νοσοκομείου Λοιμωδῶν ὡς Νόσων τοῦ ἐν Ἀθήναις, οἰκιστὴν καὶ ἔφορον καὶ πιστῶν ἀντιλήπτορα, τρυχομένων πάντοτε ἐν τοῦ βίου τοῖς κλύδωσι, βοῶντες ἐν ψυχῆς κατανύξει· Χαίροις Εὐμένιε τρισμάκαρ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...  Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὸν κεκρυμμένον ἅγιον τῶν ἡμερῶν τῶν ἐσχάτων, προορατικὸν καὶ σημειοφόρον Εὐμένιον, ἀξίως καταστέψωμεν ᾄσμασι καὶ ὁλοθύμως αὐτῷ βοήσωμεν· Ἁπλότητος ἀμάρυγμα καὶ χρηστότητος σκήνωμα, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

 

 

 

 

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Εὐμενίῳ αἴνεσις τῷ ταπεινῷ τῇ καρδίᾳ. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Εὐμένιον ὅσιον, Μονοφατσίου ἐκβλάστημα, καὶ ἔρνος νεόβλαστον, τῆς Ἐθιᾶς μυστικῶς, ἀνυμνήσωμεν, ὡς χάριτος δοχεῖον, καὶ λύχνον ἁπλότητος, φωτοειδέστατον.

Ὑπέρλαμπρον πύρσευμα, χρηστοηθείας Εὐμένιε, αὐγαῖς σου ἐφώτισας, μοναδικῆς ἀγωγῆς, ταπεινώσεως, καὶ ἄκρας συμπαθείας, πρὸς πάσχοντας πλήρωμα, ἅπαν χριστώνυμον.

Μορφή σου ἡ πάνσεπτος, ὡς πεπλησμένη γλυκύτητος, ἀῤῥήτου Εὐμένιε, ψυχὰς προσφύγων τῶν σῶν, πάτερ ηὔφρανε, τῶν προσιόντων τάχος, τῇ σῇ ὁσιότητι, μέροψ ἰσάγγελε.

Θεοτοκίον.

Εὐρύχωρον σκήνωμα, τοῦ Θεοῦ Λόγου Πανάχραντε, στενώσεως ῥῦσαί με, τὸν καθ' ἑκάστην φαιδρῶς, μεγαλύνοντα, σὲ Κεχαριτωμένη, καὶ πίστει δοξάζοντα, Τόκον τὸν θεῖόν σου.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Νεόδμητε πύργε συμπαθείας, πρὸς πάντας νοσοῦντας ἀλγεινῶς, καὶ στένοντας καὶ κάμνοντας, Εὐμένιε φιλεύσπλαγχνε, ταῖς σαῖς θερμαῖς ἐντεύξεσιν, ἀσυμπαθὲς μοὶ συγχώρησον.

Ἰθύνας τὰ διαβήματά σου, ἐκ χρόνων νεότητος τῆς σῆς, πρὸς Κύριον Εὐμένιε, Ἀστερουσίων καύχημα, Μονὴν καλῶς κατέλαβες, Νικήτα μεγαλομάρτυρος.

Ὡς στῦλος ὑπακοῆς καὶ σκεῦος, Εὐμένιε θείων δωρεῶν, διῶξαι κατηξίωσαι, τὸ πνεῦμα τὸ ἀκάθαρτον, τὸ εἰσχωρήσαν ὅσιε, εἰς σὲ ἐν χρόνοις νεότητος.

Θεοτοκίον.

γίασον τοὺς προσφεύγοντάς σοι, καὶ πίστει τιμῶντας ἀκραιφνεῖ, τοῦ Εὐμενίου σκάμματα, τοῦ θεαυγοῦς πανάσπιλε, Θεοκυῆτορ ἅπαντας, ἡ σαῖς εὐχαῖς ἁγιάζουσα.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τὸν κενώσαντα ἐν τῇ ἀγάπῃ, πρὸς τοὺς κάμνοντας καὶ τρυχομένους, ἑαυτὸν ὡς τῆς ἀγάπης ἑπόμενον, τοῦ ἑαυτὸν ἐπὶ Ξύλου κενώσαντα, Λόγου Θεοῦ, εὐφημήσωμεν κράζοντες· Πάτερ ὅσιε Χριστὸν ἀκλινῶς Εὐμένιε, δυσώπει πέμψαι πᾶσι θεῖον ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀχειρόπλοκε νυμφὼν τοῦ Λόγου, ἅρμα φλόγινον Αὐτοῦ καὶ Κλῖμαξ, τοὺς πιστοὺς πρὸς οὐρανοὺς ἡ μετάγουσα, Θεογεννῆτορ βασάνους ἐλάφρυνον, βιοτικὰς ἱκετῶν σου καὶ σκέπασον, τοὺς προσφεύγοντας σῇ χάριτι καὶ γεραίροντας, θαυμάτων σου πληθὺν ὑπὸ τὴν σκέπην σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἱερέων θεοφόρων, κοσμιότης Εὐμένιε, ταπεινοφροσύνης, σκεῦος διαυγές, κατεσκήνωσας, ἐν ταῖς Ἀθήναις καὶ χάριτί σου ἔπλησας, τοὺς προστρέχοντας, σαῖς νουθεσίαις χρηστότητος.

Νικηφόρου ὑπηρέτης, τοῦ ὁσίου Εὐμένιε, ἔνθερμος ὑπῆρξας, τοῦ λεπροῦ, φῶς κόσμον μὴ βλέποντος, καὶ παραλύτου, μεθ' οὗ δυσώπει Κύριον, δοῦναι ἅπασι, τοῖς ὑμνηταῖς σου ὑγίειαν.

Ἐκζητῶν Χριστοῦ τὴν δόξαν, ἐκ νεότητος ὅσιε, ἦλθες εἰς τὴν Μάνδραν, τοῦ Νικήτα τοῦ καλλιμάρτυρος, οὗ τῇ δυνάμει ἐξέβαλες ἀκάθαρτον, πνεῦμα πάντιμε, καὶ ἀειῤῥύτοις σου δάκρυσι.

Θεοτοκίον.

Στῦλε προστασίας θείας, κλίνη χρυσοπορφύρωτε, τοῦ Ὑψίστου Λόγου, τόπε ἁγιώτατε Δέσποινα, καὶ πολυάνθιστε κῆπε Θείας Χάριτος,  παραμύθησον, τοὺς τεθλιμμένους καὶ στένοντας.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ἰδοὺ νῦν γηθόμενοι, τὴν μνήμην σου τὴν πάνσεπτον, μέλποντες Εὐμένιε ὡς φάρον ἀγαθωσύνης, καὶ εὐσεβείας λαμπρόν, ὑμνοῦμέν σε τὸν μαρμαρυγαῖς, λόγων νουθεσίας σου, Ἀθηναίους φωτίσαντα.

Σοφῶς πεπολίτευσαι, καὶ Λοιμωδῶν ἀνέδειξας, Νόσων τὸ Νοσοκομεῖον ἄρτι, πηγὴν χαρίτων, καὶ θεραπείας πολλῶν, πασχόντων Εὐμένιε σεπτέ, ἰατρεῖον ἄμισθον, καὶ κρουνὸν ἀκεσώδυνον.

Τὸν πρᾶον ἡσύχιον, ἀόργητον τε ἄκακον, καὶ ἁπλοῦν ποιμένα τῶν προβάτων, Χριστοῦ τῆς ποίμνης, τὸν βακτηρίᾳ στεῤρᾷ, αὐτοῦ τῶν θεοπειθῶν εὐχῶν, κόσμον κατευθύναντα, πρὸς τελείωσιν μέλψωμεν.

Θεοτοκίον.

Ὡς τέμενος ἄσυλον, παλάτιον χρυσότευκτον, ἄσπιλον ἀμνάδα τοῦ Ὑψίστου, δεδοξασμένην, πόλιν καὶ γῆν καθαράν, ὑμνοῦντές σε Μῆτερ τοῦ Θεοῦ, ἐκτενεῖς αἰτούμεθα, καὶ θερμὰς ἱκεσίας σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Τὸν στῦλον τὸν θεοστήρικτον, συνέσεως καὶ βάθρον ἀσάλευτον, Χριστοῦ τῆς πίστεως, ὑπομονῆς μεγαλύνομεν, ὡς Ἰωβείου πάντες, πιστοὶ ἐκτύπωμα.

Ἀγάλλου τέρπου καὶ χόρευε, τῆς Κρήτης Ἐθιὰ πάλαι ἄσημος, καὶ Ἄστυ ἔνδοξον, τῶν Ἀθηνῶν πανηγύριζε, νῦν ἄμφω Εὐμενίου, μνήμην γεραίροντες.

Πατέρων νέων θησαύρισμα, Εὐμένιε Χριστῷ εὐηρέστησας, θείοις ἀγῶσί σου· διὸ καὶ χάριν ἀπείληφας, Αὐτῷ ἀεὶ πρεσβεύειν, ὑπὲρ προσφύγων σου.

Θεοτοκίον.

Ἐλπὶς πιστῶν ἀπροσμάχητος, πενήτων χορτασμὸς καταφύγιον, Θεογεννήτρια, στενόντων καὶ παραμύθιον, ὑπάρχεις θλιβομένων, Κυρία Δέσποινα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν ἀνεξίκακον ἡσύχιον ἐχέφρονα, ἁπλοῦν τε πρᾶον ταπεινὸν καὶ εὐσυμπάθητον, εὐλαβῆ ἱερομόναχον μελιῤῥύτοις, ἀνυμνήσωμεν ᾠδαῖς, ὡς ἀπλανέστατον, κατευθύντορα πιστῶν πρὸς βίον κρείττονα, πόθῳ κράζοντες· Χαίροις, μάκαρ Εὐμένιε.

Ὁ Οἶκος.

Ἄνθρωπος οὐρανόφρων, καὶ ἰσάγγελος ὤφθης, Εὐμένιε ἀρτίως ἐν κόσμῳ, Λοιμωδῶν Νόσων στῦλε λαμπρέ, τοῦ Νοσοκομείου καὶ πιστῶν ἄριστε, ἰθύντορ πρὸς τελείωσιν· διὸ σοὶ ἐκβοῶμεν ταῦτα·

Χαῖρε, τῆς Κρήτης ὁ θεῖος γόνος·

χαῖρε, ἀγάπης ἀστράπτων λύχνος.

Χαῖρε, Νικηφόρου ἀγώνων ὁμόζηλε·

χαῖρε, φιλαρέτου βιώσεως πρόμαχε.

Χαῖρε, δένδρον ἀγλαόκαρπον θεοσδότων δωρεῶν·

χαῖρε, ῥόδον εὐωδέστατον συμπαθείας τῶν λεπρῶν.

Χαῖρε, τῶν Ἀθηναίων τὸν λαὸν ὁ εὐφράνας·

χαῖρε, τῶν χριστωνύμων τὴν πληθὺν ὁ στηρίξας.

Χαῖρε, ἠθῶν ἀμέμπτων κειμήλιον·

χαῖρε, σεπτὸν τῆς χάριτος ἔσοπτρον.

Χαῖρε, πιστῶν ἀπλανὴς ποδηγέτης·

χαῖρε, ἡμῶν πρὸς τὸν Κτίστην μεσίτης·

Χαίροις, μάκαρ Εὐμένιε.

 

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Εὐμενίου τοῦ Σαριδάκη, τοῦ ἐν τῷ Νοσοκομείῳ τῶν Λοιμωδῶν Νόσων.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἱερώτατε, Εὐμένιε νεόφωτον, ἄστρον συνέσεως, ὁ ἐν Καλυβιανῇ, λαβὼν χρῖσμα ἅγιον, ἱερωσύνης σου,, κατεφώτισας, νουθεσιῶν ἀκτῖσί σου, τοὺς πιστῶς σοὶ προσιόντας.

Νεοσμίλευτον, ἀγαθωσύνης ἄγαλμα, σεπτὲ Εὐμένιε, τῶν σῶν δακρύων ῥοαῖς, καρδίας ἐπίανας, τῶν προσιόντων σοι, πρὸς πολύφορον, σημειοφόρε ὅσιε, ἀμητὸν ἀμέμπτου βίου.

Ὡς νεόφωτον, ἀστέρα μελῳδοῦμέν σε, πνευματοφόρητε, μοναδικῆς ἀγωγῆς, ἀσκήσεως νήψεως, καὶ ταπεινώσεως, τὸν φωτίσαντα Εὐμένιε προσφύγων σου, Ἀθηναίων τὰς χορείας.

Θεοτοκίον.

Τεῖχος ἄσειστον, Πάρθενε ἀγαθότητος, Θεογεννήτρια, τοὺς σὲ τιμῶντας ἀεί, ὑπὸ τῶν πτερύγων σου, τὴν σκέπην ἅπαντας, περιτείχισον, καὶ ὑπὸ τῆς εὐνοίας σου, τὴν σκιὰν καὶ προστασίας.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ἥλιος καθάπερ σωφροσύνης, ἀγώνων σῆς πολιτείας τοῖς πυρσεύμασιν, Ἀθηναίων ηὔγασας, τοὺς χοροὺς Εὐμένιε, τοὺς ἐν χαρᾷ προστρέχοντας, ταῖς νουθεσίαις σου, ἐν τῷ σεπτῷ Ναῷ τῶν Ἁγίων  Ἀναργύρων μάκαρ, ὃν ἤγειρας σοῖς μόχθοις.

Κρείττονα κατηύθυνας πρὸς βίον, τοὺς σοὶ καταφεύγοντας, Εὐμένιε, πάτερ πνευματέμφορε, ἄκακε πανόσιε, καὶ ταπεινόφρον ἅπαντας, Θεοῦ τῇ χάριτι· διόπερ ὡς σταλέντα ἐξ ὕψους, ἵνα σώσῃς κόσμον, ἐκθύμως σὲ τιμῶμεν.

Ἅπασι τὰ πρόσφορα παρέχεις, Εὐμένιε τοῖς προστρέχουσι σῇ χάριτι, καὶ τρανῶς κραυγάζουσι· Πάτερ θεοείκελε, δαιμόνων ὀλετήριον, καὶ καταφύγιον στενόντων ἐν τοῦ βίου ταῖς ζάλαις, πρόσδεξαι τὸν ὕμνον, τῶν σὲ μακαριζόντων.

Θεοτοκίον.

Ῥάδαμνον ἡμῶν τῆς σωτηρίας, ἀνέθαλες ὑπὲρ λόγον Θεονύμφευτε, Παναγία Δέσποινα, ῥίζα θεοφύτευτε· διὸ ὑμνολογοῦντές σε, λαμπρῶς αἰτούμεθα, τὰς σὰς πρὸς τὸν Υἱόν σου πρεσβείας, Κεχαριτωμένη, Χριστὸν τὸν Ζωοδότην.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Δύναμιν λαβών, ἐξ ὕψους Εὐμένιε, προλέγειν μέλλοντα, καὶ ὁρᾶν ἐνδότερα, τῶν σῶν προσφύγων, κόσμῳ διέλαμψας, ὡς ἄστρον διοράσεως, καὶ προοράσεως· ὅθεν πάντες, μνήμην σου νῦν ἄγομεν, τὴν φωσφόρον εὐτάκτοις μελίσμασιν.

Ἴασιν ἡμῖν, ψυχῶν ἄλγους δώρησαι, τοῖς ἀνυμνοῦσί σε, ὡς θαυμάτων πέλαγος, σημειοφόρε, πάτερ Εὐμένιε, ὁ τῶν πιστῶν ἀείποτε, τῇ εὐωδίᾳ σου, συμπαθείας, πρὸς τοὺς χρείας ἔχοντας, καὶ νοσοῦντας εὐφράνας, θεόληπτε.

Ἄνερ θεαυγές, φρουρεῖς Ἀστερούσια , ὄρη σῇ χάριτι, νῆσον Κρήτην ἅπασαν, νῦν περισκέπεις, τὴν προσπελάζουσαν, τῷ πανιέρῳ τάφῳ σου, σεπτὲ Εὐμένιε, καὶ τὴν Μάνδραν, Κουδουμᾶ τὴν πάνσεπτον, ῥυσαμένην σὲ τῆς ἀσθενείας σου.

Θεοτοκίον.

Χάριτος πηγή, Παρθένε θεόνυμφε, βροτῶν τὴν ἔκπτωτον, φύσιν ἀνεκαίνισας, τὸν Ζωοδότην, κυοφορήσασα, Χριστὸν τὸν πολυεύσπλαγχνον, Ὃν καθικέτευε, πέμψαι πᾶσι, σὲ τοῖς μακαρίζουσι, δαψιλῶς τὸ Αὐτοῦ θεῖον ἔλεος.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῶν ἀρετῶν λαμπρότητι, ἀκτῖσιν ἀγαπήσεως, καὶ προσφορᾶς πρὸς τοὺς πέλας, τοὺς τρυχομένους χορείας, τῶν Ἀθηναίων ηὔφρανας, Εὐμένιε νεόφωτον, καὶ παμφαὲς ἐκπύρσευμα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, μακαριζούσης σὲ πόθῳ.

Θεοτοκίον.

Παστὰς χρυσοπορφύρωτε, ὑπερνεφὲς μετάρσιε, καὶ διασῴζουσα κλῖμαξ, ἄμπελος πέπειρον βότρυν, Θεάνθρωπον ἡ φέρουσα, τὸν σωτηρίας στάζοντα, νέκταρ ἡμῖν γλυκύτατον, Θεοκυῆτορ Παρθένε, σὲ μελῳδοῦμεν ἀπαύστως.

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Εὐμένιε γόνε Ἐθιᾶς, νέον Κρήτης καύχημα, Μονῆς Νικήτα ἀνάστημα, τοῦ καλλιμάρτυρος, καὶ κοσμῆτορ θεῖε, Ἀθηνῶν τῆς πόλεως, ἐν Καλυβιανῆς Μάνδρᾳ ἔλαβες, ἱερωσύνης σου, θεῖον χρῖσμα δι' οὗ γέγονας, ἱερέων, σεπτῶν ἐγκαλλώπισμα.

 

Εὐμένιε πρᾶε ταπεινέ, ἀγαθὲ φιλάρετε, θεοφορούμενε ὅσιε, πνευματοκίνητε, καὶ σημειοφόρε, ἔβλεπες τὰ κρυφία, ψυχῶν καὶ τὰ μακρὰν ὥσπερ ἔγγιστα, Πνεύματος Χάριτι· ὅθεν πάντες μακαρίζομεν, σὲ ὡς νέον, τῆς πίστεως σέμνωμα.

 

Εὐμένιε Νόσων Λοιμικῶν, οἰκιστὰ περίδοξε, Νοσοκομείου κατέδειξας, τοῦτο ἀγάπης σου, πρὸς νοσοῦντας πάντας, χρυσαυγὲς παλάτιον, καὶ πρὸς τοὺς βοηθείας σου χρῄζοντας, οἶκον χρυσότευκτον· ὅθεν μνήμην σου τὴν πάμφωτον, καὶ φωσφόρον, τελοῦμεν ἐν ᾄσμασιν.

 

Εὐμένιε πάτερ ἀρετῆς, εὐταξίας νήψεως, εὐχῆς σοφίας συνέσεως, θείας ἁπλότητος, ταπεινοφροσύνης, ἄκρας διακρίσεως, ἀγάπης συμπαθείας πρὸς κάμνοντας, καὶ προοράσεως, σεμνολόγημα ἱκέτευε, τὸν Σωτῆρα, ὑπὲρ τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος πλ. α΄.

νεργοῦ καὶ πρακτικῆς ἀγάπης τὸν ὑφηγήτορα, τὸν ἑαυτὸν παραστήσαντα τῇ Ἐκκλησία τύπον καλῶν ἔργων, καὶ πιστοὺς ὁδηγήσαντα πρὸς θέωσιν, Εὐμένιον τὸν θεῖον ὕμνοις τιμήσωμεν· Οὗτος γὰρ ὁλοθύμως τὰς ἐντολὰς τοῦ Κυρίου τηρήσας, καὶ τοὺς ἀλγεινῶς λοιμώττοντας κουφίσας, φαρμάκῳ τῆς αὐτοῦ ἀφάτου συμπαθείας, κληρονόμος γέγονε τῆς ἐπουρανίου Βασιλείας· ὅθεν καὶ ἡμεῖς αὐτοῦ τοὺς ἀγῶνας μακαρίζοντες, καὶ τὴν παγγέραστον αὐτοῦ μνήμην γεραίροντες, τὰς θεοπειθεῖς αὐτοῦ λιτὰς ἐξαιτούμεθα πρὸς βίον κρείττονα.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις, ὁ ἐκλάμψας ἀρτιφανῶς, ἀρωγῇ πρὸς πέλας, ἐν τοῖς πόνοις ὑπομονῇ, ἄκρᾳ ταπεινώσει, καὶ ἀρετῇ ἐχέφρον, Εὐμένιε πατέρων, νέων ὑπόδειγμα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Συναγαλλόμενον παμφώτοις Ἀγγέλοις, καὶ παριστάμενον Χριστῷ τῷ εὐσπλάγχνῳ, πατέρα εὐσυμπάθητον, προστάτην λεπρῶν, καὶ καμνόντων μέλψωμεν, κατακεκοσμημένον, μαργαρίταις νήψεως καὶ σαλότητος τρόποις, θεοειδῆ Εὐμένιον λιτάς, τὰς διαθέρμους αὐτοῦ ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐμένιε συμπαθές, πρέσβευε ὑπὲρ ἡμῶν. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Εὐμένιε πάτερ θεοειδές, νεόφωτον ἄστρον, ταπεινώσεως καὶ εὐχῆς, Χριστὸν σοῖς ἱκέταις εὐμενίζου, τοῖς ἀνυμνοῦσι τιμίους καμάτους σου.

πέρτιμος ὄλβος ὡς ἀρετῆς, Εὐμένιε μάκαρ, καὶ θησαύρισμα τιμαλφές, πιστῶν ἀπλανοῦς ποδηγεσίας, πρὸς σωτηρίαν ἡμᾶς χειραγώγησον.

Μυρίπνοον λείριον Ἐθιᾶς, τοῦ Μονοφατσίου, ἐν τῇ Κρήτῃ πάτερ σεπτέ, Εὐμένιε ἥδυνον εὐχαῖς σου, ἀδιαλείπτοις τοὺς σοὶ καταφεύγοντας.

Θεοτοκίον.

Ἐπάκουσον πάντων ὡς ἀγαθή, δεήσεων Μῆτερ, αἰτουμένων σὴν ἀρωγήν, καὶ σκέπην καὶ θείαν μεσιτείαν, πρὸς τὸν Υἱόν σου, Θεὸν τὸν εὐΐλατον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νεοπύρσευτον σέλας, τῆς τοῦ Χριστοῦ πίστεως, ηὔγασας Εὐμένιε μάκαρ, σοῖς ἀναλώμασι, Νοσοκομεῖον σεμνέ, τῶν λοιμωδῶν νοσημάτων, νῦν ὁ λύων ζόφωσιν, νόσων προσφύγων σου.

ερέων λαμπρότης, πανευλαβῶν πρόσδεξαι, τὰς ἡμῶν θερμὰς ἱκεσίας, πάτερ Εὐμένιε, καὶ πρὸς τὸν πάντων Θεόν, αὐτὰς προσάγαγε μάκαρ, ἵνα πάντες εὕρωμεν, ἄμετρον ἔλεος.

Ἐξεφαύλισας μῆνιν, τοῦ πονηροῦ ὅπλοις σου, προσευχῆς καὶ βίου ἀμέμπτου, πάτερ Εὐμένιε, ὁ δυσωπεῖν τὸν Χριστόν, χάριν εὑρὼν καθ’ ἑκάστην, δοῦναι πᾶσιν ἄνωθεν, ῥῶσιν καὶ δύναμιν.

Θεοτοκίον.

Σκέπε δούλους σου Μῆτερ, τοὺς σὲ λαμπρῶς μέλποντας, δόξης σου ἐξ ὕψους ἀῤῥήτου, Θεογεννήτρια, τοῦ Εὐμενίου λιταῖς, εὐαρεστήσαντος βίῳ, ἀκραιφνεῖ τῷ Τόκῳ σου, παντελεήμονι.

Εὐμένιε, τῶν εὐλαβῶν Ἱερέων ἡ κοσμιότης, Νικηφόρου τοῦ ἐν λεπροῖς ὁσίου διάκονε, Θεὸν εὐμενίζου τοῖς σὲ τιμῶσι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Μονῆς Κουδουμᾶ ὁ ἔνοικος Εὐμένιε, βλαστὲ Ἐθιᾶς καὶ Ἀθηνῶν διάκοσμε, ἱερεῦ πανόσιε, Νικηφόρου Ὁσίου διάκονε, καὶ ὁδηγὲ πιστῶν πνευματικέ, πρὸς νῆψιν εὐλόγει τοὺς τιμῶντάς σε.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπερεύχου Εὐμένιε, τῶν ἐκδεχομένων τὰς ἱκεσίας σου, πρὸς τὸν Ὕψιστον Ὃν πόνοις σου, νυχθημέροις πάτερ ἐμεγάλυνας.

Μετανοίας Εὐμένιε, δεῖξόν μοι τὰς τρίβους ἅσπερ διήνυσας, ἀρετῆς πρὸς ὁλοκλήρωσιν, καὶ ἀγγέλοις ἔνδοξον συνοίκησιν.

Πράϋνόν μου σκιρτήματα, τῆς σαρκὸς Εὐμένιε πανσεβάσμιε, ὁ σταυρώσας πάθη σώματος, σὺν ταῖς ἁμαρτίαις θείᾳ χάριτι.

Θεοτοκίον.

Ἀγλαόμορφε Δέσποινα, Εὐμενίου σκέπη καὶ καταφύγιον, Κουδουμιανὴ πανάχραντε, περιφρούρει πάντας τοὺς οἰκέτας σου.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Θλίψεων ἡμᾶς, λυπηρῶν καὶ περιστάσεων, ῥῦσαι πάντας τοὺς προστρέχοντας τῇ σῇ, ἀντιλήψει χαριτόβρυτε Εὐμένιε.

Ἔμπλησον χαρᾶς, τὸν ἐν θλίψεσιν Εὐμένιε, καὶ στενώσεσιν ἱκέτην σου θερμόν, Λοιμωδῶν Νοσοκομείου ἀγαλλίαμα.

Σκεῦος ἱερόν, θείας Χάριτος Εὐμένιε, ῥυπτικαῖς σου ἱκεσίαις πρὸς Θεόν, ῥύπον κάθαρον ἡμῶν παθῶν καὶ θλίψεων.

Θεοτοκίον.

Πέμψον ὀχετούς, σῆς ἑτοίμης ἀντιλήψεως, Εὐμενίου παρακλήσεσι σεπταῖς, εὐσεβέσι Μητροπάρθενε πανάχραντε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ῥωννύμενοι, ἐκ τῆς ἐνοικούσης σοι, θείας Χάριτος Εὐμένιε μάκαρ, οἱ ἀλγεινῶς ἀσθενοῦντες τιμῶμεν, τὴν σὴν πρὸς πάντας νοσοῦντας συμπάθειαν, ὁ δι’ εὐχῆς θεραπευθείς, ἐκ λοιμώδους σεπτὲ ἀῤῥωστήματος.

ν κλύδωσι, βίου τοῖς προσφεύγουσι, τῇ σῇ χάριτι Εὐμένιε πάτερ, ὁδήγει πρὸς γαληνότατον ὅρμον, τῆς ἠρεμίας χαρᾶς καὶ ἀνέσεως, πνευματικῆς σαῖς πρὸς Θεόν, διαθέρμοις τρισμάκαρ δεήσεσι.

Συνέτισον, πάντας καὶ ἁγίασον, τοὺς τιμῶντας σὴν ὑπέρτιμον μνήμην, εὐσυμπαθὲς τῶν λεπρῶν ὑπηρέτα, καὶ Νικηφόρου Εὐμένιε σύσκηνε, Νοσοκομείου Λοιμωδῶν, ἱερεῦ νοσημάτων θειότατε.

Θεοτοκίον.

Βοήθεια, ταχινὴ τῶν δούλων σου, ἐν ἀνάγκαις Θεοτόκε Παρθένε, σπεῦσον ἡμῖν ἐν κακώσεσι βίου, καὶ συμφοραῖς καὶ δειναῖς περιστάσεσιν, ὡς συμπαθὴς δούλοις τοῖς σοῖς, βοηθῆσαι πανύμνητε Δέσποινα.

Εὐμένιε, τῶν εὐλαβῶν Ἱερέων ἡ κοσμιότης, Νικηφόρου τοῦ ἐν λεπροῖς ὁσίου διάκονε, Θεὸν εὐμενίζου τοῖς σὲ τιμῶσι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Εὐσυμπαθῶς πρὸς πιστοὺς διακείμενε, δεινῶς ἀλγοῦντας Εὐμένιε Ὅσιε, ὁ τοῦ λεπροῦ Νικηφόρου ὁμόζηλος, τῆς ἀρετῆς καὶ ἀνάγκης διάκονος, ἐν ὑγιείᾳ συντήρει σοὺς πρόσφυγας.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

σιε Εὐμένιε, χαῖρε βλαστὲ Κρητονήσου, Ἱερεῦ θειότατε, δι’ ὃν Ἀστερούσια, ἐπαγάλλονται, διακονίᾳ σου, πρὸς δεινῶς ἀλγοῦντας, Λοιμωδῶν χαίρει τὸ ἵδρυμα, νόσων πανεύφημε, ἐν Ἀθήναις καὶ ὁ χριστώνυμος, λαὸς ποδηγεσίᾳ σου, ἀπλανεῖ ὑμνεῖ εὐφραινόμενος, σὴν ἁγίαν μνήμην ἣν πάντες καταστέφοντες ᾠδαῖς, εὐτάκτοις ἀπεκδεχόμεθα, πρὸς Θεὸν πρεσβείας σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐργαστήριον θεῖον, σεαυτὸν ὁ ποιήσας, εὐχῆς καὶ νήψεως, Εὐμένιε μετέστης, πρὸς δόμους οὐρανίους, ἱκετεύων τὸν Κύριον, ῥῶσιν ἡμῖν παρασχεῖν, τοῖς ἀλγεινῶς νοσοῦσι.

Βελεμνῶν τοῦ Βελίαρ, ἀσινεῖς διατήρει, ἡμᾶς Εὐμένιε, ἃ προσευχῇ συντόνῳ, ἐπάτησας νηστείᾳ, καὶ παννύχοις σου στάσεσιν, ἐγκρατευτὰ θεαυγές, δοχεῖον Παρακλήτου.

Ἐκδυσώπει ἀπαύστως, τὸν Χριστὸν δοῦναι πᾶσι, πιστοῖς ὑγίειαν, Εὐμένιε θεόφρον, σὺν θείῳ Νικηφόρω, ᾧ καλῶς διηκόνησας, τῶν νόσων τῶν λοιμικῶν, ἐν τῷ Νοσοκομείῳ.

Θεοτοκίον.

Ὑπερύμνητε Μῆτερ, ἐλεοῦσα Παρθένε, Θεογεννήτρια, Ὁσίου Εὐμενίου, λιταῖς θεοπειθέσι, τὰ ἐλέη κατάπεμψον ἡμῖν πλουσίως ἁγνή, Υἱοῦ μονογενοῦς σου.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Πιστῶν ἐν μάχαις, κατὰ δεινοῦ βροτοκτόνου, παραστάτης Εὐμένιε πέλεις, ὁ αὐτοῦ πατήσας, ὀφρὺν τὴν ἐπηρμένην.

Εὔθυνον τρίβους, τῶν εὐλαβῶς σὲ ὑμνούντων, ὁ βαδίσας Εὐμένιε μάκαρ, ἀτραπὸν ἐν βίῳ, στενὴν καὶ τεθλιμμένην.

Ῥοὰς δακρύων, ἡμῶν ἀπόσμηξον μάκτρῳ, σῆς ἀγάπης Εὐμένιε θεῖε, ὁ διακονήσας, λεπροῖς καὶ παρειμένοις.

Θεοτοκίον.

Ἡγιασμένε, ναὲ ἁγνείας Παρθένε, δεῖξον πάντας ναοὺς σοὺς ἱκέτας, σωφροσύνης Μῆτερ, καὶ ἤθους παναρίστου.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μὴ παύσῃ τὸν Σωτῆρα, δυσωπῶν ἀπαύστως, ὑπὲρ ἡμῶν σὲ τιμώντων Εὐμένιε, ἱερουργὲ μυστηρίων ἄχράντων ἔνθεε.

Ὡς ἔνθερμον μεσίτην, πρὸς Θεὸν τῶν ὅλων, προβάλλομέν σε ἀπαύστως Εὐμένιε, σὺν Νικηφόρῳ προθύμως ᾧ διηκόνησας.

Νῦν ὕμνοις μελιῤῥύτοις, σὲ ἀνευφημοῦμεν, ὡς ταπεινῶν ἱερέων ὡράϊσμα, πᾶσι δωρούμενον χάριν τὴν σὴν Εὐμένιε.

Θεοτοκίον.

Χαρίτων μυροθήκη, Κεχαριτωμένη, τῇ εὐωδίᾳ τῆς σκέπης σου εὔφρανον, καὶ ἀντιλήψεως θείας τοὺς σὲ γεραίροντας.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις, ὁ ἐκλάμψας ἀρτιφανῶς, ἀρωγῇ πρὸς πέλας, ἐν τοῖς πόνοις ὑπομονῇ, ἄκρᾳ ταπεινώσει, καὶ ἀρετῇ ἐχέφρον, Εὐμένιε πατέρων, νέων ὑπόδειγμα.

Χαῖρε εὐσυμπάθητε λειτουργέ, τοῦ Νοσοκομείου, νοσημάτων τῶν λοιμικῶν· χαίροις Νικηφόρῳ, ὁ καθυπηρετήσας, ἐκ λέπρας τῷ νοσοῦντι, μάκαρ Εὐμένιε.

Χαίροις θεῖον βλάστημα Ἐθιᾶς, Κουδουμᾶ Σεμνεῖον, ἰατρεῖον ὁ ἀνευρών· χαίροις τοῦ Νικήτα, Μονῆς τοῦ μεγαλάθλου, ὁ μοναστὴς καὶ κλέος, Κρήτης Εὐμένιε.

Χαίροις ταπεινώσεως ἀκρεμών, ἀρετῆς πυξίον, ὁ χαρίεις καὶ προσηνής· χαίροις, ὁ τὸν Κτίστην, ἡμῖν ἐξευμενίζων, τοῖς σὲ ὑμνολογοῦσι, μάκαρ Εὐμένιε.

Σκέπε καὶ ἁγίαζε ἀκλινῶς, τοὺς ἐξαιτουμένους, τὰς πρεσβείας σου πρὸς Θεόν, Ἱερέων εὖχος, Εὐμένιε παμμάκαρ, σὺν Νικηφόρῳ θείῳ, ᾧ ὑπηρέτησας.

Χάριν σου κατάπεμψον ἐφ’ ἡμᾶς, σὲ ἀνευφημοῦντας, ἰατῆρα ὡς ἀλγεινῶν, νοσημάτων πάτερ, Εὐμένιε χαρίτων, ὡς οὐρανίων βάθρον, ἀδιασάλευτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε φιλοσίων ἡ πληθύς, ὕμνων καταστέψωμεν ῥόδοις, τὸν τοῦ Θεοῦ ἐκλεκτόν, ταπεινὸν Εὐμένιον, τὸν ἱλαρώτατον, Ἱερέα καὶ σύσκηνον, λεπροῦ Νικηφόρου, τοῦ ὁσίου κράζοντες· Ἐπιδαψίλευσον, πᾶσιν ὑμνηταῖς σου σὴν χάριν, ῥῶσιν καὶ ὑγίειαν ἄμφω, ταῖς θεοπειθέσι σου δεήσεσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.