Τετάρτη 11 Μαΐου 2022

ΜΑΪΟΣ 19!! ΑΓΙΑ ΜΑΡΤΥΣ ΠΟΥΔΕΝΤΙΑΝΗ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΪΟΣ ΙΘ΄

ΠΟΥΔΕΝΤΙΑΝΗ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Κυρίλλου, μητροπολίτου Ῥόδου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. Β΄. Τριήμερος ἀνέστης.

Τιμήσωμεν συμφώνως πιστοί, παρθένον τὴν πανεύφημον ἐκβοῶντες· Χαίροις Πουδεντιανή, Χριστοῦ Παρθενομάρτυς· ἡμῶν μὴ ἐπιλάθῃ, τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.

 

Αἰνέσεως συμφώνως φωναῖς, χορεῖαι Ὀρθοδόξων σε εὐφημοῦμεν, ὅτι Πουδεντιανή, δι’ ἔργων εὐσεβείας, καὶ πόνων μαρτυρίου, Χριστὸν ἐν κόσμῳ ἐμεγάλυνας.

 

Φυλάξασα τὸν νόμον Χριστοῦ, ἐν κόσμου τοῦ προσκαίρου καταφρονήσει, ἔσχες Πουδεντιανή, τὸν κλῆρον μετ’ Ἁγίων· διὸ Χριστὸν δυσώπει, τοῦ οἰκτειρῆσαι τοὺς τιμῶντάς σε.

 

Ἱκέτευε ἀπαύστως Χριστόν, σωθῆναι ἡμᾶς ἅπαντας ἐκβοῶντας· Χαίροις Πουδεντιανή, ζωῆς ἐν τῷ νυμφῶνι, Παρθένοις ταῖς φρονίμοις, δεδοξασμένη συγχορεύουσα.

 

Δόξα. Ἦχος α΄.

Δεῦτε πιστῶν χορεῖαι, Πουδεντιανὴν τὴν μακαρίαν, ἐν ὕμνοις τιμήσωμεν· παρθενίαν γὰρ ἀσκήσασα, καὶ εὐποιΐας ἔργοις, ἐν μιμήσει Χριστοῦ διαπρέψασα, μαρτυρικῇ ἐνστάσει, κληρονομίαν ἔσχεν, ἐν οὐρανοῖς ἀναφαίρετον, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων, μνήμην αὐτῆς τὴν σεβάσμιον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σὺ Πουδεντιανή, Χριστοῦ τῇ ἀγαπήσει, παρέδραμες τελείως, τὰ θέλγητρα τοῦ κόσμου, καὶ Μάρτυς ἐχρημάτισας.

 

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Σὺ Πουδεντιανή, ἐβλάστησας ἐν Ῥώμῃ, ὡς ἄνθος εὐσεβείας, εὐφραίνουσα αἰσθήσεις, τῶν ἀνυμνολογούντων σε.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Σὺ Πουδεντιανή, Χριστῷ ὡς παρεστῶσα, τῷ μυστικῷ νυμφίῳ, ἐξαίτει ἡμῖν πᾶσι, τὰ κρείττονα χαρίσματα.

 

Δόξα. Ἦχος δ΄.

Θείῳ πόθῳ, ψυχὴν πυρπολουμένη, τῶν χάμαι συρομένων, εὐσεβείας πτέρυξι ὑπερέπτης, καὶ ἐν ἀφθάρτῳ καλιᾷ, οὐρανίου δόξης κατεσκήνωσας· διὸ Πουδεντιανή, ὑπὲρ ἡμῶν δυσώπει, Θεὸν τὸν πολυέλεον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄνθος ἐβλάστησας ἐκ ῥιζουχίας καλῆς, καὶ χάριτος ἔπνευσας τὴν οὐρανίαν ὀσμήν, τῇ πίστει ἐμπρέψασα· ἤσκησας εὐποιΐαν, δι’ ἀγάπην τελείαν· ἤθλησας ὑπὲρ φύσιν, τῶν μελλόντων τῷ πόθῳ· διὸ Πουδεντιανή σε, πιστοὶ μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦρο, ὁ φιλόχριστος λαός, Πουδεντιανὴν τὴν παρθένον, ἐν κατανύξει ψυχῆς, σήμερον τιμήσωμεν, ὅτι τὸν Κύριον, παιδιόθεν ποθήσασα, Αὐτῷ ἐνυμφεύθη, καὶ ἐκληρονόμησε, παστάδα ἄφθαρτον, ἔνθα, θεουμένη μεθέξει, χάριτος ἡμῖν πρυτανεύει, ταῖς αὐτῆς πρεσβείαις τὰ χαρίσματα.

 

Δρόμῳ, τῆς ἀμείνονος ζωῆς, Πουδεντιανὴ ἀγομένη, ἐν ἀγαπήσει Χριστοῦ, κόσμου κατεφρόνησας, τῆς ματαιότητος, καὶ ἀξίως βιώσασα, τοῦ Εὐαγγελίου, τῶν Μαρτύρων ἔλαμψας, ἐν ἀγωνίσματι· ὅθεν, τοῖς Ἁγίοις συνοῦσα, πρέσβευε ἡμῖν δωρηθῆναι, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν.

 

 

 

Ὅλην, ἐκ νεότητος σαυτήν, Πουδεντιανὴ Ἀθληφόρε, ἀναθεμένη Θεῷ, τούτου ἠκολούθησας, σαφῶς τοῖς ἴχνεσι, καὶ προφρόνως ἐπλήρωσας, τοῦ Εὐαγγελίου, φιλοθέῳ βίῳ σου, πιστῶς τὰ λόγια· ὅθεν, ἐν σκηναῖς τῶν Μαρτύρων, θείαν τὴν κατάπαυσιν ἔσχες, ὑπὲρ τῶν τιμώντων σε πρεσβεύουσα.

 

Ῥίζης, ἀναδέδειξαι καλῆς, Πουδεντιανὴ γεωργίᾳ, τῶν ἐν Χριστῷ ἀρετῶν, ἄνθος θεομύριστον, πανευωδέστατον, καὶ διέπνευσας χάριτι, Μαρτύρων ἐνστάσει, εὐσεβείας ἔνδοξε, ὀσμὴν τὴν κρείττονα· ὅθεν, οἱ πιστοὶ σὲ τιμῶμεν, αἶνον τῷ Κυρίῳ καὶ δόξαν, τῷ σὲ στεφανώσαντι προσάδοντες.

 

Πόθῳ, ἀγαπήσασα Χριστόν, Πουδεντιανὴ Ἀθληφόρε, τὸν ἐραστὴν τῶν ψυχῶν, εἰς οὐδὲν λελόγισαι, πλοῦτον ἐπίγειον, καὶ αὐτὸν ὡς σκορπίσασα, χερσὶ τῶν πενήτων, θησαυροὺς ἐσύλησας, ἀφθάρτους χάριτος· ὅθεν, σὺν τοῖς σοῖς αὐταδέλφοις, καὶ τῷ σῷ γεννήτορι Πούδῃ, ἐν ἀγαλλιάσει εὐφημοῦμέν σε.

 

Χρείαις, διηκόνησας πιστῶς, Πουδεντιανὴ τῶν Μαρτύρων, ἐν ἀγαπήσει Χριστοῦ, καὶ τῆς δόξης γέγονας, αὐτῶν συμμέτοχος, παρθενίας κοσμήσασα, φαιδρῶς τὸν χιτῶνα, μαρτυρίου στίγμασι, ὡς καρτερόψυχος· ὅθεν, μετ’ αὐτῶν ἐν ὑψίστοις, κλῆρον τὸν ἀθάνατον σχοῦσα, τῶν μακαριζόντων σε μνημόνευε.

 

Δόξα. Ἦχος β΄.

Σήμερον, ἱερωτάτη ἑορτή, τῶν Ὀρθοδόξων τὰ πλήθη συγκαλοῦσα, τῆς Παρθενομάρτυρος ἡ μνήμη ἐπεδήμησε. Δεῦτε οὖν οἱ πιστοί, τῷ  πνεύματι χαίροντες, συμφώνως ἐκβοήσωμεν· Χαίροις, Πουδεντιανὴ μακαρία, ἡ παρθενίαν ἀσκήσασα, καὶ εὐποιΐας ἔργοις διαπρέψασα· χαίροις, ἡ Ἀθλοφόρου πατρός, θυγάτηρ ἀξία γενομένη, τῷ μαρτυρίῳ διαλάμψασα· χαίροις, συμμέτοχε Παρθένων τῶν φρονίμων, καὶ Μαρτύρων ὁμότροπε· μεθ’ ὧν πρέσβευε, τῷ Νυμφίῳ Χριστῷ τῷ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ΄ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε΄ 15-23, στ΄ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Δεῦτε φιλέορτοι πάντες, ἐν ᾄσμασιν εὐφημήσωμεν, Πουδεντιανὴν τὴν παρθένον καὶ Ἀθληφόρον. Ταύτης γὰρ ἡ πάντιμος μνήμη, τῇ Ἐκκλησίᾳ σήμερον ἐφέστηκε, πάντας ἡμᾶς ἁγιάζουσα, τοὺς πιστῶς ἀναβοῶντας· Χαίροις, ἡ θαυμαστῆς πανοικεσίας, τίμιον μέλος χρηματίσασα, καὶ Χριστὸν δοξάσασα, παρθενίας ἀσκήσει, εὐποιΐας ἐπιδείξει, καὶ μαρτυρικῇ εὐτονίᾳ. Πρέσβευε οὖν ἐκτενῶς, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Παρθενομάρτυς ὀλβία, Πουδεντιανὴ παμμακάριστε, τοῦ ὑπὸ Πέτρου τοῦ κορυφαίου, ἐξ ἀσεβείας εἰς πίστιν ὁδηγηθέντος, Πούδη τοῦ μακαρίου σου γεννήτορος, τοῖς ἴχνεσιν ἐπιβαίνουσα, τῶν ἐν Ῥώμῃ πιστευόντων, ταῖς ἀνάγκαις ἐπεκούρησας, καὶ μαρτυρίου τῷ ὕψει διέπρεψας, ὁμόζηλον ἔχουσα ἐν πᾶσι, Πραξέδην τὴν αὐτάδελφον καὶ Μάρτυρα· μεθ’ ἧς πρέσβευε Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Εὐαγγελίου τὸν λόγον, ἐν ἀκριβείᾳ φυλάττουσα, τὸν πλησίον ὡς σεαυτήν, ἐξ ὅλης καρδίας ἠγάπησας, Πουδεντιανὴ παμμακάριστε· διακονίας γὰρ πράξεσι, τοῖς ἀδελφοῖς ἐπεκούρησας, καὶ τῶν Μαρτύρων ταῖς χρείαις, προφρόνως ἐπήρκεσας, ὧν καὶ τῆς δόξης μετέσχες, μαρτυρικῶς τὸν βίον ἐκτελέσασα· διὸ πρέσβευε μετ’ αὐτῶν, τῶν αἰωνίων ἀγαθῶν, τυχεῖν ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

 

Δόξα. Ἦχος πλ. Α΄.

Σήμερον, ἡ πάντιμος μνήμη, τῆς παρθένου καὶ Ἀθληφόρου, ὡς ἀστὴρ ἐαρινός, τῇ οἰκουμένῃ ἐκλάμπει, καὶ ταῖς χορείαις τῶν πιστῶν, χάριν σωτήριον ἀνατέλλει, τοῖς ἐκ πόθου ἀναβοῶσι· Χαίροις, ἡ πίστει διαφευξαμένη, βιοτικῆς θαλάσσης τὸν τάραχον, καὶ εὐαγγελικῆς διαγωγῆς πηδαλίῳ, σὺν μαρτυρικῆς εὐτονίας ἱστίῳ, εἰς λιμένα τῆς αἰωνίου ζωῆς ἀξίως προσορμισθεῖσα· ἔνθα μεθέξει θεουμένη, καὶ τῶν ἀφράστων ἀγαθῶν ἀπολαύουσα, Χριστὸν ἱκέτευε, Αὐτὸν δυσώπει, Πουδεντιανὴ μακαρία, δωρηθῆναι τῇ Ἐκκλησίᾳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς παρθένον ὑπέρκαλλον, καὶ ἀήττητον Μάρτυρα, συνελθόντες σήμερον εὐφημοῦμέν σε· σὺ γὰρ Θεὸν ἀγαπήσασα, ἐξ ὅλης καρδίας σου, τούτου Πουδεντιανή, ἐπὶ γῆς ἐξεπλήρωσας, τὰ θελήματα, καὶ Αὐτῷ συνηρμόσθης μαρτυρίου, ἐκτελέσασα τὸν δρόμον, ἀκαταπλήκτῳ φρονήματι.

 

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Τοῦ Δεσπότου τὸν ἔρωτα, ἐν καρδίᾳ φυλάττουσα, κοσμικὴν παρέδραμες ματαιότητα, καὶ παρθενίαν ἀσκήσασα, αὐτὴν ἐξωράϊσας, Μάρτυς Πουδεντιανή, ταῖς ῥοαῖς τῶν αἱμάτων σου· ὅθεν ἔλαβες, ἀφθαρσίας τὴν χάριν καὶ παρέστης, τῷ ὡραίῳ σου Νυμφίῳ, ὑπὲρ ἡμῶν ἱκετεύουσα.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Γεωργίᾳ τῆς χάριτος, ἀπὸ ῥίζης ἐβλάστησας, πανιέρου βλάστημα ἱερώτατον, καὶ εὐσεβείας ἐξήνθησας, τὰ ἄνθη τὰ τίμια, Μάρτυς Πουδεντιανή, Ἐκκλησίαν εὐφραίνουσα, παμμακάριστε, εὐωδίᾳ ἐνθέῳ εἰς αἰῶνας, διὰ τοῦτό σε τιμῶμεν, ἐπιτελοῦντες τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. Β΄΄.

Παρθενομάρτυς Ἀθληφόρε, Πουδεντιανὴ παμμακάριστε, εἰς οὐδὲν λογισαμένη, βίου προσκαίρου τὰς ἀπολαύσεις, κατὰ Θεὸν τὸν βίον σου ἅπαντα, εὐαγγελικῇ πολιτείᾳ παρέστησας, καὶ Αὐτῷ συνηρμόσθης, μαρτυρικῇ ἐνστάσει διαπρέψασα· ὅθεν πρέσβευε Αὐτῷ, ὡς Βασιλεῖ ἡμῶν καὶ Θεῷ, τῇ οἰκουμένῃ εἰρήνην δωρηθῆναι, καὶ σωθῆναι τοὺς σὲ μακαρίζοντας.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄνθος ἐβλάστησας ἐκ ῥιζουχίας καλῆς, καὶ χάριτος ἔπνευσας τὴν οὐρανίαν ὀσμήν, τῇ πίστει ἐμπρέψασα· ἤσκησας εὐποιΐαν, δι’ ἀγάπην τελείαν· ἤθλησας ὑπὲρ φύσιν, τῶν μελλόντων τῷ πόθῳ· διὸ Πουδεντιανή σε, πιστοὶ μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τῆς Πουδεντιανῆς, τῆς κλυτῆς Ἀθληφόρου, τελέσωμεν πιστοί, τὴν ὑπέρτιμον μνήμην, καὶ ὕμνον αὐτῇ ᾄδοντες, εὐλαβῶς ἐκβοήσωμεν· ταῖς πρεσβείαις σου, ἡμῶν προστάτευε πάντων, τῶν τιμώντων σε, τὴν νυμφευθεῖσαν τῷ Λόγῳ, Μαρτύρων ἐν αἵματι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείᾳ χάριτι, δυναμουμένη, διηκόνησας, ζήλῳ ταῖς χρείαις, τῶν ἐν Ῥώμῃ Μαρτύρων τῆς πίστεως, καὶ ἀνεδείχθης αὐτῶν ἰσοστάσιος, τοῦ μαρτυρίου τὸν δρόμον τελέσασα· ὅθεν πρέσβευε, Χριστῷ σὺν αὐτοῖς πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τοῦ κάλλους ἠλόγησας τῆς φθειρομένης σαρκός, τὸν κόσμον ἐνίκησας ὑπὲρ τὴν φύσιν σαφῶς, ἐν κόσμῳ βιώσασα· ἄθλοις δὲ μαρτυρίου, τὸν ἐπίγειον δρόμον, ἤνυσας καὶ παρέστης, τῷ Χριστῷ μετὰ δόξης· διὸ Πουδεντιανή σε, πιστοὶ μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, ζήτει τῇ ΚΕ΄ Νοεμβρίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Δεῦτε πιστοί, Πουδεντιανὴν τὴν ὀλβίαν, ᾀσματικῶς ἐπαινέσωμεν, ὅτι εὐσεβοῦς πανοικεσίας, τῆς ὑπὸ τοῦ Κορυφαίου Μαθητοῦ, τῇ πίστει μαθητευθείσης, τίμιον μέλος ἡγιασμένον, εὐαγγελικῆς πολιτείας τρόποις, καὶ μαρτυρίου ἄθλοις ἀναδέδεικται, παρὰ Χριστοῦ τὰ ἔπαθλα λαβοῦσα, καὶ πρεσβεύουσα Αὐτῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κυρίλλου.

ᾨδὴ α’. Ἁρματηλάτην Φαραώ.

νευφημήσωμεν πιστοὶ ἐν ᾄσμασι, τὴν νυμφευθεῖσαν Χριστῷ, διὰ μαρτυρίου, ὁμοφρόνως κράζοντες· Παρθενομάρτυς ἔνδοξε, τῶν τιμώντων σε πόθῳ, προστάτις ἔσο ἀκοίμητος, ταῖς σαῖς πρὸς Θεὸν παρακλήσεσι.

Βεβαιωθεῖσα εὐσεβῶς πανεύφημε, τοῖς ζωηφόροις Χριστοῦ, τοῦ Δεσπότου λόγοις, παρθενίαν ἤσκησας, καὶ μαρτυρίῳ ἔλαμψας, ὡς φωστὴρ ἐκ τῆς Ῥώμης, τῆς Ἐκκλησίας τὰ πέρατα, χάριτος αὐγαῖς καταυγάζουσα.

Γεγαυρωμένον τὸν ἐχθρὸν ἐπάτησας, τοῖς σοῖς ὡραίοις ποσί, τῶν Μαρτύρων χρείαις, ὡς διακονήσασα, καὶ τούτων ἰσοστάσιος, τῇ ἀθλήσει δειχθεῖσα· διὸ Χριστός σοι ἀπέδωκε, στέφανον ζωῆς τὸν ἀμάραντον.

Θεοτοκίον.

Καταιγιζόμενος σφοδρῶς ὁ ἄθλιος, ταῖς προσβολαῖς τῶν παθῶν, καὶ εἰς ἁμαρτίας, κινδυνεύων βάραθρα, τῇ μητρικῇ Σου χάριτι, καταφέρω κραυγάζων· Ἀντιλαβοῦ μου καὶ σῶσόν με, Μῆτερ τοῦ Θεοῦ ὡς φιλεύσπλαγχνος.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Δυνάμει τῇ ἄνωθεν, ἐνισχυθεῖσα παρέδραμες, τὴν κοσμικὴν μέριμναν, καὶ ὤφθης, τοῦ Χριστοῦ νύμφη πάγκαλος.

νίκησας φρόνημα, σαρκὸς ὡς νόμον τηρήσασα, τὸν ζωηρὸν τοῦ Εὐαγγελίου· διὰ τοῦτο δεδόξασαι.

Ζηλοῦσα τὰ κρείττονα, πλούτου προσκαίρου ἠλόγησας, καὶ θησαυρὸν ἄσυλον ἐν δόξῃ, θεϊκῇ ἐθησαύρισας.

Θεοτοκίον.

πέραγνε Δέσποινα, ἡ φῶς τεκοῦσα τὸ ἄχρονον, τὰς τῆς ψυχῆς φώτισον αἰσθήσεις, τῶν ὑμνούντων τὴν δόξαν Σου.

 

 

 

 

Κάθισμα. Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.

Εὐποιΐας τῇ αἴγλῃ ὑπεραστράψασα, πορφυρωθεῖσαν αἱμάτων, μαρτυροπνόων βαφαῖς, πρὸς Χριστὸν ποθητὸν μετέβης χαίρουσα, καὶ ἐν νυμφῶνι τῆς ζωῆς, ἔχεις Πουδεντιανή, τὸν κλῆρόν σου δυσωποῦσα, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν προστρεχόντων τῇ πρεσβείᾳ τῇ σῇ.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

καρδία σου ἄμωμος, ἐν Χριστοῦ τῷ ἔρωτι ἀναδέδεικται· διὰ τοῦτο ἐξεφαύλισας, Πουδεντιανὴ τὸν κοσμοκράτορα.

Θεὸν μόνον ἠγάπησας, καὶ Αὐτοῦ τῷ ῥήματι διηκόνησας, τὸν πλησίον ἀφειδήσασα, διωκτῶν μανίας τῆς παράφρονος.

λαρότητος πράξεσι, ἔργοις φιλαδέλφοις τε διαπρέψασα, τὸν Δεσπότην εὐηρέστησας, Πουδεντιανή σε τὸν δοξάσαντα.

Θεοτοκίον.

υπωθέντα τοῖς πταίσμασι, ῥείθροις με ἀπόπλυνον τῆς Σῆς χάριτος, ἵνα τόκον Σου τὸν ἄχραντον, μακαρίζω Κόρη ἀειπάρθενε.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Κόσμου ἔξω ἐγένου, Χριστὸν ἀγαπήσασα τὸν μόνον Κύριον, καὶ Αὐτῷ συνήφθης, παρθενίας χιτῶνα τὸν ἄσπιλον, θείου μαρτυρίου, ῥοαῖς αἱμάτων μυριπνόων, Ἀθληφόρε προθύμως φοινίξασα.

Λαμπρυνθεῖσα τῇ αἴγλῃ, τῆς παρθενικῆς σου φαιδρᾶς ὡραιότητος, κάλλει ὑπερκάλλῳ, μαρτυρίου σαφῶς ὑπερέλαμψας, ἥλιος καθάπερ, ἐν οὐρανῷ τῆς Ἐκκλησίας, Ὀρθοδόξων χορείας φωτίζουσα.

Μῦρον θεῖον καθάπερ, Χριστῷ προσενήνοχας τὴν χριστομίμητον, τῆς φιλευσπλαγχνίας, δι’ ἀγάπην καὶ πίστιν ἐπίδειξιν, καὶ τοῦ μαρτυρίου, αἷμα τὸ τίμιον· διό σε, Ἀθληφόρε αὐτὸς ἐθαυμάστωσεν.

Θεοτοκίον.

λασμὸς τοῖς ἀνθρώποις, γέγονεν ὁ τόκος Σου ὁ ὑπερύμνητος, τὴν ἀδαμιαίαν, καταλύσας ἀρχαίαν παράβασιν· ὅθεν ἐκ καρδίας, εὐχαριστίας Θεοτόκε, ἀναμέλπομεν ὕμνον τῇ δόξῃ Σου.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Νικηφοροῦσα λαμπρῶς, ἔργοις ἀξίοις τῆς πίστεως, σεμνὴ Πουδεντιανή, μερῖδος ἠξίωσαι, ἐν πόλῳ τῆς κρείττονος, ὑπερευχομένη, τῶν ἐν ὕμνοις εὐφημούντων σε.

Ξενότροπον βιοτήν, τῇ παρθενίᾳ ἐπέδειξας, Χριστοῦ Πουδεντιανή, ὡς πλήρης τοῦ ἔρωτος, καὶ τούτῳ συνήρμοσαι, διὰ μαρτυρίου, τοῦ ἐνδόξου ἀγωνίσματος.

λη ἐδείχθης καλή, ὅλη ὡραίαν παρέστησας, σαυτὴν Πουδεντιανή, παρθένων ἐν τάγματι, ἐκλάμψασα πρότερον, ὕστερον δ’ ἀθλήσει, ὑπὲρ φύσιν διαπρέψασα.

Θεοτοκίον.

Λαμπάδι τῇ νοητῇ, τῆς μητρικῆς εὐσπλαγχνίας Σου, παθῶν μου τὸν σκοτασμόν, τελείως διάλυσον, καὶ σῶσόν με Ἄχραντε, ἀνυμνολογοῦντα, τὸ μυστήριον τοῦ τόκου Σου

 

Κοντάκιον. Ἦχος δ΄. Τῇ ὑπερμάχῳ

Καλλωπισθεῖσαι ἀρεταῖς τῆς παρθενίας σου, ὡραιωθεῖσα, καλλοναῖς τοῦ μαρτυρίου σου, εἰς νυμφῶνα ἐδοξάσθης τῆς βασιλείας, τῶν Ἁγίων ταῖς χορείαις συγχορεύουσα, καὶ πρεσβείαις σου ἐν βίῳ προστατεύουσα, τῶν βοώντων σοι· Χαίροις Μάρτυς πανεύφημε.

Ὁ Οἶκος.

Ἡλικίας ἐκ πρώτης, τοῦ Κυρίου προθύμως, τοῖς ἴχνεσι πιστῶς ἐπελάβου, καὶ ἤνυσας Πουδεντιανή, θεοδρομίαν ἐν κόσμῳ ὑπέρλαμπρον, ζητοῦσα καὶ διώκουσα, τὰ μένοντα· διὸ βοῶμεν·

Χαῖρε, τὸ ἄνθος τῆς εὐσεβείας· χαῖρε, τὸ ῥόδον τῆς παρθενίας.

Χαῖρε, Ἀθληφόρων ὀλβία διάκονος· χαῖρε, τῶν Ἁγίων ὡραῖος διάκοσμος.

Χαῖρε, ἡ Χριστὸν τὸν Κύριον ἐρασθεῖσα ἐκ παιδός· χαῖρε, ἡ αὐτὸν κηρύξασα τοῖς ἀπίστοις εὐθαρσῶς.

Χαῖρε, ὅτι μετῆλθες παρθενίᾳ τὸν βίον· χαῖρε, ὅτι καθεῖλες μαρτυρίῳ τὸν ὄφιν.

Χαῖρε, λαμπὰς τῆς πίστεως ἄσβεστος· χαῖρε, φωστὴρ τῆς χάριτος πάμφωτος.

Χαῖρε, πιστῶν ἱερὰ προστασία· χαῖρε, ἡμῶν θαυμαστὴ ὁδηγία.

Χαίροις, Μάρτυς πανεύφημε.

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Πουδεντιανῆς.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Πᾶσα πνοή σε μακαρίζει, τοῦ Παντάνακτος τὴν νύμφην Ἀθληφόρε· μὴν οὖν παύσῃ Αὐτῷ, πρεσβεύουσα σωθῆναι, τοὺς ἀνυμνολογοῦντάς σε, εὐσεβῶς ἐν ἐγκωμίοις.

ώμην τὴν θείαν δεδεγμένη, κατετρόπωσας δαιμόνων παρατάξεις, καὶ ἐν Ῥώμῃ Χριστοῦ, τῆς πίστεως τὸ κράτος, ἐκράτυνας πανεύφημε, ἀρεταῖς τῆς εὐσεβείας.

Στήλη ἐδείχθης εὐψυχίας, ἐπαρκέσασα ταῖς χρείαις τῶν Μαρτύρων, καὶ αὐτῶν κοινωνός, ἐν τέλει γενομένη, βασάνων ἀλογήσασα, καὶ θανάτου Ἀθληφόρε.

Θεοτοκίον.

Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, ἐν τοῖς πάθεσιν ἀθλίως σκοτισθεῖσαν, καὶ φωτός με ἀεί, ἐνίσχυσον τὰ ἔργα, ἐργάζεσθαι Θεόνυμφε, ἵνα τύχω σωτηρίας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῶν ἀθετούντων, οἰκονομίαν τὴν θείαν, κατενίκησας ἐπάρσεις τὰς βλασφήμους, πολιτευσαμένη, ἀξίως τοῦ Σωτῆρος.

μνοις τιμῶμεν, τὴν ἀσεβείας τὸ κράτος, διαῤῥήξασα δι’ ἄθλων μαρτυρίου, Πουδεντιανή σε, Χριστοῦ Παρθενομάρτυς.

Φωταγωγίας, τῆς ἀνεσπέρου μετέσχες, Παρθενόαθλε σὺν πᾶσι τοῖς Ἁγίοις· διὸ ἡμῖν αἴτει, τὸ φῶς τῆς σωτηρίας.

Θεοτοκίον.

λον με πλῆσον, τῆς θεαυγοῦς χάριτός Σου, ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν μου, ἵνα Σε γεραίρω, τὴν κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Χορεῖαι Ἀσωμάτων ἐν οὐρανοῖς, ἐπὶ γῆς φιλεόρτων τὸ σύστημα, ἄξιον νῦν, ὕμνον σοι κροτοῦσιν ὅτι Χριστοῦ, ὀσμὴν εἰς μύρων ἔδραμες, καὶ τούτῳ συνήφθης μαρτυρικῶς, τοὺς ἄθλους τῶν Μαρτύρων, στεῤῥῶς μιμησαμένη, ὧνπερ ταῖς χρείαις διηκόνησας.

Ψαλμοῖς σε εὐφημοῦμεν οἱ εὐσεβεῖς, σὴν ἁγίαν τελοῦντες πανήγυριν· σὺ γὰρ πατρός, Ἀθλοφόρου ῥίζης ἐξ εὐκλεοῦς, σὺν αὐταδέλφοις σώφροσι, ἤνθησας ὡς ῥόδον μυρεψικόν, πληροῦσα εὐωδίας, τῆς χάριτος ἀπαύστως, τὴν Ἐκκλησίαν παμμακάριστε.

ράϊσας σοὺς πόδας ἐν τοῦ Χριστοῦ, τοῦ Σωτῆρος τῷ θείῳ θελήματι, καὶ πρὸς Αὐτόν, ἔσπευσας ἐν ζήλῳ μαρτυρικῷ· διὸ ἔχεις τὸν κλῆρόν σου, ἐν Αὐτοῦ νυμφῶνι τῷ μυστικῷ, θεώσεως τῇ αἴγλῃ, ἀστράπτουσα ἐκεῖθεν, καὶ Ἐκκλησίαν καταυγάζουσα.

Θεοτοκίον.

πέραγνε Μαρία τὸν Λυτρωτήν, δι’ ἡμᾶς ἀπειράνδρως ἐκύησας, δίχα τροπῆς, καὶ φυρμοῦ ὡς πάλαι οἱ θαυμαστοί, Προφῆται προεκήρυξαν· ὅθεν Σοὶ βοῶμεν χαρμονικῶς· Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, χαῖρε τὸ μέγα ἐγκαλλώπισμα.

 

Ἐξαποστειλάρια. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Πανοικεσίας ἁγίας, ἐδείχθης μέλος ἱερόν, τηρήσασα παρθενίαν, καὶ ἐναθλήσασα στεῤῥῶς· διὸ Χριστός σε δοξάζει, πανεύφημε εἰς αἰῶνας.

Πούδη κλεινοῦ Ἀθλοφόρου, θυγάτηρ ὤφθης ἐκλεκτή· μεθ’ οὗ ὡς Μάρτυς χορεύεις, ἐν παραδείσῳ τῆς τρυφῆς· ὑπὲρ ἡμῶν οὖν δυσώπει, τὸν Κύριον παῤῥησίᾳ.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Σήμερον ἀνέτειλε, τῇ οἰκουμένῃ ἡ μνήμη σου, ὡς ἀστὴρ φαεινότατος, ἐν ᾗ πιστοὶ ἅπαντες, ἐν ἀγαλλιάσει, Πουδεντιανή σε, ἀνευφημοῦμεν τῷ Θεῷ, ᾄδοντες δόξαν τῷ σὲ δοξάσαντι. Αὐτὸν οὖν καθικέτευε, ἐν παῤῥησίᾳ δεόμεθα, ἵνα εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς Κρίσεως.

 

Ἅπασαν τὴν μέριμναν, ἀναθεμένη ὡς πάνσοφος, ἐκ παιδὸς τῷ Κυρίῳ σου, Αὐτὸς κατηξίωσε, Πουδεντιανή σε, τὸν δρόμον τελέσαι, τῆς εὐσεβείας εὐκλεῶς, ἐν μαρτυρίου τῷ ἀγωνίσματι· διὸ ἀνευφημοῦμέν σε, τὴν ἱεράν σου ἐν ᾄσμασιν, ἐκτελοῦντες πανήγυριν, φιλεόρτων συστήματα.

 

Χάριτος τῆς ἄνωθεν, ἡ δυναστεία ἀνέδειξε, ἀληθῶς θεοσήμαντον, ἀμνάδα τοῦ Κτίσαντος, Πουδεντιανή σε, καθηγιασμένην, ἐθελοθύτως τῇ σφαγῇ, τοῦ μαρτυρίου τῆς θείας πίστεως. Ἀλλ’ ὡς πλουτοῦσα μείζονα, τὴν παῤῥησίαν ἱκέτευε, τὸν Θεὸν ἡμᾶς σώζεσθαι, τοὺς εὐφήμως τιμῶντάς σε.

 

Πράξεσι ἐμπρέψασα, φιλαδελφίας ἐκ πίστεως, σὺν Πραξέδῃ τῇ σώφρονι, σεπτῇ αὐταδέλφῳ σου, ἐν Μαρτύρων δόμοις, ἀτέρμονα ἔχεις, τὴν κατοικίαν μετ’ αὐτῆς, ἐν μαρτυρίῳ ὡς ἀριστεύσασα· μεθ’ ἧς ἀπαύστως πρέσβευε, τῷ σῷ Νυμφίῳ δωρήσασθαι, τῶν πταισμάτων τὴν ἄφεσιν, τοῖς πιστῶς σε γεραίρουσι.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Πᾶσα γλῶσσα κινείσθω πρὸς ὑμνῳδίαν, τῆς Ἀθληφόρου καὶ παρθένου· φιλέορτοι πάντες, πίστει ὁμονοοῦντες, πανοικεσίας εὐκλεοῦς, τὸ παρθενόφυτον ῥόδον, Πουδεντιανὴν τὴν ὀλβίαν, εὐφημίαις στεφανώσωμεν. Ἀθλοφόρου γὰρ πατρός, τίμιον βλάστημα ὑπάρχουσα, καὶ φιλαδελφίας ἐν Χριστῷ, τοῖς ἔργοις ἀνθηφορήσασα, μαρτυρικῶς τῇ Ἐκκλησίᾳ διέπνευσε, τὴν εὐωδίαν τῆς πίστεως, εἰς αἰῶνας εὐφραίνουσα, τῶν εὐσεβῶν τὰς χορείας, καὶ πρεσβεύουσα τῷ ἐν Τριάδι Θεῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ἐν ἀγαλλιάσει πνευματικῶς, Πουδεντιανή σε, εὐφημοῦμεν οἱ εὐσεβεῖς, ὅτι τῶν Μαρτύρων, διάκονος δειχθεῖσα, αὐτῶν κατηξιώθης, γενέσθαι μέτοχος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου