Παρασκευή 24 Μαΐου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 19. ΟΣΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΠΑΤΜΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΘ΄.
ΑΜΦΙΛΟΧΙΟΣ ΟΣΙΟΣ ΠΑΤΜΟΥ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
(μητροπολίτου Ῥόδου Κυρίλλου Κογεράκη)



ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Συνέλθωμεν σήμερον πιστοί, εὐσεβῶς γεραίροντες, τὸν ἱερὸν Ἀμφιλόχιον, Πάτμου τὸ καύχημα, τὸν ἐν τοῖς ὑστέροις, τὸν Θεὸν δοξάσαντα, ὁσίας πολιτείας τοῖς σκάμμασι, καὶ χάριν βλύζοντα, χαρισμάτων ἀπειρόδωρον, ἐκ τῆς θήκης αὐτοῦ τοῖς προστρέχουσιν.

Ὡς κρίνα μυρίπνοα ἀγροῦ, ἐκ τοῦ τάφου ὤφθησαν, Πάτερ σοφὲ τὰ ὀστέα σου, κατὰ τὸ λόγιον, εὐωδίαν θείαν, ὑπὲρ φύσιν πνέοντα, ἧς χάριτος Θεός σε ἠξίωσεν, ὁ πολυεύσπλαγχνος· Ὃν δυσώπει Ἀμφιλόχιε, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Ὡς ἔχων συμπάθειαν πολλήν, ἴδε Ἀμφιλόχιε, τοὺς προσιόντας ἐκ πίστεως, τῇ τῶν λειψάνων σου, ὑπερτίμῳ θήκῃ, καὶ αὐτοῖς ἑκάστοτε, χορήγει δαψιλῶς τὰ αἰτήματα, πάντων ἰώμενος, ἐνεργείᾳ τῶν θαυμάτων σου, ἀῤῥωστίας ψυχῆς τε καὶ σώματος.

Εὐφραίνεται σήμερον λαμπρῶς, Πάτερ Ἀμφιλόχιε, ἡ θεοσύλλεκτος ποίμνη σου, πανηγυρίζουσα, ἑορτὴν τὴν θείαν, τῶν σεπτῶν λειψάνων σου, καὶ χάριν ἀπαντλοῦσα σωτήριον, ἐκ τούτων Ὅσιε, μεγαλύνει τὸν Φιλάνθρωπον, τὸν ἐν γῇ σε καὶ πόλῳ δοξάζοντα.

Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ Ἀμφιλόχιε, ὡς καθαρὸς τῇ ψυχῇ, παρὰ Κυρίου δοξασθείς, τὰ θεῖά σου λείψανα, ὡς ἰαμάτων πηγήν, τοῖς εὐσεβέσι δέδωκας· ὅθεν σήμερον αὐτῶν, τὴν ἐκ τοῦ τάφου ἐκκομιδήν, ἐν κατανύξει ἑορτάζοντες, τὸν ἐν Τριάδι Θεὸν μεγαλύνομεν, τὸν διὰ σοῦ παρέχοντα ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει Σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω Σε.



Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ
Τὴν ἀνακομιδήν, τελοῦντες ἐκ τοῦ τάφου, τῶν θείων σου λειψάνων, λαμβάνομεν τὴν χάριν, ἐκ τούτων Ἀμφιλόχιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Τέρπεται ἡ Μονή, τῆς τοῦ Ἠγαπημένου, Μητρὸς τὰ λείψανά σου, ὡς θησαυρὸν πλουτοῦσα, ἐν κόλποις Ἀμφιλόχιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Βρύει ὥσπερ πηγή, τῆς χάριτος τὰ ῥεῖθρα, λειψάνων σου ἡ λάρναξ, πιστῶν εἰς εὐφροσύνην, θεόφρον Ἀμφιλόχιε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα· ταῖς τοῦ Ἀμφιλοχίου, πρεσβείαις τὸν λαόν Σου, ἐκ πάσης ῥύου θλίψεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χαίροις ὁ τοῦ Χριστοῦ, Σταυρὸς ὁ ζωηφόρος, τὸ τραῦμα τῶν δαιμόνων, πιστῶν ἡ προστασία, καὶ Ἐκκλησίας καύχημα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Λειψάνων σου τιμίων τὴν λάρνακα κυκλοῦντες, ἀνακομιδῆς σου τὴν μνήμην, φαιδρῶς ἐπιτελοῦμεν, καὶ χάριν θαυμάτων ἐξ αὐτῆς, λαμβάνοντες εἰς ἴασιν παθῶν, Ἀμφιλόχιε ὑμνοῦμέν σε οἱ πιστοί, κραυγάζοντες γηθοσύνως· δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Μητρὸς Ἠγαπημένου Μονῆς τὸν καθηγέτην, τὸν ἀγγελικῶς ἐν τῇ Πάτμῳ, τὸν βίον μετελθόντα, ἀρτίως τὸν λάμψαντα ἡμῖν, ὡς πάμφωτον φωστῆρα ἀρετῆς, Ἀμφιλόχιον τὸν Ὅσιον εὐσεβῶς, τιμήσωμεν ἐκβοῶντες· Δόξα τῷ σὲ ἐκλέξαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ'. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἱρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι, πάντα τὰ πέρατα· ἐκδειματοῦνται, δαίμονες ἅπαντες· Ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾽ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

Ὢ τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον, δι᾽ οὗ πρὸς Θεόν, πάντες εἱλκύσθημεν, καὶ κατεπόθη, εἰς τέλος θάνατος, Ὢ ξύλον ἄχραντον! ὑφ᾽ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.

Ὢ τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα· ἐν τούτῳ ἔθνη, βάρβαρα ἥτηνται· ἐν τούτῳ σκῆπτρα, ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι᾽ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.

Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σήμερον ἀγάλλεται, ἡ Ἐκκλησία καὶ χαίρει, ἑορτὴν ὑπέρλαμπρον, Πάτερ Ἀμφιλόχιε ἑορτάζουσα, τὴν ἐκ τοῦ μνήματος, τῶν σεπτῶν ὀστῶν σου, μακαρίαν ἀνακόμισιν, καὶ μεγαλύνουσα, ἐν φωναῖς αἰσίαις τὸν Κύριον, κηρύττει τὰ θαυμάσια, τῆς ἀγγελικῆς πολιτείας σου, δι’ ἧς ἐγνωρίσθης, ἐν χρόνοις τοῖς ὑστέροις ἀληθῶς, Θεοῦ θεράπων οὐράνιος, καὶ πιστῶν διδάσκαλος.

Βίον ἐπουράνιον, πολιτευθεὶς τῇ ἀσκήσει, οὐρανῶν κατώκησας, Πάτερ Ἀμφιλόχιε ἐν σκηνώμασι· πλοῦτον δὲ ἔλιπες, ἡμῖν τοῖς ἐν κόσμῳ, τὰ πανέντιμά σου λείψανα, ὧν προσπτυσσόμενοι, ἐν ἀγαλλιάσει τὴν λάρνακα, θαυμάτων σου τῆς χάριτος, τῆς ὑπερφυοῦς ἀπολαύομεν, καὶ δοξολογοῦμεν, Θεὸν τὸν ἐν Ἁγίοις θαυμαστόν, Ὃν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Πάτερ Ἀμφιλόχιε, τῇ ἐν ἀσκήσει ζωῇ σου, τοῦ Ἁγίου Πνεύματος, δαψιλῶς ἀπέλαβες τὰ χαρίσματα· ὅθεν δοξάζων σε, ὡς ἡγιασμένον, ὁ Θεὸς καὶ μετὰ θάνατον, πηγὴν θεόβρυτον, ἄλλην Σιλωὰμ ἀπειργάσατο, τὴν θήκην τῶν λειψάνων σου, χύδην ἰαμάτων πηγάζουσα, ἀπαύστως ταὰ ῥεῖθρα, εἰς ἴασιν τραυμάτων τῆς ψυχῆς, καὶ νοσημάτων τοῦ σώματος, ἐκ τῶν προσιόντων σοι.

Δόξα. Ἦχος δ’.
Ὅσιε Πάτερ Ἀμφιλόχιε, νόμῳ θανόντων, ἐν γῇ κατατεθείς, ἐκεῖθεν ὡς ἀστὴρ φωταυγής, διὰ τῶν λειψάνων σου ἀνέτειλας, καὶ τῷ φωτὶ τῶν θαυμάτων σου, τοὺς πιστοὺς λαμπρύνεις ὑπὲρ ἔννοιαν· οὐκ ἔδει σε γὰρ Ἅγιε, τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι, ἀλλ’ ἐν τῇ λυχνίᾳ τεθῆναι, ὡς ἔφη ὁ δοξάσας σε Κύριος. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, Ἐκκλησιῶν εὐσταθείας, καὶ σωτηρίας τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Φωτολαμπὴς ἀστέρων τύπος, προεδείκνυε Σταυρέ, τρόπαιον νίκης εὐσεβεῖ ἄνακτι τῷ πάνυ· οὗ ἡ μήτηρ Ἑλένη ἀνευραμένη, κοσμοφανῆ πεποίηκε· καὶ σὲ σήμερον ἀνυψοῦντες τῶν πιστῶν αἱ χορεῖαι κραυγάζομεν· Φώτισον ἡμᾶς τῇ ἐλλάμψει σου, Σταυρὲ ζωηφόρε· ἁγίασον ἡμᾶς τῇ ἰσχύϊ σου, πανσέβαστε Σταυρέ· καὶ κράτυνον ἡμᾶς, τῇ ὑψώσει σου, ὑψούμενος πρὸς παράταξιν ἐχθρῶν.

Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσως τὸ Ἀνάγνωσμα (Κεφ. ΜΘ΄, 29-33)
Εἶπεν Ἰακὼβ τοῖς υἱοῖς αὐτοῦ· ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου, ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν γῇ Χαναάν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψα Λείαν ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ. καὶ κατέπαυσεν ᾿Ιακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. ΙΓ΄ 19-22)
Ἔλαβε Μωυσῆς τὰ ὀστᾶ Ἰωσὴφ μεθ᾿ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισε τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς Κύριος καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ᾿ ὑμῶν. ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον. ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· οὐκ ἐξέλιπε δὲ ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α’.
Εὐφραίνεται ἐν Κυρίῳ, Ἠγαπημένου τῆς Μητρὸς ἡ Μονή, ἣν ἀγῶσι σὺν πόνοις ἀνέστησας, καὶ τῆς ἀσκητικῆς πολιτείας, κυπρίζουσαν ἄμπελον ἀνέδειξας, Ὅσιε Πάτερ Ἀμφιλόχιε· ἰδοὺ γὰρ τὴν τιμίαν σου λάρνακα, ὡς μυστικὴν κιβωτὸν ἁγιάσματος, ἐν κόλποις κατέχουσα, ἐκ ταύτης ἀπολαμβάνει, τῆς δεδομένης σοι χάριτος· ὅθεν ταύτην σήμερον, ἐν ἀγαλλιάσει περικυκλοῦσα, πνευματικῶς πανηγυρίζει, ἐν τῇ ἀνακομιδῇ τῶν λειψάνων σου, καὶ μεγαλύνει τὸν Θεόν, τὸν ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ, ἡγιασμένον σε ἀναδείξαντα.

Θαυμάτων ῥεῖθρα ἀναβλύζων, καὶ ἰαμάτων νάματα προχέων, ἐκ τοῦ τάφου ἀνεκομίσθη, ἡ σορὸς τῶν λειψάνων σου, Ἀμφιλόχιε Πάτερ Ὅσιε· ἐν οὐρανοῖς γὰρ δοξασθείς, ὡς Θεοῦ θεράπων γνησιώτατος, ταύτην ἡμῖν δέδωκας, τὰ σήμαντρα τῆς ἁγιότητος φέρουσαν, καὶ πάντας εὐφραίνουσαν, τῇ εὐωδίᾳ τῆς χάριτος· οὐ γὰρ ἐπαύσω μετὰ πότμον, ὡς πατὴρ στοργικώτατος, τῆς σωτηρίας ἡμῶν προμηθούμενος· ὅθεν σήμερον εὐσεβῶς, ἑορτὴν συγκροτοῦντές σοι, τὰ θαυμάσιά σου κηρύττομεν, καὶ δοξάζομεν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀσκητικῇ συντονίᾳ, εὐαγγελικῶς πολιτευσάμενος, καὶ ὑπὲρ τῆς σωτήριας τῶν πολλῶν, ἄχρι γήρατος κοπιάσας, ἐν μετοχῇ θεώσεως, τῆς Βασιλείας τῶν οὐρανῶν, ἐν αὐλαῖς κατεσκήνωσας· διὸ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ὡς ἡγιασμένον μακαρίζει σε, καὶ τῶν λειψάνων σου τῇ σορῷ, τιμὴν ὁσίαν ἀπονέμουσα, εὐχαρίστως κραυγάζει σοι· Ἀμφιλόχιε Πάτερ, μοναζόντων ἀγλάϊσμα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ὑμνούντων σε.

Ὡς θησαυρὸν πολύτιμον, τῶν δωρεῶν τοῦ Πνεύματος, τὴν θήκην τῶν λειψάνων σου, ὁ ἐπὶ πάντων ἀνέδειξε Θεός, Ἀμφιλόχιε Ὅσιε. Σὺ γὰρ ἀσκητικῶς, τῶν ἀρετῶν τοὺς χαρακτῆρας, σεαυτῷ ἐμμορφώσας, τὸ πολίτευμά σου, ἐν οὐρανοῖς ἀπεγράψω, καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων, τὴν δόξαν ἐκληρονόμησας· ὅθεν σήμερον οἱ πιστοί, αὐτῇ προσπελάζοντες, ψυχῶν τε καὶ σωμάτων, ἁγιασμὸν λαμβάνομεν, καὶ ἀνυμνοῦμεν τὸν Χριστόν, τὸν ἀθανασίας σε, τῇ δόξῃ δοξάσαντα.

Δόξα. Ἦχος πλ. α’.
Τὸν ἐν μονασταῖς ἰσάγγελον, καὶ ἐν ἱερεῦσι θαυμάσιον, Εὐαγγελίου τὸ ἀπάνθισμα, εὐσεβείας τὸν πρόβολον, καὶ μετανοίας διδάσκαλον, Ἀμφιλόχιον μακαρίσωμεν. Οὗτος γὰρ ἀρετῶν ἐν ὀχήματι, ὡς Ἠλίας ὁ ζηλωτής, ἁρματηλάτης ἀπὸ γῆς, ἀρθεὶς πρὸς τὰ οὐράνια, ὡς ἄλλην μηλωτὴν κατέλιπεν ἡμῖν, τὴν λάρνακα τῶν λειψάνων αὐτοῦ, ἐνεργοῦσα τὰ τεράστια· ὅθεν σήμερον αὐτῇ, πίστει παρεστῶτες, ὁμοφώνως βοήσωμεν· Ὁσιώτατε Πάτερ, μὴ ἐπιλάθη τῶν τιμώντων σε, ἀλλὰ πρέσβευε τῷ ἐν Τριάδι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός
Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Δεῦτε, ἱερώτατην πιστοί, χορείαν πάντες ὁμοφώνως στησώμεθα, αἰνοῦντες ἐν μιᾷ γλώσσῃ, τὸν ἐν Τριάδι Θεόν, τὸν ἐν τοῖς Ἁγίοις δοξαζόμενον· αὐτὸς γὰρ ὡς εὔσπλαγχνος, ἐν ἐσχάτοις ἀνέδειξε, τῇ Ἐκκλησίᾳ, εὐσεβείας ἐκφάντορα, καὶ διδάσκαλον, τὸν σοφὸν Ἀμφιλόχιον· οὗπερ τῇ θείᾳ λάρνακι, πιστῶς προσπελάζοντες, καὶ ὑποκλίνοντες ταύτῃ, ἐν κατανύξει τὰ γόνατα, λαμβάνομεν χύδην, δωρεὰς τὰς σωτηρίους, τῆς θείας χάριτος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν μοναζόντων κανών, καὶ ἱερὲων χαρακτὴρ καὶ παράδειγμα, ὁ βίῳ ἡγιασμένῳ, τῆς Βασιλείας λαβών, παρὰ τοῦ Κυρίου τὸ δηνάριον· Χριστοῦ ὁ τὰ λόγια, ἐν ἐσχάτοις τοῖς ἔτεσι, πιστῶς πληρώσας, καὶ διδάσκαλος πάνσοφος, πρὸς εὐσέβειαν, τοῖς ἀνθρώποις γενόμενος. Πάντων οὖν Ἀμφιλόχιε, τῶν πόθῳ ὑμνούντων σε, καὶ προσιόντων τῇ θήκῃ, τῶν παναγίων λειψάνων σου, τ σῇ ἀντιλήψει, βοηθὸς καὶ ἀντιλήπτωρ, ἐν βίῳ φάνηθι.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίρει, πνευματικῶς ἡ Μονή, Ἠγαπημενοῦ τῆς Μητρὸς Ἀμφιλόχιε, ἐν κόλποις τῶν σῶν λειψάνων, τὴν παναγίαν σορόν, ὥσπερ πλοῦτον θεῖον θησαυρίζουσα· ἐν ταύτῃ γὰρ Ὅσιε, ἡ σωτήριος χάρις σου, θείᾳ προνοίᾳ, ἀνεκφοίτητος μένουσα, τῶν θαυμάτων σου, ἐνεργεῖ τὰ παράδοξα, πάντας ἀεὶ εὐφραίνουσα, τοὺς πίστει προστρέχοντας, καὶ μεγαλύνοντας Πάτερ, τὸν σὲ δοξάσαντα Κύριον. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Εὐαγγελικῶς πολιτευσάμενος, καὶ τῶν πάλαι Ὁσίων, τὸν βίον ἰχνηλατίσας, τῆς εὐκταίας φωνῆς, τοῦ Δεσπότου κατηξίωσαι, Ἀμφιλόχιε Πάτερ Ὅσιε· διὸ αὐτὸς καὶ τὰ λείψανά σου, Πνεύματι Ἁγίῳ καθηγίασεν, ἐκφαίνοντα ἡμῖν, τὴν δόξαν τῆς αἰωνίου ζωῆς· ὅθεν σήμερον αὐτῶν, τὴν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, ἐξ αὐτῶν δωρεάς, θαυμάτων κομιζόμεθα, καὶ μεγαλύνομεν Θεόν, τὸν θαυμαστὸν ἐν σοὶ παμμακάριστε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ, τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Λειψάνων σου τιμίων τὴν λάρνακα κυκλοῦντες, ἀνακομιδῆς σου τὴν μνήμην, φαιδρῶς ἐπιτελοῦμεν, καὶ χάριν θαυμάτων ἐξ αὐτῆς, λαμβάνοντες εἰς ἴασιν παθῶν, Ἀμφιλόχιε ὑμνοῦμέν σε οἱ πιστοί, κραυγάζοντες γηθοσύνως· δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Μητρὸς Ἠγαπημένου Μονῆς τὸν καθηγέτην, τὸν ἀγγελικῶς ἐν τῇ Πάτμῳ, τὸν βίον μετελθόντα, ἀρτίως τὸν λάμψαντα ἡμῖν, ὡς πάμφωτον φωστῆρα ἀρετῆς, Ἀμφιλόχιον τὸν Ὅσιον εὐσεβῶς, τιμήσωμεν ἐκβοῶντες· Δόξα τῷ σὲ ἐκλέξαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέφανεν ἰδού, εὐφροσύνης ἡμέρα, ἡ ἀνακομιδή, τῶν σεπτῶν σου λειψάνων, καὶ ταύτην ἑορτάζοντες, οἱ πιστῶς ἐκβοῶμέν σοι· Ἀμφιλόχιε, θεομακάριστε Πάτερ, καθικέτευε, τὸν σὲ δοξάσαντα Λόγον, ὑπὲρ τῶν ὑμνούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα· ἀλλ’ ἐπίβλεψον, ἐπὶ τὴν σὴν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ’ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ἀκολουθήσας ἐκ παιδὸς τῷ Κυρίῳ, καὶ ἀρεταῖς ἀσκητικαῖς διαπρέψας, ἐν οὐρανοῖς κατέπαυσας, τῶν κάτω μεταστάς, ἡμῖν δὲ κατέλιπες, τὰ σεπτὰ λείψανά σου, θαυμαστῶς ἐκφαίνοντα, οἵας ἔτυχες δόξης, καὶ τοῖς πιστοῖς παρέχοντα ἀεί, χάριτος δόσεις, σοφὲ Ἀμφιλόχιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν· δόξα τῇ θείᾳ, Σταυρώσει σου Κύριε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὰ θεῖά σου λείψανα ὡς θησαυρὸν τιμαλφῆ, ἐν κόλποις κατέχουσα ἡ εὐαγής σου Μονή, σοφὲ Ἀμφιλόχιε, αἴνεσιν ἀναπέμπει, τῷ Κυρίῳ καὶ δόξαν, ὅτι ἀνέδειξέ σε, ἐν καιροῖς τοῖς ἐσχάτοις, φωστῆρα τῶν πιστῶν ἀπλανῆ, καὶ θεῖον διδάσκαλον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν σοὶ τρισμακάριστε καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι πανηγυρίζουσι νῦν, ἀΰλων σὺν τάγμασι· τάξεις ἀρχιερέων, εὐσεβῶς ἀνυμνοῦσι· πλήθη τῶν μοναζόντων, εὐλαβῶς προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα, πάντες δοξάζομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ζήτει τῇ ΙΖ’ Ἰανουαρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὅσιε Πάτερ, Ἀμφιλόχιε μακάριε, θαυματόβρυτον πηγήν, τὴν σορὸν τῶν λειψάνων σου, ὁ Θεὸς ἀνέδειξε, θαύματα ἐνεργοῦσαν, πάθη ἀποσοβοῦσαν, καὶ νοσήματα διώκουσαν· ὅθεν ἡμῖν τοῖς προστρέχουσι, τὰς δωρεάς σου ἀφθόνως χορήγει, καὶ ῥύου τὴν ζωὴν ἡμῶν, ἐκ πάσης ἐπιβουλῆς καὶ θλίψεως.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Τοῦ ἀνεσπέρου φωτισμοῦ πληρούμενος, ἐν ταῖς αὐλαῖς τῆς ζωῆς, καὶ κοινωνῶν δόξης, τῆς ὑπὲρ κατάληψιν, τῇ γλώττῃ λόγον αἴτει μοι, εὐφημῆσαι τολμῶντι, τὴν ἀπὸ γῆς τῶν λειψάνων σου, ἀνακομιδὴν Ἀμφιλόχιε.
Τοῖς ἐν ἀσκήσειν κραταιοῖς ἀγῶσί σου, ὡς καθαγνίσας τὸν νοῦν, τῆς θεογνωσίας, Πάτερ Ἀμφιλόχιε, ἐπλήσθης τοῖς χαρίσμασι, καὶ διδάσκαλος θεῖος, τῷ Ὀρθοδόξῳ πληρώματι, χάριτος Θεοῦ πεφανέρωσαι.
Ἀπὸ νεότητος Θεῷ ἑπόμενος, ταῶν ἀρετῶν φωταυγές, ἀνεδείχθης σκεῦος, Πάτερ Ἀμφιλόχιε· διὸ ἐκληρονόμησας, τὴν ἀείζωον δόξαν, καὶ ἐκ τῶν θείων λειψάνων, βλύζεις τοῖς πιστοῖς, χάρις ἄφθονον.
Ὡς ἁγιάσματος πηγὴν τὴν λάρνακα, περικυκλοῦντες τὴν σήν, μακαρίζομέν σε, Πάτερ Ἀμφιλόχιε· ἐκ ταύτης γὰρ τὰ νάματα, τῶν θαυμάτων πηγάζεις, καὶ θεραπεύεις νοσήματα, ἐκ τῶν εὐσεβῶς προσιόντων σοι.
Ἠγαπημένου τῆς Μητρὸς γεραίρει σε, ἐν τῇ Πάτμῳ Μονῇ, μυροθήκην Πάτερ, τὴν σορόν σου ἔχουσα, ἐκχέουσαν τοῦ Πνεύματος, τὴν τερπνὴν εὐωδίαν, διηνεκὲς εἰς μαρτύριον, οἵας ἐκ Θεοῦ δόξης ἔτυχες.
Θεοτοκίον.
Καινοτομοῦνται Μαριὰμ πανάχραντε, νόμοι ἐν Σοὶ ἀληθῶς· Σὺ γὰρ ἀπειράνδρως, τοῦ Πατρὸς συνέλαβες, τὸν Λόγον ἐν κοιλίᾳ Σου, καὶ παρθένος ἐν τόκῳ, καὶ μετὰ τόκον διέμεινας· ὢ τῶν ὑπὲρ νοῦν μεγαλείων Σου!












ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Καταφρονήσας ὁλικῶς, αῶν ἐπὶ γῆς φθειρομένων, μοναζόντων ἐνεδύσω τὸ σχῆμα, καὶ ἐβίωσας ἐν γῇ, ὁσίως Ἀμφιλόχιε· διὸ καὶ ἐδοξάσθης, ἐπουρανίοις χαρίσμασιν.
Ἀκολουθήσας τῷ Χριστῷ, ἐκ νεαρᾶς ἡλικίας, τῇ ἀσκήσει θεοφόρος ἐδείχθης, Ἀμφιλόχιε σοφέ, καὶ τῶν πιστῶν διδάσκαλος, αὐτοὺς καθοδηγήσας, πρὸς εὐσεβείας ἐπίδοσιν.
Νόμῳ θανόντων ὑπὸ γῆν, κατατεθεὶς τῷ σαρκίῳ, τοῖς τιμίοις σου λειψάνοις ἐκεῖθεν, Ἀμφιλόχιε σοφέ, καὶ πάλιν ἐπεδήμησας, τῇ λογικῇ σου ποίμνῃ, αὐτῇ βραβεύων τὰ κρείττονα.
Ἐκ τῆς σοροῦ σου τὰς πηγάς, ποταμηδὸν ἀναβλύζων, τῶν θαυμάτων Ἀμφιλόχιε μάκαρ, καταρδεύεις μυστικῶς, τὸν Ἰσραὴλ τῆς χάριτος, Χριστοῦ τὴν Ἐκκλησίαν, ἐν ἐγκωμίοις τιμῶσάν σε.
Ἠγαπημένου τῆς Μητρός, ἐν τῇ Μονῇ ἡ σὴ λάρναξ, ὥσπερ λύχνος ἐν λυχνίᾳ τεθεῖσα, Ἀμφιλόχιε σοφέ, ἐκεῖθεν τῶν χαρίτων σου, τὸ φῶς ἐξανατέλλει, τῆς Ἐκκλησίας τοῖς πέρασιν.
Θεοτοκίον.
περφυῶς τὸν τοῦ Πατρός, Λόγον ἐν χρόνῳ τεκοῦσα, μητρικῇ Σου παῤῥησίᾳ, δυσώπει Αὐτόν, Μῆτερ ἐκτενῶς, ἵνα τὸ πῦρ ἐκφύγωμεν, τῆς ζοφερᾶς γεέννης, οἱ προσκυνοῦντες τὸν τόκον Σου.

Κάθισμα. Ἦχος α’. Ταὸν τάφον Σου Σωτήρ.
Ζωῆς τῆς ὑπὲρ νοῦν, ὡς πανεύοσμα ῥόδα, ὑπάρχουσιν ἡμῖν, τὰ σεπτὰ λείψανά σου, θεόφρον Ἀμφιλόχιε, τῶν Ἀγγέλων συνόμιλε, οἷς προστρέχοντες, τὴν μυστικὴν εὐωδίαν, ὀσφραινόμεθα, τῶν πολλαπλῶν σου χαρίτων, Θεὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν· τοῦτον φύλαξα, καὶ βοηθὸν ἐξαιτοῦμεν, καὶ πίστει δοξάζομεν.












ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Τῶν μοναστῶν, ἔμψυχον ὤφθης παράδειγμα, ἱερέων, τύπος ἐχρημάτισας, καὶ τῶν θελόντων δι’ ἀρετῆς, τῷ Θεῷ δουλεύειν, σοφὸς ἐγένου διδάσκαλος· δι’ ἔργων σου καὶ λόγων, Ἀμφιλόχιε Πάτερ, ῥητορεύσας τὸν λόγον τῆς πίστεως.
Ἐν τῇ Μονῇ, τοῦ Θεολόγου διέπρεψας, ὡς θεράπων, τοῦ Θεοῦ πιστότατος, καὶ εὐδοκίᾳ τῇ θεϊκῇ, αὐτῆς ἀνεδείχθης, οἰακοστρόφος πολύπειρος, ἐν χρόνοις δυσχειμέροις, δυναστῶν ἀλλοδόξων, τῆς δουλείας σοφὲ Ἀμφιλόχιε.
Ἤρθης ἐκ γῆς, ταῖς ἀρεταῖς ἐποχούμενος, πρὸς τὸ θεῖον, ὕψος τῆς θεώσεως· τοῖς δὲ λειψάνοις σου μεθ’ ἡμῶν, τῶν πιστῶν σου τέκνων, μένεις ἀεὶ Ἀμφιλόχιε· διό σε εὐφημοῦμεν, κατὰ χρέος ἐν ὕμνοις, ὡς πατέρα ἀγάπης ἀνάπλεων.
Θύσας σαυτόν, θῦμα Κυρίῳ εὐπρόσδεκτον, τῇ ἀσκήσει, Πάτερ Ἀμφιλόχιε, ἀντιμισθίαν ἐν οὐρανοῖς, ἄφθαρτον ἐκτήσω, ὡς ἡ σορὸς τῶν λειψάνων σου, κηρύττει ἀσιγήτως, ἀπελαύνουσα πάθη, ἐξ ἀνθρώπων ψυχῆς τε καὶ σώματος.
Ἀπὸ τῆς γῆς, εὐωδιάζοντα ὤφθησαν, τὰ ὀστᾶ σου, Πάτερ Ἀμφιλόχιε, ὁ θησαυρίσας τῆς Μητρός, τοῦ Ἠγαπημένου, νῦν ἡ Μονὴ ἐπαγάλλεται· αὐτὴν οὖν μὴ ἐλλίπῃς, ταῖς εὐχαῖς σου στηρίζων, καὶ φυλάττων ἀπαύστως ἐκ θλίψεων.
Θεοτοκίον.
άβδῳ τῆς Σῆς, ὑπερφυοῦς ἀντιλήψεως, σωτηρίας, πρὸς νομάς με ἴθυνον, τὸν πλανηθέντα, Μῆτερ ἁγνή, ἐν ταῖς ἀνοδίαις, τῶν φιληδόνων ὀρέξεων· Σὲ γὰρ ἐπικαλοῦμαι, τὴν ἀμόλυντον νύμφην, τοῦ Θεοῦ καὶ Δεσπότου τῆς κτίσεως.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Τῇ ἐκκομιδῇ, ἐκ τοῦ τάφου τῶν λειψάνων σου, συγκροτήσαντες νῦν πόθῳ ἑορτήν, οἱ πιστοί σε εὐφημοῦμεν Ἀμφιλόχιε.
Χαίρεις τὴν χαράν, ἐν ὑψίστοις τὴν ἀτέρμονα, φυτοκόμος χρηματίσας ἀρετῶν, ἐν τῷ κόσμῳ, θεοφόρε Ἀμφιλόχιε.
Ἄνωθεν λαβών, Παρακλήτου τὴν ἐνέργειαν, ἐνεούργησας ἀνθρώπων τὰς ψυχάς, διδαχῶν σου τῷ ἀρότρῳ Ἀμφιλόχιε.
Χάρις τοῦ Θεοῦ, ἡ σκηνοῦσα ἐν τῇ θήκῃ σου, σωτηρίαν ἀπεργάζεται ψυχῶν, καὶ σωμάτων θεραπείαν Ἀμφιλόχιε.
Ἔσο βοηθός, ἀντιλήπτωρ καὶ ὑπέρμαχος, εὐπροσδέκτοις σου εὐχαῖς πρὸς τὸν Θεόν, τῇ Μονῇ σου εἰς αἰῶνας Ἀμφιλόχιε.
Θεοτοκίον.
δε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.


ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Σαρκὸς νεκρώσας ὁρμάς, ἀσκητικοῖς ἀγωνίσμασι, ἁγιωσύνης φαιδρόν, ἐπώφθης ἀνάκτορον· σὺ γὰρ Ἀμφιλόχιε, τῷ Θεῷ ἐν φόβῳ, ἐκ νεότητος ἐδούλευσας.
Ἀράμενος τὸν Σταυρόν, ὑπερμεγέθεις διήνυσας, ἀγῶνας ἐπὶ τῆς γῆς, καὶ πᾶσαν ἐνίκησας, δαιμόνων ἐπίθεσιν, ἐν Χριστοῦ τῷ κράτει, θεομάκαρ Ἀμφιλόχιε.
Λειψάνων σου ἡ σορός, ὡς ἰατρεῖον ἀδάπανον, ἀσθενειῶν χαλεπῶν, ἰᾶται τοὺς πάσχοντας, σοφὲ Ἀμφιλόχιε, καὶ ἐχθρῶν διώκει, ἀοράτων τὴν ἐνέργειαν.
Λειψάνων σου ἱερῶν, τὴν ἐκ τοῦ τάφου γεραίροντες, πιστῶς ἀνακομιδήν, σοφὲ Ἀμφιλόχιε, τῶν σῶν ἀντιλήψεων, τὴν μεγίστην χάριν, ἐκδεχόμεθα οἱ ἄθλιοι.
Ἐχέγγυον ἀληθές, τῆς κραταιᾶς προστασίας, Μονή σου ἡ εὐαγής, τὴν θήκην σου ἔχουσα, σοφὲ Ἀμφιλόχιε, ἐξ αὐτῆς λαμβάνει, εὐλογίας σου δωρήματα.
Θεοτοκίον.
Λαμπὰς ἡ φωτολαμπής, τοῦ μυστικοῦ ἀπαυγάσματος, τὸν φωτισμὸν τοῦ ἐκ Σοῦ, ἀδύτως ἐκλάμψαντος, ἀνάτειλον πάναγνε, τῇ ἐσκοτισμένῃ, ἐν τοῖς πάθεσι καρδίᾳ μου.

Κοντάκιον. Ἦχος πλ. δ’. Ταῷ φαεινῷ σου βίῳ.
Ἀσκητικοῖς ἀγῶσι, φαιδρύνας τὸν βίον σου, πρὸς οὐρανῶν ἀνέπτης, ἀθάνατον εὔκλειαν, τῷ ἀκτίστῳ τῆς θεαρχίας, προσομιλῶν, φωτὶ Ἀμφιλόχιε. Πρέσβευε ὑπὲρ ἡμῶν, τῶν προσπτυσσομένων, τὰ θεῖά σου λείψανα.
Ὁ Οἶκος.
Εὐφραίνεται Ἐκκλησίας, τὸ πλήρωμα τῇ σῇ δόξῃ, καὶ μεγαλῦνον Θεόν, ἀγαλλιάσει σοι ἀνακράζει· Πάτερ θεόφρον, Ἀποστόλων κοινωνέ, Ὁσίων ὁμόσκηνε, καὶ Δικαίων σύσκηνε, Ἀμφιλόχιε θαυμαστέ, ἐν οὐρανοῖς χορεύων, Χριστῷ παριστάμενος, μνημονεύων μὴ παύσῃ καὶ ἡμῶν, τῶν προσφερόντων σοι ὕμνους, καὶ προσπτυσσομένων, τὰ θεῖά σου λείψανα.










Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Ἀμφιλοχίου τοῦ ἐν Πάτμῳ, γενομένην ἐν ἔτει 1980ῳ.
Εὐωδίαν πνέοντα ζωῆς τῆς θείας,
ἐκ τοῦ τάφου ὤφθησαν τὰ λείψανά σου.
Ἀμφιλοχίοιο δεκάτῃ ἐνάτῃ φαάνθησαν ὀστέα γῆθεν.

Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον,
ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος.
Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν,
εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει.
Ἐννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Στῦλος ὡράθης φωτοφόρος, ἐγκρατείᾳ σου σαφῶς προσομιλήσας, Παρακλήτου πυρί, καὶ μοναστῶν ἡγήσω, βοώντων Ἀμφιλόχιε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὅλος αῷ θείῳ συνεκράθης, Ἀμφιλόχιε φωτὶ ταῖς ἀρεταῖς σου, καὶ ἀνέτειλας φῶς, ἀνέσπερον τῷ κόσμῳ, τῶν εὐσεβῶς τιμώντων σε, τὰς πορείας καταυγάζων.
Πάντες ἐκ πόθου προσιόντες, Ἀμφιλόχιε τοῖς θείοις σου λειψάνοις, πειρασμῶν συμφορῶν, κινδύνων νοσημάτων, καὶ θλίψεων ῥυόμεθα· διὸ ὕμνοις σε τιμῶμεν.
Δεῦτε τῇ θήκῃ τοῦ Ὁσίου, μετὰ πίστεως θερμῆς ὑποκλιθῶμεν, ἐκβοῶντες αὐτῷ· ἡγιασμένε Πάτερ, τῶν τέκνων σου μνημόνευε, ἑορτήν σοι συγκροτοῦντων.
Χάριν καὶ ῥῶσιν καὶ εἰρήνην, Ἀμφιλόχιε τῇ ποίμνῃ σου χορήγει, καυχωμένῃ τοῖς σοῖς, λειψάνοις καὶ βοώσῃ· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, τῆς Σῆς χάριτος ἀπλέτῳ φωταυγείᾳ, ἡ τοῦ κόσμου τὸ φῶς, Χριστὸν τὸν ζωοδότην, ὑπερφυῶς κυήσασα, εἰς ἀνθρώπων σωτηρίαν.

ᾨδὴ η’. Ταὸν Βασιλέα.
Τῆς ὀπτασίας, τῆς μυστικῆς ἠξιώθης, Ἀμφιλόχιε εὐχόμενος ἀπάυστως· διὸ καὶ δοξάζει, Θεὸς τὸ λείψανόν σου.
Ψυχῆς ταὸ σκάφος, ἀσκητικῶς προσορμίσας, Ἀμφιλόχιε Κυρίου τῷ λιμένι, θεώσεως θείας, γαλήνης ἀπολαύεις.
Τὰ ὀλβιοῦντα, πιστοὺς χαρίσμασι πλείστοις, Ἀμφιλόχιε θεόφρον λείψανά σου, τιμῶμεν αἰνοῦντες, τὸν θαυμαστώσαντά σε.
Μέμνησο πάντων, παρεστηκῶς τῷ Δεσπότῃ, Ἀμφιλόχιε τῶν σὲ ὑμνολογούντων, καὶ ἀσπαζομένων, λειψάνων τὴν κόνιν.
Ἠγαπημένου, Μητρὸς Μονὴν τὴν ἁγίαν, Ἀμφιλόχιε συντήρει εἰς αἰῶνας, ἁγιαζομένην, τιμίοις σου λειψάνοις.
Θεοτοκίον.
λον με πλῆσον, τῆς θεαυγοῦς χάριτος Σου, ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν μου, ἵνα Σε γεραίρω, τὴν κεχαριτωμένην.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Τῆς χάριτος δι’ ἔργων ἀσκητικῶν, στολισθεὶς τὸ λευκόχρουν ἱμάτιον, εἰς τῆς ζωῆς, ἔδραμες νυμφῶνα τὸν φωτεινόν, ἔνθα Χριστῷ παρίστασαι, μνημονεύων πάντοτε τῶν πιστῶς, τιμώντων σου τὴν θήκην, ὀστέων ταῶν ἁγίων, Θεοῦ θεράπον Ἀμφιλόχιε.
Ἐμπράκτου θεωρία κλῖμαξ σεπτή, μυστικῶς ἀνεδείχθη ὁ βίος σου· σὺ γὰρ σοφέ, τῷ Θεῷ ὡμίλησας δι’ αὐτῆς, καὶ παρ’ αὐτοῦ ἀπέλαβες, χάριν τὴν μεγίστην θαυματουργεῖν, ψυχῶν εἰς σωτηρίαν, τῶν κατασπαζομένων, τὴν λάρνακά σου Ἀμφιλόχιε.
Ἠλίαν τὸν Θεσβίτην ἀσκητικῶς, μιμησάμενος ζήλῳ τῷ βίῳ σου, παρὰ Θεοῦ, ἔλαβες πλουσίως τὴν δωρεάν, ἀποσοβεῖν νοσήματα, καὶ ἰᾶσθαι πάθη παντοειδῆ, ψυχῶν τε καὶ σωμάτων, ἐκ τῶν προσερχομένων, τῇ λάρνακί σου Ἀμφιλόχιε.
Μητρὸς Ἠγαπημένου ἡ εὐαγής, μακαρίζει σε Μάνδρᾳ χορεύουσα, τῇ ἱερᾷ, σήμερον ἐκ τάφου ἐκκομιδῇ, λειψάνων σου τῆς κόνεως,
ἑορτὴ κροτοῦσα πνευματικήν· αὐτὴν οὖν οὐρανόθεν, ἐν σπλάγχνοις φιλοστόργοις, ἀεὶ εὐλόγει Ἀμφιλόχιε.
Ὁσίων συνεκλάμπων ἐν οὐρανοῖς, τῷ χορῷ ὡς ἐκείνων ὁμότιμος, καὶ τῷ Θεῷ, δόξῃ ἀθανάτῳ παρεστηκώς, ταύτην ὡς εὐμενέστατος, τῶν ᾀσμάτων δέξαι τὴν προσφοράν, καὶ δίδου τὴν ψυχήν μου, εἰρήνην ταῖς εὐχαῖς σου, Ὅσιε Πάτερ Ἀμφιλόχιε.
Θεοτοκίον.
πέραγνε Παρθένε τὸν Λυτρωτήν, ἀπειράνδρως ἐν χρόνῳ ἐκύησας, ὥσπερ τὸ πρίν, Πνεύματι Ἁγίῳ οἱ θαυμαστοί, Προφῆται προεκήρυξαν· ὅθεν Σου δεόμεθα ἐκτενῶς· Μὴ παύσῃ δυσωποῦσα, αὐτὸν Θεοκυῆτορ, τοῦ ἐλεῆσαι τοὺς ὑμνοῦντάς Σε.


Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Λειψάνων σου τὴν λάρνακα, κυκλοῦντες Ἀμφιλόχιε, καὶ ἀσπαζόμενοι ταῦτα, ἐν κατανύξει βοῶμεν· Τῇ χάριτί σου πρόφθασον, τοὺς εὐσεβῶς ὑμνοῦντάς σε, καὶ ῥῦσαι πάντας Ὅσιε, ἐκ πειρασμῶν καὶ κινδύνων, καὶ νοσημάτων παντοίων.
Ἡ Μάνδρα σου ἀγάλλεται, λειψάνοις τοῖς τιμίοις σου, καὶ ὡς Πατρὶ φιλοτέκνῳ, κραυγάζει σοι παῤῥησίᾳ· θεόφρον Ἀμφιλόχιε, ἡγιασμένε Ὅσιε, μὴ παύσῃ τῶν τεκνίων σου, ἐν ταῖς ἁγίαις εὐχαῖς σου, πρὸς τὸν Θεὸν μνημονεύων.
Καὶ τῆς Ἑορτῆς.
Σταυρὸς ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται· ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ Ἁγίῳ, ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς Σὴν Χριστὲ ἐπίγνωσιν· τοὺς οὖν εἰς Σὲ πεποιθότας, θείας ἀξίωσον δόξης.

Αἶνοι. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἀσκητικαῖς ἀγωγαῖς, θησαυρίσας τὴν ἔλλαμψιν, τοῦ Ἁγίου Πνεύματος, ἱερὲ Ἀμφιλόχιε, ἐκ τῶν τιμίων ἡμῖν λειψάνων σου, ἐξανατέλλεις τὸ φῶς τῆς χάριτος· ὧν ἑορτάζοντες, τὴν ἐκ τάφου σήμερον ἐκκομιδήν, μέλπομεν τοῦ βίου σου, τὰ κατορθώματα.

Πάτερ σοφὲ Ἀμφιλόχιε, ἀφορισθεὶς εὐσεβῶς, τῷ Θεῷ ἐκ νεότητος, ἡδονὰς τοῦ σώματος, θεοφρόνως ἐμίσησας, καὶ τῇ ἀσκήσει ἐκαρποφόρησας, τῆς αἰωνίου ζωῆς τὴν εὔκλειαν· ὅθεν ἱκέτευε, τὴν Τριάδα Ὅσιε ὑπὲρ ἡμῶν, τῶν ἀσπαζομένων σου, πιστῶς τὴν λάρνακα.

Πλοῦτον ὥσπερ μέγαν ἔχουσα, Ἠγαπημένου Μητρός, ἡ Μονὴ ἡ ἐξάκουστος, τῶν σεπτῶν λειψάνων σου, τὴν σορὸν Ἀμφιλόχιε, Χριστὸν δοξάζει, τὸν ἀναδείξαντα, ἡγιασμένον, ἐν τοῖς ἐσχάτοις σε, καὶ ἀνακράζει σοι· Ὡς πατὴρ φιλόστοργος μεῖνον ἀεί, μετὰ τῶν τεκνίων σου, τῇ ἀντιλήψει σου.

Πάτερ σοφὲ Ἀμφιλόχιε, τῇ μυριπνόῳ σορῷ, τῶν τιμίων λειψάνων σου, παρεστῶτες σήμερον, εὐσεβῶς σοι κραυγάζομεν· Ἐν συμπαθείᾳ θερμῇ ἐπίβλεψον, ἡμᾶς ὑψόθεν, καὶ δίδου ἅπασι, ταῖς μεσιτείαις σου, πρὸς τὸν σὲ δοξάσαντα Θεὸν ἡμῶν, τὴν εἰρήνην Ὅσιε, καὶ μέγα ἔλεος.







Δόξα. Ἦχος α’.
Ὡς ἁγιάσματος σκεῦος, ἐκ τοῦ τάφου ᾧ κατέκειτο, ἡ ἁγία σορός σου ἀνεκομίσθη, τὴν εὐωδίαν ταῆς χάριτος ἀποπνέουσα, Ἀμφιλόχιε μακάριε. Νῦν δὲ ἐν λάρνακι τιμίᾳ ἀποκειμένη, ἐξ αὐτῆς ἡμῖν ἀναπηγάζει, τὰς δωρεὰς τῶν θαυμάτων σου· ὅθεν αὐτὴν περικυκλοῦντες, ὡς ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς, τοὺς ὕμνοις σοι προσφέρομεν, καὶ ἱκετικῶς ἀναβοῶμεν· πρέσβευε Πάτερ τῷ Χριστῷ ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸ φυτευθὲν ἐν Κρανίου τόπῳ ξύλον τῆς ὄντως ζωῆς, ἐν ᾧ εἰργάσατο σωτηρίαν ὁ τῶν αἰώνων Βασιλεύς, ἐν μέσῳ τῆς γῆς, ὑψούμενον σήμερον ἁγιάζει τοῦ κόσμου τὰ πέρατα, καὶ ἐγκαινίζεται τῆς Ἀναστάσεως ὁ οἶκος· ἀγάλλονται Ἄγγελοι ἐν οὐρανῷ, καὶ εὐφραίνονται ἄνθρωποι ἐπὶ τῆς γῆς, δαυϊτικῶς βοῶντες καὶ λέγοντες· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Κρήνη ἀνεδείχθη ἁγιασμοῦ, λειψάνων σου θείων, Ἀμφιλόχιε ἡ σορός, ἐξ ἧς ἀναβλύζων, μὴ παύσῃ τῶν θαυμάτων, τὰ νάματα ἀφθόνως, τοῖς προσπελάζουσι.