Παρασκευή 30 Απριλίου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ 29. ΤΩΝ ΕΝ ΣΤΡΟΦΑΣΙ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΟΣΙΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΘ΄!!

ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΣΤΡΟΦΑΣΙΝ ΑΝΑΙΡΕΘΕΝΤΕΣ

ΑΚΟΛΟΥΘΙΑ

(Παχωμίου μοναχοῦ Ῥουσανοῦ καὶ Χαραλάμπους Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἀναιρεθέντων Πατέρων τὴν μνήμην σήμερον, φαιδρῶς ἐπιτελοῦμεν, τῶν ἐν νήσῳ Στροφάδος, ὀργὴν μὴ πτοηθέντων Ἄγαρ υἱῶν, καὶ ὁδὸν τῆς ἀθλήσεως, ἵνα μὴ δῶσιν τὰ ἅγια τοῖς κυσί, βαδισάντων θείᾳ χάριτι.

 

Τὴν ἱερὰν τῶν Ὁσίων πληθὺν τιμήσωμεν, τῶν ἐν Στροφάδων νήσῳ, ἀρετῆς τρυγησάντων, τὸ μέλι καὶ πρὸς δόμους τῶν οὐρανῶν, δι’ ἀρίστου ἀθλήσεως, ἀναδραμόντων κραυγάζοντες· εὐκλεῶν, φρυκτωροὶ Μαρτύρων πέλετε.

 

Ζυγὸν Χριστοῦ θεοφόροι ἐπ’ ὤμων φέροντες, Στροφάδων νήσων κλέη, θαυμαστὰ ὁλοθύμως, ὑπέστητε Πατέρες καρτερικῶς, ἐχθρικὴν ἱταμότητα, καὶ τοῦ θανάτου γευσάμενοι τὸ πικρόν, πρὸς ζωὴν τὴν ὄντως ἤρθητε.

 

Κάθαπερ ἄμωμοι ἄρνες καὶ θεῖα σφάγια, τὰς κεφαλὰς ἀνόμων, ὑπεκλίνατε ξίφει, Πατέρες τῶν Στροφάδων νήσων πυρσοί, καὶ Κυρίῳ προσήχθητε, ἵνα στεφάνους ἀξίως ὑμεῖς διπλοῦς, αἰωνίου δόξης λάβητε.

 

Δόξα. Ἦχος β΄.

Μονῆς τῶν Στροφάδων θειότατοι Πατέρες, οἱ Χριστὸν ὁλοσχερῶς ἀγαπήσαντες, καὶ δόκιμοι δειχθέντες τῶν ἐντολῶν Αὐτοῦ ἐργάται, ὡς ἄδολα ἐτύθητε πρόβατα καὶ ἄρνες ἀμώμητοι· ὁμοφρονοῦντες οὖν καὶ στεῤῥοτάτῃ γνώμῃ ἀντετάχθητε ταῖς βαρβαρικαῖς ἐφόδοις, καὶ θανατούμενοι μαρτυρικῶς, ἠξιώθητε στεφάνων παρὰ τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δῆμον θεοστεφῆ, κλεινῶν ἀναιρεθέντων, Πατέρων ἐν Στροφάσιν, ᾠδαῖς ταῖς μελιῤῥύτοις, ἀξίως καταστέψωμεν.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Αἵμασι τοῖς ὑμῶν, ἀρδεύσαντες τὴν μάνδραν, Πατέρες τῶν Στροφάδων, χαρᾶς ἀτελευτήτου, καὶ δόξης ἠξιώθητε.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ἡ θαυμαστή, χορεία τῶν Πατέρων, τῶν ἐν Στροφάσι πλάνων, ὀφρὺν ἐδαφισάντων, θανάτῳ τὴν ἐπάρατον.

 

Δόξα. Τριαδικόν.

Φέγγει τῆς τριλαμποῦς, Ζωαρχικῆς Τριάδος, λαμπόμενοι ἀΰλως, οἱ Ὅσιοι Πατέρες, Στροφάδων μάνδρας ἤθλησαν.

 

Καὶ νῦν. Θεοτοκίον.

Σοῦ τῆς Παντοχαρᾶς, Εἰκόνα προσκυνοῦντες, Παρθένε ἐν Στροφάσι, Πατέρων ἀνυμνοῦμεν, Ὁσιοάθλων ὅμιλον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἐν Μονῇ τῶν Στροφάδων θεαρέστως βιώσαντες, καὶ τῆς ἐν Χριστῷ ἀπαθείας ἐποφθέντες κειμήλια, ὑπέστητε βαρβάρων τὴν ὁρμήν, Πατέρες καὶ Μαρτύρων κοινωνοί, ἀνεδείχθητε ὡς ἄρνες, στυγνῶς σφαγιασθέντες Ὁσιόαθλοι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι’ ὑμῶν πιστοῖς τὰ κρείττονα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς σποδὸν λογισάμενοι, τὴν τοῦ κόσμου τερπνότητα, τῆς σαρκὸς τὸ φρόνημα ἐνεκρώσατε, καὶ προσευχῆς ἐργαστήρια, γενόμενοι πάνσοφοι, ἠγλαΐσατε χορούς, μονοτρόπων καὶ τάγματα ἐφαιδρύνατε, τῶν Ἁγίων Ἀγγέλων θεωμένων, τοὺς σεπτοὺς ὑμῶν ἀγῶνας, ἐν τοῖς Στροφάσι μακάριοι.

 

Ἀγρυπνοῦντες νηστεύοντες, καὶ ἀπαύστως δεόμενοι, τοῦ Χριστοῦ ἀζύγων φανοὶ ἐπώφθητε, τῆς Ἐκκλησίας πυρσεύοντες, σεπτοῖς κατορθώμασι, τοῖς ὑμῶν θεοειδείς, ἀσκηταὶ καὶ κλεΐζοντες, βίῳ σώφρονι, τῆς Στροφάδος τὴν νῆσον ἣν παλαίστραν, πρὸς τελείωσιν ἀγώνων, ὑμῶν τῶν θείων ἐδείξατε.

 

Τῶν βαρβάρων τὴν ἔφοδον, ὁμοφρόνως ἐδέξασθε, ὥσπερ δῶρον θεῖον Ὁσιομάρτυρες, καὶ οὐρανόθεν ῥωννύμενοι, ἐχθρῶν ἐπατήσατε, ἐπηρμένην τὴν ὀφρύν, Στροφαδῖται πανεύφημοι· ὅθεν σήμερον, τῆς ἀθλήσεως ἄγομεν τὴν μνήμην, τῆς ὑμῶν δοξολογοῦντες, ὑμῖν τὰ γέρα τὸν νέμοντα.

 

Ἕτερα. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, θείας Χριστοῦ δωρεᾶς, ἣς ἐτύχετε Ἅγιοι, δι’ ἱδρώτων ἔκβλυσιν, διὰ αἵματος ἔκχυσιν· ἐν εὐρυχώρῳ τοὺς πόδας στήσαντες, καὶ καθορῶντες τὰ ὄντως ἄδυτα, ἃ οὐ τεθέαται, ὀφθαλμὸς ὡς ἔφησεν ὁ ἱερός, κῆρυξ καὶ Ἀπόστολος, Παῦλος ὁ πάνσοφος.

 

Ὢ τῆς ἐμπορίας πάνσοφοι, ἣν ἀσφαλεῖ λογισμῷ, ᾐρετίσασθε ἅπαντα, τὰ ὑμῶν πωλήσαντες, καὶ πριάμενοι ἔδαφος, ἐν ᾧ εὑρόντες τὸν τιμιώτατον, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, μάργαρον Κύριον, ὃς ὑμᾶς ἐστέψατο μαρτυρικῷ, στέφει παναοίδιμοι, πάντοτε χαίρετε.

 

Ὢ τῆς καρτερίας Ἅγιοι, ἣν ἐν Χριστῷ τῷ Θεῷ, ἐνεδείξασθε ἄριστα, τοῖς ἐχθροῖς προσβάλλοντες, καὶ πυκτεύοντες κράτιστα, καὶ τούτοις ἄγαν κατατροπούμενοι· βραβεῖα ὅθεν τῆς νίκης ἤρατε, ὄλβον οὐράνιον, καὶ χαρὰν τὴν ἄληκτον· διὸ Χριστῷ, πάντοτε πρεσβεύετε, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

 

 

Δόξα. Ἦχος β΄.

Ὡς ἐξ Αἰγύπτου τῆς πολυσχιδοῦς ἀχλύος ἐξήλθετε τῶν κοσμικῶν μελετημάτων, καὶ ἐν ἐρήμῳ αὐλισθέντες τὸ πρότερον, τὸν νοῦν καθηράμενοι ὡς ἐν ἐσόπτρῳ τὰ θεῖα κατίδετε, νῦν δε, καὶ τέλους τυχόντες θεοειδοῦς εἰς τὸν ὑπέρφωτον γνόφον ἐμβάντες, πρόσωπον πρὸς πρόσωπον ὁρᾶτε μακάριοι· διὸ ἀμέσως ἐκ Θεοῦ τὰς ἐλλάμψεις εἰσδεχόμενοι, αἰτήσατε ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Ἐκκλησιαστοῦ τὸ Ἀνάγνωσμα (Κεφ. ΙΒ΄, 1-8 )

Μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς· οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα· ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ· ἐν ἡμέρᾳ, ᾗ ἐὰν σαλευθῶσι φύλακες τῆς οἰκίας καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς· καὶ κλείσουσι θύρας ἐν ἀγορᾷ, ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης, καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ᾄσματος· καὶ ἀπὸ ὕψους ὄψονται, καὶ θάμβοι ἐν τῇ ὁδῷ· καὶ ἀνθήσῃ τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρίς, καὶ διασκεδασθῇ ἡ κάππαρις, ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι· ἕως ὅτου μὴ ἀνατραπῇ τὸ σχοινίον τοῦ ἀργυρίου, καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου, καὶ συντριβῇ ὑδρία ἐπὶ τῇ πηγῇ, καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον, καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν, ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεόν, ὃς ἔδωκεν αὐτό. ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ ἡ Στροφᾶς νῆσος τοῦ Ἰονίου, χορείαν κλεινῶν Ὁσιομαρτύρων ἀναδείξασα. Οὗτοι γάρ, ἀσκητικῇ ἀγωγῇ διαλάμψαντες, προθύμως ἐξέχεαν τὰ ῥεῖθρα τοῦ ἰδίου αἵματος· σφαγιασθέντες οὖν ὡς ἄρνες βαρβαρικαῖς, παλάμαις Χριστῷ ἑαυτοὺς ὡς λογικὴν προσήνεγκαν θυσίαν. Καὶ νῦν, Ὁσίοις καὶ Μάρτυσι συναγαλλόμενοι, πρεσβεύουσιν Αὐτῷ ἡμῖν καταπέμψαι θεῖον ἔλεος.

 

Ἦχος β΄.

Τὴν τῶν Πατέρων ἁγιόλεκτον χορείαν, τοὺς ὑψικόμους φοίνικας τῆς ἐγκρατείας καὶ νήψεως, ἀξιοχρέως οἱ φιλομάρτυρες μακαρίσωμεν· ὁλοθύμως γὰρ καὶ εὐτόλμως, τὸ τοῦ μαρτυρίου ἤνυσαν στάδιον, κατατροπώσαντες τοὺς ἑσμοὺς τῶν βαρβάρων, καὶ τυραννικὴν μὴ πτήξαντες μανίαν· ἁγιάσαντες οὖν τὴν τῶν Στροφάδων χθόνα, καὶ λογισθέντες ὡς πρόβατα σφαγῆς, ἔδραμον Χριστῷ ὑπαντῆσαι, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.

 

Ἦχος γ΄.

Ἐκ διαφόρων χωρῶν ὁρμώμενοι, τῇ τῶν Στροφάδων μάνδρᾳ προσήλθετε, ἔνθα θεοφιλῶς πολιτευσάμενοι, πάσης προσύλου σχέσεως ἑαυτοὺς ἐκαθάρατε Πατέρες· ὑμεῖς γὰρ τὴν ὡς λύκων ἐφορμησάντων ἔφοδον τῶν ἀνημέρων βαρβάρων, ὁμοφρόνως ἀντικρούσαντες, ἀνηλεῶς ἐσφαγιάσθητε, Ὁσιομάρτυρες παναοίδιμοι· κοινωνοὶ ὅθεν ἀλκίμων Μαρτύρων γεγονότες, τῶν αἰωνίων ἀγαθῶν ἠξιώθητε, καὶ χάριν δαψιλῆ εἰλήφατε, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων ὑμᾶς ἐν ᾄσμασι.

 

Ἦχος δ΄.

Τῇ λέμβῳ ἐμβάντες τῇ σωτηρίῳ τῆς πίστεως, εἰς τὴν Στροφάδα νῆσον ἀσφαλῶς προσωρμίσθητε, ἀρετῆς ναύτιλοι, γεραροὶ Ὁσιομάρτυρες· ἐάσαντες γὰρ τοὺς οἴακας τῆς ἁγνῆς ψυχῆς ὑμῶν τῷ Κυρίῳ, τοῦ ἀοράτου ἐχθροῦ συνετρίψατε τὸ κέρας θεούμενοι κατὰ μέθεξιν. Καὶ τῶν ὁρατῶν ἐχθρῶν τὰς ἐπιθέσεις μὴ πτοηθέντες, μαρτυρικῶν ἠξιώθητε στεφάνων, καὶ χάριτος πρεσβεύειν ἀπαύστως ὑπὲρ ἡμῶν.

 

Δόξα. Ὁ αὐτός.

Τὸ εὐτελὲς ἀσκητικὸν ὑμῶν τριβώνιον, οἰκείοις αἵμασιν ἐπορφυρώσατε, νομίμως ἐν Στροφάσιν ἀθλήσαντες Πατέρες· ἑαυτοὺς γὰρ στολισάμενοι, ἀσκήσει καὶ ἀθλήσει εἰς τὸν νυμφῶνα τῆς ζωῆς λαμπροχίτωνες εἰσήλθετε σεμνοὶ Ὁσιοάθλοι. Αὐτοῦ καὶ ἡμᾶς ἀπολαῦσαι, ἀξιώσατε τοὺς καθ’ ἑκάστην ὑμνοῦντες ὑμῶν μνήμην τὴν πάμφωτον, ἀναιρεθέντες πανάριστοι.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἡ τῶν Πατέρων πληθύς, ἡ ἐν Στροφάσι καθελοῦσα τὸ φρύαγμα, βαρβάρων ὁρδῶν ἀπίστων, καὶ μαρτυρίου στεῤῥῶς, τὴν στενὴν τὴν τρίβον διοδεύσασα· ὁμήγυρις πάνσεπτε, ὁρμαθὲ θεοσύλλεκτε, χορὲ γενναῖε, θεοπρόβλητε σύλλογε, τάγμα εὔψυχον, Ἀθλητῶν τοῦ παντάνακτος, δῆμε ἀνδρεῖε, πρέσβευε Χριστῷ τῷ παρέχοντι νικητηρίους στεφάνους, ἡμῖν διδόναι ἀείποτε, ὑγιείαν ἄμφω, καὶ ἰσχὺν καταπαλαῖσαι, τὸν πολυμήχανον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, ὁ τῶν ἀζύγων χορός, τῆς ἰσαγγέλου βιοτῆς δῆμε πάνσεπτε, χορεῖα διπλῆς ἀγάπης, ἀκτημοσύνης λαμπρόν, σύνταγμα καὶ σμῆνος ταπεινώσεως. Πατέρες θειότατοι, τῶν Στροφάδων σεμνώματα, οἱ τὰ ἠδέα, καὶ τερπνὰ ἀποῤῥίψαντες, καὶ τὰ ἄῤῥευστα, τὰ ἐν πόλῳ ποθήσαντες, Κύριον τὸν φιλάνθρωπον, σαφῶς ἱκετεύσατε, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις, ἀνευφημούντων καὶ ᾄσμασι, τὴν πάνσεπτον μνήμην, τὴν ὑμῶν πνευματοφόροι Ὁσιομάρτυρες.

 

 

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, τῶν Ἀθλητῶν ἡ συστάς, ἡ τῶν βαρβάρων καθελοῦσα τὴν ἔπαρσιν, καὶ μάνδραν τὴν ἐν Στροφάσι, κονίστραν ἀθλητικῶν, καὶ σεπτῶν ἀγώνων ἀναδείξασα. Πατέρων κλεΐσματα, ἀσκητῶν ἀκροθίνια, καὶ Ἀθλοφόρων, εὐκλεῶν ἐξανθήματα, οἱ τοῦ Κτίσαντος, τὸ ὑπέρφωτον πρόσωπον, νῦν ἐν Ἐδὲμ θεώμενοι, Χριστὸν ἱκετεύσατε, ἐξ οὐρανοῦ καταπέμψαι, ἡμῖν εἰρήνης ὀμβρήματα, καὶ παῦσαι πολέμους, τοὺς σκορπίζοντας ἐν πάσῃ, τῇ κτίσει ὄλεθρον.

 

Δόξα. Ἦχος γ΄.

Εὐφράνθητι ἔρημος κατὰ τὸν Προφήτην καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα, ἐν σοὶ ὁ Κύριος ἐγκατώκησεν, ἃ κατὰ καιρὸν αὐτῷ προσάγουσα ἐν ἀσκητικῇ καὶ ἀθλητικῇ τελειώσει, ὥσπερ τελειότατα θρέμματα, πρεσβεύουσιν ὡς Δεσπότῃ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἐν Μονῇ τῶν Στροφάδων θεαρέστως βιώσαντες, καὶ τῆς ἐν Χριστῷ ἀπαθείας ἐποφθέντες κειμήλια, ὑπέστητε βαρβάρων τὴν ὁρμήν, Πατέρες καὶ Μαρτύρων κοινωνοί, ἀνεδείχθητε ὡς ἄρνες, στυγνῶς σφαγιασθέντες Ὁσιόαθλοι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ δι’ ὑμῶν πιστοῖς τὰ κρείττονα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τεμνόμενοι χερσί, τῶν ἀπίστων βαρβάρων, ὡς θύματα δεκτά, καὶ σεπτὰ ἱερεῖα, Κυρίῳ προσήχθητε, εὐσθενεῖς Ὁσιοάθλοι, δῆμε πάντιμε, ἀναιρεθέντων Πατέρων· ὅθεν σήμερον, ὡς ἀπλανῆ τῶν Στροφάδων, ὑμᾶς ἄστρα μέλπομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαρᾶς εἰλικρινοῦς, ἣν παρέχει ἀφθόνως, ὁ θεῖός Σου Υἱός, καὶ Θεὸς τῶν ἁπάντων, πανάμωμε ἔμπλησον, καὶ τὰ νέφη τῶν θλίψεων, ἀποδίωξον, Παντοχαρὰ ἐκ τῶν πίστει, τὰ θαυμάσια, μεγαλυνόντων ἀπαύστως, τὰ Σὰ ὕμνοις πρέπουσι.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὁσίως ἠνύσατε ἐν τῇ Στροφάδων Μονῇ, τὸν βίον μακάριοι Πατέρες καὶ τοὺς κρουνούς, προθύμως ἐχέατε, θείων ὑμῶν αἱμάτων, ὑποκλίναντες κάραν, ξίφει ἐχθρῶν τῶν πλάνων· ὅθεν πόθῳ τιμῶμεν, ὑμᾶς ὡς τοῦ Σωτῆρος Χριστοῦ, ἄδολα σφάγια.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν δείλαιον δοῦλόν Σου Παντοχαρὰ θαυμαστή, ταχέως ἀπάλλαξον τῆς συνηθείας βοῶ, ἐκθύμως τῆς φαύλης μου, καὶ ὀχετοὺς δακρύων, μετανοίας παράσχου, τῷ Σῷ οἰκτρῷ οἰκέτῃ, ἵνα βόρβορον πλύνων, παθῶν τῶν ἀπείρων ἁγνή, κόσμου διάσωσμα.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἐχθρῶν φρυάγματα, κατεπατήσατε, στεῤῥῷ φρονήματι, Πατέρες Ὅσιοι, οἱ διαλάμποντες φωτὶ βιώσεως ἐναρέτου· ὅθεν ἀνεδείχθητε, τῶν Ἀγγέλων συνόμιλοι, μετασχόντες πάνσοφοι, τῆς ἀλήκτου φαιδρότητος· διὸ ὑμᾶς τιμῶμεν ἐκθύμως, ῥόδα Στροφάδων μυροβόλα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ματθ. Ζ΄, 12-21.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

 

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἀθλητικὴν ἐπεδείξατε ἀνδρείαν, ἐν τῇ ἐπιδρομῇ τῶν ὀρδῶν τῶν ἀνημέρων βαρβάρων, ἀσκουμένων ἐν Στροφάσι Πατέρων ἀρχέτυπα· ὅθεν τοῖς ἰδίοις αἵμασι περιῤῥεόμενοι, ὡς θυσίαι λογικαὶ καὶ ἄμωμα ἱερεῖα, Κυρίῳ τῷ νέμοντι τὰ γέρα προσήχθητε. Καὶ νῦν ἐν τοῖς οὐρανίοις δόμοις εὐφραινόμενοι, καὶ τοῦ Παμβασιλέως τὴν δόξαν θεώμενοι, μὴ παύσητε πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τῶν Ὁσιομαρτύρων, οὗ ἡ ἀκροστιχίς: Ἀθλοφόροις θ’ Ὁσίοις νείατον ᾆσμα φέρω.

ᾈσματογράφοις συνελθόντες ἅπαντες, ᾠδὴν κροτήσωμεν, τοῖς τῷ Χριστοῦ πόθῳ τὰ τοῦ βίου, πτύσασιν ἐπίκηρα καὶ ζήσασιν ἐν ἀσκήσει καὶ πόνῳ, καὶ δι’ ἀθλήσεως φθάσασιν εἰς τὴν τῶν πραέων ἀνάπαυλαν.

Θύματα ὥσπερ ἀρετὰς προσήξατε, καὶ ἱερὰς προσευχάς, καὶ ἑαυτοὺς εἶτα τῷ τυθέντι ἄνακτι, ὑπὲρ ἡμῶν πανόλβιοι, καὶ ἐν τούτῳ ζηλοῦντες Ἄβελ τὸν πάλαι ἀοίδιμον, καὶ τὸν Ζαχαρίαν τὸν δίκαιον.

Λεηλατοῦντες ὥσπερ θῆρες ἄγριοι, οἱ ἐκ τῆς Ἄγαρ, πιστοὺς καὶ πρὸς ἡμᾶς ἧκον τοὺς Θεοῦ θεράποντας, καὶ ἔνδον εἰσπηδήσαντες τοῦ φρουρίου, ἐν τάχει ἔργον μαχαίρας ἐποίησαν, καὶ πυρὶ παρέδωκαν Ὅσιοι.

Θεοτοκίον.

Ὁμοφυὴν ὢν τῷ Πατρὶ καὶ ἄχρονος ὁ Λόγος πάναγνε, ὑπερφυῶς σάρκα ἐκ Σοῦ προσελάβετο, καὶ ὑπὸ χρόνον γέγονεν, ἵνα ὅλον με σώσῃ κατολισθήσαντα πάθεσι, καὶ τὴν ἀφθαρσίαν δωρήσηται.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Φυλακὴν ὡς ὀπώρας τὸ ἱερὸν τέμενος, καὶ τὰς τῶν Ὁσίων Σου σάρκας βρώματα ἔθεντο, τοῖς πετεινοῖς οὐρανοῦ, Σαρακηνῶν ὠμοὶ παῖδες, κατὰ Σοῦ φρυάξαντες, μόνε μακρόθυμε.

Οἱ μισοῦντές Σε ᾖραν τὴν κεφαλὴν Κύριε, καὶ ἐπανουργεύσαντο γνώμην, ὄντως παράνομον, κατὰ Ὁσίων τῶν Σῶν, ἀλλ’ ὡς τροχὸν ὡς καλάμην, θοὺς αὐτοὺς φιλάνθρωπε, τῇ καταιγίδι Σου.

Ῥαβδισμοὺς ἐνεγκόντες καὶ λακτισμοὺς Ὅσιοι, ὑπὸ τῶν ἀπίστων γενναίως πάντας ἐφέρετε, καὶ κεφαλῆς ἐκτομήν, μετὰ πολλὰς τὰς βασάνους, τῷ Χριστῷ παρίστασθε, νῦν εὐφραινόμενοι.

Θεοτοκίον.

Ὅλος κόσμος ἐσώθη κατακλυσμοῦ Δέσποινα, τῆς εἰδωλικῆς ἀσεβείας καὶ εἰς ἐπίγνωσιν, τῆς ἀληθείας ἐλθών, πανευλαβῶς Σε δοξάζει, τὴν ἀειμακάριστον καὶ παναμώμητον.

 

 

 

 

 

Κάθισμα. Ἦχος πλ. Δ΄. Τὸ προσταχθέν.

Προγυμνασθέντες ἱκανῶς ἐν ἐρήμῳ, τὰς προσβολὰς τῶν δυσμενῶν καταμαθόντες, οἱ καλλίνικοι ἔτρεψαν αὐτοὺς εἰς τέλος, ῥωννύμενοι τῇ δυνάμει τοῦ Ἰησοῦ, παρ’ Οὗ καὶ ταινιωθέντες ἐν τῷ χορῶ τῶν Ἁγίων ἐτάχθησαν· διόπερ πάντες αὐτοῖς τὸν ἔπαινον, προσοίσωμεν ἀθλοθέτην δοξάζοντες.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν καρδίαν μου Ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου ὅπως κᾀγώ, εὐχαρίστως κραυγάζω σοι∙ Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω Πανάμωμε.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Ἱερεῖα ὡς ἄμωμα, τῷ καθαρωτάτῳ μόνῳ προσήχθητε, καὶ εἰς τόπον χλόης νέμεσθε, καὶ τρυφὴν χειμάῤῥου, παναοίδιμοι.

Συνδραμόντες οἱ βάρβαροι, τὴν κληρονομίαν Χριστοῦ ἐσπάραξαν, ὥσπερ λέων ὡρυόμενοι, καὶ ὡς κύνες οἴμοι, ἀναιδέστατοι.

Θανατῶντες οἱ Ἅγιοι, τὸν ὑπὲρ Χριστοῦ μακάριον θάνατον, ἐν χερσὶν Αὐτοῦ παρέθεντο, τὴν ψυχὴν ἀδίκως θανατούμενοι.

Θεοτοκίον.

Οὐρανοῦ πύλη ἄχραντε, καὶ οὐρανομήκης κλῖμαξ ὑπάρχουσα, διὰ Σοῦ κατέβη Κύριος, τὴν βροτείαν φύσιν ἀνυψούμενος.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

Στυγητὸς ἐλογίσθη, ὑπὸ τῶν ἀφρόνων ὁ τῶν Ὁσίων θάνατος, μὴ εἰδότων ὅτι, τὰ Θεοῦ εἰσι κρίματα ἄφραστα, καὶ γὰρ κολασθέντες, ἐπὶ βραχὺ καὶ παιδευθέντες, ἀμοιβὰς αἰωνίους κομίσονται.

Ἰησοῦ μὴ εἰς τέλος, ὀργισθείη θυμός Σου ἐπὶ τὴν πόίμνην Σου, ἀλλ’ ἐπίβλεψον δὴ καὶ κατάρτισον αὖθις Σὴν ἄμπελον, ἐξερημωθεῖσαν ὑπὸ συῶν ἀγριωτάτων, ἵνα πίστει καὶ πόθῳ δοξάζει Σε.

Ὁλοψύχως ποθοῦντες, τὸ παρὰ τοῦ ἄνακτος ποθὲν ποτήριον, ἰδοὺ συγχωρήσει, τοῦ τὰ πάντα εἰδότος μακάριοι, τοῦ βαρβάρων πλήθους ἐπιδραμόντος ἐξαπίνης, τὸ ποθούμενον τέλος ἐδέξασθε.

 Θεοτοκίον.

Ἵνα ῥύσῃ τὸν κόσμον, ἐκ τῆς τοῦ τυράννου δουλείας ὁ Κύριος, ἐπὶ Σὲ κατῆλθεν, ὡς ἐν πόκῳ ἀψόφως τὴν ἄχραντον, σαρκωθεὶς ἀσπόρως, ἄνευ τροπῆς ἐκ Σῶν αἱμάτων, τὸν Βελίαρ κρατήσας ἐδέσμευσεν.

 

 

 

 

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Σταγόνες μυρεψικαί, τὰ αἵματα τῶν Ὁσίων Σου, ἠνέχθησαν καὶ ὀσμὴ ἡδεῖά Σοι Κύριε, διὰ Σὲ γὰρ Δέσποτα, τὰς κάρας ὑπέσχον, τοῖς βαρβάροις εἰς ἀναίρεσιν.

Νευρούμενοι τοῦ Χριστοῦ, τῷ σθένει οἱ γενναιότατοι, ἐξῆλθον τῆς κοσμικῆς, ὀχλήσεως σπεύδοντες, εἰς ἀντιπαράταξιν, τοῦ Βελίαρ ὅνπερ, κατὰ κράτος ἐτρωπόσαντο.

Ἐξέχεαν ἀπηνῶς, τὰ αἵματα τῶν Ὁσίων Σου, ὡς ὕδωρ ἐπὶ τῆς γῆς, οἱ ἄθεοι βάρβαροι, ἀλλὰ προσηνέχθησαν, ὥσπερ μόσχοι Λόγε, ἐπὶ Σὸν θυσιαστήριον.

Θεοτοκίον.

Ἰδοὺ εἰ ὅλη καλή, καὶ μώμος ἐν Σοὶ οὐκ ἔνεστιν, ἰδοὺ εἶ ὅλη καλή, πλησίον ὑπάρχουσα, τοῦ Υἱοῦ Σου ἄχραντε, ὑπὲρ τῶν Σῶν δούλων, ἐς ἀεὶ τοῦτον ἱκέτευε.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Σὺν Ὁσίοις ἅπασι, καὶ Ἀθλοφόροις, συγχορεύειν πάντοτε, ἀξιωθέντες νοερῶς, παρὰ Κυρίου πανάριστοι, καὶ ὑπὲρ πάντων ἡμῶν ἀεὶ μέμνησθε.

Ὁ Οἶκος.

Τοῖς ἀρνηθεῖσι τὰ τερπνὰ καὶ ἀπατηλὰ κόσμου, τοῖς Αὐτῷ σταυρωθεῖσι καὶ ἀκολουθήσασι Χριστόν, τὸν στέψαντα ὑμᾶς στεφάνοις ἀγώνων, δηλαδὴ ἀσκήσεως καὶ ἀθλήσεως εὐσεβοῦς. Αἶνον προθυμουμένῳ προσαγαγεῖν, καὶ διηγήσασθαι τοὺς ὑμῶν ἄθλους καὶ τὰ σκάμματα, φάνητέ μοι ἀντιλήπτορες καὶ προστάται ἀκάματοι. Παῤῥησίαν γὰρ ἐσχήκατε πολλὴν πρὸς τὸν Δεσπότην, ὡς θεραπευταὶ καὶ γνήσιοι τούτου φίλοι, καὶ ὑπὲρ πάντων ἡμῶν ἀεὶ μέμνησθε.

 

Συναξάριον.

Τῇ ΚΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν, τῶν ἐν Στροφάσι ἀναιρεθέντων, ὑπὸ τῶν πειρατῶν καὶ ἀθέων βαρβάρων.

Τμηθέντας ἄνδρας τῷ ξίφει μονοτρόπους,

ἰδοῦσα ῥομφαία λίπε στρωφουμένη.

Εἰκάδι πειραταὶ ἡ δ’ ἐνάτη ἄζυγας κτεῖνας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυριακοῦ τοῦ ἀναχωρητοῦ

Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων ἐν Περσίᾳ· Γοβδελαᾶ, Δάδα, Κασδόου καὶ Κασδόας

Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.
Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα.
Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἑκατὸν Πεντήκοντα Μαρτύρων.

Δεκὰς δεκαπλὴ μαρτύρων καὶ πεντάκις,
δέκα ἀθλοῦσι καὶ κομίζονται στέφη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος

Tρυφὴν τρόφιμον Tρόφιμός τε καὶ Tρύφων,
σὺν τῷ Δορυμέδοντι εὗρον τὴν ἄνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Πετρωνία, ξίφει τελειοῦται.

Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία,
ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γουδελία, ξίφει τελειοῦται.

Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀναστασίας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ φιλεύσπλαχνου, τοῦ ἐκ Γάζης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Μαλαχίου τοῦ Λινδίου, τοῦ ἐν Ἱεροσολύμοις τελειωθέντος.

Ἐν Σιὼν ἠξίωσαι τοῦ θείου πάθους,
κοινωνῆσαι ἔνδοξε ὡς Θεοῦ φίλος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνουφρίου τοῦ ἐν Γεωργίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ζαντόσκ, τοῦ διὰ Χριστὸν σαλλοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ἄξιοι φίλοι τοῦ Σωτῆρος, ἀνεδείχθητε σεβάσμιοι Πατέρες, δι’ Αὐτὸν ἀστρεπτί, μισήσαντες τὰ κάτω, καὶ τοὺς αὐχένας κλίναντες εἰς σφαγήν, σὺν προθυμία.

Τύρβην καὶ πᾶσαν τὴν μερίμνην, ἀρνησάμενοι τὴν πρόσκαιρον γενναῖοι, τὸν σταυρὸν δὲ ὑμῶν ἀράμενοι ἐπ’ ὤμων, ἠκολουθήσατε Χριστῷ, καὶ ζῆτε εἰς αἰῶνας.

Ὅπλα καὶ φάσγανα καὶ βέλη, οὐκ ἐπτόησαν χωρίσαι τῆς ἀγάπης, τοὺς Ὁσίους Χριστοῦ, ἀλλ’ ἔψαλλον εὐτόνως· Εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Νύξ με συνέχει τῶν πταισμάτων, ἀλλ’ ἡ τέξασα τὸ φῶς τὸ πρὸ αἰώνων, ἀποδίωξον αὐτὴν ἐξ ὀφθαλμῶν, ἵνα ὑμνῶ Σε Δέσποινα Θεοτόκε, εἰς αἰῶνας.

 

ᾨδὴ η΄. Μουσικῶν ὀργάνων.

Ἀμπελῶνι θείῳ προσκληθέντες, καὶ μισθὸν λαβόντες βασιλείαν αἰώνιον παρὰ Χριστοῦ, εὐφραίνεσθε Ἀγγέλοις Αὐτὸν συνανυμνοῦντες, καὶ δοξολογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Σωφροσύνῃ πάσῃ καὶ ἀσκήσει κοσμηθέντες Ἅγιοι, ὡς ἔδει μετέπειτα καὶ τὴν σφαγὴν ἠνέγκατε προθύμως· Χριστὸν ὑπερυψοῦντες καὶ δοξολογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Μέγα θάμβος ὄντως καθωράθη, τῇ ἡμέρᾳ ᾗπερ οἱ κακοῦργοι προσέβαλον, μυρμηκηδὸν Μονῇ τῇ τῶν δικαίων· καὶ γὰρ σφαγαὶ καὶ κρότοι καὶ λεηλασίαι καὶ λαφυραγωγίαι.

Θεοτοκίον.

Ἀκανθῶν ἐν μέσῳ ὤσπερ κρίνον Σὺ ὑπάρχεις, ἄχραντε Παρθένε, ἀναμέσον τῶν γυναικῶν καλὴ ὡς ἡ σελήνη, ἐκλεκτὴ δὲ ὡς Φαθέων, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.

 

ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκοή.

Φέροντες στίγματα Χριστοῦ ἐν τῷ σώματι ὑμῶν ἀξιάγαστοι, κόλπους ᾠκήσατε Ἀβραὰμ τοῦ δικαίου Προπάτορος, εἰ γὰρ καὶ σώματι θνητοί, ἀλλ’ οὔκουν τῷ πνεύματι· διὸ οἱ σύμπαντες τὴν ἁγίαν ὐμῶν μνήμην θειάζομεν.

Ἕνεκα τῆς Σῆς Βασιλεῦ θανατούμεθα ἀγάπης ὡς πρόβατα, ἀλλὰ ἀξίωσον τῆς ἀφράστου χαρᾶς καὶ λαμπρότητος τῶν Σῶν Ἀγίων, οἱ σεπτοὶ ἐβόων σὺν δάκρυσιν ἐν φονεύεσθαι ἀνευθύνως καὶ ὠμῶς, οὓς γεραίρομεν.

Ῥῶσιν ψυχῆς τε καὶ σαρκὸς εὐεξίαν καὶ εἰρήνην, παρ’ ἄνακτος ἡμῖν αἰτήσασθε, λοιμοῦ λιμοῦ καὶ πάσης αἱρέσεως, ἐπιδρομῆς βαρβαρικῆς ῥυσθῆναι θεσπέσιοι, τοὺς πίστει πάντοτε τὴν ἁγίαν ὐμῶν μνήμην κλεΐζοντας.

Ὢ τῆς ἀφράστου ἀνοχῆς καὶ ἀῤῥήτου ἀγαθότητος Δέσποτα, ὅπως ἐν σώματι πρὸς δούλους ᾗκες ὁ ὑπερούσιος, καὶ τούτοις ὅμοιος ὀφθεὶς ἐλέους ἠξίωσας, ἀρᾶς ῥυόμενος τοῦ Προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος.

Θεοτοκίον.

Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, ἅπερ ἠμαύρωσε, τῆς ἁμαρτίας σκότος βαθύτατον, καὶ μετανοίας μοι αὐγήν, κατάπεμψον Δέσποινα, καὶ αἰωνίου πυρός, μεσιτείαις σου ἀεὶ ἐλευθέρωσον.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὄντως Πατέρες θείῳ, ὡσεὶ ἐλαία ἐν οἴκῳ, εὐφορώτατη καὶ φοῖνιξ, θαλερὸς καὶ ὡσεὶ κέδρος, ἐδείχθητε ἀρδευθέντες, τῇ τῶν αἱμάτων ἐκχύσει.

Θεοτοκίον.

Δεδοξασμένα ἐῤῥήθη, περὶ Σοῦ πόλις τοῦ Θεοῦ, ἐν Σοὶ γὰρ πᾶσαι τῶν θείων, καὶ θεηγόρων Προφητῶν, ἔλαβον τέλος αἱ ῥήσεις, πανάχραντε Θεοτόκε.

 

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πατέρων ὁμήγυριν σεπτήν, σθένει θείου Πνεύματος, τὴν καθελοῦσαν τὸ φρύαγμα, ἐχθροῦ τιμήσωμεν, ἐκβοῶντες· Μάνδρας τῶν Στροφάδων μάργαρα, ἀνδρείας καὶ συνέσεως πρότυπα, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι μέγα ἔλεος, τοῖς ὑμνοῦσιν ὑμῶν τὰ παλαίσματα.

 

Στροφάδων τοὺς θείους ἀσκητάς, τοὺς πιστῶς ἀνύσαντας, τῆς ὁσιότητος πέλαγος, καὶ ὑπομείνοντας, τῶν στυγνῶν βναρβάρων ἀπηνῆ ἐπίθεσιν τιμήσωμεν βοῶντες· πανύμνητοι Πατέρες πάνσοφοι, δυσωπεῖτε τὸν Παντάνακτα, δοῦναι πᾶσιν εἰρήνην καὶ δύναμιν.

 

Χριστὸν ἀνυμνοῦντες καρτερῶς, αἰκισμοὺς λακτίσματα, στρεβλώσεις ἅμα μαστίγιον δεινόν, καὶ θάνατον ἐν τῇ τῆς Στροφάδος νήσῳ ὑπεμείνατε ὑπ’ ἐχθρῶν ἀνόμων, τρισμέγιστοι Ὁσιομάρτυρες, καὶ πρὸς δώματα ἐδράμετε θείας δόξης, Χριστῷ συναγάλλεσθαι.

 

Βιαίῳ θανάτῳ ἀσκηταί, θεαυγεῖς θεόφρονι ψυχῇ καὶ γνώμῃ μακάριοι, στεῤῥᾷ προσήχθητε ὥσπερ ἰερεῖα καθαρὰ καὶ ἄμωμα, Κυρίῳ Ἀθλητῶν ὁμηγύρεσι συναριθμήσασθαι, μονοτρόπων ὡραΐσματα, καὶ Στροφάδων Μονῆς ἀναστήματα.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. Β΄.

Ὅσιοι Πατέρες, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες· τῆς νοητῆς Σιὼν οἱ οἰκήτορες χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν, ὁτι ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη, καὶ ὡς δορκὰς ἐκ βρόχων, καὶ νῦν νοερῶς Αὐτῷ παριστάμενοι, αἰτεῖτε δοθῆναι ἡμῖν εἰρήνην καὶ μέγα ἔλεος.

 

 Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις τῶν Πατέρων σεπτὸς χορός, τῶν ἀναιρεθέντων, ἐν Στροφάσιν ἀνηλεῶς· χαίροις συστοιχία, λαμπρὲ Ὁσιοάθλων, ὀφρῦν ἡ τῶν βαρβάρων καταπατήσασα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀναιρεθέντων ἰταμῶς ἐν Στροφάσιν, ὑπὸ βαρβάρων θεοφόρων Πατέρων, τὰς πρὸς Θεὸν αἰτούμεθα ἐντεύξεις αὐτῶν κράζοντες· θειότατοι ἀσκηταί, οὐρανόθεν πέμψαντες τοῖς μέλπουσι τὰς ὑμῶν ἀριστείας, ἰσχὺν πατῆσαι πᾶσαν τοῦ ἐχθροῦ, τὴν ἐπηρμένην ὀφρῦν ὡς δυνάμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Στροφαδιτῶν Πατέρων, εὐχὰς αἰτοῦμαι. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Στροφάδων Πατέρων τῶν ἰταμῶς, σφαγὴν ὑποστάντων ὑπ’ ἀνόμων Ἀγαρηνῶν, πρεσβείας αἰτοῦμαι τὰς ἀόκνους, πρὸς τὸν φιλεύσπλαγχνον Κτίστην καὶ Κύριον.

Τομὴν τοῦ αὐχένος καὶ τῶν μελῶν, ὑμῶν Στροφαδῖται, ὑπομείναντες ἐκτενῶς, πρεσβεύσατε πάντας κατατέμνειν, τὰ ζοφερὰ τοῦ Βελίαρ ὀχλήματα.

Ῥανῖσιν αἱμάτων ὑμῶν σεπτοί, Πατέρες Στροφάδων, ἡγιάσατε τὴν Μονήν, καὶ ἤρθητε χαίροντες εἰς πόλον, ἔνθα Χριστῷ ὑπὲρ πάντων πρεσβεύετε.

Θεοτοκίον.

Ὁ πάντων Δεσπότης καὶ Ποιητής, ἐκ Σοῦ Θεοτόκε, σάρκα ἔλαβε χοϊκήν, καὶ γένος ἐθέωσε ἀνθρώπων, τὸ εἰς αἰῶνας φαιδρῶς μεγαλῦνόν Σε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Φωτοπάρχον σμῆνος Στροφαδιτῶν μέλποντες, Ὁσιομαρτύρων βοῶμεν· κόσμου αὐγάσατε, τοῦ εὐφημοῦντος ὑμᾶς, ἐζοφωμένας καρδίας, καὶ πρὸς φῶς ἰθύνατε, ἅπαντας ἄδυτον.

Ἀνῃρέθητε σπάθαις στυγνῶν ἐχθρῶν Μάρτυρες, θεοφόροι νήσων Στροφάδων καὶ ἀπειλήφατε, στεφάνους δόξης λαμπρούς· διὸ ὑμῶν ταῖς πρεσβείαις, οἱ πιστοὶ προστρέχοντες, χάριν λαμβάνομεν.

Δυσωποῦμεν ἀπαύστως ὑμᾶς Μονῆς, τῶν Στροφάδων θεῖα βλαστήματα, ὅπως ἡμᾶς τοῦ ἐχθροῦ ἀπολυτρώσητε, βλάβης καὶ δεινῆς κακώσεως, τοῦ πολεμήτορος.

Θεοτοκίον.

Ἵνα ψάλλω ἐκθύμως τῷ Σῷ Υἱῷ Δέσποινα, καὶ εἰς τοὺς αἰῶνας ἀπαύστως πόθῳ γεραίρω Σε, ὑπάνοιξόν μου ἁγνή, τὰ μυσαρὰ καὶ ῥυπώδη, χείλη ἀνακράζω Σοι· Θεογεννήτρια.

Διάσωσον, Στροφάδων σμῆνος Πατέρων ἀναιρεθέντων, ἐκ κινδύνων καὶ συμφορῶν παντοίων, τοὺς σπεύδοντας ὑμῶν, ταῖς πρὸς Κύριον ἱκεσίαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πατέρες σεπτοί, Στροφάδων Ὁσιόαθλοι, ὑμῶν ταῖς εὐχαῖς, πρὸς Κύριον προσφεύγοντες, ἐκτενῶς κραυγάζομεν· ἀσινεῖς ἡμᾶς ἐκ τοῦ ὄφεως τῶν πειρασμῶν, τηρεῖτε ἐσαεί, ὑμῶν τοὺς ὑμνοῦντας τὰ παλαίσματα.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τῆς ἀσκήσεως μέλαθρα, καὶ τοῦ μαρτυρίου φανοὺς τιμήσωμεν, ὡς Στροφάδων νήσων φύλακας, καὶ θερμοὺς Ζακύνθου ἀντιλήπτορας.

Ὡς ἀτμίδα καὶ σκύβαλα, ἅπαντα λογίζεσθαι τὰ ἐγκόσμια, Στροφαδῖται ἀξιώσατε, τοὺς ὑμῖν προστρέχοντας θειότατοι.

Νῦν ὑμᾶς Ὁσιόαθλοι, ὡς ἁγνείας κρίνα καὶ γενναιότητος, ἀνυμνῶν κραυγάζω· παύσατε τῶν παθῶν ὁρμάς, τὰς χαμαιζήλους μου.

Θεοτοκίον.

Παρθενίας κειμήλιον, καὶ χαρᾶς παντοίας κρηπὶς πανύμνητε, Θεοτόκε διασκέδασον, τὴν ἀχλὺν τῶν θλίψεων τῶν δούλων Σου.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἄλυπον ζωήν, τοῖς ὑμῖν ἀεὶ προστρέχουσι πρυτανεύσατε, φωστῆρες φαεινοί, Στροφαδῖται οὐρανῶν, τοῦ στερεώματος.

Τόξα τοῦ ἐχθροῦ, οἱ συντρίψαντες ἀσκήσεσι, ταῖς ἀόκνοις ἀξιώσαγτε, ταχὺ καὶ ἡμᾶς συντρίψαι, βέλη τοῦ ἀλάστορος.

Ἔρωτι Χριστοῦ, αὐγασθέντες κατελίπτε, τὴν ἀπάτην τῶν προσκαίρων σθεναροί, ἵνα δείξητε ἡμῖν ὁδὸν τὴν κρείττονα.

Θεοτοκίον.

Ῥύπου ψυχικῆς, ἀποκάθαρον τοὺς δούλους Σου Θεοτόκε, καθαρότητος εἰκών, καὶ δοχεῖον διαυγέστατον συνέσεως.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ὠθήσατε, ἀδρανεῖς νῦν πρόσφυγας, τοὺς ὑμῶν πρὸς ἀρετῶν πολιτείαν, ἀναιρεθέντες Πατέρες Στροφάδων, τῆς ἀρετῆς καὶ ἀνδρείας ἀρχέτυπα, ἵνα ὑμῶν τὰ εὐκλεῆ, ἐν τῷ βίῳ γεραίρωμεν σκάμματα.

Νικήσαντες, τὸν Βελίαρ πρότερον, ἐνασκήσει καὶ ὀρδὰς τῶν βαρβάρων, ἀθλήσει εἶτα στεῤῥᾷ, Στροφαδῖται βραβεῖα νίκης Πατέρες, εἰλήφατε ὧν ἀξιώσατε θερμῶς, καὶ ἡμᾶς ἱκετεύομεν ἄριστοι.

Ἐθέρμανε, Στροφαδῖται Ἅγιοι, πρὸς τὸν ἔρωτα Χριστοῦ τὴν καρδίαν, ὑμῶν ἡ μνήμη θανάτου, καὶ λύχνους ὑμᾶς ζωῆς πανασπίλου ἀνέδειξεν, ἧς τρίβους δείξατε ἡμῖν, τοῖς ποθοῦσι τοῦ βίου τελείωσιν.

Θεοτοκίον.

Ὑπέρλαμπρον, τοῦ Ὑψίστου σκήνωμα, Θεοτόκε καὶ παλάτιον δόξης, τοῦ Βασιλέως τῶν ὅλων σκοτείαν, τῶν ζοφερῶν ἐγκλημάτων μου σκέδασον, ὡς ἂν φωτὶ τοῦ Σοῦ Υἱοῦ, λελουσμένος τρανῶς μεγαλύνω Σε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἀσκηταὶ τοῦ Κυρίου καὶ Μάρτυρες, οἱ ἐν Στροφάσιν ἀθλήσαντες Ἅγιοι, Πατέρων ἀκρώρειαι πάντιμοι, ἡμῖν αἰτεῖσθε ἡσύχιον βίωσιν, καὶ πόνων δεινῶν ἀπολύτρωσιν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σμῆνος θεοείκελον, τῶν ἐν Στροφάσιν Ἁγίων, Μάρτυρες πανάριστοι, πρόμαχοι τῆς πίστεως ἱερώτατοι, ὡς πολλὴν ἔχοντες πρὸς τὸν Παντεπόπτην, παῤῤησίαν μὴ ἐλλίπητε Αὐτῷ πρεσβεύοντες, τοῖς ὑμᾶς τιμῶσιν ἑκάστοτε, διδόναι πᾶσιν ἄφεσιν τῶν παραπτωμάτων δεόμεθα, ὑγίειαν ἄμφω, εἰρήνην καὶ ὁμόνοιαν ψυχῶν, ὡς πρεσβευταὶ κόσμου ἔνθερμοι, καὶ μεσῖται τάχιστοι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Χαρμοσύνως Κυρίῳ, Στροφαδῖται Πατέρες σεμνοὶ παρέστητε, Αὐτοῦ ἐν τῷ σαρκίῳ, βαστάζοντες ἀκόπως, τὰ σωτήρια στίγματα· διὸ ὑμᾶς ἀνυμνῶν, λιτὰς ὑμῶν αἰτοῦμαι.

Ἀκαθάρτων πνευμάτων, Ὁσιόαθλοι θεῖοι διῶκται πέλοντες, λυτρώσασθε τοὺς πόθῳ, ὑμῖν προσπεφευγότας, πάσης νόσου καὶ θλίψεως, καὶ ἀσθενείας δεινῆς, Μονῆς Στροφάδων κλέη.

Σωτηρίας αἰτεῖσθε, καὶ παντοίων πταισμάτων τὴν ἀπολύτρωσιν, Πατέρες τῆς χορείας, τῶν Ἀθλητῶν Στροφάδων, μέλη ὄντως ὑπέρτιμα, ἵνα Χριστὸν τὸν Θεόν, πιστῶς δοξολογῶμεν.

Θεοτοκίον.

Ἀγαθὴ Θεοτόκε, ἐν ἀγκάλαις κρατοῦσα τὸν Ὑπεράγαθον, Ὃν ἔτεκες ἀφράστως, δυσώπει ὑπὲρ πάντων, ἐκτενῶς τῶν τιμώντων Σε, καὶ μεγαλεῖα τὰ Σά, ἀεὶ ἀνευφημούντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἵνα ὑμνῶ Σε, Στροφάδων πάντιμε δῆμε, τῆς τοῦ χείρονος ῥῦσαί με τάχος φαύλης συνηθείας, λιταῖς σου ταῖς ἀπαύστοις.

Τῶν τῆς Ζακύνθου, καὶ τῶν Στροφάδων οἱ δῆμοι, ἐναβρύνονται τῇ προστασίᾳ τῇ ὑμῶν Πατέρες, στυγνῶς ἀναιρεθέντες.

Οἱ φωτοφόροι, καὶ παμφαέστατοι λύχνοι, τῆς Μονῆς τῶν Στροφάδων τὰ φάη, ταῖς ὑμῶν ἀκτῖσι, λαμπρύνατέ με κράζω

Θεοτοκίον.

Ὑψίστου θρόνε, εὐλογημένη Μαρία, πρὸς ἀγάπην ἀνύψωσον θείαν, νοῦν ἡμῶν τῶν πίστει, ἀεί Σου προσφευγόντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μεγίστων χαρισμάτων, καταξιωθέντες, οἱ ἐν Στροφάσιν ἐκλάμψαντες Ἅγιοι, παντὸς κινδύνου καὶ βλάβης ἡμᾶς λυτρώσατε.

Ἁγίων συστοίχια, ἱερὰ Στροφάδων, θεοειδὲς καὶ ὑπέρτιμον σύστημα, ἐπικρατείας πταισμάτων με ἀπαλλάξατε.

Ἰσχὺν ὡς στρατιῶται, ἔχοντες Κυρίου, οἱ ἐν Στροφάσι νομίμως ἀθλήσαντες, βελῶν Βελίαρ ἀτρώτους ἡμᾶς τηρήσατε.

Θεοτοκίον.

Χαρὰ ἐμῆς καρδίας, κεχαριτωμένη, τὴν ἄναγνόν μου ψυχὴν ἀποκάθαρον, παθῶν παντοίων καὶ θλίψεων, ταῖς πρεσβείαις Σου.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ἡ χορεία τῶν ἀσκητῶν, ἡ ἐν τοῖς Στροφάσιν, ὑπομείνασα καρτερῶς, ἄθλησιν καὶ νίκης, βραβεῖα εἰληφυῖα, παρὰ τοῦ Ζωοδότου καὶ Παντοκράτορος.

Λύχνους τῶν Στροφάδων ἀειλαμπεῖς, τοὺς στεῤῥᾷ ἀθλήσει, καταυγάσαντας νοητῶς, Ἐκκλησίαν πᾶσαν, τιμήσωμεν προφρόνως, τοὺς καλλινίκους ὄντως, Ὁσιομάρτυρας.

Ῥύσασθε κινδύνων παντοδαπῶν, θλίψεων καὶ νόσων, κατωδύνων τοὺς εὐλαβῶς, μνήμην τὴν ἁγίαν, ὑμῶν μακαριζόντων, ἀναιρεθέντες θεῖοι Ὁσιομάρτυρες.

Χαίρει καὶ προστρέχει τῇ πανσθενεῖ, ὑμῶν προστασίᾳ, τῶν Στροφάδων ἡ ἐκλεκτή, καὶ σεμνὴ χορεία, Πατέρες θεοφόροι, ὑμῶν ἀεὶ τοὺς πόνους, πόθῳ γεραίρουσα.

Τοὺς ἀναιρεθέντας διὰ χειρός, ἰταμῶς βαρβάρων, μονοτρόπους πανευκλεεῖς, ἐν Στροφάδι νήσῳ, πελάγους Ἰονίου, ᾠδαῖς ἀξιοχρέως ἐγκωμιάσωμεν.

Χαίροις τῶν Πατέρων σεπτὸς χορός, τῶν ἀναιρεθέντων, ἐν Στροφάσιν ἀνηλεῶς· χαίροις συστοιχία, λαμπρὰ Ὁσιοάθλων, ἡ τὴν ὀφρὺν ἀνόμων καταπατήσασα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

 

 

 

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Μάνδρας τῶν Στροφάδων φρυκτωροί, οἱ ἀθλητικαῖς ἀριστείαις καὶ καθαρᾷ βιοτῇ, Ἰησοῦν δοξάσαντες καὶ ἁγιάσαντες, τοῖς ὑμῶν ῥείθροις αἵματος, τῆς νήσου τὴν χθόνα, ταύτης ἱερώτατοι, χορὲ πανάριστε, δίδοσθε ἡμῖν καθ' ἐκάστην, δόσεις τῆς λαμπρᾶς προστασίας, τὰς σωτηριώδεις ἀξιάγαστοι

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.