Τρίτη 14 Ιουνίου 2022

ΙΟΥΝΙΟΣ 21!! ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΑΣΙΛΕΙΟΣ ΚΑΣΤΟΡΙΑΣ

ΙΟΥΝΙΟΣ ΚΑ΄!!

ΒΑΣΙΛΕΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΧΙΛΙΟΔΕΝΔΡΩ ΚΑΣΤΟΡΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Σεμνολόγημα τίμιον, ἱερέων Βασίλειε, Ἐκκλησίας κλέος καὶ ἀγαλλίαμα, Νεομαρτύρων ὡράϊσμα, καὶ θεῖον θησαύρισμα, Δημητρίου τοῦ ναοῦ, Μυροβλύτου στεῤῥόφρονος, θεῖον κόσμημα, τῆς καλλίπαιδος τοῦ Χιλιοδένδρου, κώμης πέλεις κατεχούσης, λειψάνων θήκην τιμίων σου.

 

Θαυμαστὲ ἱερόαθλε, Νεομάρτυς Βασίλειε, ἰταμῶς ἐκτάνθης ὡς θῦμα τέλειον, τραυματισθεὶς καιριώτατα, Τραπέζης ἐνώπιον, τῆς Ἁγίας γεραρέ, Ἱεροῦ ἔνδον Βήματος, καὶ πελέκεως, ὑπομείνας ἀκμὴν ἐν κεφαλῇ σου, καὶ ἐν σώματί σου ἄρτι, ναοῦ πανσέπτου σου ἔξωθι.

 

Ἱερέων εὐπρέπεια, καὶ Μαρτύρων τῆς πίστεως, καλλονὴ Βασίλειε γενναιότατε, τὴν σὴν πανίερον ἄθλησιν, λαμπρῶς ἑορτάζομεν, εὐσεβεῖς Καστοριεῖς, καὶ πιστῶς ἀσπαζόμεθα, τῶν λειψάνων σου, χαριτόβρυτον θήκην εὐωδίαν, τὴν πληροῦσαν καθ’ ἑκάστην, Χιλιοδένδρου περίοικον.

 

Χιλιόδενδρον ἄθλοις σου, τοῖς τιμίοις σεμνύνεται, καὶ ἡ Ἐκκλησία Χριστοῦ ἀγάλλεται, πανηγυρίζουσα σήμερον, τὴν πάνσεπτον μνήμην σου, ἐν ᾠδαῖς πνευματικαῖς, Νεομάρτυς Βασίλειε, ἐγκαλλώπισμα, Λειτουργῶν τοῦ Ὑψίστου ὁ χορείαις, συναφθεὶς ἀΰλων Νόων, ἐν οὐρανίοις σκηνώμασι.

 

Ἀθλοφόρε Βασίλειε, τὴν ὑπέρτιμον μνήμην σου, τῶν Καστοριέων πανηγυρίζοντες, φιλομαρτύρων οἱ σύλλογοι, ὑμνοῦμεν σὴν ἄθλησιν, καὶ λειψάνων σου σορόν, εὐλαβῶς ἀσπαζόμενοι, τὴν ἐκχέουσαν, εὐωδίαν τοῖς πᾶσιν εὐσχημόνως, τὸν Θεὸν δοξολογοῦμεν, τὸν σὲ ἀξίως δοξάσαντα.

 

Δεῦτε πάντες φιλέορτοι, κατασπάσασθαι σπεύσωμεν, τὰ τοῦ Βασιλείου Ἱερομάρτυρος, εὐωδιάζοντα λείψανα, ἃ νῦν Χιλιόδενδρον, ὄλβον ὥσπερ τιμαλφῆ, ἔχει καὶ πίστει εἴπωμεν· Ἱερόαθλε, οὐρανόθεν κατάπεμψον εὐχαῖς σου, οἰκτιρμοὺς Θεοῦ ἀπείρους, ἡμῖν καὶ ἄμετρον ἔλεος.

Δόξα. Ἦχος πλ. Β΄.

Ἱερομύστην ἐνθεώτατον, ὃν ἐτραυμάτισαν ἄπιστοι, ἔνδον τοῦ Ἱεροῦ τοῦ ναοῦ Βήματος, καὶ ἔξωθι αὐτοῦ βιαίως ἀπέκτειναν, Βασίλειον τιμήσωμεν τὸν Νεομάρτυρα, εὐλαβῶς ἀνακράζοντες· Ὁ δι’ αἵματος μαρτυρίου σφραγίσας, τὴν ἱερατικήν σου διακονίαν, σφράγισον τὴν ζωὴν ἡμῶν θερμαῖς σου πρὸς Κύριον δεήσεσι, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9)

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ Χιλιόδενδρον Καστορίας, καὶ τέρπου Χριστοῦ ἡ Ἐκκλησία, τιμῶσα σήμερον τὴν μνήμην, τοῦ Νέου Ἱερομάρτυρος Βασιλείου, χερσὶν ἀνόμοις κατακρεουργηθέντος, καὶ οὕτω βόησον· Ὑπόδειγμα εὐσεβείας καὶ σεμνότητος, ὁ Θεῷ καὶ ἀνθρώποις εὐαρεστήσας, ἱερατικῇ σου διακονίᾳ καὶ μαρτυρίῳ, ἐκτενῶς δυσώπει τὸν δοξάσαντά σε Κύριον, ὑπὲρ τῶν τιμώντων σὴν ἄθλησιν.

 

Ἦχος β΄.

Ὁ κακώσεις τοῦ κρανίου ὑπομείνας, στρέβλωσιν γνάθου καὶ σαρκίου κατωδύνους τρώσεις, οὐρανόθεν εὐωδίᾳ λειψάνων σου δεδόξασαι Βασίλειε· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τὸ σὸν μαρτύριον μεγαλύνοντες, τὰς πρὸς Κύριον εὐχάς σου ἐκδεχόμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.

 

Ἦχος γ΄.

Τὸν ἀκραιφνεῖ πολιτείᾳ καὶ μαρτυρίῳ, Θεῷ εὐαρεστήσαντα, τὸν νῦν προσεδρεύοντα τῷ θρόνῳ τῆς δόξης, Βασίλειον ὑμνήσωμεν τὸν Νέον Ἱερομάρτυρα, καὶ ἐν κατανύξει αὐτῷ εἴπωμεν· Οὐρανῶν οἰκῆτορ, οὗ τὰ χαριτόβρυτα λείψανα δεικνύουσι, τὴν ἐν αὐτοῖς παρουσίαν τοῦ Παρακλήτου Πνεύματος, ἀξίωσον καὶ ἡμᾶς σὺν σοὶ ἐπαγάλλεσθαι, ἐν τῇ ἀλήκτῳ μακαριότητι.

 

 

Δόξα. Ἦχος δ΄.

Τοὺς προσκυνοῦντας τὰ εὐωδίαν ἀποπνέοντα λείψανά σου, καὶ τιμῶντας τὴν πανσεβάσμιον μνήμην σου, Ἱερομάρτυς Βασίλειε ῥύου δυσθυμίας καὶ θλίψεων· ἔχεις γὰρ πολλὴν παῤῥησίαν ὡς Νέος Μάρτυς πίστεως, πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν ἐκθύμως τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῆς Βασιλείας Χριστοῦ, Ἱερομύστα γενναιόφρον ὁ μέτοχος, Βασίλειε Νεομάρτυς, ὁ οὐρανῶν προσδοκῶν, θείαν Βασιλείαν, καὶ ἀνάστασιν, νεκρῶν ἐνθεώτατε, λειτουργὲ καὶ πανόσιε, τῶν Μυστηρίων, τῶν σεπτῶν ὁ κακότητα, συμπαθείᾳ σου, ὑπομείνας πρὸς ἔγγιστα, πάντων ἐχθρῶν τῆς πίστεως, καὶ δὴ στίφους Ἅγιε, τῶν ἀπογόνων τῆς Ἄγαρ, ὡς ἱερεῖον πανάμωμον, σὲ ἀποκτεινάντων, ἐν ναοῦ αὐλείῳ χώρῳ, ἱερουργίας σου.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, τῶν σῶν αἱμάτων ῥοαῖς, ὁ τὸ ποδῆρές σου φοινίξας ἱμάτιον, ἀμέμπτου ἱερωσύνης, ἐν τοῖς ἐσχάτοις καιροῖς, λειτουργὲ Ὑψίστου, ἐνθεώτατε, Βασίλειε πάνσοφε, ἱερέων εὐπρέπεια, Νεομαρτύρων, τιμαλφέστατον μάργαρον, καὶ φρυκτώρημα, τηλαυγὲς γενναιότητος· ὅθεν τὴν θείαν μνήμην σου, πιστῶς ἑορτάζοντες, Χιλιοδένδρου οἱ δῆμοι, καὶ Καστορίας οἱ σύλλογοι, τὰς σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς Κτίστην, τὸν πολυεύσπλαγχνον.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μνήμην, ἐπιτελοῦντες λαμπρῶς, μαρτυρικήν σου εὐσεβῶν τὰ συστήματα, πανένδοξε Νεομάρτυς, ἐν εὐλαβείᾳ πολλῇ, μέλπομεν καμάτους, πανιέρους σου, Βασίλειε πάντιμε, ὑπὲρ ποίμνης ἐλλόγου σου, ἄχρι θανάτου, θαυμαστὲ ἱερόαθλε, τοῦ ἀδίκου σου, ἐκ χειρῶν τῶν τῆς πίστεως, Λόγου τοῦ Παντοκράτορος, ἐχθρῶν καὶ γηθόμενοι, κατασπαζόμεθα θήκην, χαριτοβρύτων λειψάνων σου, πληροῦσαν ἀῤῥήτου, εὐωδίας τὰς χορείας, πιστῶν ἑκάστοτε.

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. Δ΄.

Τὸν νεολαμπῆ Ἱερομάρτυρα τῆς πίστεως, ἀπηνῶς τὸ ζῆν ἐκμετρήσαντα χερσὶν ἀνοσίοις, ἐν Χιλιοδένδρῳ Καστορίας τιμήσωμεν, Βασίλειον τὸν πανθαύμαστον οὕτω λέγοντες· Ὁ ἀδίκως κακώσεις καὶ στρεβλώσεις ὑπομείνας, καὶ θάνατον ἐπώδυνον ἔξωθι ναοῦ τῆς ἱερατικῆς προσφορᾶς σου, εὐλόγει καὶ ἁγίαζε τοὺς σὲ μεγαλύνοντας, καὶ προσκυνοῦντας προθύμως, τὴν σορὸν τῶν χαριτοβρύτων λειψάνων σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Καστορίας εὐάνδρου τιμαλφὲς σεμνολόγημα, καὶ Χιλιοδένδρου τὸ νέον καὶ περίβλεπτον καύχημα, Βασίλειε στεῤῥόφρον ἱερεῦ, Μαρτύρων νεοάθλων θησαυρέ, ἐπευλόγει τοὺς τιμῶντας, τὴν ἱεράν σου μνήμην καὶ κραυγάζοντας· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ σὲ προστάτην εὐσεβῶν ἐν πᾶσι δείξαντι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἱστάμενος σεμνῶς, πρὸ Ἁγίας Τραπέζης, ἐδέξω τὰς βολάς, ὅπλων πίστεως Μάρτυς, στεῤῥὲ ἱερόαθλε, γενναιόφρον Βασίλειε, καὶ πελέκεως, ἀκμῆ ἐκτάνθης ναοῦ σου, μάκαρ ἔξωθι, Χιλιοδένδρου λευΐτα, σεπτὲ καὶ πανεύφημε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγει ἀπλανῶς, Ὁδηγήτρια Μῆτερ, πρὸς κτῆσιν ἀρετῆς, τοὺς πιστῶς σε ὑμνοῦντας, σεμνὴ ἀειπάρθενε, Θεοτόκε δεήσεσι, Νεομάρτυρος, ἱεροάθλου γενναίου, παναμώμητε, περικλεοῦς Βασιλείου, ἀγάπης κοσμήτορος.

 

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Λειψάνων ἐδόξασε τῇ εὐωδίᾳ τῶν σῶν, τὸν ἄμεμπτον βίον σου, καὶ ἄθλους μαρτυρικούς, σοὺς θείους Βασίλειε, Νέε Ἱερομάρτυς, ὁ τῶν ὅλων Δεσπότης, Κύριος Παντοκράτωρ, δαψιλῶς πᾶσι νέμων, τὰς γέρας τοῖς ἐν ἄθλοις Αὐτοῦ, κράτος δοξάζουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σεμνὴ Ὁδηγήτρια, Χριστιανῶν πρὸς σκηνάς, τῆς ἄνω λαμπρότητος, Θεογεννῆτορ σεμνή, ὁδήγει ἀείποτε, δούλους τῆς χάριτός Σου, πρὸς ὁδοὺς μετανοίας, ὑπερευλογημένη, Βασιλείου πρεσβείαις, τοῦ Νέου Ἐκκλησίας ἡμῶν, Ἱερομάρτυρος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἱερομάρτυρος, τοῦ νέου πίστεως, ὅνπερ ἀπέκτειναν χεῖρες ἀνόσιοι, ἀρτίως τῶν Ἄγαρ υἱῶν τὴν μνήμην ἐν εὐλαβείᾳ, πάντες Χιλιόδενδρον οἱ οἰκοῦντες τιμήσωμεν, καὶ κατασπαζόμενοι χαριτόβρυτα λείψανα, αὐτοῦ ἀναβοήσωμεν πόθῳ· Χαῖρε λευΐτα τροπαιοῦχε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν… (Κεφ. ΙΕ 17-ΙΣΤ 2)

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Τοῦ Ἱεροάθλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἀδίκως καὶ ἀπηνῶς θανατωθέντα, ἱερόαθλον ὑμνήσωμεν Βασίλειον, Καστορίας περιοικίδος τὸ καλλώπισμα, καὶ αὐτοῦ τὰ εὐωδιάζοντα λείψανα προσκυνοῦντες, ἐν κατανύξει εἴπωμεν· Ἱερέων πολύτιμον κόσμημα, ὁ δοξασθεὶς θεόθεν ὡς τῶν πάλαι Μαρτύρων ἰσοστάσιος, ἐκτενῶς δυσώπει τὸν Κύριον, ὑπὲρ τῶν ἐκθύμως τιμώντων τὴν μνήμην σου.

 

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Βασιλείου, Ἱερομάρτυρος Νέου, αἶνος. Χ. Μ.

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Βασίλειον ἔνδοξον, Ἱερομάρτυρα μέλψωμεν, δι’ ὃν Χιλιόδενδρον, ἀγαλλιᾶται λαμπρῶς, φιλομάρτυρες, Καστοριέων δῆμοι, καὶ πάντες χριστώνυμοι, εὖχος ὡς πίστεως.

Ἀρτίως ἀθλήσαντα, Ἱερομάρτυρα μέλψωμεν, Βασίλειον καύχημα, Χιλιοδένδρου σεπτόν, ὃν ἐδόξασε, Θεὸς τῇ εὐωδίᾳ, λειψάνων ὡς πρόβολον, ἤθους χρηστότητος.

Συμφώνως τιμῶμέν σε, Ἱερομάρτυς Βασίλειε, ποδήρη κοσμήσαντα, ἱερωσύνης τῆς σῆς, τῶν αἱμάτων σου, ἐκχύσεσι ἀρτίως, ὡς πίστεως μάργαρον, πολυτιμότατον.

Θεοτοκίον.

Ἰθύνουσα δούλους Σου, μὴ διαλείπῃς πρὸς θεώσιν, τοὺς σὲ μεγαλύνοντας, Θεογεννῆτορ σεμνή, Ὁδηγήτρια, χειραγωγὸν ὡς θείαν, πιστῶν πρὸς σκηνώματα, πόλου ὑπέρφωτα.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Λαμπὰς σῶν ἀμνῶν εὐεργσίας, ἀκτῖσιν ἐφώτισας τοῖς σοῖς, ἀγάπης Χιλιόδενδρον, Βασίλειε τρισόλβιε, καὶ τοὺς ἐχθροὺς ἐσκότισας, τῆς τοῦ Χριστοῦ θείας πίστεως.

Ἐγγάμων ὁδοῖς ἀκολουθήσας, Βασίλειε Μάρτυς γεραρέ, ἐμπιστοσύνης ἔτυχες, παρὰ τοῦ Παντοκράτορος, υἱῶν δυάδος ἔνδοξε, καὶ θυγατρὸς τῆς φιλτάτης σου.

Ἱέρευσας ἐν Χιλιοδένδρῳ, σεμνῶς καὶ πανσόφως σεβαστέ, λευΐτα ἄχρι τέλους σου, μαρτυρικοῦ Βασίλειε, ὅνπερ ἐχθροὶ ἐφθόνησαν, διὰ πολλὴν ἀγαθότητα.

Θεοτοκίον.

Ὁδήγησον πάντας Θεοτόκε, πρὸς τρίβους εὐθείας τοὺς πιστῶς, προστρέχοντας Σῇ χάριτι, ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ ὕμνοις μεγαλύνοντας, Σὲ ὡς βροτῶν Ὁδηγήτριαν.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Δεῦτε μέλψωμεν ἱερόαθλε, νέου πίστεως τὰς ἀριστείας, καὶ τὸ ἔνδοξον μαρτύριον κράζοντες· Τῶν εὐλαβῶν ἱερέων ἀκρώρεια, ὁ μιαιοφόνοις χερσὶ τὸν ποδήρη σου, Μάρτυς ἔνδοξε, φοινῖξας λαμπρῶς Βασίλειε, στεφάνοις κατεστέφθης ἀφθαρτότητος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδηγήτρια, τῶν πλανωμένην, πρὸς σωτήριον, Θεογεννῆτορ, ἀληθῶς ἐπιστροφὴν καθοδήγει με, πρὸς μετανοίας ὁδοὺς τὸν ἑκάστοτε, Σὲ μεγαλύνοντα ὕμνοις ἐμπρέπουσι, παρακλήσεσι τοῦ Νέου Ἱερομάρτυρος, ἐνδόξου Βασιλείου Μητροπάρθενε.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Ὑπερόπτα τῶν προσκαίρων, ὁ ζηλώσας τὰ ἄῤῥευστα, καὶ ἀφιερώσας, τῷ Χριστῷ θεόφρον Βασίλειε, τὸν σὸν ἐπίγειον βίον ἱεράτευσας, κατὰ μίμησιν, Μελχισεδὲκ ἐνθεώτατε.

Ἱερέων κοσμιότης, θεοφόρε Βασίλειε, ἡσυχίας βάθρον, ἐλεημοσύνης κειμήλιον, κενωτικῆς πρὸς ἀλγοῦντας ἀγαπήσεως, ὤφθης μέλαθρον, καὶ συμπαθείας ἀνάκτορον.

Εὐεργέτα τῶν πενήτων, ἱερεῦ φιλακόλουθε, τοῦ ναοῦ κοσμῆτορ, Δημητρίου μεγαλομάρτυρος, Χιλιοδένδρου Βασίλειε διέλαμψας, πᾶσι πίστεως, ἔργοις ἐνθέοις καὶ ῥήμασι.

Θεοτοκίον.

Ῥῦσαι πάντας ἐπηρείας, τοῦ δεινοῦ πολεμήτορος, κεχαριτωμένη, Μῆτερ τοῦ Θεοῦ ἀπειρόγαμε, τοῦ Βασιλείου ἐνθέρμοις παρακλήσεσι, μαρτυρήσαντος, ὑπὲρ ἀγάπης τοῦ Τόκου Σου.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Οἱ δῆμοι Βασίλειε, Καστοριέων μνήμην σου, πίστει ἑορτάζοντες τὴν θείαν, λειψάνων θήκην, χαριτοβρύτων τῶν σῶν, ἀσπάζονται Πάτερ θαυμαστέ, καὶ πληροῦνται χάριτος, ἱερόαθλε πάντιμε.

Μαρτύρων Βασίλειε, ἀπείληφας τὸν στέφανον, ὅτε μιαιφόνοις ἀπεκτάνθης, παλάμαις ἄρτι, Ἱερομάρτυς στεῤῥέ, ὁ κάραν τρωθεὶς ἀνηλεῶς, διὰ ξύλων ἄριστε, ἀθλητὰ καὶ πελέκεων.

Αἰνοῦμεν Βασίλειε, σὴν ἐν Ἁγίῳ Βήματι, τρῶσιν διὰ πυροβόλου ὅπλου, καὶ ἱταμόν σου, ἔξωθι σοῦ τοῦ ναοῦ, μαρτύριον ἄχρι τελευτῆς, Νεομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ θείας πίστεως.

Θεοτοκίον.

Ῥοὰς τῶν προσφύγων Σου, δακρύων Μητροπάρθενε, μὴ ἀποποιήσης Θεοτόκε, ἀλλὰ ταχέως, σμῆξον αὐτὰς Σῶν εὐχῶν, τῷ μάκτρῳ δεήσεσι θερμαῖς, Βασιλείου Μάρτυρος, ἱερέως πανάχραντε.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Τὰς τύψεις Μάρτυς Βασίλειε, κακώσεις καὶ στρεβλώσεις ὡς ἄσαρκος, ἄρτι ὑπέμεινας· διὸ καὶ στέφος ἀμάραντον, ἐκ τῶν χειρῶν ἐδέξω, τοῦ Παντοκράτορος.

Ὑμνοῦμεν πόθῳ Βασίλειε, μαρτύριον σεπτὸν ἱερόαθλε, ὅπερ ὑπέμεινας, διὰ Χριστὸν Ὃν ἠγάπησας, ἐξ ὅλης σου καρδίας, πανιερώτατε.

Ῥοὰς αἱμάτων Βασίλειε, ὑμνοῦμεν τῶν σεπτῶν σου νεόαθλε, δι’ ὧν ἡγίασας, τὸ Χιλιόδενδρον μνήμην σου, νῦν τὸ τιμῶν ἐκθύμως, Μάρτυς ἀήττητε.

Θεοτοκίον.

Ὁδήγει πάντας οἰκέτας Σου, πρὸς δόμους ἀπλανῶς ἀφθαρτότητος, Θεογεννήτρια, τοῦ Βασιλείου ἐντεύξεσι, πανσέπτου ἱερέως, καὶ θείου Μάρτυρος.

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.

Χιλιοδένδρου Καστορίας ἱερόαθλον, τὸν εὐσεβείας καὶ σεμνότητι ἐκλάμψαντα, ἱερέα καὶ ἀδίκως χερσὶν ἀνόμοις, ὥσπερ σφάγιον κτανθέντα εὐφημήσωμεν, ὡς νεόφυτον ἀμώμου δένδρου πίστεως, πόθῳ κράζοντες· Χαίροις Μάρτυς Βασίλειε.

Ὁ Οἶκος.

Ἄγγελοι οὐρανόθεν, σοὶ ἐπέδωκαν στέφος, ἀμάραντον Βασίλειε Μάρτυς, μιαιφόνοις χερσὶν ὁ κτανθείς, ἐν Χιλιοδένδρῳ ἱερεῦ ἔνθεε, πρὸς ὃν εὐτάκτοις ᾄσμασι, βοῶμεν οἱ πιστοὶ τοιαῦτα·

Χαῖρε, τὸ ἄστρον Χιλιοδένδρου·

χαῖρε, τὸ δένδρον ἐνθέου βίου.

Χαῖρε, ἱερέων ἀμέμπτων ὁ πρόβολος·

χαῖρε, καλλινίκων Μαρτύρων ὁ σάπφειρος.

Χαῖρε, ὅτι σὲ ἀπέκτειναν οἱ στυγνοὶ Ἄγαρ υἱοί·

χαῖρε, ὅτι σὲ κατέστεψαν, τῶν Ἀγγέλων οἱ χοροί.

Χαῖρε, ὁ ὑπομείνας κεφαλῆς σου κακώσεις·

χαῖρε, πᾶσιν ὁ δείξας τῆς σῆς χάριτος δόσεις.

Χαῖρε, Θεῷ ἡμῖν ἱλεούμενος·

χαῖρε, λαῷ σὴν χάριν δεικνύμενος.

Χαῖρε, Χριστοῦ ὁ τὰ στίγματα φέρων·

χαῖρε, ἐχθροῦ ὁ μανίαν ἐλαύνων.

Χαίροις, Μάρτυς Βασίλειε.

 

Συναξάριον.

Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Βασίλειος, ἐν Χιλιοδένδρῳ Καστορίας, ἐν ἔτει 1902ῳ, κατακρεουργηθεὶς τελειοῦται.

Ὁ Ἅγιος Ἱερομάρτυς Βασίλειος, τοὐπίκλην Καλαπαλίκης, ἦν ἔγγαμος ἱερεύς, πατὴρ τριῶν τέκνων· δύο υἱῶν καὶ μιᾶς θυγατρός, ἐφημέριος τῆς ἐνορίας Χιλιοδένδρου Καστορίας. Ἐγεννήθη ἐν ἔτει 1858, καὶ ἠνάλωσεν ἑαυτὸν τῇ διακονίᾳ τοῦ πλησίον, τῇ ἀπλανεῖ ποδηγεσίᾳ αὐτοῦ καὶ τῇ Θείᾳ Λατρείᾳ. Φιλακόλουθος ὤν, ἐτέλει τὰς ἱερὰς Ἀκολουθίας ἐν τῷ τότε ἐνοριακῷ ναῷ τοῦ Ἁγίου Δημητρίου καὶ ἔχαιρε τῆς τιμῆς καὶ τῆς εὐλαβείας τῶν ἐνοριτῶν του. Διὰ τὰς πολλὰς αὐτοῦ πρὸς ἅπαντας εὐεργεσίας, ἐφθονήθη ὑπὸ τῶν ἀπίστων ἐκγόνων τῆς Ἄγαρ, καὶ δὴ τῶν οἰκούντων ἐν τῇ γείτονι Μεσοποταμίᾳ.

Ἐξ αὐτῆς ἀνόσιοι ἄνδρες, τὴν ἑσπέραν τῆς 21ης Ἰουνίου τοῦ 1902, ἐπέδραμον εἰς τὸν ναόν, ἔνθα αὐτὸς ἐτέλει τὴν ἑσπερινὴν ἀκολουθίαν καὶ δι’ ὅπλου πυροβόλου αὐτὸν ἱστάμενον ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης, ἐτραυμάτισαν. Ἐξελθὼν τοῦ ναοῦ ὁ Βασίλειος, κατεκρεουργήθη ὑπὸ τῶν ἀπίστων, ἀνηλεῶς κτυπώντων αὐτὸν διὰ ξύλων καὶ πελέκεων, ἐθραύσθη τὴν κεφαλήν, ἐστρεβλώθη τὴν γνάθον καὶ ἐκακώθη τὸ σαρκίον ἄχρι θανάτου. Τὸ αἱμόφυρτον αὐτοῦ σκῆνος μετὰ δυσκολίας ἀργότερον ἀνεγνωρίσθη ἐκ τῆς γενειάδος καὶ τῶν ἱερῶν αὐτοῦ ἀμφίων, καὶ ἐνεταφιάσθη ὄπισθεν τοῦ Ἱεροῦ Βήματος.

Κατόπιν συνεχῶν ἐμφανίσεων τοῦ Ἱερομάρτυρος, ἐγένετο ἀνακομιδὴ τῶν λειψάνων του τῇ 2ᾳ Μαΐου τοῦ 1987. Κατ’ αὐτήν, τὸ σκῆνος εὑρέθη μετὰ τοῦ δέρματος τῆς γενειάδος, τῆς κώμης, καὶ τῆς δεξιᾶς χειρὸς ἐχούσης τὰ δάκτυλα εἰς σχῆμα εὐλογίας. Μετὰ τὸν ἐξ ἀγνοίας καθαρισμὸν τῶν ὀστέων ἐκ τοῦ δέρματος, ἐτοποθετήθηκαν αὖθις ταῦτα ἐν ξυλίνῳ κιβωτίῳ ἐντὸς τοῦ ἰδίου τάφου. Ἐκ δευτέρου ἀνακομιδὴ αὐθτῶν ἐγένετο τῇ 28ῃ Νοεμβρίου τοῦ 2014, καὶ εὑρέθησαν ἄῤῥητον ἐκπέμποντα εὐωδίαν.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Στῦλε πίστεως, Βασίλειε ἀκλόνητε, ψυχὰς ἐστήριξας, τῶν σῶν ἐλλόγων ἀμνῶν, τῇ βάκτρῳ ῥημάτων σου, καὶ παραδείγματος, τοῦ ἰδίου σου, ἄχρι τοῦ μαρτυρίου σου, τοῦ ἐνδόξου καλλιμάρτυς.

Νίκης στέφανον, ἀπείληφας Βασίλειε, ἀφθίτου πάντιμε, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ, ὡς Μάρτυς νεόαθλος, καὶ σὺν τοῖς τάγμασι, χαίρεις πάντοτε, Ἀγγέλων ἐν σκηνώμασιν, οὐρανῶν τὰς ὑπερφώτους.

Ἔχει θήκην σου, λειψάνων, ὡς θησαύρισμα, ὄντως ἀσύλητον, τοῦ Γενεθλίου ναός, Βασίλειε πάνσοφε, τῆς Θεομήτορος, ἱερόαθλε, ἃ πίστει ἀσπαζόμενοι, μεγαλύνομέν σε πόθῳ.

Θεοτοκίον.

Ὁδηγήτρια, Θεογεννῆτορ πρόσδεξαι, δεήσεις δούλων Σου, κειμένων ἐν τῇ σκιᾷ, παθῶν καὶ στενώσεων, καὶ καθοδήγησον, πάντας Δέσποινα, πρὸς ἀπαθείας ἔπαλξιν, καὶ χαρᾶς ἀλήκτου δόμους.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὕμνοις καὶ ᾠδαῖς σε μελῳδοῦμεν, Βασίλειε Νεομάρτυς ἱερόαθλε, ὁ φοινίξας αὔλειον, χῶρον τοῖς σοῖς αἵμασι, ναοῦ Μεγαλομάρτυρος, Χριστοῦ τῆς πίστεως, ἐνδόξου Δημητρίου ἀρτίως, κώμην τοῦ κοσμοῦντος, σεπτὴν Χιλιοδένδρου.

Αἴγλης ἀπολαύων οὐρανίου, ὡς Μάρτυς στεῤῥὸς καὶ ἄριστος Βασίλειε, δυσωπεῖς ἀείποτε, τὸν Θεὸν καὶ Κύριον, ὑπὲρ τῶν εὐφημούντων σου, λαμπρὰν ἐνάθλησιν, καὶ πίστει προσκυνούντων τὴν θήκην, σῶν χαριτοβρύτων, λειψάνων Ἀθλοφόρε.

Ἴθυνας τὰ διαβήματά σου, πρὸς ἄθλησιν εἰς τὸν αὔλειον Βασίλειε, χῶρον Μάρτυς ἔνδοξε, Δημητρίου μάκαρος, ναοῦ ἐν ᾧ ἀνέπεμπες, Κυρίῳ αἴνεσιν, καὶ φόβῳ ἐν Αὐτοῦ ἐπετέλεις, ἄχρι τελευτῆς σου, Μυστήρια τὰ θεῖα.

Θεοτοκίον.

Νέκρωσον σαρκὸς ἐπαναστάσεις, τῶν δούλων Σου Παναγία τῇ Σῇ χάριτι, καὶ τὸ πνεῦμα ζώωσον, τῶν παρακαλούντων Σε, θερμῶς Θεογεννήτρια, Κυρία Δέσποινα, ἐνθέρμοις Βασιλείου πρεσβείαις, τοῦ ἱεροάθλου, ἐν τῷ Χιλιοδένδρῳ.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Οἱ τῶν εὐσεβῶν, χοροὶ μεγαλύνοντες, τὰς ἀριστείας σου, πίστει ἀσπαζόμεθα, χαριτοβρύτων, λειψάνων θήκην σου, τὴν εὐωδίαν ἄῤῥητον, ἀεὶ ἐκχέουσαν, καλλιμάρτυς, τοῦ Χριστοῦ Βασίλειε, καὶ ψυχὰς εὐσεβῶν κατευφραίνουσαν.

Σὲ πανευλαβῶς, τιμῶντες Βασίλειε, ἀπεκδεχόμεθα, σὰς εὐχὰς πρὸς Κύριον, ᾯ ἐναθλήσει, κατευηρέστησας, ἵνα τοῦ βίου πλεύσωμεν, τὸ πολυκύμαντον, Νεομάρτυς, πέλαγος καὶ φθάσωμεν, εἰς λιμένα τοῦ πόλου ἀκύμαντον.

Χάριν σου πιστοῖς, Βασίλειε ἔκχυσον, τοῖς ἀνυμνοῦσί σε, ὡς στεῤῥὸν νεόαθλον, καὶ προσκυνοῦσι, λειψάνων θήκη σου, ἣν ἔχει ὡς θησαύρισμα, τῆς Θεομήτορος, Γενεθλίων, ὁ ναὸς πολύτιμον, Νεομάρτυς τῆς πίστεως ἄριστε.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, σεμνὴ Ὁδηγήτρια, πιστοὺς ὁδήγησον, Σοὶ τοὺς καταφεύγοντας, πρὸς σωτηρίας, λιμένα Δέσποινα, πρεσβείαις Νεομάρτυρος, θερμαῖς πανύμνητε, Βασιλείου, ἄρτι ἐναθλήσαντος, ἐντῷ Χιλιοδένδρῳ Παντάνασσα.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἱερομάρτυς πίστεως, νεόαθλε Βασίλειε, Χιλιοδένδρου κοσμῆτορ, καὶ ἀρωγὲ καὶ προστάτα, μνημόνευε ἀείποτε, τῶν κατασπαζομένων σου, λειψάνων θήκην πάνσεπτον, δι’ εὐωδίας πληροῦσαν, αὐτῇ σεμνῶς προσιόντας.

Θεοτοκίον.

Παρθένε Ὁδηγήτρια, Καστοριέων ἔφορε, μὴ παύσῃ καθοδηγοῦσα, πρὸς ἀτραποὺς σωτηρίας, τοὺς πίστει μεγαλύνοντας, πληθὺν τῶν θαυμασίων Σου, καὶ Σὸν Υἱὸν δοξάζοντας, τὸν πανευΐλατον Κτίστην, κόσμου παντὸς ὡς Σωτῆρα.

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Βασίλειε Μάρτυς γεραρέ, νέε ἱερόαθλε, ὃν ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ἔκτειναν ἄνομοι, ἔκγονοι τῆς Ἄγαρ, στέφος ἀφθαρτότητος, ἐδέξω ἐκ χειρῶν Παντοκράτορος, ὡς ἐπιβράβευσιν, τῆς ἀμέμπτου πολιτείας σου, καὶ ἀρίστης, σῆς ὄντως ἀθλήσεως.

 

Τὴν κάραν σου φέρουσαν ἀεί, μαρτυρίου στίγματα, Ἱερομάρτυς Βασίλειε, καὶ κατευφραίνουσαν, πάντας εὐωδίᾳ, παναῤῥήτῳ ᾄσμενοι, σῆς χάριτος ἱκέται πανύμνητε, κατασπαζόμεθα, καὶ ᾠδαῖς εὐτάκτοις ψάλλομεν· Χαῖρε Πάτερ, ἀγάπης ὑπόδειγμα.

 

Λειψάνων σου θήκην ἱεράν, θησαυρὸν ὡς πάντιμον, ναὸς κατέχει Βασίλειε, τῆς Θεομήτορος, θείων Γενεθλίων, κώμης τῆς καλλίπαιδος, σεπτὲ Χιλιοδένδρου καὶ ἅπαντες, χάριν τὴν θείαν σου, φυλακτήριον ὡς ἔνθεον, Νεομάρτυς, στεῤῥὲ ἱερόαθλε.

 

Τελοῦντες τὴν μνήμην σου λαμπρῶς, θαυμαστὲ Βασίλειε, Ἱερομάρτυς πανεύφημε, κατασπαζόμεθα, σῶν λειψάνων θήκην, εὐωδίαν ἅπαντας, πληροῦσαν τοὺς πιστῶς προσπελάζοντας, ταύτῃ καλλίνικε, ὅνπερ ἔκτειναν ὡς ἄμωμον, ἱερεῖον, ἐχθροὶ θείας πίστεως.

 

 

Δόξα. Ἦχος πλ. Α΄.

Τὸν ἀξιωθέντα ὑπὲρ Χριστοῦ ἀθλῆσαι, Ἱερομάρτυρα Νέον Βασίλειον τιμήσωμεν, ὡς νεόδρεπτον εὐσεβείας κρίνον, εὐωδιάσαντα Χιλιόδενδρον Καστορίας, ἐν εὐλαβείᾳ λέγοντες· Ὁ τοῖς λειψάνοις σου ἁγιάζων τοὺς εὐφημοῦντάς σε, καὶ ἡδύνων καρδίας τῶν ὑμνούντων σὴν ἄθλησιν, εὐλόγει καὶ ἁγίαζε τοὺς ἐκδεχομένους τὴν χάριν σου, ἣν ἔχεις ὡς Μάρτυς πίστεως πανάριστος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ἱερόαθλε θαυμαστέ, ἐν Χιλιοδένδρῳ, ἀνυποίστους ὁ ὑποστάς, ὑπ’ ἐχθρῶν βασάνους, Βασίλειε Μαρτύρων, νεολαμπῶν σεμνότης, καὶ ἀγαλλίαμα.