Δευτέρα 29 Ιουλίου 2019

ΙΟΥΛΙΟΣ 8. ΠΡΟΚΟΠΙΟΣ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ




ΙΟΥΛΙΟΣ Η΄.

ΠΡΟΚΟΠΙΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἐφεξῆς Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων

Ἀφωρισμένος ὑπάρχων ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κήρυξ Αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε.

Τῇ μυστικῇ παντευχίᾳ καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Προκόπιε θεόφρον, θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας.

Ὡς τὸ στρατόπεδον πάλαι, σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς, Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ, οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτύρων ἐγκαλλώπισμα.

 

Ἕ­τε­ρα Στι­χη­ρὰ προ­σό­μοι­α. Ἦ­χος δ´. Ἔ­δω­κας ση­μεί­ω­σιν.

Ἄστρον ἀ­να­τέ­ταλ­κας, ἐκ τῆς Ἑ­ώ­ας πο­λύ­φω­τον, κα­ταυ­γά­ζων Προ­κό­πι­ε, τοῦ κό­σμου τὰ πέ­ρα­τα, ταῖς θε­ο­ση­μεί­αις, καὶ τῇ καρ­τε­ρί­ᾳ, τῶν ἀλ­γει­νῶν ὡς ἀ­λη­θῶς, καὶ ταῖς τῶν ἄ­θλων με­γί­σταις λάμ­ψε­σι· δι­ό σου τὴν πα­νέ­ορ­τον, καὶ φω­το­φό­ρον πα­νή­γυ­ριν, ἑ­ορ­τά­ζο­μεν σή­με­ρον, ἀ­θλο­φό­ρε Προ­κό­πι­ε.

 

Σῶ­μά σου Προ­κό­πι­ε, κα­τα­ξε­ό­με­νον ἔν­δο­ξε, καὶ πυ­ρὶ δα­πα­νώ­με­νον, εἱρ­κταῖς συ­γκλει­ό­με­νον, ὁ­μι­λοῦν πα­ντοί­αις, ἰ­δέ­αις βα­σά­νων, ξί­φει τε­μνό­με­νον σο­φέ, τὴν βα­σι­λεί­αν σοι προ­ε­ξέ­νη­σε, παμ­μά­καρ τὴν οὐ­ρά­νι­ον, ἐν ᾗ χο­ρεύ­εις γη­θό­με­νος, ἀ­θλο­φό­ρε πο­λύ­α­θλε, τῶν Ἀγ­γέ­λων συμ­μέ­το­χε.

 

Δῆ­μον προ­σε­νή­νο­χας, τῷ ποι­η­τῇ δι­ὰ πί­στε­ως, ἱ­ε­ρῶς ἐ­να­θλή­σα­ντα, θε­ό­φρον Προ­κό­πι­ε, μεθ᾿ ὧν τῶν Μαρ­τύ­ρων, χο­ροῖς ἠ­ρι­θμή­θης, κα­τα­βα­λὼν τὸν δυ­σμε­νῆ, ἀν­δρει­ο­φρό­νως ἀ­ξι­ο­θαύ­μα­στε· δι­ό σε μα­κα­ρί­ζο­μεν, ὡς στρα­τι­ώ­την ἀ­ήτ­τη­τον, ὡς

 

 

 

Δόξα. Τοῦ Μάρτυρος. Ἦχος πλ. β'

Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς τους φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ προστρέχοντες, ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν, καὶ τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.

 

Καὶ νῦν. Θε­ο­το­κί­ον

Τίς μὴ μα­κα­ρί­σει σε Πα­να­γί­α Παρ­θέ­νε; τίς μὴ ἀ­νυ­μνή­σει σου, τὸν ἀ­λό­χευ­τον τό­κον; ὁ γὰρ ἀ­χρό­νως ἐκ Πα­τρὸς ἐ­κλάμ­ψας ίἱὸς μο­νο­γε­νής, ὸ αὐ­τὸς ἐκ σοῦ τῆς ἀ­γνῆς προ­ῆλ­θεν, ἀ­φρά­στως σαρ­κω­θείς, φύ­σει Θε­ὸς ὑ­πάρ­χων, καὶ φύ­σει γε­νό­με­νος ἄν­θρω­πος δι᾿ ἡ­μᾶς, οὐκ εἰς δυ­ά­δα προ­σώ­πων τε­μνό­με­νος, ἀλλ᾿ ἐν δυ­ά­δι φύ­σε­ων, ἀ­συγ­χύ­τως γνω­ρι­ζό­με­νος. Αὐ­τὸν ἱκέ­τευ­ε, σε­μνὴ παμ­μα­κά­ρι­στε, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν,  προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου  τὸ  Ἀνάγνωσμα  (Ἠσ.  μγ’, 9 – 14).

Τάδε  λέγει  Κύριος. Πάντα  τὰ  ἔθνη  συνήχθησαν  ἅμα  καὶ συναχθήσονται  ἄρχοντες  ἐξ  αὐτῶν. Τίς  ἀναγγελεῖ  ταῦτα  ἐν  αὐτοῖς; Ἤ  τὰ  ἐξ  ἀρχῆς,  τίς  ἀκουστά  ποιήσει  ὑμῖν; Ἀγαγέτωσαν  τοὺς  μάρτυρας  αὐτῶν καὶ  δικαιωθήτωσαν  καὶ  εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ  μοι  μάρτυρες  καὶ  ἐγώ  μάρτυς  Κύριος    Θεός  καὶ    παῖς  ὅν  ἐξελεξάμην, ἵνα  γνῶτε  καὶ  πιστεύσητέ  μοι  καὶ  συνῆτε, ὅτι  ἐγώ  εἰμί. Ἔμπροσθέν  μου  οὐκ  ἐγένετο  ἄλλος  θεός  καὶ  οὐκ ἔσται  πάρεξ  ἐμοῦ    σώζων. Ἐγώ  ἀνήγγειλα  καὶ  ἔσωσα. Ὠνείδισα  καὶ  οὐκ  ἦν  ἐν  ὑμῖν  ἀλλότριος. Ὑμεῖς  ἐμοί  μάρτυρες  καὶ  ἐγώ  μάρτυς  Κύριος    Θεός. Ὅτι  ἐξ  ἀρχῆς  ἐγώ  εἰμί  καὶ  οὐκ  ἔστιν    ἐκ  τῶν  χειρῶν  μου  ἐξαιρούμενος. Ποιήσω  καὶ  τίς  ἀποστρέψει  αὐτό; Οὕτω  λέγει  Κύριος    Θεός, ὁ  λυτρούμενος  ἡμᾶς, ὁ  Ἅγιος  Ἰσραήλ.

 

Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (γ. 1 - 9).

Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καὶ  οὐ  μὴ  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καὶ  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καὶ    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καὶ  γὰρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καὶ  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καὶ  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καὶ  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καὶ  ἐν  καιρῷ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καὶ  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καὶ  κρατήσουσι  λαῶν  καὶ  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τοὺς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ Αὐτῷ συνήσουσιν  ἀλήθειαν  καὶ  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  Αὐτῷ, ὅτι  χάρις  καὶ  ἔλεος  ἐν  τοῖς  Ὁσίοις  Αὐτοῦ  καὶ  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  Αὐτοῦ.

Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (α’, 15 – στ’, 3).

Δίκαιοι  εἰς  τὸν  αἰῶνα  ζῶσι  καὶ  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καὶ    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τὸ  βασίλειον  τῆς  εὐπρεπείας  καὶ  τὸ  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῇ  δεξιᾶ  Αὐτοῦ  σκεπάσει  αὐτούς  καὶ  τῷ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τὸν  ζῆλον  Αὐτοῦ  καὶ  ὁπλοποιήσει  τὴν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καὶ  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  Αὐτῷ    κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καὶ  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπὶ  σκοπόν  ἁλοῦνται  καὶ  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγανακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως· ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καὶ  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καὶ  ἐρημώσει πᾶσαν  τὴν  γῆν  ἀνομία  καὶ    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καὶ  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καὶ  οἱ  γεγαυρωμένοι  ἐπὶ  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καὶ    δυναστεία  παρά  Ὑψίστου.

 

Λιτή. Ἦ­χος α´.

Ἀ­γάλ­λου ἐν Κυ­ρί­ῳ ἡ τοῦ Χρι­στοῦ Ἐκ­κλη­σί­α, καὶ χό­ρευ­ε ἐν Πνεύ­μα­τι, ἐ­πὶ τοῖς θεί­οις με­γα­λεί­οις. Ἰ­δοὺ γὰρ ὁ ἐξ ἐ­θνῶν σε μνη­στευ­σά­με­νος, φῶς ἐκ σκό­τους σοι ἐ­ξή­γα­γε, καὶ νυμ­φα­γω­γὸν εὐ­κλε­ῆ, ἐξ ἀ­σε­βεί­ας σοι ἀ­νέ­δει­ξε, Προ­κό­πι­ον τὸν ἔν­δο­ξον, τὸν ἐν ἀ­θλή­σει ἀ­ήτ­τη­τον· ὑ­ψό­θεν γὰρ τοῦ­τον ζω­γρή­σας, σκεῦ­ος ἐ­κλο­γῆς εἰρ­γά­σα­το, καὶ τῶν οἰ­κεί­ων πα­θῶν, στρα­τι­ώ­την ἄ­ρι­στον· ὅ­θεν τὴν θαυ­μα­στὴν αὐ­τοῦ πρό­νοι­αν, τὴν ἀ­σφα­λῶς σε δι­έ­που­σαν, με­γά­λυ­νον βο­ῶ­σα· Εὔ­σπλαγ­χνε Κύ­ρι­ε, πρε­σβεί­αις τοῦ Α­θλο­φό­ρου σου, δώ­ρη­σαι τῷ λα­ῷ σου, εἰ­ρή­νην ἀ­με­τά­πτω­τον, καὶ τὸ μέ­γα ἔ­λε­ος.

 

Ἦ­χος β´.

Ὡς προ­κό­πτων ἐν Θε­ῷ, πά­ντας πρέ­σβευ­ε ἀ­θλο­φό­ρε, προ­κό­πτειν ἐν αὐ­τῷ, Μαρ­τύ­ρων κλέ­ος μέ­γι­στε Προ­κό­πι­ε, ὡς παῤ­ῥη­σί­αν ἔ­χων πρὸς αὐ­τόν, καὶ τῷ τού­του θρό­νῳ ἀ­εὶ πα­ρι­στά­με­νος, ἐν θε­α­ρέ­στοις ὁ­δοῖς, καὶ θεί­αις πρά­ξε­σιν, εὐ­α­ρε­στοῦ­ντας αὐ­τῷ, καὶ σὲ μα­κα­ρί­ζο­ντας.

 

Ἦ­χος γ´.

Νε­α­νι­κὴν ἄ­γων τὴν ἡ­λι­κί­αν, ὥ­σπερ ὁ θε­σπέ­σι­ος Παῦ­λος, ἐκ τῶν ὑ­ψί­στων τὸ θεῖ­ον χά­ρι­σμα ἐ­δέ­ξω, καὶ τοῦ δει­νοῦ πο­λε­μή­το­ρος τὰ θρά­ση, τῇ πα­νο­πλί­ᾳ τοῦ Σταυ­ροῦ κα­τέ­βα­λες. Μαρ­τύ­ρων τὸ καύ­χη­μα, ἀ­θλο­φό­ρε Προ­κό­πι­ε, ὑ­πὲρ ἡ­μῶν πρὸς Κύ­ρι­ον ἱ­κέ­τευ­ε, τοῦ σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Ἦ­χος δ´.

Αἶ­νος τῷ Θε­ῷ, ἐκ χο­ϊ­κῶν χει­λέ­ων προ­σᾴ­δε­ται, ἐ­πὶ τῇ θεί­ᾳ μνή­μῃ σου, Προ­κό­πι­ε πο­λύ­α­θλε· σὺ γὰρ ὤ­φθης ἀ­κραι­φνὴς στρα­τι­ώ­της, τοῦ λό­γου τῆς πί­στε­ως, φαυ­λί­σας ἐν τῷ σκάμ­μα­τι, τῶν εἰ­δώ­λων τὰς μορ­φάς· καὶ νῦν προ­σε­ρεί­σθης τῷ φέγ­γει τῆς Τρι­ά­δος, κα­τα­πυρ­σεύ­ων ἡ­μῶν, τὰς δι­α­νοί­ας ταῖς πρε­σβεί­αις σου.

 

Δό­ξα, Ἦ­χος πλ. α´­.

Ἡ Ἐκ­κλη­σί­α σή­με­ρον, στο­λι­σα­μέ­νη τοῖς ἄ­θλοις σου, Μάρ­τυς τοῦ Χρι­στοῦ, εὐ­φραί­νε­ται, καὶ τὴν σὴν παγ­γέ­ρα­στον μνή­μην, κατ᾿ ἀ­ξί­αν εὐ­φή­μως κραυ­γά­ζει γε­ραί­ρου­σα· Χαί­ροις ὁ τὸν Παῦ­λον ζη­λώ­σας, καὶ τὸν Σταυ­ρὸν τοῦ Χρι­στοῦ ἀ­ρά­με­νος, καὶ τὰς πα­γί­δας συ­ντρί­ψας τοῦ ἀ­ντι­πά­λου. Χαί­ροις Μαρ­τύ­ρων τὸ καύ­χη­μα, καὶ βα­σι­λέ­ων κρα­ταί­ω­μα, Προ­κό­πι­ε πο­λύ­α­θλε, ὑ­πὲρ ἡ­μῶν πρὸς Κύ­ρι­ον, μὴ δι­α­λί­πῃς πρε­σβεύ­ων, ὡς παῤ­ῥη­σί­αν ἔ­χων, ἀ­θλο­φό­ρων ἐ­γκαλ­λώ­πι­σμα.

 

Καὶ νῦν, Θε­ο­το­κί­ον.

Μα­κα­ρί­ζο­μέν σε, Θε­ο­τό­κε Παρ­θέ­νε, καὶ δο­ξά­ζο­μέν σε, οἱ πι­στοὶ κα­τὰ χρέ­ος, τὴν πό­λιν τὴν ἅ­σει­στον, τὸ τεἴ­χος τὸ ἄῤ­ῥη­κτον, τὴν ἀῤ­ῥα­γῆ προ­στα­σί­αν, καὶ κα­τα­φυ­γὴ τῶν ψυ­χῶν ἡ­μῶν.

 

Εἰς τὸν Στίχον. Ἦ­χος δ´. Ὡς γεν­ναῖ­ον ἐν μάρ­τυ­σιν.

Οὐ­ρα­νό­θεν ἡ κλῆ­σίσ σου, ὡς τοῦ κή­ρυ­κος γέ­γο­νε, τῶν ἐ­θνῶν Προ­κό­πι­ε πα­να­οί­δι­με· καὶ φω­τι­σθεὶς τὴν δι­ά­νοι­αν, τὸ σκό­τος κα­τέ­λι­πες τῶν εἰ­δώ­λων, καὶ φω­στήρ τῶν πι­στῶν ἐ­χρη­μά­τι­σας, θεί­αις λάμ­ψε­σι, τῶν σε­πτῶν σου ἀ­γώ­νων κα­ταυ­γά­ζων, τὰ πλη­ρώ­μα­τα τοῦ κό­σμου, κλέ­ος Μαρ­τύ­ρων καὶ καύ­χη­μα.

 

Στίχ. Θαυ­μα­στὀς ὁ Θε­ὸς ἐν τοῖς Ἁ­γί­οις Αὐ­τοῦ.

Ἐ­γκρα­τεί­ᾳ τὸ πρό­τε­ρον, τῆς σαρ­κὀς τὰ κι­νή­μα­τα, χα­λι­νώ­σας ὑ­στε­ρον, πρὸς την ἄ­θλη­σιν, ἀν­δρει­ο­φρό­νως ἐ­χώ­ρη­σας, παμ­μά­καρ Προ­κό­πι­ε, ἀ­φει­δή­σας τῆς σαρ­κός, τῆ δυ­νά­μει τοῦ Πνεύ­μα­τος· ὅ­θεν ἅ­πα­σαι, ὑ­πο­μεί­νας ἰ­δέ­αν τῶν βα­σά­νων, στε­φη­φό­ρος πρὸς τὰς ἄ­νω, χο­ρο­στα­σί­ας ἀ­νέ­δρα­μες.

 

Στίχ.: Τοῖς Α­γί­οις τοῖς ἐν τῆ γῆ αὐ­τοῦ ἐ­θαυ­μά­στω­σεν ὁ Κύ­ρι­ος.

Στρα­τη­γὸς ὡς ἀ­ήτ­τη­τος, τῷ Σταυ­ρῷ ό­πλι­σά­με­νος, ταῖς ῥο­αῖς τοῦ αἴ­μα­τος πᾶ­σαν δύ­να­μιν, τῶν ἐ­να­ντί­ων ἐ­βύ­θι­σας, καὶ ὄμ­βρους ἀ­νέ­βλυ­σας, ἰ­α­μά­τω δα­ψι­λῶς, ἐκ πη­γῶν ἀ­ρυ­ό­με­νος, ἀ­ξι­ά­γα­στε, τοῦ Σω­τῆ­ρος καὶ πά­ντα, κα­ταρ­δεύ­ων τοὺς φλο­γμῷ τῶν πα­θη­μά­των, συ­νε­χο­μέ­νους Θε­ό­πνευ­στε.

 

 

 

Δό­ξα, Ἦ­χος πλ. δ´

Ταῖς μυ­στι­καῖς λα­μπη­δό­σι, τῆς ὑ­περ­φώ­του Τρι­ά­δος κα­ταυ­γα­ζό­με­νος, Μάρ­τυς Προ­κό­πι­ε γεν­ναι­ό­φρον, θέ­σει θε­ὸς χρη­μα­τί­ζεις, θε­ού­με­νος ἐν με­θέ­ξει· ὅ­θεν τοὺς πί­στει τε­λοῦ­ντάς σου τὴν φω­σφό­ρον ἑ­ορ­τήν ἑ­ορ­τήν, ἐκ πει­ρα­σμῶν πο­λυ­τρό­πων, πε­ρί­σω­ζε σαῖς πρε­σβεί­αις.

 

Καὶ νῦν. Θε­ο­το­κί­ον. Ἦ­χος ὁ αὐ­τός.

Ἀ­νύμ­φευ­τε Παρ­θέ­νε, ἡ τὸν Θε­ὸν ἀ­φρά­στως συλ­λα­βοῦ­σα σαρ­κί, Μῆ­τερ Θε­οῦ τοῦ Ὑ­ψί­στου, σῶν οἰ­κε­τῶν πα­ρα­κλή­σεις δέ­χου Πα­νά­μω­με. Ἡ πᾶ­σι χο­ρη­γοῦ­σα κα­θα­ρι­σμὸν τῶν πται­σμά­των, νῦν τὰς ή­μῷν ί­κε­σί­ας προσ­δε­χο­μέ­νη, δυ­σώ­πει σω­θῆ­ναι πά­ντας ἡ­μᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦ­χος α´.

Οὐ­ρα­νό­θεν τὴν κλῆ­σιν δε­ξά­με­νος, ὡς ὁ Παῦ­λος τῶν ἐ­θνῶν ὁ Δι­δά­σκα­λος, τῇ δυ­νά­μει δὲ τοῦ Σταυ­ροῦ ἐ­νι­σχυ­θείς, τοῦ μαρ­τυ­ρί­ου τὸν δρό­μον τε­τέ­λε­κας, Καὶ νῦν ἰ­ά­σεις πα­ρὲ­χεις πα­ντο­δα­πάς, πᾶ­σι τοῖς πί­στει προ­στρέ­χου­σι. Δι­ὸ πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ ἔν­δο­ξε Προ­κό­πι­ε, ἐν εὐ­σε­βεί­ᾳ ἡ­μᾶς προ­κό­πτειν, καὶ σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Με­τὰ τὴν α΄ Στι­χο­λο­γί­αν, Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ

Ὡς ἄ­στρον τη­λαυ­γές, ἐκ νυ­κτὸς ἀ­γνω­σί­ας, ἐ­κλάμ­ψας ἐμ­φα­νῶς, φω­τι­σμὸν ἀ­λη­θεί­ας, ἀ­στρά­πτεις τοῖς πέ­ρα­σι, δι­ὰ πό­νων ἀ­θλή­σε­ως, δι᾿ ὧν ἄ­πο­νον, ὼς ἀ­λη­θῶς κλη­ρου­χί­αν, Μάρ­τυς εἴ­λη­φας, πα­ρὰ Χρι­στοῦ τοῦ Σω­τῆ­ρος, Προ­κό­πι­ε ἔν­δο­ξε,

Δόξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Θε­ὸν ὑ­περ­φυ­ῶς, ἐξ ἁ­γνῶν σου αἱ­μά­των, κυ­ή­σα­σα Ἁ­γνή, τοῦ Ἀ­δὰμ τὴν οὐ­σί­αν, τῆς πά­λαι δι­έ­σω­σας, κα­τα­κρί­σε­ως Δἐ­σποι­να· ὅ­θεν ἅ­πα­ντες, ὡς σω­τη­ρί­ας σε ῥί­ζαν, με­γα­λύ­νο­μεν, καὶ προ­σκυ­νοῦ­μεν ὲν πί­στει, τὸν ἄ­σπο­ρον τό­κον σου.

 

 

Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν Ἦ­χος δ´. Τα­χὺ προ­κα­τά­λα­βε.

Φω­σφό­ρος ἐ­κλάμ­ψας σοι, ὁ τοῦ φω­τὸς χο­ρη­γός, φω­στῆ­ρα σὲ ἔ­δει­ξε, τῆς Ἐκ­κλη­σί­ας λα­μπρόν, Προ­κόπι­ε ἔν­δο­ξε· σὺ γὰρ ἀ­κο­λου­θή­σας, τῷ κα­λέ­σα­ντι Λό­γῳ, σύμ­φυ­τος ἀ­νε­δεί­χθς, τῆς αὐ­τοῦ Βα­σι­λεί­ας ἡς πρέ­σβευ­ε, τυ­χεῖν, καὶ ἡ­μᾶς τοὺς εὐ­φη­μοῦ­ντάς σε.

Δόξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Πα­στὰς θε­ο­κό­σμη­τος, καὶ λο­γι­κὴ κι­βω­τός, ὡς μό­νη Πα­νά­μω­μος, καὶ κα­θα­ρὰ ἀ­λη­θῶς, ἐ­φά­νης Θε­ό­νυμ­φε· σὺ γὰρ ἐν ταῖς ἀ­γκά­λαις, τὸν τῶν ὅ­λων Δε­σπό­την, φέ­ρεις σω­μα­τω­θέ­ντα, ἐκ γα­στρός σου ἀ­σπό­ρως· ᾧ πρέ­σβευ­ε σω­θῆ­ναι, Θε­ο­τό­κε τοὺς ὑ­μνοῦ­ντάς σε.

 

Με­τὰ τὸν Πο­λυ­έ­λε­ον, Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­α καὶ Λό­γον.

Εὐ­σε­βεί­ας τὴν γνῶ­σιν κα­τα­μα­θών, ἀ­σε­βεί­ας τὸν γνό­φον ά­πο­βα­λών, νε­ό­τη­τι σώ­μα­τος, τὸν ἀρ­χέ­κα­κον δρα­κο­ντα, κα­τε­τρο­πώ­σω Μάρ­τυς, τοῖς ὅ­πλοις τῶν ἄ­θλων σου, καὶ τοῦ Χρι­στοῦ τὰ πά­θη, στεῤ­ῥῶς ἐ­ξει­κό­νι­σας· ὀ­θεν ἰ­α­μά­των, πο­τα­μοὺς ἀ­να­βλύ­ζεις, βυ­θί­ζεις τοὺς δαί­μο­νας, καὶ δρο­σί­ζεις τοὺς κρά­ζο­ντας· Ἀ­θλο­φό­ρε Προ­κό­πι­ε· πρέ­σβευ­ε Χρι­στῷ τῷ Θὲ­ῷ, τῶν πται­σμά­των ἅ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ τὴν ἁ­γί­αν μνή­μην σου.

Δόξα. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Μυ­στη­ρί­ων ἀῤ­ῥή­των πε­ρι­ο­χή, συν­δρο­μὴ χα­ρι­σμά­των θε­αρ­χι­κῶν, ὕ­λη πα­ναρ­μό­νι­ος, τῆς τοῦ Λό­γου σαρ­κώ­σε­ως, καὶ τῶν ὅ­λων Κτί­στου, ἐ­ξαί­σι­ον ἄ­γαλ­μα, σὺ εἶ Παρ­θε­νο­μῆ­τορ, ἡ­μῶν ἡ βο­ή­θει­α· ὅ­θεν πο­λυ­πλό­κων, σο­φι­σμά­των τοῦ πλά­νου, ἡ­μᾶς ἀ­πο­λύ­τρω­σαι, καὶ κιν­δύ­νων ἀ­πάλ­λα­ξον, τοὺς πι­στῶς σοι προ­στρέ­χο­ντας, πρε­σβεύ­ου­σα τῷ σῷ Υἱ­ῷ καὶ Θε­ῷ τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς προ­σκυ­νοῦ­σιν ἀ­ξί­ως, τὴν δό­ξαν σου Ἅ­χρα­ντε.

 

Τὸ Ἀ­ντί­φω­νον τοῦ δ΄ ἦ­χου.

Προ­κεί­με­νον: Δί­και­ος ὡς φοῖ­νιξ ἀν­θή­σει, καὶ ὡ­σεὶ κέ­δρος ἡ ἐν τῷ Λι­βά­νῳ πλη­θυν­θή­σε­ται.

Στίχ.: Πε­φυ­τευ­μέ­νος ἐν οἴ­κῳ Κυ­ρί­ου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

ΕΥ­ΑΓ­ΓΕ­ΛΙ­ΟΝ· τοῦ Ὄρ­θρου τῆς 23ης Ἀ­πρι­λί­ου.

Εἶ­τα ὁ Ν´.

Δό­ξα: Ταῖς του Ἀ­θλο­φό­ρου.­..

Καὶ νῦν: Ταῖς τῆς Θε­ο­τό­κου.­..

Ἰ­δι­ό­με­λον. Ἦ­χος πλ. β΄. Στίχ.: Ἐ­­λέ­η­σόν με ὁ Θε­ός.­..

Ἀ­θλο­φό­ρε Προ­κό­πι­ε, σὺ τοῦ Σταυ­ρω­θέ­ντος φω­τι­σθεὶς τῆ αἴ­γλῃ, ἔ­σπευ­σας συ­σταυ­ρω­θῆ­ναι αὐ­τῷ· ὅ­θεν ἀ­θλη­τι­κὸν δι­α­δρα­μὼν στά­δι­ον, νί­κης τρό­παι­α ἤ­γει­ρας πε­ρι­φα­νῶς ἀ­γω­νι­σά­με­νος. Καὶ νῦν ἄ­μέ­σως Χρι­στὸν ἐ­νο­ρῶν, μὴ παύ­σῃ ἐ­πο­πτεύ­ων, τοὺς ἐκ πό­θου εὐ­φη­μοῦ­ντάς σε.

 

 

Ὁ α΄ Κανὼν τοῦ Μάρτυρος. Ποίημα Θεοφάνους.

ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον

Πλουσίαις, μαρμαρυγαῖς τοῦ Πνεύματος, περιχεόμενος, τοὺς τὴν φωσφόρον ταύτην καὶ σεπτήν, ἑορτήν σου γεραίροντας, παθῶν ἀχλύος λύτρωσαι, καὶ πειρασμῶν Μάρτυς Προκόπιε.

Ἡ κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ Προκόπιε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς ἐσαγήνευσε, παθῶν οἰκείων Μάρτυρα, παναληθῆ σε ἐργαζόμενος.

Στρατείας, τῆς ἐπικήρου πάνσοφε, τὴν αἰωνίζουσαν, ὡς νουνεχὴς ἠλλάξω καὶ θνητοῦ, βασιλέως ἀθάνατον, καὶ βασιλείαν ἄφθορον, σοὶ παρεχόμενον Προκόπιε.

Θεοτοκίον

Τὸν φύσει, Δημιουργὸν ἐκύησας, ἡμᾶς θεώσαντα, τῇ ὑπὲρ νοῦν ἑνώσει ἀληθῶς, Θεοτόκε πανύμνητε, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.

 

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ἡ αἴγλη τοῦ Παναγίου Πνεύματος, φαιδρύνει ἅπαντας, τοὺς φιλεόρτους σήμερον ἡμᾶς, Προκοπίου ἐντεύξεσιν, καὶ τῶν παθῶν καὶ θλίψεων, τὸ σκότος λύει ἐπιλάμψει αὐτῆς.

Ὡς κρίνον ἐν τῷ λειμῶνι ἔνδοξε, τῆς Ἐκκλησίας Χριστοῦ, ἀναδοθεὶς τῇ χάριτι Αὐτοῦ, εὐωδίαν Προκόπιε, διέπνευσας ἀθλήσεως, καὶ τῶν θαυμάτων μύρα τίμια.

Τῆς πλάνης τὰ νοητὰ Προκόπιε, ἅρματα ἔδυσας, εἰς νοητὸν τῶν ἄθλων σου βυθόν, καὶ λαοὺς καθωδήγησας, θαυμάτων ταῖς ἐλλάμψεσι, τῆς εὐσεβείας εἰς κατάπαυσιν.

Θεοτοκίον

Γνωρίσαι τοῖς ἐπὶ γῆς τὴν ἄφατον, καὶ ὑπὲρ ἔννοιαν, φιλανθρωπίαν θέλων ὁ Υἱός, τοῦ Θεοῦ θεονύμφευτε, ἐκ Σοῦ σαρκὶ γεγέννηται, πιστοῖς παρέχων ἀναγέννησιν.

 

ᾨδὴ γ', τοῦ Ἁγίου Μεγαλομάρτυρος Οὐκ ἐν σοφίᾳ

Σταυροῦ ἐν μέσῳ, παραδόξως Χριστός σοι ὀπτάνεται, ἐκδιδάσκων ἐμφανῶς, τὴν πρὸς ἡμᾶς συγκατάβασιν, καὶ σὲ πρὸς τὴν ἄθλησιν, προσεκκαλούμενος.

Ναὸν καὶ στήλην, ἀνεγείρας σαυτὸν θείου Πνεύματος, ζήλου πνέων θεϊκοῦ, ναοὺς καὶ ἄψυχα ξόανα, δαιμόνων κατέαξας, Μάρτυς Προκόπιε.

Συναπεβάλου, δερματίνους χιτῶνας τῷ ξέεσθαι, ἀφθαρσίας δὲ στολήν, περιεβάλου Προκόπιε, καὶ τὸν πολυμήχανον, Μάρτυς ἐγύμνωσας.

Θεοτοκίον

Ῥῦσαί με πάσης, προσβολῆς ἐναντίας του ὄφεως, Μητροπάρθενε ἁγνή, καὶ τὴν καρδίαν μου φώτισον, πίστει σε δοξάζοντος, τὴν παναμώμητον.

Ἕτερος. Εὐφραίνεται ἐπὶ σοί.

Ἀπήμβλυνας τοῦ ἐχθροῦ, τόξα καὶ βέλη τῇ στεῤῥᾷ ἔνδοξε, ὁμολογίᾳ Χριστοῦ, σὺ δὲ ἀπαράτρωτος ἔμεινας.

Κατέβαλες τὴν ἰσχύν, τοῦ πολεμήτορος ἐχθροῦ ἔνδοξε, καὶ εἰς θαυμάτων αὐτός, ὕψος ἀνηρπάγης Προκόπιε.

Τὴν λοίμην τὴν νοητήν, τῆς ἀσεβείας ἐναθλῶν ἔπαυσας, καὶ ἰατρείαν ψυχαῖς, θαύμασιν Προκόπιε ἔβλυσας.

Θεοτοκίον

Ἐπαύθη ἡ τοῦ ἐχθροῦ, δυσμενεστάτη τυραννὶς ἄχραντε, διὰ τοῦ τόκου τοῦ Σοῦ, καὶ βροτοὶ δουλείας ἐῤῥύσθημεν.

 

Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτήρ

Τὸν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς οὐρανόθεν, Προκόπιε σοφέ, σὲ καλεῖ πρὸς τὴν πίστιν, τὸ κάλλος τὸ ἔνθεον, προειδὼς τῆς καρδίας σου· ὅθεν ἤθλησας, ἀνδρειοτάτως κηρύττων, τὰ παθήματα, καὶ τὴν αὐτοῦ πρὸς ἀνθρώπους, παμμάκαρ ἐπέλευσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσιν.

ᾨδὴ δ', τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἐπαρθέντα σε ἰδοῦσα

Ἐπαιρόμενον τῷ κράτει τῆς ἀσεβείας, τὸν ἀλαζόνα τύραννον, ταῖς πρὸς τὸν Δεσπότην, θείαις ἀνυψώσεσι, κραυγάζων κατέῤῥαξας· δόξα τῇ δυνάμει σου Κύριε.

Ἐπιφαίνεται φρουρᾷ σοι ἐγκεκλεισμένῳ ὁ Λυτρωτὴς Προκόπιε, θάρσους ἐμπιπλῶν σε, φέγγει τε λαμπρύνων σε, καὶ κλῆσιν κατάλληλον, σοῦ τῇ προκοπῇ παρεχόμενος.

Τὸ τῇ χάριτι τῇ θείᾳ λελαμπρυσμένον, σοῦ κατιδόντες πρόσωπον, οἱ τῆς ἀπιστίας, ζόφῳ καλυπτόμενοι, τὸ φέγγος τῆς πίστεως, θείᾳ ἐπινεύσει κομίζονται.

Θεοτοκίον

Βεβαρυμμένον τῷ ὕπνῳ τῆς ῥαθυμίας, πρὸς μετανοίας ὄρθρον με, τῇ σῇ ἀκοιμήτῳ, Δέσποινα ἐξέγειρον, πρεσβείᾳ καὶ σῶσόν με, μόνη τὸν Σωτῆρα κυήσασα.

 

Ἕτερος. Ἐπαρθέντα Σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἐν τῇ πέτρᾳ τῆς ἀγάπης τῆς τοῦ Κυρίου, ἑδραιωθεὶς Προκόπιε, ἐχθρῶν τρικυμίαις, οὐδ’ ὅλως σεσάλευσαι, τῆς πλάνης δὲ ἔσεισας, ἐναθλῶν γενναίως θεμέλια.

Τῷ τῶν λόγων σου κατέφλεξας πυρὶ θείῳ, τῶν ἀσεβῶν Προκόπιε, σοφίσματα ψεύδους, καὶ θαυμάτων νάμασιν, ἀνθρώπους κατήρδευσας, καὶ λόγοις ἐνθέοις ἐπηύξησας.

Τὰ σωτήρια Προκόπιε τοῦ Δεσπότου, πάθη ἀναδεξάμενος, ἐν τῷ σώματί σου, τῆς αὐτοῦ ἐγέρσεως, συμμέτοχος γέγονας, κοινωνός τε δόξης τῆς κρείττονος.

Ἀθεότητος Προκόπιε σηπεδόνας, τεμὼν τῇ χειρουργίᾳ, τῆς ὁμολογίας, ἐῤῥύσω ἀνθρώπους φθορᾶς· διὸ καὶ πρεσβείαις σου, πάντα θεραπεύεις νοσήματα.

Θεοτοκίον

Ὡραΐζεται ἐνδόξως ἡ Ἐκκλησία, ἐπὶ τοῖς Σοῖς πανάχραντε, θείοις μεγαλείοις, καὶ κοσμεῖται τούτοις φαιδρῶς, καὶ πόθῳ δοξάζει Σε, καὶ ὑμνολογεῖ Σου τὴν κύησιν.

 

ᾨδὴ ε', τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀσεβεῖς οὐκ ὄψονται

Τῷ φωτὶ τῶν λόγων σου, στρατὸν θεοπειθῆ προσενήνοχας τῷ Χριστῷ, μαρτυρίου αἵματι, κληρονομήσαντα, μετὰ σοῦ Προκόπιε, Βασιλείαν τὴν ἀσάλευτον.

Τῆς συγκλήτου ὤφθησαν, τῆς ἄνω κοινωνοί, γυναικῶν αἱ Συγκλητικαί, γένους περιφάνειαν, ἀπαρνησάμεναι, καὶ θανεῖν ἑλόμεναι, ὑπὲρ σοῦ Λόγε ἀθάνατε.

Τῷ πυρὶ φλεγόμεναι, τῷ θείῳ τὴν ψυχήν, φλεγομένου καὶ ἀφειδῶς, ξεομένου σώματος περιεφρόνησαν, αἱ τὴν σὴν ποθήσασαι, Βασιλείαν πολυέλεε.

Θεοτοκίον

Συλλαβοῦσα τέτοκας, Θεὸν Ἐμμανουήλ, εἰς ἀνάπλασιν τῶν βροτῶν, Παναγία ἄχραντε, σάρκα γενόμενον, ὃν ἀεὶ ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἕτερος. Σὺ Κύριέ μου φῶς.

Σὺ ἔλυσας σοφέ, τῆς ἀπάτης τὸν σύνδεσμον, τῇ θείᾳ σου καρτερίᾳ, καὶ ἀνθρώπους συνῆψας, Χριστῷ Μάρτυς Προκόπιε.

Σὺ ἔθλασας θηρῶν, νοουμένων Προκόπιε, τῇ ῥάβδῳ τῆς σῆς ἀνδρείας, κεφαλὰς καὶ τῆς τούτων, θήρας ἀνθρώπους ἥρπασας.

Τοῖς νάμασιν σοφέ, ἀειῤῥύτων θαυμάτων σου, ἀπόπλυνον τῶν σωμάτων, καὶ ψυχῶν ἡμῶν πάθη, ἀοίδιμε Προκόπιε.

Θεοτοκίον

Ῥωσθέντες διὰ Σοῦ, τῇ δυνάμει τοῦ Πνεύματος, πολέμους τοὺς ἀντιπάλους, τῆς Χριστοῦ ἀληθείας, τροπούμεθα πανάχραντε.

 

 

 

 

 

 

 

ᾨδὴ ς', τοῦ Ἁγίου Μεγαλομάρτυρος Θύσω σοι, μετὰ φωνῆς

Ἔῤῥει σου, ἡ μελίῤῥυτος γλῶσσα διδάγματα, μελισταγῆ καὶ πικρίας, ἀθεΐας ὄντως ἀπελυτροῦτο, εὐπειθῶς σοι, τοὺς προστρέχοντας Μάρτυς Προκόπιε.

Μητέρα, τὴν εὐσέβειαν Μάρτυς κτησάμενος, τῆς δυσσεβείας ἐξαίρεις, σοῦ τὴν κατὰ σάρκα σεμνὴν μητέρα, καὶ προσάγεις, οὐρανίῳ Πατρὶ δι' ἀθλήσεως.

Τὰς ὄψεις, ἀποξέων σιδήρῳ ὁ τύραννος, τοῦ λογισμοῦ σου τὸν τόνον, Μάρτυς οὐκ ἐσάλευσεν ἡδρασμένον τῇ ἀγάπῃ τοῦ τὰ πάθη σαρκὶ ὑπομείναντος.

Θεοτοκίον

Ἅγιον, τῶν Ἁγίων ἀῤῥήτως ἐκύησας, ὑπεραγία Παρθένε, τοὺς πιστοὺς ἀεὶ ἁγιάζοντα, καὶ μαρτύρων, τοὺς χοροὺς τοῖς Ἀγγέλοις συνάπτοντα.

 

Ἕτερος. Θύσω σοι.

Θύματα, τὰ λογικὰ θύων Μάρτυς Προκόπιε, ὑπὲρ ἡμῶν τῷ τυθέντι, ἐν σαρκὶ Δεσπότῃ σαυτὸν προσῆξας, τούτῳ θῦμα, πυρὶ ὁλοκαυτώσας ἀθλήσεως.

Ἔσβεσας, τῆς ἀσεβείας φλόγα Προκόπιε, ἱδρῶσι τοῦ μαρτυρίου, καὶ αἱμάτων χύσει ἴαμα πᾶσιν, ἐπήγασας, τοῖς πιστῶς σε τιμῶσιν ὁπλίτην Χριστοῦ.

Σύμβολα, τὰ τῆς ψυχῆς σου Μάρτυς Προκόπιε, ὡραιοτάτης εἰδέας, ἡ ἐκτὸς εὐπρέπεια ὑπεδήλου, διὰ τοῦτο, τοῖς ἐχθροῖς ἀνεδείχθης αἰδέσιμος.

Θεοτοκίον

Γνόντες Σου, τὰ ὑπὲρ λόγον θεῖα μυστήρια, καὶ τὴν ἀπόῤῥητον δόξαν, οἱ ἐν Σοὶ καυχώμενοι Παναγία, κυρίως Σε, Θεοτόκον ἀπαύστως δοξάζομεν.

 

Κοντάκιον. Τοῦ Μάρτυρος. Ἦχος β' Τὰ ἄνω ζητῶν

Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ φρουρούμενος, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τὰ θράση καθεῖλες Προκόπιε, καὶ τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσας, τῇ πίστει προκόπτων, καὶ φωτίζων ἡμᾶς.

Ὁ Οἶ­κος.

Στό­μα συ­νέ­σε­ώς μοι πα­ρά­σχου, ὁ προ­ά­ναρ­χος Λό­γος, βου­λο­μέ­νῳ ὑ­μνεῖν, τὸν σὸν ὁ­πλί­την Προ­κό­πι­ον· ἔ­χεις γὰρ πλοῦ­τον τῆς εὐ­σπλαγ­χνί­ας, ἐν ἀ­πεί­ρῳ Χρι­στέ μου πε­λά­γει τῶν σῶν κρι­μά­των· ἵ­να κἀ­γὼ τῆς ψυ­χῆς τὸ ζο­φῶ­δες κα­θαρ­θῶ, τοῦ νοῦ δὲ πᾶ­σαν κη­λῖ­δα ἀ­πο­σμή­ξας, καὶ να­ὸς ἁ­γι­ά­σμα­τος τοῖς θεί­οις ἔρ­γοις γε­νό­με­νος, ἐ­πά­ξι­α μέλ­ψω τῷ Μάρ­τυ­ρι, ὃς τὴν σε­πτὴν Ἐκ­κλη­σί­αν ὕ­ψω­σε, τῇ πί­στει προ­κό­πτων, καὶ φω­τί­ζων ἡ­μᾶς.

 

 

 

Συναξάριον.

Τῇ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἐν τῇ καμίνῳ

Βάρει μολύβδου, τὸν σὸν αὐχένα συντριβόμενος, Μάρτυς οὐκ ᾐσθάνου· φέρειν γὰρ τὸν ζυγόν, ἐπαυχένιον ἐπόθησας, τὸν ἐλαφρότατον, τοῦ δι' οἶκτον ὁμιλήσαντος.

Χάριν ἐξ ὕψους, τῶν ἰαμάτων κομισάμενος, νόσους ἀπελαύνεις, Μάρτυς καὶ πονηρά, ἐκβοῶν διώκεις πνεύματα· Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Τὰς νιφετώδεις, τῶν δυσμενῶν πληγὰς δεχόμενος, μάκαρ καὶ πυρί, φλεγόμενος καρτερῶς, τὴν ἀσέβειαν κατέφλεξας· Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.

Θεοτοκίον

Κόρης ἀφθόρου, ὑπερφυῶς ἀποτίκτεται, Λόγος ὁ τῷ λόγῳ πάντα δημιουργῶν, ἀλογίας θέλων ῥύσασθαι, τοὺς τὴν ἑκούσιον δοξολογοῦντας, αὐτοῦ συγκατάβασιν.

 

Ἕτερος. Ἐν τῇ καμίνῳ

Ἐν ἀθεΐᾳ, γνῶσιν Θεοῦ κηρύττων Μάρτυς σοφέ, πάντας, τοὺς ἐχθροὺς κατέπληττες καὶ λαούς, εἰς ἐπίγνωσιν Προκόπιε, τοῦ πλαστουργοῦ αὐτῶν, καθωδήγεις σε πόθῳ γεραίροντας.

Λόγοις πυρφόροις, τὸ φρυγανῶδες φλέξας ψεῦδος σοφέ, φέγγος, ἀληθείας ηὔγασας τοῖς πιστοῖς, καὶ θαυμάτων ἐπιλάμψεσι, τούτους ἐφαίδρυνας, τὸν Χριστὸν ἐπιγνόντας Προκόπιε.

Ἐν δυσεκλύτοις, κατεχομένους βρόχοις Μάρτυς Χριστοῦ, νόσων, καὶ παθῶν καὶ θλίψεων ἐπιστάς, ἐπισκέψεις σου ἀπόλυσον, ἡμᾶς Προκόπιε, ἰατρὸν καὶ προστάτην τιμῶντάς σε.

Θεοτοκίον

Ἰσχὺν καὶ κράτος, Σὲ ἀσθενοῦσι πᾶσιν ὁ δυνατός, λόγος, τοῦ Θεοῦ Παρθένε ἐκ Σοῦ τεχθείς, ἐδωρήσατο κραυγάζουσιν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η', τοῦ Ἁγίου Μεγαλομάρτυρος Χεῖρας ἐκπετάσας

Λαμπάσι φλεγόμενος δεινῶς, τοῖς ὀβελίσκοις τε κατακεντούμενος, καὶ τοῖς χρονίοις σου μώλωψιν, ἀναξέσεις εἰσδεχόμενος, καὶ ἀλγεινόμενος σφοδρῶς, Μάρτυς ἐκραύγαζες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῇ σῇ δεξιᾷ τὰ ζοφερά, δαιμόνων πρόσωπα, μάκαρ ἐῤῥάπισας· ταύτην γὰρ ἄνθραξιν ἔνδοξε, καταφλέγεσθαι ὑπέδειξας, παρανομοῦντι δικαστῇ, ἀντιταττόμενος καὶ κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Τὴν πέτραν Χριστὸν τὴν ἀῤῥαγῆ, παμμάκαρ ἔνδοξε, ἔχων θεμέλιον, λίθοις Προκόπιε ἔχαιρες, ὠμοτάτως βαρυνόμενος, πρὸς ἀβαρῆ σε χαρμονὴν ἀνακουφίζουσαν, ἐκβοῶντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Ἰδοὺ πᾶσαι Κόρη γενεαί, ὡς προεφήτευσας, σὲ μακαρίζουσι, Θεὸν μακάριον τέξασαν, μακαρίους ἐργαζόμενον, τοὺς τοῖς προστάγμασιν αὐτοῦ ἀκολουθοῦντας πιστῶς, καὶ βοῶντας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

 

Ἕτερος. Χεῖρας ἐκπετάσας.

Ἄνω τὸ πολίτευμα σοφέ, πρὸς τὰ οὐράνια, ἔχων Προκόπιε, τοῦ κόσμου ἅπασαν ἔνδοξε, ματαιότητα κατέλιπες· διὸ τὰ ὄντως ἀγαθά, διὰ ἀθλήσεως, ἐκληρώσω, καὶ θαυμάτων θείαν χάριν ἀπείληφας.

Τῆς υἱοθεσίας τὴν στολήν, τῇ τῶν αἱμάτων σου, βαφῇ Προκόπιε, καὶ τῆς ἀθλήσεως στίγμασι, λαμπροτέραν ἀπετέλεσας, καὶ εὐωχίας μυστικῆς, τοῦ Βασιλέως Χριστοῦ, ἠξιώθης, θαύμασιν ἀεὶ πιστοὺς δεξιούμενος.

Ταμεῖον χαρίτων σε Χριστός, Μάρτυς Προκόπιε, πᾶσιν ἀνέδειξεν, διὰ σου ἄφθονα θαύματα, καὶ ἰάματα δωρούμενος, τοῖς μεγαλόδωρον αὐτόν, πόθῳ δοξάζουσι, καὶ βοῶσιν· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ὁ ἐν θρόνῳ δόξης τῷ Πατρί, συγκαθεζόμενος, Υἱὸς καὶ Λόγος Αὐτοῦ, Σὲ θεῖον ὄχημα ἄχραντε, καὶ καθέδραν ὑπερένδοξον, ἐκ Σοῦ τεχθεὶς σωματικῶς, μόνην εἰργάσατο, ἵνα πάντες, Σὲ οἱ βροτοὶ ἀνυμνοῦσιν ὡς Δέσποιναν.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ', τοῦ Ἁγίου Μεγαλομάρτυρος Λίθος ἀχειρότμητος

Τοῦ πεποθημένου σοι τέλους, ἐπιτυχὼν μεγαλοφρόνως, ἔκλινας Θεῷ τὸν αὐχένα, κρουσθεὶς δὲ ξίφει ὥσπερ ἐν ἅρματι, τῷ σῷ ἐπέβης αἵματι, καὶ πρὸς αὐτὸν Μάρτυς ἀνέδραμες.

Βρύεις ποταμοὺς ἰαμάτων, πηγὴ γενόμενος θαυμάτων, παύεις δὲ φλογμοὺς παθημάτων, δαιμονικάς τε βυθίζεις φάλαγγας, τῇ πανσθενεῖ τοῦ Πνεύματος, θείᾳ δυνάμει ἀξιάγαστε.

Τοὺς τὴν παναγίαν σου μνήμην, περιχαρῶς ἐπιτελοῦντας, πάσης ἀπειλῆς, πάσης νόσου, παντὸς κινδύνου σῷζε Προκόπιε, ταῖς πρὸς τὸν Κτίστην Κύριον, ἱερωτάταις σου δεήσεσι.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου σου νηδύος, ὁ δημιουργὸς τοῦ ἡλίου, καὶ τῶν ἀστέρων καὶ πάσης κτίσεως, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.

 

Ἕτερος. Λίθος ἀχειρότμητος ὄρους.

Ἔχων τὸ ἀήττητον κράτος, τοῦ Βασιλέως καὶ Δεσπότου, ἐν τῇ τῆς ἀθλήσεως πάλῃ, εἰς συνεργίαν, Μάρτυς Προκόπιε, τὸ τοῦ ἐχθροῦ ἀντίθεον, θράσος καθεῖλες καὶ ὑπέταξας.

Ὡς ἡλιακαῖς λαμπηδόσι, καὶ τῇ τῆς ἀθλήσεως αἴγλῃ, ἐνθέως Μάρτυς, καταλαμπόμενος, ἀειφανὴς Προκόπιε, φωστὴρ ἐδείχθης ἐν τοῖς πέρασιν.

Σὺ ἐξ ἀειῤῥύτων χαρίτων, θαυμάτων νάματα ἀντλήσας, πάσῃ δαψιλῇ μεταδόσει, ταῦτα προχέεις, Μάρτυς Προκόπιε, τοῖς σὲ πιστῶς δοξάζουσι, καὶ τὸν Δεσπότην μεγαλύνουσιν.

Νύκτα τῶν παθῶν καὶ κινδύνων, καὶ περιστάσεων ἐλάσας, ἀφ’ ἡμῶν Προκόπιε αἴγλῃ, τῆς εὐθυμίας, πάντας καταύγασον, τοὺς πίστει εὐφημοῦντάς σε, καὶ τὸν Δεσπότην μεγαλύνοντας.

Θεοτοκίον

Ὕπνον τῆς ψυχῆς μου καὶ ὄκνον, ἀποσοβήσασα Παρθένε, ἔγειρον εἰς δόξαν καὶ αἶνον, τοῦ Σε προστάτιν, παρασχομένου βροτοῖς, ὅπως ἀγρύπνῳ ὄμματι, τοῦτον δοξάζων μεγαλύνω Σε.

 

Ἐξαποστειλάριον Τοῦ Μάρτυρος. Ἦχος γ' Φῶς ἀναλλοίωτον Λόγε

Ἐξ οὐρανοῦ ὡς τῷ Παύλῳ, ἐγένετό σοι ἡ κλῆσις, ᾗ φερωνύμως προκόπτων, Προκόπιε τῷ Κυρίῳ, χοροὺς προσῆξας Μαρτύρων, μεθ' ὧν πρεσβεύεις, ὑπὲρ τῶν σὲ εὐφημούντων.

Θεοτοκίον

Σοῦ τὸ πολίτευμα Λόγε, κραταίωσον ἐν πολέμοις, τοῖς βασιλεῦσι τὸ νῖκος, κατὰ βαρβάρων παρέχων, τῆς Θεοτόκου πρεσβείαις, ἣν ἐδωρήσω, Χριστιανοῖς προστασίαν.

 

 

 

Αἶνοι. Ἦ­χος πλ. δ´ Ὢ τοῦ πα­ρα­δό­ξου θαύ­μα­τος!

Ὦ τοῦ πα­ρα­δό­ξου θαύ­μα­τος! ἐξ ά­γνω­σί­ας βυ­θοῦ, ὥ­σπερ λί­θον πο­λύ­τι­μον, καὶ λα­μπρὸν ἀ­δά­μα­ντα, σα­γη­νεύ­σας ἀ­νείλ­κυ­σεν, ὸ φῶς ἐ­ξά­γων ἐκ σκό­τους Κύ­ρι­ος, τὸν φε­ρω­νύ­μως μέ­γαν Προ­κό­πι­ον· ὦ τῆς ἀῤ­ῥή­του σου προ­μη­θεί­ας Δέ­σπο­τα! Δι’ ἧς Χρι­στέ, σώ­ζεις ὡς ἐ­πὶ­στα­σαι, τοὺς προ­σι­ό­ντας σοι.

 

Ὦ τοῦ πα­ρα­δό­ξου θαύ­μα­τος! ἐν τῇ τοῦ βί­ου νυ­κτί, ὸ θε­ό­φρων Προ­κό­πι­ος, δι­α­τρέ­χων εὔ­ρα­το, ώ­σπερ ἥ­λι­ον ἄ­δυ­τον, ὂν ἐκ­δι­ὡ­κειν Λό­γον πε­πεί­ρα­ται, ὑφ᾿ οὖ ηὐ­γά­σθη καὶ φῶς γε­γέ­νη­ται· ὦ ἧς ἠ­ξί­ω­σαι, κλή­σε­ως πα­νεύ­φη­με! δι᾽ ἧς Χρι­στῷ κα­θω­ρά­θης σύμ­μορ­φος, ἀ­θλή­σας ἄ­ρι­στα.

Μάρ­τυς Ἀ­θλη­τὰ Προ­κό­πι­ε, τὴν πα­νο­πλί­αν Χρι­στοῦ, ἱ­ε­ρῶς έν­δυ­σά­με­νος, ἰ­σχυ­ρῶς ὲ­χώ­ρη­σας, πρὸς ὰ­γῶ­νας καὶ σκάμ­μα­τα, καὶ ἀ­ρι­στεύ­σας κα­θά­περ ᾶ­σαρ­κος, τῶν ά­σω­μά­των ὤ­φθης συ­νό­μι­λος· μεθ᾿ ὦν τὴν ἄ­φρα­στον, χαρ­μο­νὴν κλη­ρού­με­νος, ά­μαρ­τι­ῶν, ζό­φου έ­λευ­θέ­ρω­σον, τοὺς προ­σι­ό­ντας σοι.

 

Μάρ­τυς Ἀ­θλη­τὰ Προ­κό­πι­ε, προ­κό­πτων ὤ­φθης ἀ­εί, τοῖς σε­πτοῖς κα­τορ­θὼ­μα­σιν, εὐ­σε­βεί­ας ἔ­ρω­τι, καὶ μυ­χῆς γεν­ναι­ό­τη­τι· ὄ­θεν εἰς μέ­τρον έ­φθα­σας ἔν­θε­ον, τῆς ἡ­λι­κί­ας τῆς ἄ­νω λή­ξε­ως, ἧς τῆς φαι­δρό­τη­τος, ἀ­πο­λαύ­ων ἄ­λη­κτα ὑ­πὲρ ή­μῶν, πρέ­σβευ­ε δε­ό­με­θα, τῶν εὐ­φη­μού­ντων σε.

 

Δό­ξα. Ἦ­χος πλ. δ´. Ἀ­να­το­λί­ου.

Ὥσπερ ὁ Παῦ­λος τὴν κλῆ­σιν, ἐκ τοῦ Θε­οῦ δε­ξά­με­νος, Μάρ­τυς Προ­κό­πι­ε, καὶ προ­κό­πτων ἐν Θε­ῷ, τῇ τοῦ Σταυ­ροῦ πε­ποι­θή­σει, τῶν τυ­ράν­νων τὸ δυσ­σε­βές, καὶ τῶν βα­σά­νων τὸ ἀ­πη­νές, ἀν­δρεί­ως κα­τῄ­σχυ­νας. Δι­ὸ καὶ μέ­χρις αἵ­μα­τος, ἀ­ντι­κα­τέ­στης πρὸς τὴν ἁ­μαρ­τί­αν, πρὸς ἀ­ο­ρά­τους ἐ­χθροὺς ἀ­ντα­γω­νι­σά­με­νος, καὶ πρε­σβεύ­εις ἀ­παύ­στως, τῷ λυ­τρω­τῇ καὶ Θε­ῷ, δω­ρη­θῆ­ναι τῇ οἰ­κου­μέ­νῃ εἰ­ρή­νην, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέ­γα ἔ­λε­ος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Με­γα­λυ­νά­ρι­ον.

Κλη­θεὶς ὡς ὁ Παῦ­λος πα­ρὰ Χρι­στοῦ, στύ­λος εὐ­σε­βεί­ας, καὶ ἑ­δραί­ω­μα ἀῤ­ῥα­γές, ὤ­φθης τῇ ἀ­θλή­σει, Προ­κό­πι­ε τρι­σμά­καρ, στη­ρί­ζων καὶ φω­τί­ζων, τοὺς προ­σι­ό­ντας σοι.