+ΑΥΓΟΥΣΤΟΣ ΚΔ΄.
ΚΟΣΜΑΣ ΑΙΤΩΛΟΣ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ το· Μακάριος ἀνήρ. Εἰς δὲ το· Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ Ἀποστόλων
τὸν ζῆλον κεκτημένος, ὅτε φῶς οὐράνιον, ἐν τῇ καρδίᾳ σου, δι᾿ ἀρετῆς τελειότητα,
κατασκηνῶσαν, χάριτος θείας πλήρη σε ἔδειξε, τότε ὡς πολύφωτος ἥλιος ἔλαμψας,
ἐξ Ὄρους Ἄθω καὶ ηὔγασας, πάσῃ Ἑλλάδι, Εὐαγγελίου τὸ θεῖον κήρυγμα, βίου
ἀμέμπτου τὴν λαμπρότητα, ἀναφαίνων Κοσμᾶ Ἰσαπόστολε, ὑποθήκαις ἁγίαις, καὶ ἠθῶν
τῇ καθαρότητι.
Εὐαγγελίου ὁ
μέγας ὑποφήτης, τὸ εὔσημον ὄργανον, βίου σεμνότητος, ὁ τῆς ἀγάπης διδάσκαλος,
τοῦ Παρακλήτου, τὸ θεῖον στόμα καὶ μεγαλόφωνον, Κοσμᾶ Ἰσαπόστολε μύστα τῆς
χάριτος, τίς κατ᾿ ἀξίαν τοὺς κόπους σου, καὶ τοὺς ἀγῶνας, ἐκδιηγήσεται οὕς περ
ἤνυσας, ὡς γὰρ ὁ Παῦλος θείῳ ἔρωτι, ἵνα πλείστοις κηρύξῃς τὰ κρείττονα, κατ᾿
αὐτὸν τοῦ Σωτῆρος, τὸν Σταυρὸν Πάτερ ἐβάστασας.
Ἐνδεδυμένος
τὴν δύναμιν ἐξ ὕψους, καὶ λόγον σωτήριον, ἐκ τῶν χειλέων σου, τῇ ἐπιπνοίᾳ τοῦ
Πνεύματος, ὡς πολυχεύμων, ἀναβλυστάνων πηγὴ μακάριε, πλουσίως κατήρδευσας ψυχῶν
τὰς αὔλακας, ἐξηραμμένας τὸ πρότερον, παθῶν τῇ ὕλῃ, χωρία, πόλεις καὶ νήσους
Ἅγιε, καταφωτίσας τῷ κηρύγματι, καὶ Μαρτύρων στεφθεὶς διαδήματι, ὦ Κοσμᾶ
θεηγόρε, ἡμᾶς ῥῦσαι πάσης θλίψεως.
Προσόμοια ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσι.
Αἰτωλίας τὸ
βλάστημα, Ἐκκλησίας τὸ στήριγμα, καὶ σοφὸν διδάσκαλον θείῳ Πνεύματι, Εὐαγγελίου
τὸν κήρυκα, καὶ βίου σεμνότητος, φυτοκόμον ἀληθῆ, τὸν τῷ λόγῳ ἐκτίλλοντα, τὰ
ζιζάνια, καὶ ψυχὰς γεωργοῦντα θείῳ φόβῳ, μακαρίσωμεν ἀξίως, Κοσμᾶν τὸν μέγαν
φιλέορτοι.
Καὶ ἐν Ἄθῳ
διέπρεψας, καὶ ἐν πόλει τοῦ Βύζαντος, διδαχαῖς καὶ πράξεσι θείας πίστεως,
Μακεδονίαν δὲ Ἅγιε, καὶ Ἤπειρον ἅπασαν, δρόμῳ Ἀποστολικῷ, καὶ τὰς νήσους
διέτρεξας, πόνοις πλείοσι, πρὸς ἀγάπην τὴν θείαν διεγείρων, καὶ τὴν κτῆσιν τῶν
κρειττόνων, Κοσμᾶ πιστῶν τὰ συστήματα.
Ὡς ὁ Παῦλος
ὁ ἔνθεος, τὸ Χριστοῦ Εὐαγγέλιον, πανταχοῦ ἐκήρυξας ἱερώτατε, ἐκ Βυζαντίου
ἀρξάμενος, δυνάμει τοῦ Πνεύματος, μέχρι δὲ Ἰλλυρικοῦ, γεγονὼς πλείστους ἔσωσας,
τοῖς σοῖς σκάμμασι, καὶ ἀγχόνῃ τὸν δρόμον σου τελέσας, μαρτυρίῳ ἐκοσμήθης,
Πάτερ Κοσμᾶ Ἰσαπόστολε.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον
λαμπρῶς ἀνέτειλεν, ἡ τοῦ Ἰσαποστόλου Κοσμᾶ πανήγυρις, τὴν Ἐκκλησίαν
λαμπρύνουσα· δεῦτε οὖν, οἱ τῇ διδασκαλίᾳ αὐτοῦ ἑπόμενοι, πρὸς αὐτὸν βοήσωμεν·
χαίροις ὁ τῷ θείῳ φωτὶ καταυγασθείς, καὶ τῆς εὐσεβείας τὸν λόγον τρανώσας, ἐν
τῇ δοθείσῃ σοι χάριτι· χαίροις τῶν Ἀποστόλων μιμητής, ὡς τοῦ ζήλου ἔμπλεως, καὶ
τοῖς δρόμοις ὁμότροπος· χαίροις τῆς Αἰτωλίας βλαστός, τοῦ Ἁγιωνύμου Ὄρους
καύχημα, καὶ πάσης Ἐκκλησίας κόσμος θεῖος. Ἀλλ᾿ ὦ Μαρτύρων σύναθλε, Ἱερομάρτυς
σοφέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ
μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν,
ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς,
οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· εὔγνωστός
ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ
τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης
φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος,
ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς
ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ
ἀπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι
πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ
γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου,
ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ
στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ
τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα
γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει
Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς
ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν
τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι
μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε
καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός,
καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ
ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμένουσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα.Ἦχος α´.
Ἀγάλλου ἐν
Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, μετὰ τοὺς θείους Ἀποστόλους, νυμφαγωγὸν θεῖον
κτησαμένη καὶ διδάσκαλον ἔνθεον, καὶ στόμα θεόσοφον, Κοσμᾶν τὸν Ἰσαπόστολον·
Εὐαγγελίου γὰρ τὸν λόγον, σοφῶς ἐκήρυξε, καὶ τῶν πιστῶν τὰς καρδίας, θείῳ φόβῳ
ἐῤῥύθμισε· καὶ μαρτυρικῷ τέλει δοξάσας τὸν Χριστόν, τῆς αἰωνίου δόξης ἠξίωται,
Ἀποστόλων καὶ Μαρτύρων συνὼν χορείαις· μεθ᾿ ὧν καὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος β´.
Ἀποστολικὴν
ἀνύσας πορείαν, πλείστας πόλεις καὶ χώρας διέδραμες, ὡς οὐράνιος ἄνθρωπος, καὶ
ἐπίγειος ἄγγελος, Κοσμᾶ Ἰσαπόστολε· ἀγάπῃ θείᾳ γὰρ ῥωννύμενος, τὸ ἀσθενὲς τῆς
σαρκός, τὴν τοῦ πλησίον σωτηρίαν, ὅλῃ ψυχῇ ἐξεζήτησας· καὶ στόμα θεῖον
γενόμενος, ἐξ ἀναξίων ἀξίους, πολλοὺς Χριστῷ προσήγαγες, καὶ κομῶσαν θείαις
πράξεσι, τὴν Ἐκκλησίαν ἀνέδειξας· σοφίᾳ γὰρ καὶ χάριτι, ἐπιστώσω τὸν λόγον, καὶ
θαυμάτων δυνάμεσιν, ἀμφότερα ἐσφράγισας· καὶ πλανωμένων ὁδηγὸς ἀναφανείς,
πάντας διήγειρας βοᾶν· Κύριε δόξα σοι.
Ἦχος γ´.
Τῷ τοῦ
Πνεύματος φωτὶ καταλαμφθείς, παρὰ Κυρίου ἀπεστάλης, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς
κηρύξαι, τὸ Εὐαγγέλιον Πάτερ, τῆς βασιλείας τῶν οὐρανῶν· σοὶ γὰρ δέδοται
λαμπρῶς, κατὰ Παῦλον τὸν μέγαν, ἡ τοιαύτη χάρις μακάριε, ἐν ὑστέροις ἔτεσι· καὶ
πλείστους τόπους διαμείβων, καὶ πελάγη διαπερῶν, πολλῶν αἴτιος σωτηρίας, ὡς τοῦ
Σωτῆρος μιμητὴς γέγονας· διὸ ἡ Ἤπειρος πᾶσα, εὐσήμως κηρύττει, ἣν τῷ σῷ λόγῳ,
σωτηρίαν ἐκαρπώσατο· καὶ τῷ σὲ θαυμαστώσαντι βοᾷ· Κύριε δόξα σοι.
Δόξα. Ἦχος δ´.
Ἀσκητικῶς
τὸν νοῦν καθαγνίσας, καὶ τῇ θείᾳ εὐδοκίᾳ σεαυτὸν ἀναθέμενος, ὡς πηγὴ ἐξ οἴκου
Κυρίου, ἐκ τοῦ Ἄθω ἐξελήλυθας, ὡς φησὶν ὁ Προφήτης, Κοσμᾶ ἱερώτατε· καὶ τὸ ὕδωρ
τῆς ζωῆς, τῷ ἀφθόνῳ σου λόγῳ τοῖς διψῶσι μετέδωκας, τῆς πλάνης καταπνίξας τὰ
ζιζάνια, καὶ τῶν ψυχῶν τοὺς μώλωπας καθάρας· τοῖς πᾶσι γὰρ τὰ πάντα ἐγένου, ἵνα
πλείονας κερδήσῃς, ὡς τοῦ Παύλου ἐνθεώτατος μύστης· καὶ μαρτυρικῶς τελέσας τὸν
δρόμον, μετὰ Μαρτύρων τῷ Σωτῆρι βοᾷς· Κύριε δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων
κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν
ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν
Ἀποστόλων Χριστοῦ, ὡς ἀληθῶς ὁ μιμητὴς καὶ ὁμότροπος· αὐτῶν γὰρ τὸν ζῆλον
Πάτερ, ἀναλαβὼν ἱερῶς, τοῦ Εὐαγγελίου κῆρυξ ἔνθεος, καὶ στόμα θεόφθογγον,
ἐχρημάτισας Ὅσιε, τοῖς ἐν δουλείᾳ, χαλεπῇ κινδυνεύουσιν, ὧν διέπλασας, τῶν ἠθῶν
τὴν κατάστασιν, λόγῳ διδασκαλίας σου, καὶ πλείστοις ἐν θαύμασι, τούτων τὸν νοῦν
ἑδραίωσας, τῷ θεμελίῳ τῆς πίστεως, Κοσμᾶ θεηγόρε· διὰ τοῦτο τὴν ἁγίαν, τελοῦμεν
μνήμην σου.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις τῆς
ἐπιπνοίας Θεοῦ, ὄργανον θεῖον καὶ δοχεῖον πολύτιμον· ἐλλάμψεως γὰρ τῆς θείας,
δι᾿ ἐναρέτου ζωῆς, ὡς Μωυσῆς ἐν Ὄρει κατετρύφησας· ἐντεῦθεν ἐξέδραμες· ὡς
Ἀπόστολος ἔνθεος, πᾶσι κηρύττων, εὐσεβείας τὰ δόγματα, καὶ μετάνοιαν, τοῖς
πιστοῖς ὑφηγούμενος· ὅθεν τῷ σῷ κηρύγματι, ἡ Ἤπειρος ἅπασα, Μακεδονία καὶ
νῆσοι, θεοπρεπῶς ἐκπαιδεύθησαν, Χριστὸν ἀνυμνοῦσαι, τὸν δοξάσαντα Κοσμᾶ σε,
δόξῃ τῇ κρείττονι.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις τῆς
Αἰτωλίας βλαστός, τῆς Ἐκκλησίας θεοφόρος διδάσκαλος, τὸ στόμα τῆς εὐσεβείας,
τῶν ἐσφαλμένων ἠθῶν, ἀμφίστομον ξίφος θείῳ Πνεύματι, Κοσμᾶ Ἰσαπόστολε, ὑποφῆτα
τῆς χάριτος, ὁ τῷ σῷ λόγῳ, ἐκ βυθοῦ ματαιότητος, πλείστους Ἅγιε, ὁδηγήσας πρὸς
Κύριον· πᾶσι γὰρ παρατέθηκας, τὰ θεῖα διδάγματα, τοῖς ἐν ἀγνοίᾳ τῆς πλάνης,
χειμαζομένοις τὸ πρότερον, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ θεῖον
ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τῷ λόγῳ τῆς
χάριτος, τῶν πιστῶν νεουργήσας τὰς ψυχάς, υἱοὺς φωτὸς ἀνέδειξας, καὶ σκεύη
τίμια Κυρίῳ, τοὺς δουλωθέντας τῷ ἀλάστορι, Κοσμᾶ θεόσοφε· καὶ τὸ δοθέν σοι
τάλαντον, Ἀποστολικῶς αὐξήσας, μαρτυρικῶς ἐδόξασας, τὰ σὰ θεόφθογγα χείλη· καὶ
νῦν τῆς ἄνω δόξης κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θείας
πίστεως, διδασκαλίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν, ζηλωτὴς τῶν Ἀποστόλων
γενόμενος· καὶ κατασπείρας τὰ θεῖα διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ
ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς ἔλαβες
σοφέ, οὐρανόθεν τὴν χάριν, ἐξῆλθες ἐν σπουδῇ, ἐκ τοῦ Ἄθω κηρύττων, ὡς ἄλλος
Ἀπόστολος, εὐσεβείας διδάγματα. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην,
ἑορτάζοντες, τοὺς σοὺς ἀγῶνας τιμῶμεν, Κοσμᾶ Ἰσαπόστολε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κυήσασα
σαρκί, τὸν Ὑπέρθεον Λόγον, ἀτρέπτως ὑπὲρ νοῦν, διὰ πλῆθος ἐλέους, ἠφάνισας
Πανάχραντε, τὴν ἀρὰν τῆς Προμήτορος, καὶ ἐπήγασας, τὴν εὐλογίαν τῷ κόσμῳ· ὅθεν
Δέσποινα, ὡς σωτηρίας σε πύλην, συμφώνως δοξάζομεν.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐαγγελίου
τῆς εἰρήνης ἐκφάντωρ, καὶ εὐσεβείας ἀληθὴς φυτοκόμος, τοῖς τῆς δουλείας χρόνοις
ὤφθης ἔνδοξε· πᾶσι γὰρ διέσπειρας, τὸν τῆς πίστεως λόγον, ἤθη δὲ ἐκάθηρας, καὶ
ψυχῶν καταστάσεις, καὶ τοὺς ἀνθρώπους ἴθυνας Κοσμᾶ, πρὸς ἀληθείας, ὁδὸν τὴν
σωτήριον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀνερμηνεύτως
Θεοτόκε τεκοῦσα, τὸν πᾶσι Κόρη τὴν ζωὴν χορηγοῦντα, καὶ μετὰ τόκον μείνασα
πανάφθορος, πάσης φθορᾶς λύτρωσαι, τὴν ῥυπῶσαν ψυχήν μου, καὶ τὸν νοῦν μου
τείχισον, οὐρανίαις ἐννοίαις, ἵνα σωφρόνως ζήσας ἐπὶ γῆς, τῆς αἰωνίου, ζωῆς
ὀφθῶ μέτοχος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν θείαν
ἐπίπνοιαν, τοῦ Παρακλήτου σοφέ, ὑψόθεν δεξάμενος, τῇ καθαρᾷ σου ψυχῇ, ὡς ἄλλος
Ἀπόστολος, πόλεις τε καὶ χωρία, τῆς Ἑλλάδος διῆλθες, ἅπασι καταγγέλλων,
σωτηρίας τὸν λόγον, καὶ ἤθλησας νομίμως, Κοσμᾶ θεομακάριστε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀφράστως
κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, διέσωσας Ἄχραντε, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τοὺς
πίστει δοξάζοντας, χείλεσι καὶ καρδίᾳ, τὸν σὸν ἄῤῥητον τόκον, Δέσποινα Θεοτόκε,
ἱλαστήριον κόσμου· διὸ κἀμοὶ παράσχου, τὴν θείαν σου ἀντίληψιν.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ῥήματα αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον κατὰ Ματθαῖον. (Ζήτει τῇ Τετάρτῃ τῆς γ´ Ἑβδομάδος Ματθαίου).
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ διδασκάλου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με,
ὁ Θεός…
Διδασκαλίας
τῷ φωτί, ὡς ἥλιος ἀνατείλας, ἐν χρόνοις δουλείας ζοφερᾶς, εὐσεβείας αἴγλην
παρέσχες, ταῖς καρδίαις τῶν πιστῶν, ἀμαυρωθείσαις ἀπάτῃ τῆς πλάνης· στόμα γὰρ
θεῖον ὤφθης, καὶ ἔργον Εὐαγγελιστοῦ ἀνεδέξω, ἐν περιουσίᾳ σοφίας κρείττονος,
καὶ γνώσει θειοτέρᾳ. Ἀλλ᾿ ὦ Ἰσαπόστολε Κοσμᾶ, τῷ Ζωοδότῃ Λόγῳ πρέσβευε, ὑπὲρ
τῶν τιμώντων σε.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Κοσμᾶ, σοὶ ἔνθεον ᾄδω μέλος. Γερασίμου.
ᾨδὴ α´. Ἦχος δ´.
Ἀνοίξω τὸ στόμα μου.
Καταύγασον
Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, φωτὶ τῆς σῆς χάριτος, ὅπως ὑμνήσω Χριστέ,
θείοις ᾄσμασι, Κοσμᾶν τὸν θεηγόρον, τὸν πᾶσι κηρύξαντα, λόγον τὸν ἔνθεον.
Ὁ κῆρυξ ὁ
ἔνθεος, Εὐαγγελίου τῆς χάριτος, ἡ σάλπιγξ ἡ εὔσημος, τῶν ἱερῶν διδαχῶν,
ἀνυμνείσθω μοι, Κοσμᾶς ὁ θεηγόρος, τὸ στόμα τὸ πάνσοφον, βίου σεμνότητος.
Σοφίᾳ τοῦ
Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν, φωστὴρ ὥσπερ μέγιστος, ἐξ Ἄθω ἔλαμψας,
καὶ ἐπύρσευσας, τῶν διδαχῶν ἀκτῖσι, Κοσμᾶ Ἰσαπόστολε, Ἑλλάδα ἅπασαν.
Θεοτοκίον.
Μὴ φλέξας τὴν
μήτραν σου, πυρὶ Ἁγνὴ τῆς Θεότητος, ὁ Λόγος ὁ ἄναρχος, ἐν σοὶ ἐσκήνωσε, καὶ
σεσάρκωται, ἐκ σοῦ ἀνερμηνεύτως· διὸ Θεοτόκον σε πάντες κηρύττομεν.
Καταβασία·
Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας
ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ
τοῖς ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον, διὸ
Χριστῷ ᾄσωμεν· τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ´. Τοὺς σοὺς
ὑμνολόγους.
Ἀγάπῃ τρωθεὶς
Πάτερ τῇ θείᾳ, ἠγάπησας ὥσπερ σεαυτόν, καὶ τὸν πλησίον Ἅγιε, ὑπὲρ οὗ πλείστους
ἤνεγκας, κινδύνους ὡς ὁμότροπος, τῶν Ἀποστόλων ἐν ἅπασι.
Συνέσει τῇ
θείᾳ διαλάμπων, κηρύττεις τὸν λόγον πανταχοῦ, τῆς εὐσεβείας Ὅσιε, ὡς θεῖος
Ἰσαπόστολος, καὶ τῶν πιστῶν ἐστήριξας, τῷ θείῳ φόβῳ τὸ φρόνημα.
Ὁ νοῦς σου
δεξάμενος ἐν Ἄθῳ, τὰς θείας ἐλλάμψεις μυστικῶς, Κοσμᾶ θεομακάριστε, διδάγματα
σωτήρια, οἷα κρουνὸς ἀνέβλυσεν, εἰς εὐσεβῶν περιποίησιν.
Θεοτοκίον.
Ἰσχύν μοι
παράσχου Θεοτόκε, πατεῖν τοῦ ἐχθροῦ τὰς μηχανάς, τοῦ καθ᾿ ἑκάστην Πάναγνε,
ὑπούλως ἐφορμῶντός μοι, καὶ τὴν ψυχήν μου στήριξον, τοῖς τοῦ Υἱοῦ σου
προστάγμασι.
Καταβασία·
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου
παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην,
Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Κάθισμα. Ἦχος δ´. Ταχὺ
προκατάλαβε.
Σοφίᾳ τῶν
λόγων σου, καὶ τῶν θαυμάτων φωτί, πολλοὺς κατεφώτισας, τοὺς ἐν νυκτὶ τῶν παθῶν,
καὶ πλάνης ὑπάρχοντας· ἴχνεσι γὰρ τῶν θείων, Ἀποστόλων βαδίσας, τούτων τὸ ἔργον
Πάτερ, ἀκριβῶς ἐμιμήσω· διό σε ἡ θεία χάρις, Κοσμᾶ ἐθαυμάστωσε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μυρίοις
βαλλόμενοι, τῇ ἐπηρείᾳ ἐχθροῦ, κινδύνοις καὶ θλίψεσι, καὶ λογισμοῖς χαλεποῖς,
Παρθένε πανύμνητε, σπεύδομεν τῇ σῇ σκέπῃ, σωτηρίαν αἰτοῦντες· λύτρωσαι Θεοτόκε,
τῆς αὐτῶν ἡμᾶς ζάλης, καὶ δίδου τῇ ζωῇ ἡμῶν, εἰρήνην καὶ μετάνοιαν.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν
δόξῃ.
Ἐν καιρῷ τῷ
τῆς δουλείας, καὶ πικρᾶς χαλεπότητος, ἀπεστάλης Πάτερ, παρὰ τοῦ Θεοῦ
Παντοκράτορος, τῶν κλονουμένων στηρίξαι τὴν διάνοιαν, καὶ ἐκλείποντας, λόγῳ
σοφῷ ἀνασώσασθαι.
Νόμον θεῖον
καταγγέλλων, ὡς Ἀπόστολος ἔνθεος, πόλεις καὶ χωρία, Πάτερ καὶ τὰς νήσους
διέδραμες, καὶ τοὺς ἐν σκότει παθῶν κειμένους ἤγειρας, Κοσμᾶ ἔνδοξε, πρὸς τὴν
αὐγὴν τὴν σωτήριον.
Θεοῤῥήμονί
σου γλώττῃ, τὸ τῆς πίστεως κήρυγμα, ἐν τῷ Βυζαντίῳ, Πάτερ θεοσόφως ἐκήρυξας,
Θεσσαλονίκην καὶ Βέρροιαν δὲ ηὔγασας, Κοσμᾶ Ἅγιε, τῶν διδαχῶν σου ταῖς χάρισι.
Θεοτοκίον.
Ἐκ γαστρός
σου σαρκοφόρος, ὑπὲρ λόγον καὶ ἔννοιαν, Δέσποινα προῆλθεν, ὁ διδοὺς τοῖς πᾶσι
τὴν ὕπαρξιν, ἀναλλοιώτως ἀτρέπτως καὶ διέσωσε, τοὺς δοξάζοντας, τὰ μεγαλεῖά σου
Ἄχραντε.
Καταβασία·
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου
τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
ᾨδὴ ε´. Ἐξέστη τὰ
σύμπαντα.
Ὁ μέγας
διδάσκαλος, καὶ ὑποφήτης ἔνθεος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ζήλῳ τοῦ Παύλου
καταφλεχθεὶς τὴν ψυχήν, πᾶσαν τὴν Ἑλλάδα διελθών, μέχρις Ἰλλυρίας δέ, Κοσμᾶ
χαίρων ἐκήρυξας.
Νοσούσας
ἰάτρευσας, ψυχὰς λόγῳ τῆς χάριτος, καὶ τὰς τῶν σωμάτων ἀσθενείας, ἰᾶσαι Πάτερ
τῇ ἐπικλήσει Χριστοῦ, Ἀποστολικὴν χάριν λαβών, Κοσμᾶ Ἰσαπόστολε, ἐν ὑστέροις
τοῖς ἔτεσι.
Ἀκτῖσι τῶν
λόγων σου, Κοσμᾶ θεόφρον Ὅσιε, ἅπασαν τὴν Ἤπειρον λαμπρύνεις, Κεφαλληνίαν δὲ
καὶ τὴν Ζάκυνθον, καὶ τὴν Ναυπακτίαν δαψιλῶς, ἄρδεις θείοις νάμασι, τῶν σοφῶν
διδαγμάτων σου.
Θεοτοκίον.
Δυνάμωσον
Δέσποινα, τὴν ἀσθενοῦσαν πάθεσι, καὶ ταῖς προσβολαῖς τοῦ ἀλλοτρίου, ψυχήν μου
Κόρη τῇ συμπαθεῖ σου ῥοπῇ, καὶ κατεύθυνόν με πρὸς ὁδόν, μετανοίας δέομαι, ὁ
προστρέχων τῇ σκέπῃ σου.
Καταβασία·
Ὦ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθῃ
Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ
δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς
ἡμῶν.
ᾨδὴ στ´. Τὴν θείαν
ταύτην.
Ὡς Ἀποστόλων
ὁμόζηλος, τοὺς δρόμους τοὺς αὐτῶν Πάτερ ἤνυσας, στεῤῥῷ φρονήματι, καὶ φυτοκόμος
θεόσοφος, τῆς εὐσεβείας ὤφθης, Κοσμᾶ μακάριε.
Μέγαν διδάσκαλον
Ἅγιε, γνωρίζει σε ἡ Ἤπειρος ἅπασα· ταύτην γὰρ ἔσωσας, λόγοις σοφοῖς καὶ
διδάγμασι, βυθοῦ τῆς ἀσεβείας, Κοσμᾶ μακάριε.
Ἐξ Αἰτωλίας
ἀνέτειλας, καὶ πάσῃ τῇ Ἑλλάδι ἐξέλαμψας, ζήλῳ τῆς πίστεως· διὸ λαμπρῶς
μεγαλύνει σε, ἡ Ἐκκλησία Πάτερ, ὡς Ἰσαπόστολον.
Θεοτοκίον.
Λυχνία ὤφθης
ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρὸς τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, Θεοχαρίτωτε
Δέσποινα, εἰς σωτηρίαν κόσμου, δι᾿ ἀγαθότητα.
Καταβασία·
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας
Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν
τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ
προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Κοντάκιον. Ἦχος δ´.
Ἐπεφάνης σήμερον.
Ὡς φωστὴρ
νεόφωτος τὴν Ἐκκλησίαν, καταυγάζεις ἅπασαν, Εὐαγγελίου διδαχαῖς, Κοσμᾶ Χριστοῦ
Ἰσαπόστολε· διὸ ἀξίως, γεραίρει τὴν
μνήμην σου.
Ὁ Οἶκος.
Τῶν
Ἀποστόλων μιμητής, καὶ Ἐκκλησίας στῦλος, τῶν ἱερέων καλλονή, καὶ τῶν Ὁσίων
τύπος, καὶ τῶν Μαρτύρων σύναθλος, ὡς κοινωνήσας τῶν ἀγώνων αὐτοῖς, Ἱερομάρτυς
ἀναδέδειξαι· ἐξ Αἰτωλίας γὰρ ἀνατείλας, καὶ ἐν Ἄθῳ ἁγιασθείς, ἐν δὲ τῇ ἱερᾷ
Φιλοθέου Μονῇ, τὴν θείαν ἀποστολὴν μυστικῶς παρὰ Θεοῦ δεξάμενος, ἐν πληροφορίᾳ
θείᾳ, καὶ ἐνεργείᾳ θείου φωτός, ὡς Ἡσαΐας ὁ θεοειδέστατος, ἐξῆλθες κηρύσσων καὶ
διδάσκων τοὺς λαούς, καὶ πολλοὺς ἐπιστρέφων πρὸς Κύριον, ἐξ ὁδοῦ ἀπωλείας· καὶ
ἐκ Βυζαντίου τὴν σωτήριον ἀρξάμενος πορείαν, καὶ πλείστας πόλεις καὶ χώρας καὶ
νήσους περιελθών, κατὰ Παῦλον τὸν μέγαν, εὐαγγελιζόμενος τὴν εἰρήνην καὶ τὰ
ἀγαθὰ τῆς βασιλείας τῶν οὐρανῶν, πᾶσαν δὲ τὴν Ἤπειρον παριλαβῶν τῷ φθόγγῳ,
μαρτυρικῶς Θεῷ ἐξεδήμησας, καὶ πλουσίαις δωρεαῖς κεκόσμησαι, Κοσμᾶ Ἰσαπόστολε·
διὸ ἡ Ἐκκλησία Χριστοῦ ἀξίως, γεραίρει
τὴν μνήμην σου.
Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κοσμᾶ τοῦ
Ἰσαποστόλου, ἀθλήσαντος δι᾿ ἀγχόνης κατὰ τὸ ἔτος 1779.
Κόσμος τῶν
πιστῶν Κοσμᾶς ὁ θεῖος ὤφθη,
Ἀποστόλων
ἴχνεσι στεῤῥῶς βαδίσας.
Εἰκάδι
τετάρτῃ Κοσμᾶν θεήπνουν δυσσεβεῖς ἀπῆγξαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου
Ἰωάννου τοῦ Θεολόγου.
Κᾂν οὐκ ἐπ’ ἄθλοις
Εὐτυχὴς ἀποπνέῃ,
ἤθλησε καὶ βραβεῖον
Ἀθλητοῦ λάβῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τατίωνος.
Ἕλξει μετρήσας
πολλὰ πολλὰ γῆς πλέθρα,
Ἐδὲμ λάβῃς ἄμετρα
πλέθρα Τατίων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ, Γεωργίου τοῦ Λιμνιώτου.
Κοινῷ τελευτῶν
Γεώργιος τῷ τέλει,
σημεῖον ἄθλου
ῥῖνα τμηθεῖσαν φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀριστοκλέους τοῦ Ἀθωνίτου, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς μετακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Διονυσίου
τοῦ ἐν Ζακύνθῳ.
Γόνοιο
βίου νῦν τυχοῦσα ἀφθάρτου,
Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Πέτρου, Μητροπολίτου
Μόσχας.
Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Οὐκ
ἐνάρκησας, τοῖς δρόμοις τοῦ κηρύγματος, Πάτερ θλιβόμενος, ἀλλὰ προθύμῳ ψυχῇ,
τοῖς πᾶσιν ἐκήρυξας, λόγον τῆς πίστεως, καὶ διήγειρας, πρὸς ἐργασίαν Ἅγιε,
ἐναρέτου πολιτείας.
Σταυρὸν
σύμβολον, τῆς θείας ἀγαθότητος, πηγνύεις Ἅγιε, ἀνακηρύττων σοφῶς, τὰ θεῖα
διδάγματα, ὡς ἐνθεώτατος, τῷ δὲ λόγῳ σου, πλήθη πιστῶν παρείποντο, ὥσπερ ἄρνες
τῷ ποιμένι.
Γνῶσιν
ἔνθεον, καὶ φόβον τὸν σωτήριον, καὶ βίον κρείττονα, καὶ πολιτείαν σεμνήν, Κοσμᾶ
ἐγεώργησας, ἀρότρῳ χάριτος, τοῖς τὸ πρότερον, ἐν ἀγνωσίᾳ Ἅγιε, καὶ ἀπάτῃ
προσκειμένοις.
Θεοτοκίον.
Ἔχεις
Δέσποινα, πολλὴν πρὸς ὃν ἐκύησας, Θεὸν καὶ Κύριον, οἷάπερ Μήτηρ αὐτοῦ,
παῤῥησίαν Ἄχραντε· διὸ μεσίτευσον, οἰκτιρῆσαί με, τὸν ἐν ἀμέτροις πάθεσι,
κυλινδούμενον ἀφρόνως.
Καταβασία·
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς,
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ
ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ῥείθροις τῶν
ἐνθέων διδαχῶν σου, Κοσμᾶ Ἰσαπόστολε κατήρδευσας, Ἐκκλησίας Ἅγιε, πάντα τὰ
πληρώματα, καὶ πᾶσαν τάξιν ἴθυνας πρὸς βίον ἔνθεον· μεγίστη ὡς πηγὴ γὰρ
προῆλθες, κατὰ τὸν Προφήτην, ἐξ Ἄθω θείᾳ νεύσει.
Ἄρτῳ τῶν
ἁγίων διδαχῶν σου, καιρῷ νοητοῦ λιμοῦ διέθρεψας, πλήθη πιστῶν Ἅγιε, πεινώντων
τὰ κρείττονα, καὶ σεμνοτάτοις ἤθεσι Κοσμᾶ ἐκόσμησας, τοὺς πρὶν ἐν ἀκοσμίᾳ
βιοῦντας, βίου ἐσφαλμένου, ψυχῶν ὡς οἰκονόμος.
Στόμα τοῦ
Θεοῦ ἐδείχθης Πάτερ, καὶ στόματος ἐχθροῦ λόγῳ τῆς χάριτος, οὓς πρὶν βρῶμα ἔσχηκεν,
ἥρπασας καὶ ἴθυνας, πρὸς ἐντολῶν ἐκπλήρωσιν τοῦ Παντοκράτορος, ὡς μέγας
εὐσεβείας ἐκφάντωρ, καὶ τῆς μετανοίας, μυσταγωγὸς θεόφρον.
Θεοτοκίον.
Ἵνα μεγαλύνω
σου τὴν δόξαν, Παρθένε Εὐλογημένη Ὑπερένδοξε, ἀδοξίας ῥῦσαί με, καὶ δεινῆς
φαυλότητος, παθῶν ἀλλοτριούντων με τοῦ ἀγαθοῦ σου Υἱοῦ, καὶ λάμπρυνον φωτὶ
μετανοίας, τὴν ἐσκοτισμένην, ψυχήν μου τῇ ἀπάτῃ.
Καταβασία·
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος
ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ
εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον
εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Μάρτυς
εὐκλεής, καὶ θεῖος Ἀπόστολος, καὶ μύστης ἔνθεος, ὤφθης θείῳ ἔρωτι, τοῦ Βασιλέως
τῆς δόξης Ἅγιε, μαρτυρικῶς σφραγίσας σου τὸ θεῖον κήρυγμα, καὶ τῆς ἄνω, δόξης
καὶ λαμπρότητος, ἠξιώθης Κοσμᾶ Ἰσαπόστολε.
Ὅρμον
γαληνόν, ζωῆς τῆς ἀμείνονος, Πάτερ κατέλαβες, δι᾿ ἀγχόνης Ἅγιε, λαβὼν τὸ τέλος
σοι τὸ ποθούμενον, καὶ τὸ σεπτόν σου λείψανον Μᾶρκος ὁ ἔνθεος, ποταμίων,
ῥείθρων ἀνεκόμισεν, ἀναβλύζον ἰάσεων νάματα.
Ὕψωσον Θεῷ,
Κοσμᾶ Ἰσαπόστολε, χεῖρας ἱκέτιδας, πάσης πλάνης ῥύσασθαι, τὴν Ἐκκλησίαν νῦν τὴν
Ὀρθόδοξον, εἰρήνη τῇ Ἑλλάδι δὲ πάσῃ δωρήσασθαι, καὶ πταισμάτων, κἀμοὶ Πάτερ
ἄφεσιν, τῷ τοὺς ὕμνους σοι τούτους ὑφάναντι.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν,
καρδίας τὴν ἔφεσιν, πρὸς θεῖον ἔρωτα, πάσης ἀπαλλάττουσα, περιπεζίου ἡμᾶς
φαυλότητος, εὐλογημένη Πάναγνε, ὡς ἂν τῆς κρείττονος, τοῦ Υἱοῦ σου, μυστικῆς
ἐλλάμψεως, οἱ ὑμνοῦντές σε Κόρη μετάσχωμεν.
Καταβασία·
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,
ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ
μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν μέγαν
Ἰσαπόστολον, Κοσμᾶν τὸν ἱερώτατον, τῆς Ἐκκλησίας τὴν βάσιν, καὶ ἀληθείας τὸ
στόμα, τὸν κήρυκα τῆς πίστεως, Μαρτύρων τὸν ὁμότροπον, πιστῶς ἀνευφημήσωμεν,
ἵνα ταῖς τούτου πρεσβείαις, ῥυώμεθα πάσης βλάβης.
Θεοτοκίον.
Θεὸν τὸν
ὑπερούσιον, ὑπερφυῶς κυήσασα, ἐν ἀνθρωπίνῃ οὐσίᾳ, Θεχαρίτωτε Κόρη, δι᾿ ἄκραν
ἀγαθότητα, τὸν κόσμον ἀναπλάττοντα, ἀνάπλασιν σωτήριον, παράσχου νῦν τῇ ψυχῇ
μου, ἐκ παραπτώσεων πλείστων.
Εἰς τοὺς Αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τρανῶς ἀνακηρύττεις, εὐσεβείας τὸν λόγον,
Κοσμᾶ πνευματοφόρε καὶ ὁδηγεῖς, πρὸς τὸ φῶς τὸ ἀνέσπερον, τῶν ἐντολῶν τοῦ
Σωτῆρος πλείστους λαούς, ὡς διδάσκαλος τῆς πίστεως.
Ἐξ Ἄθω Πάτερ
ἐκλάμψας ὡς μέγας ἥλιος, ταῖς σαῖς διδασκαλίαις, καὶ θαυμάτων ἀκτῖσι, λαοὺς
τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖς, καὶ στηρίζεις μὴ σφάλλεσθαι, καὶ ἀποκλίνειν τῆς
πίστεως τοῦ Χριστοῦ, τῆς δουλείας ἐν ταῖς θλίψεσι.
Χαίρει ἐν
σοὶ Αἰτωλία ἡ σὲ βλαστήσασα, καὶ Ἄθως χαρμοσύνως, τὴν σὴν χάριν κηρύττει, καὶ
πᾶσα Ἐκκλησία ἡ τοῦ Χριστοῦ, μακαρίζει σε Ἅγιε, στηριζομένη ταῖς θείαις σου
διδαχαῖς, Κοσμᾶ θεῖε Ἰσαπόστολε.
Τοῦ
Παρακλήτου τὴν χάριν φέρων τῷ λόγῳ σου, πόλεις πολλὰς διῆλθες, Ἰσαπόστολε θεῖε,
καὶ φθάσας Ἰλλυρίαν Πάτερ Κοσμᾶ, ἐν αὐτῇ χαίρων ἤνυσας, τοῦ μαρτυρίου τὸν
δρόμον· ὅθεν Χριστός, θαυμαστῶς σε ἐμεγάλυνε.
Δόξα. Ἦχος πλ. α´.
Εὐαγγελικῶς
πολιτευσάμενος, τοῦ Εὐαγγελίου τῆς χάριτος, μυσταγωγὸς καὶ κῆρυξ, ἀναδέδειξαι
Πάτερ· τῷ γὰρ θείῳ θελήματι, διακονῶν ὁλοτρόπως, διδαχαῖς ἱεραῖς παιδεύεις, τῶν
εὐσεβῶν τὰς ψυχάς, τὰ ἄνω ζητεῖν καὶ ποθεῖν, ἀναστροφαῖς ἁγίαις· καὶ τύπον σεαυτὸν
παραστήσας, ἐν λόγῳ καὶ ἔργῳ, τῆς Ἐκκλησίας στῦλος ὤφθης, ἐν ὑστέροις καιροῖς,
Ἀποστολικοῖς προτερήμασι κοσμούμενος· διὸ Χριστός τε ἐδόξασεν, ὡς θεῖον
Ἰσαπόστολον, καὶ ἀθλητὴν περιφανῆ, Κοσμᾶ μακάριε· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν
ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ
Ἀπόλυσις.
Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θείας
πίστεως, διδασκαλίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν, ζηλωτὴς τῶν Ἀποστόλων
γενόμενος· καὶ κατασπείρας τὰ θεῖα διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ
ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου