Τρίτη 16 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 20. ΠΡΟΦΗΤΗΣ ΣΑΜΟΥΗΛ ΑΚΟΛΟΥΘΙΑ




ΑΥΓΟΥΣΤΟΣ Κ΄.

ΣΑΜΟΥΗΛ ΠΡΟΦΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων,

Τῶν εὐσεβῶν αἱ χορεῖαι ἀνευφημήσωμεν, τὸν τοῦ Θεοῦ ἐν ὕμνοις, θεηγόρον Προφήτην, βοῶντες ἐκ καρδίας· Ὦ Σαμουήλ, τῇ ἀδύτῳ λαμπόμενος, φωταγωγίᾳ καταύγασον τὰς ψυχάς, μυστικῶς τῶν εὐφημούντων σε.

 

Ἀποδοθεὶς τῷ Κυρίῳ ὁ πρὸ συλλήψεως, ἡγιασμένος πέλων, Σαμουὴλ θεοφόρε, διάκονος Κυρίου ὤφθης σεπτός, καὶ Αὐτῷ προσενήνοχας, τὰς κατὰ Νόμον θυσίας ὡς λειτουργός, θεομάκαρ ἱερώτατος.

 

Στειρωτικῶν ἐκ λαγόνων θείῳ βουλήματι, τεχθεὶς ἡγιασμένε, τοῦ Κυρίου Προφῆτα, καὶ ῥήμασι τοῦ θείου Νόμου τραφείς, τὸν Θεὸν ἐθεράπευσας· οὗ καὶ τῷ θρόνῳ παρίστασαι εὐκλεῶς, ἐν ὑψίστοις εὐφραινόμενος.

 

Ὁ Διαθήκης τῆς Νέας Χριστοῦ πανένδοξε, ἀναφανεὶς μεσίτης, θεϊκῇ προμηθείᾳ, θερμαῖς σου μεσιτείαις πρὸς τὸν Θεόν, Σαμουὴλ τοὺς τιμῶντάς σε, ἀπὸ κινδύνων διάσωσον χαλεπῶν, καὶ παντοίων περιστάσεων.

 

Δόξα. Ἦχος β΄.

Τὴν θεηγόρον σάλπιγγα τῆς ἀληθείας, καὶ προόπτην τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Σαμουὴλ τὸν Προφήτην ὑμνήσωμεν, τὸν χρίσαντα ἐν ἐλαίῳ βασιλεῖς, καὶ διαποιμάναντα λαὸν τοῦ Ἰσραήλ, αὐτῷ ἀνακραυγάζοντες· Τῷ τῆς Θεότητος θρόνῳ, θεομακάριστε παριστάμενος, ἀπαύστως μνημόνευε, τῶν τελούντων ἐν ἐγκωμίοις τὴν μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ εὐσεβεῖς, τὸν ἐκ νηδύος στείρας, Ὑψίστου εὐδοκίᾳ, βλαστήσαντα Προφήτην, συμφώνως μακαρίσωμεν.

 

Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Μέγιστον τῷ Θεῷ, ὦ Σαμουὴλ προσήχθης, ἐκ τῆς τεκούσης δῶρον, καὶ τούτου ἐν τῷ κόσμῳ, τὸ θέλημα ἐπλήρωσας.

 

Στ.: Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Λόγῳ τῷ θεϊκῷ, ἔκρινας ὦ Προφῆτα, λαὸν Ἰσραηλίτην, ὡς διὰ πολιτείας, ἁγίας πλήρης χάριτος.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὦ Τριάς, ἡ ἄναρχος Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, πρεσβείαις τοῦ Προφήτου, ἐλέησον οὓς ἔπλασας.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πάντες οἱ γηγενεῖς, προσδράμωμεν προθύμως, μετὰ τῶν Ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς Κτίσεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἐκ στείρας ἐβλάστησας δικαιοσύνης καρπός, προφαίνων τὴν μέλλουσαν εὐεργεσίαν ἡμῖν, Σαμουὴλ θεσπέσιε· ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίω, ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείω μύρω. Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν

Ὅτε ὁ δι' ἡμᾶς καθ' ἡμᾶς, ἐκ τῶν πανάγνων σου αἱμάτων γενόμενος, ἐκ κόσμου σε μεταστῆσαι, καὶ πρὸς αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδόκησεν, αὐτοῦ ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί σε, διὰ νεφέλης, ὀπαδοὺς τούτου νεύματι, παραστήσας σοι, εἰς τιμὴν τῆς ἐξόδου σου, οἵτινες θεασάμενοι, τῆς χάριτος ἔμπλεοι, γεγενημένοι Παρθένε, σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· Χαῖρε κόσμῳ ἡ τεκοῦσα τὸ μέγα ἔλεος.

Πόθεν τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον, ἔφησεν, ἡ πάναγνος Θεοτόκος, τοῖς ἱεροῖς Μαθηταῖς, τὶ τὸ ξένον τοῦτο, τέκνα θέαμα; οἱ δὲ Ἄφνω ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνή σου ἐπέστημεν, προσκυνῆσαί σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε σοῦ τὴν ἔνδοξον, καὶ θείαν Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον σου σκήνωμα, σκηνὴ Παναγία, δι' ἧς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

Κλίνην περιεστῶτες τὴν σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ, καὶ προπέμποντες, πρὸς τάφον φύσεως νόμῳ, σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσεφώνουν σοι· Σεμνὴ χαῖρε, λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε ὄχημα, καθαρὸν τῆς Θεότητος. Ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον εἰρήνην καὶ μέγα ἔλεος.

Στιχηρὰ τοῦ Ἁγίου Προφήτου Ἦχος δ' Ἔδωκας σημείωσιν

Δῶρον εὐαπόδεκτον, ἐκ μητρικῶν σε ἀνέθετο, ἀγκαλῶν ἡ κυήσασα, εὐχῆς γονιμώτατον, Σαμουὴλ καρπὸν σε, προσκληρωσαμένη, καὶ ἀποδοῦσα τῷ Θεῷ, τῷ εὐεργέτῃ καθάπερ ηὔξατο· διὸ σοι ἀνεπαύσατο, χάρις τοῦ Πνεύματος ἔνδοξε, ἀκακίᾳ συναύξοντι, καὶ φρονήσει ἐμπρέποντι.

Χρῖσμα ἱερώτατον, ὡς ἱερεὺς περικείμενος, καὶ Προφήτης δεικνύμενος, προβλέπεις τὰ ἔμπροσθεν· καὶ προστάξει θείᾳ, χρίεις βασιλέας, καὶ τὰ ἐσόμενα δηλοῖς, κρίνων δικαίως Ἰσραηλίτην λαόν, ἀπαύστως παραβαίνοντα, καὶ τοῦ Θεοῦ μακρυνόμενον, Σαμουὴλ ἀξιάγαστε, θεοφόρε πανόλβιε.

 

 

Νῦν οὐκ ἐν αἰνίγμασιν, οὐδὲ σκιαῖς ὡς τὸ πρότερον, πρὸς δὲ πρόσωπον πρόσωπον, ὁρᾷς ὃ ἐπόθησας, τῆς σαρκὸς τὸν γνόφον, καὶ τὴν βαρύτητα, ὑπεξελθὼν καὶ οὐρανούς, περιπολεύων καὶ ἀγαλλόμενος, Προφῆτα πανσεβάσμιε, τῶν προφητῶν ἰσοστάσιε, τῶν δικαίων συνόμιλε, τῶν Ἀγγέλων συμμέτοχε.

 

Δόξα. Ἦχος πλ. β'

Σήμερον ἡμέρα ἑόρτιος, καὶ ἔαρ πανευφρόσυνον, τοῖς πέρασιν ἐπέφανε, Σαμουὴλ τοῦ βλέποντος, ἡ φωταυγὴς πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, ἱερῶς ἀγαλλόμενοι, αὐτῷ ἀναβοήσωμεν· Χαίροις, ὁ ἐξ ἀγκάλων μητρικῶν, δοθεὶς δοτὸς τῷ Θεῷ, ὡς εὐχῆς γονιμώτατος, καρπὸς ἀειμακάριστε· χαίροις, ὁ λειτουργήσας τῷ προσώπῳ ἀμέμπτως τοῦ Θεοῦ, χρῖσμα ἅγιον περικείμενος, ὡς Ἀαρὼν ὁ Ἱερεὺς παναοίδιμε· χαίροις, ὁ ἐλαίῳ τῆς χρίσεως, χρίσας βασιλεῖς, καὶ Ἰσραὴλ διαγγείλας, τὸν Νόμον ὃν πεπίστευσαι. Ἀλλ’ ὡς τῷ τῆς Θεότητος θρόνῳ, Προφῆτα παριστάμενος, ἱκέτευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι, οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ· Μεθ᾽ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Βασιλειῶν Α΄ τὸ Ἀνάγνωσμα. (Κεφ, α’, 1-20)

Ἄνθρωπος ἦν ἐξ Ἀρμαθαὶμ Σιφά, ἐξ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ ᾿Ηλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ. Καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Ἄννα,καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον. Καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου. Καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν Ἑλκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας· καὶ τῇ Ἄννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἄνναν ἠγάπα Ἑλκανὰ ὑπὲρ ταύτην. Καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. Οὕτως ἐποίει ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιε καὶ οὐκ ἤσθιε. Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς· Ἄννα. Καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐγώ, κύριε. Καί εἶπεν αὐτῇ· τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα; Καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. Καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς Κύριον καὶ κλαίουσα ἔκλαυσε καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα· Ἀδωναΐ Κύριε Ἐλωὲ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς· καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴ Ἡλὶ εἰς μεθύουσαν. Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἡλί· ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου. Καὶ ἀπεκρίθη Ἄννα καὶ εἶπεν· οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. Καὶ ἀπεκρίθη Ἡλὶ καὶ εἶπεν αὐτῇ· πορεύου εἰς εἰρήνην· ὁ Θεὸς Ἰσραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾿ αὐτοῦ. Καὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. Καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι. Καὶ ὀρθρίζουσι τὸ πρωΐ καὶ προσκυνοῦσι τῷ Κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. Καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἀρμαθαὶμ καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε. Καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν· ὅτι παρὰ Κυρίου Θεοῦ Σαβαὼθ ᾐτησάμην αὐτόν.

 

Βασιλειῶν Α΄ τὸ Ἀνάγνωσμα. (Κεφ, α’, 21-28, β’ 1-11)

Ἐν ταῖς ἡμέραις ἐκεῖναις ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· καὶ Ἄννα οὐκ ἀνέβη μετ᾿ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς· ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ. Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς· ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. Καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν. Καὶ ἀνέβη μετ᾿ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾿ αὐτῶν. Καὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ, καὶ προσήγαγε τὸ παιδάριον καὶ ἔσφαξε τὸν μόσχον. καὶ προσήγαγεν Ἄννα ἡ μήτηρ τοῦ παιδίου πρὸς Ἡλὶ καὶ εἶπεν· ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον· ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾿ αὐτοῦ· κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ. Καὶ εἶπεν. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου. Ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλήν σου. Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. Τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. Ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. Διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ, Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. Μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον ῾Ηλὶ τοῦ ἱερέως.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α’.

Σαμουὴλ ὁ θαυμάσιος, ὁ ἐν Προφήταις ὑπέρτιμος, καὶ τῶν Δικαίων ἀστὴρ φαεινός, ἡμᾶς συγκαλεῖ ὦ φιλέορτοι, πνευματικὴν πρὸς ἑστίασιν σήμερον. Δεῦτε οὖν ἀδελφοί, μυστικῶς εὐωχηθῶμεν, αὐτῷ ἀνακράζοντες· Χαίροις, ὁ πρὸ συλλήψεως Θεῷ ἀνατεθείς, καὶ λατρεύσας Αὐτῷ, κατὰ τὴν τάξιν Ἀαρών· χαίροις, ὁ ἐλαίῳ τῆς χρίσεως χρίσας βασιλεῖς, ὡς Ἱερεὺς καὶ Προφήτης, ἀμέμπτῳ βίῳ σεμνυνόμενος. Πρέσβευε οὖν μακάριε, ἀκαταπαύστως τῷ Θεῷ ὑπὲρ ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄.

Ἐκ στειρευούσης γαστρός, πανάγιος ἐβλάστησας καρπός, θεομακάριστε Σαμουήλ, τῷ Νόμῳ τῷ ἁγίῳ ἢ γάλακτι τραφείς· ἁγίαν δὲ ἐν κόσμῳ, πολιτευσάμενος ζωήν, τῷ ἁγίῳ παρίστασαι Θεῷ, πρεσβεύων αὐτῷ ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ αὐτός.

Ἀκτῖσι τοῦ Πνεύματος, μυστικῶς αὐγαζόμενος, ὡς ἑνεστῶτα τὰ πόῤῥω προεῖπας, πρὸς λαοῦ σου παιδαγωγίαν. Βασιλέα δὲ παρανομοῦντα ἀναιδῶς, εὐθαρσῶς θεομάκαρ διήλεγξας, καὶ ἀντ’ αὐτοῦ ἄλλον ἔχρισας, καθυπείκων τῷ θείῳ θελήματι· ὅθεν ἐν πάσαις ταῖς ἡμέραις σου φανείς, τοῦ Νόμου ἀπόρθητος, στῦλος ἀκλινής, τῶν ἀπ’ αἰῶνος Δικαίων σε τοῖς δήμοις, ὁ τοῦ Νόμου δοτὴρ συνηρίθμησεν. Αὐτὸν οὖν ἱκέτευε ἐκτενῶς, Προφῆτα Σαμουὴλ πανσεβάσμιε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Δαυϊτικῶς σήμερον πιστοί, τὸν θεηγόρον Προφήτην, τοῦ Κυρίου ἐν ὕμνοις αἰνέσωμεν. Τὸ χωρητικὸν τοῦ Πνεύματος δοχεῖον, δι’ ἀρετῶν ἐργασίας καὶ καθαρότητος. Τὸν κατὰ Νόμον λειτουργήσαντα πρὸ προσώπου Κυρίου, καὶ χρίσαντα ἐλαίῳ ταῆς χρίσεως, βασιλεῖς προστάξει ταῇ ἄνωθεν. Τὸν ἀντιλήπτορα τῶν ψυχῶν ἡμῶν, καὶ μέγιστον ἐν κιδνύνοις τῶν πιστῶν προασπιστήν, οὕτω κραυγάζοντες· Ὁ διὰ τῶν Προφητῶν Σου λαλήσας Θεός, παντοδύναμε Κύριε δόξα Σοι.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ’. Ὁ ἐξ Ὑψίστου κληθείς.

Ὁ ἐκ κοιλίας μητρὸς ἡγιασμένος, τῆς στείρας τὸ βλάστημα, τὸ ἱερώτατον, ὁ ἐν Προφήταις θαυμάσιος, ἀνευφημείσθω, καὶ γεραιρέσθω σήμερον ᾄσμασιν· αὐτοῦ γὰρ ἐπέφανε, μνήμη ἡ εὔσημος, ὡς ἑωσφόρος ὑπέρφωτος, τῆς Ἐκκλησίας, φωταγωγοῦσα φαιδρῶς τὸ πλήρωμα, καὶ διαλύουσα τὴν ζόφωσιν, τῶν παθῶν τῆς σαρκὸς τὴν καχέσπερον, μυστικαῖς λαμπηδόσι, τῆς ἐξ ὕψους θείας χάριτος.

 

Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Ἐντεθραμμένος τοῖς κρίμασι τοῦ Νόμου, Προφῆτα μακάριε ἐν παῤῥησίᾳ πολλῇ, τὸ τοῦ Κυρίου δικαίωμα, εὐσήμῳ γλώττῃ, Ἰσραηλίτῃ λαῷ διήγγειλας· στολῇ δὲ θεσπέσιε, ἀαρωνίτιδι, κεκοσμημένος προσήνεγκας, τὰς κατὰ Νόμον, Θεῷ θυσίας καθάπαρ ἄγγελος· ὅθεν ἀξίως τὸ διάδημα, τῆς ζωῆς ὑπεδέξω τὸ ἄφθαρτον, Σαμουὴλ καὶ παρέστης, ἐν ὑψίστοις τῷ Παντάνακτι.

 

Στ.: Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Ὑπερφυεῖ βιοτῇ εὐαρεστήσας, Προφῆτα σεβάσμιε, τὸν ἀκατάληπτον, ἤρθης πρὸς πόλιν τὴν μένουσαν, εἰς τοὺς αἰῶνας, καὶ δόξαν εὗρες τὴν ἀτελεύτητον· ἐντεῦθεν θεούμενος, καὶ ἐνηδόμενος, τῇ θεωρίᾳ τοῦ κρείττονος, ταῖς δραστικαῖς σου, πρὸς τὸν Φιλάνθρωπον παρακλήσεσιν, ἀπὸ κινδύνων καὶ κακώσεων, Σαμουὴλ πολυτρόπων διάσωσον, τοὺς προστρέχοντας πίστει, τῇ ἁγία ἀντιλήψει σου.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε πάντες οἱ πιστοί, εὐλαβῶς τὴν μνήμην τελέσωμεν, Σαμουὴλ τοῦ θείου Προφήτου, χαρμονικῶς κραυγάζοντες· Πολυεύσπλαγχνε Κύριε, ὁ διὰ τῶν ἁγίων Σου Προφητῶν, πολυμερῶς πάλαι λαλήσας, καὶ δι’ αὐτῶν προαγορεύσας, τῆς οἰκονομίας Σου τὸ μέγα μυστήριον, παράσχου ἡμῖν ταῖς μεσιτείαις αὐτῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος ὡς φιλάνθρωπος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἐκ στείρας ἐβλάστησας δικαιοσύνης καρπός, προφαίνων τὴν μέλλουσαν εὐεργεσίαν ἡμῖν, Σαμουὴλ θεσπέσιε· ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίω, ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείω μύρω. Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄστρον φαεινόν, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐπέστη Σαμουήλ, ἡ ἁγία σου μνήμη, ἀκτῖσι θείας χάριτος, μυστικῶς καταυγάζουσα, τοὺς ὑμνοῦντάς σου, τὰς ἱερὰς ἀριστείας· δι’ ὧν ὄνομα, ἐπὶ τῆς γῆς τοῦ Κυρίου, μεγάλως ἐδόξασας.

Δόξα.

Καρπόν σε Σαμουήλ, ὁ Θεὸς ἀκαρπίας, ἀνέδειξεν εὐχήν, τῆς μητρός σου πληρώσας· διὸ καθικετεύω σε, ἐκτενῶς Αὐτῷ πρέσβευε, τῆς καρδίας μου, τὴν νοητὴν ἀκαρπίαν, καὶ τὴν στείρωσιν, ἐν ἀνεικάστῳ ἐλέει, τελείως ἰάσασθαι.

Καὶ νῦν... Τῆς Ἑορτῆς

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν καθαρότητα, τῆς διανοίας σου, καὶ τὸ σεβάσμιον, τῆς πολιτείας σου, ὁ τὰς καρδίας ἐρευνῶν, νεφρούς τε πάντων ἀνθρώπων, ἐγνωκὼς ἐπώφθη σοι, ἐν νυκτὶ ἀποστέλλων σε, Σαμουὴλ ἐλέγχοντα, τὸν Σαοὺλ ἁμαρτήσαντα, καὶ κρίνοντα θεσμίοις τοῦ Νόμου, τὸν Ἰσραὴλ ἐν παῤῥησίᾳ.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Περικείμενος φαιδρῶς, ἀαρωνίτιδα στολήν, ἐλειτούργησας καλῶς, καὶ προσενήνοχας Θεῷ, τὰς κατὰ Νόμον θυσίας ἐν εὐσεβείᾳ· ὅθεν σε πιστῶς, μακαρίζομεν, πάντες οἱ πιστοί, ἀνακράζοντες· Ὦ Σαμουὴλ Προφῆτα θεηγόρε, ὃν θαυμαστῶς προετύπωσας, Χριστὸν δυσώπει, ἀκαταπαύστως, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Στ.: Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Εὐαγγέλιον, ζήτει τῇ Τετάρτῃ τῆς ΙΑ’ Ἑβδομάδος Ματθαίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Προφητῶν ταῖς χορείαις, εὐκλεῶς συναγαλλόμενος, ἐν πρωτοτόκων ταῖς σκηναῖς, πρόσωπον πρὸς πρόσωπον, ἀμέσως καθορᾷς, Σαμουὴλ τῆς δόξης τὸν Κύριον· ὃν ἐν αἰνίγμασι καὶ σκιαῖς, ἐν σαρκὶ ὑπάρχων ἑώρας, καὶ νομικοῖς συμβόλοις προκατήγγειλας. Αὐτὸν Προφῆτα, ἀκαταπαύστως ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ α’ Κανὼν τοῦ Ἁγίου Προφήτου, οὗ ἡ Ἀκροστιχίς: Τὸ τοῦ βλέποντος Σαμουὴλ μέλπω κλέος. Ἰωσήφ.

ᾨδὴ α'  Ἦχος δ' Τριστάτας κραταιοὺς

Τὴν στεῖράν μου ψυχήν, ἀρετῶν εὐτεκνίαν, ἐκβλαστάνειν σαῖς εὐχαῖς, ἀξίωσον σοφέ, στειρευούσης τὸ βλάστημα, ὅπως σου ἀνευφημήσω, τὴν φωσφόρον πανήγυριν, ἱεροῖς Σαμουὴλ μελῳδήμασιν.

πάλαι τὴν νηδύν, διανοίξας τῆς Σάρρας, τὴν τῆς Ἄννης προσευχήν, πληροῖ περιφανῶς, καὶ τὴν ἄγονον γόνιμον, χάριτι ἀποτελέσας Σαμουὴλ ὡς ἀστέρα σε, ἐξ αὐτῆς ἀνατεῖλαι ηὐδόκησεν.

Τῇ θείᾳ ἱερῶς, συνακμάσας παμμάκαρ, διπλοΐδι τὴν ψυχήν, ἀκτῖσι μυστικαῖς ἐφωτίσθης τοῦ Πνεύματος, πᾶσαν μύησιν θεόφρον μυηθείς, καὶ ὡς Ἄγγελος, λειτουργήσας Θεῷ παντοκράτορι.

Θεοτοκίον

ὢν σὺν τῷ Πατρί, ὡς Υἱὸς πρὸ αἰώνων, ἐπ' ἐσχάτων σαρκωθείς, Υἱός σου ἀληθῶς, ἐχρημάτισεν Ἄχραντε, ἅπαντας υἱοθετήσας, τῷ Θεῷ διὰ πίστεως, δουλωθέντας δεινῷ πολεμήτορι.

Ὁ β’ Κανών. Ἰωάννου μοναχοῦ.

ᾨδὴ α΄. Ἦχος β΄. Τῷ τὴν ἄβατον.

Τῷ τὴν ἄγνωστον, καὶ κεκρυμμένην δέησιν, Ἄννης κενὴν καὶ ἄπρακτον, μὴ καταλείψαντι, ἀλλὰ στάχυν λογικόν, ταύτῃ τὸν σοφὸν Σαμουήλ, δημιουργήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Τῷ τὴν ἄκαρπον, καὶ μισουμένην στείρωσιν, Ἄννης οἰκείῳ νεύματι, ἐξαφανίσαντι, καὶ βλαστῆσαι δι’ αὐτῆς, τὸν λαωφελῆ Σαμουήλ, καταξιώσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Τῷ τὴν ἄμετρον, τῆς εὐσεβοῦς κατήφειαν, Ἄννης χαρὰν εἰς ἄπαυστον, μεταποιήσαντι, καὶ γεννήτριαν αὐτήν, τοῦ περιφανοῦς Σαμουήλ, ἀποτελέσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Τῷ ὀνόματι, τῆς τετοκυίας σώφρονος, Ἄννης τὸν θεῖον Σαμουήλ, προαγορεύσαντι, τὴν τὰ ἔθνη δικαίαν, χάριν διὰ πίστεως, μέλλουσαν ἄφθονον, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον

Ἀπειρόγαμε, Παρθενομῆτορ ἄχραντε, ἡ ἐν γαστρὶ χωρήσασα, τὸν Βασιλέα  Χριστόν, μὴ παρίδῃς ἀγαθή, τὰς τῶν οἰκετῶν Σου φωνάς, ἀλλ’ ἀπειλῆς χαλεπῆς, ῥῦσαι πρεσβείαις Σου, Μαρία θεονύμφευτε.

 

ᾨδὴ γ', Οὐκ ἐν σοφίᾳ

ψηλοτάτως, τῷ Θεῷ προσκολλώμενος ἔνδοξε, ἠγαπήθης παρ' αὐτοῦ, φρονήσει θείᾳ κοσμούμενος, καὶ ἀκεραιότητι, καλλωπιζόμενος.

Βίον Ἀγγέλων, ἐπὶ γῆς Σαμουὴλ ἐνδεικνύμενος, συλλαλοῦντας ἐμφανῶς, Ἀγγέλους ἔσχες μακάριε, καὶ τὰ ὑπὲρ ἔννοιαν, μυσταγωγοῦντάς σε.

Λαμπρὸν τὸ ὄμμα, τῆς ψυχῆς ἱερῶς προσκτησάμενος, βλέπεις ὄντως τὰ μακράν, ὡς ἐνεστῶτα μακάριε, Προφήτης δεικνύμενος, τοῦ Παντοκράτορος.

Θεοτοκίον

κ σοῦ προῆλθεν, Ἰησοῦς ὁ Χριστὸς σωματούμενος, καὶ ἐθέωσεν ἡμᾶς, σαρκὸς προσλήψει πανάμωμε· ὅθεν ὡς Μητέρα σε, τούτου γεραίρομεν.

 

Ἕτερος. Στερέωσόν με Κύριε ὁ Θεός μου.

Ὁ καρπὸν Σαμουὴλ ἀκαρπίας δείξας, λύσας δὲ καὶ ἔνδειαν, δι’ αὐτοῦ προφητείας, τῆς ψυχῆς μου ἴασαι τὴν στείρωσιν, καὶ τὴν ἀκαρπίαν Κύριε.

Ὁ τῶν ὅλων δεσπότης λαῷ οἰκείῳ, ῥήματος λιμώττοντι, Σαμουὴλ σωτηρίου, προφήτην σε ἔδωκεν ἀοίδιμε· Ὃν ὑπὲρ ἡμῶν ἱκέτευε.

Εἰκὼν τῆς μετὰ στείρωσιν πολυτέκνου, Ἐκκλησίας γέγονεν, ἡ θεάρεστος Ἄννα, τέκνον ἓν προσφέρουσα τῷ Κτίσαντι, καὶ ἀντικτωμένη πλείονα.

Θεοτοκίον

Δυσώπησον Ὃν ἔτεκες Θεοτόκε, σῶσαι τοὺς ὑμνοῦντάς Σε, καὶ σὺν πόθῳ βοῶντας· χαῖρε ἡμῶν καύχημα καὶ στήριγμα, καὶ μετὰ Θεὸν ἀντίληψις.

 

Κάθισμα τοῦ Ἁγίου Προφήτου Ἦχος γ' Θείας Πίστεως

Νόμου κρίμασιν ἐντεθραμμένος, χρῖσμα τίμιον εἰσδεδεγμένος, ὡς Ἀαρὼν ἱερωσύνῃ διέπρεψας, καὶ λαμπρυνθεὶς τὴν καρδίαν τῷ Πνεύματι, ὡς ἐνεστῶτα τὰ πόρρω διέβλεψας, ἱερώτατε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Τῆς ἙορτῆςΤὴν ὡραιότητα

Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ', Ὁ καθήμενος ἐν δόξῃ

Περιβλέπτῳ πολιτείᾳ, ἱερῶς ἐγκοσμούμενος, τοῦ Θεοῦ τοὺς νόμους, τοὺς σωτηριώδεις πεπίστευσαι, τῷ Ἰσραὴλ διαγγέλλειν παραβαίνοντι, καὶ τὸν εὔσπλαγχνον, διηνεκῶς παροργίζοντι.

Ἠλεὶ παρανομούντων, τῶν υἱῶν κατακρίνεται, καὶ δικαίᾳ ψήφῳ, θείας λειτουργίας ἀπείργεται, ὁ ἱερὸς Σαμουὴλ δὲ ὡς ὑπήκοος, τοῦ καλοῦντος, ἀπλάστῳ ψυχῇ εἰσοικίζεται.

Νομικῶν διαταγμάτων, προϊστάμενος ἄριστα, Ἀαρὼν ὡς πάλαι, τῷ Παμβασιλεῖ ἐλειτούργησας, καὶ τὰς ἐννόμους θυσίας προσενήνοχας, προτυπούσας, Χριστοῦ τὴν σφαγήν τὴν σωτήριον.

Τῷ παράφρονι λαῷ σου, Σαμουὴλ μὴ ἐμμένοντι, τοῦ Παμβασιλέως, θείαις προσταγαῖς χρίεις νεύματι, θεουργικῷ βασιλέα ὡς ᾐτήσατο, κερτομοῦντα, αὐτοῦ τὴν βουλήν τὴν ὑπέρφρονα.

Θεοτοκίον

τοὺς κόλπους μὴ κενώσας, τοῦ Πατρὸς ἐν τοῖς κόλποις σου, νέον ὥσπερ βρέφος, ἐπανακλιθῆναι εὐδόκησεν, ἐπ' ἀνακλήσει Παρθένε τῶν ψυχῶν ἡμῶν, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

 

Ἕτερος. Εἰσακήκοα Κύριε.

Πρὸ συλλήψεως ἔνδοξε, ὑπὸ μητρὸς Θεῷ καθηγνισμένος, Σαμουὴλ καθήγνισας τὴν κυήσασαν.

Τὸν μητρικῆς σε δείξαντα, τέκνον εὐχῆς δυσώπησον Προδῆτα, Σαμουὴλ Θεὸν ὑπὲρ τῶν ὑμνούντων σε.

Συνανετράφης ἔνδοξε, τῷ ἱερῷ ἐνδύματι ἐκ βρέφους, Σαμουὴλ καὶ ῥύπον οὐκ ἐπεισήγαγες.

Ἐλειτούργησας ἔνδοξε, τῷ ποιητῇ ἁγνῶς καὶ τῆς πρὸς του΄του, Σαμουὴλ ἀπήλαυσας οἰκειώσεως.

Θεοτοκίον

Δυσωποῦμέν Σε ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων Σου.

 

ᾨδὴ ε', Ἀσεβεῖς οὐκ ὄψονται

Σοφισθεὶς τῷ Πνεύματι, τῷ θείῳ ἐκ παιδός, λειτουργὸς γέγονας Θεοῦ, τῷ ἐλαίῳ ἔνδοξε τῷ τῆς χρίσεως, βασιλεῖς ἐν χάριτι, χρίων θείαις ἐπινεύσεσιν.

Σοβαρῶς ἐμμένοντι, προέφης τῷ Σαούλ, ταῖς ἀτάκτοις μεταβολαῖς, Σαμουὴλ μακάριε, τὸ θεῖον βούλημα, καὶ τὴν ἐγκατάλειψιν, προφανῶς τοῦ θείου Πνεύματος.

κακίᾳ πάντοτε σὺ ζῶν, τοῦ Ἰσραὴλ τὴν κακίστην μεταβολήν, προφανῶς διήλεγχες, σὺ διορθούμενος, ἱερεὺς ὡς ἔνθεος, ὡς Προφήτης ἀληθέστατος.

Θεοτοκίον

Μεθ' ἡμῶν γενόμενος, δι' οἶκτον ὁ Σωτήρ, ἐξ αἱμάτων σου ἱερῶν, ὑπὲρ νοῦν Πανάμωμε σεσωμάτωται, καὶ Θεὸς καὶ ἄνθρωπος, ὁ φιλάνθρωπος γνωρίζεται.

 

Ἕτερος. Ὁ τοῦ φωτὸς χορηγός.

Τῆς νομικῆς κιβωτοῦ, ταῖς προσεδρείαις ἐντρυφῶν ἔνδοξε, τῷ νομοδότῃ δὲ προσεγγίζων Κυρίῳ Σαμουήλ, σκηνὴν τὴν ἁγίαν, ἀξίως ἐδόξασας.

Τὴν καθαρότητά σου, τῆς διανοίας ἐγνωκὼς ἔνδοξε, ὁ ἐρευθνῶν νεφροὺς καὶ καρδίας ἐπώφθη σοι νυκτί, δοξάζων ἐν νέᾳ, σοφὲ ἡλικίᾳ σε.

Ἀπεκαλύφθη ὁ Θεός, καθ’ ἡλικίαν ἀτελῆ ὄντι σοι, πρεσβυτικὴν τὴν παρανομίαν ἐλέγχων διὰ σοῦ, παρ’ οὗ εὐνομίαν, σοφὲ ἡμῖν αἴτησαι.

Ὡς τὰς τῶν σῶν ἀπαρχάς, ὀπτασιῶν πρὸς Σαμουὴλ ἔδειξας, ἀρχιερεῖ καὶ νῦν δι’ αὐτοῦ ἡμᾶς οἴκτειρον Χριστέ, εἰς σὲ τὴν πρὸς τούτου, πρεσβείαν δεχόμενος.

Θεοτοκίον

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς δημιουργὸν κράζομεν· χαῖρε ἁγνὴ χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν· χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

 

 

 

 

 

 

 



ᾨδὴ ς', Ἐβόησε, προτυπῶν

λόγος σου, τῇ τοῦ Λόγου θεούμενος χάριτι, προεδήλου τὰ μακράν, ὡς ἐγγὺς συμβησόμενα, Σαμουὴλ Προφῆτα, ἐνδιαίτημα θεῖον τοῦ Πνεύματος.

ψούμενος, ὑψηλαῖς θεωρίαις καὶ πράξεσιν, ὡς Προφήτης καὶ Θεοῦ, Ἱερεὺς παντοκράτορος, νομικαῖς λατρείαις, καθαγνίζεις ἀξιάγαστε.

χρείωται, ὁ Σαοὺλ παραβάτης γενόμενος, καὶ Θεὸς σοι, ἀντ' ἐκείνου Δαυῒδ τὸν πραότατον, Σαμουὴλ θεόφρον, ἐγκελεύεται χρῖσαι τῷ χρίσματι.

Θεοτοκίον

Λελύτρωται, τῶν ὠδίνων ἡ Εὔα Πανάμωμε, ἀνωδίνως, σοῦ τεκούσης Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τὰ πάθη πάντων, καὶ ὀδύνας σαφῶς θεραπεύσαντα.

 

Ἕτερος. Ἄβυσσος ἁμαρτημάτων.

Στέρξας σε καθάπερ τέκνον, καθεύδοντί σοι παρέστη, ὁ παμβασιλεὺς καὶ πατρικῶς, κλήσεσιν ἔνδοξε ἐτίμησε, Σαμουὴλ τρισσωθείσαις.

Ἔτερψας Θεὸν καλοῦντα, νηπιωδῶς ἀγνοήσας, καὶ τῇ ἀκακίᾳ σου τερφθείς, τὸ στόμα σου ἔνδοξε ἐσόφισε, κατὰ τῆς πονηρίας.

Ἔβλεψας τοὺς χριστοκτόνους, ἱερεῖς ἐν ἱερεῦσι, τοὺς ἐν ταῖς θυσίαις ἑαυτούς, Θεοῦ προτιμήσαντας ἐκ θείας σου, Σαμουὴλ ἐπιπνοίας.

Ὄλεθρον μαθὼν θεόθεν, ἱερουργῶν ἀνιέρων, τὴν τῶν ἀνοσίων τοῦ Χριστοῦ, φονέων ἀπώλειαν προφητικῶς, Σαμουὴλ ἐδιδάχθης.

Θεοτοκίον

Ὄντως Σὺ ὤφθης Παρθένε, τῶν οὐρανῶν πλατυτέρα, καὶ τῶν Χεορυβὶμ ὑπερτέρα, λόγῳ χωρήσασα ἐν μήτρᾳ Σου, τὸν ἀχώρητον Λόγον.

 

 

Κοντάκιον. Τοῦ Προφήτου. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Πιστευθεὶς τὰ κρίματα, τοῦ θείου Νόμου, Ἰσραὴλ διήγγειλας, ἐν παῤῥησίᾳ Σαμουήλ, τὸ τοῦ Ὑψίστου δικαίωμα· ὅθεν σε πάντες, πιστῶς μακαρίζομεν.

Ὁ Οἶκος.

Πιστοῖς ἐπέστη παμφαής, καὶ εὔσημος ἡμέρα, Προφήτου τοῦ ἐνδόξου. Χορεύσωμεν ἐνθέως, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Οὗτος γὰρ ἐκ τῆς στείρας, θείῳ βουλήματι βλαστήσας, τῇ ἐξ ὕψους χάριτι, ἐκ βρέφους πεπλήρωται, καὶ πρὸ προσώπου ἀμέμπτως τοῦ Θεοῦ, ἐν τῇ σκηνῇ προσαχθεὶς ἐλειτούργησε, τὴν κατὰ Νόμον λατρείαν, προτυπούσαν Χριστοῦ, τὴν σφαγὴν τὴν σωτήριον· διὸ αὐτῷ ἐκβοήσωμεν· Σαμουὴλ μακάριε, μεσίτης ἡμῶν γενοῦ πρὸς Θεὸν ἀληθής, ἵνα σε πάντες, πιστῶς μακαρίζομεν.

 

Συναξάριον.

Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Προφήτου Σαμουήλ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', Νέοι τρεῖς ἐν Βαβυλῶνι

Μέγιστόν σε ἡ τεκοῦσα, δῶρον τῷ Παμβασιλεῖ, προσάγει μακάριε, εὐχὴν ἱερὰν ἐκπληροῦσα, καὶ μελῳδοῦσα· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

νδον ὄντα τοῦ ναοῦ σε, καὶ κατὰ τοῦ Ἀαρών, τὴν τάξιν λατρεύοντα, τῷ ἐπουρανίῳ Δεσπότῃ, ἡ θεία χάρις ἔνδοξε, Σαμουὴλ κατελάμπρυνεν.

Λόγῳ θείῳ κρίνεις μάκαρ, τὸν λαὸν τοῦ Ἰσραήλ, τούτῳ τὸ δικαίωμα, πάντοτε Θεοῦ διαγγέλλων, καὶ ἀποστρέφων πᾶσαν βλάβην, ἐχθρῶν προσευχῇ ἐκτενεῖ.

Πᾶσαν ὕλην ἐκκενώσας, ἔνδοξε τοῦ σοῦ νοός, ἔσοπρον τοῦ Πνεύματος, ἐδείχθης βοῶν ἀσιγήτως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

φθης ἄφλεκτος τεκοῦσα, πάναγνε ὡς ἀληθῶς, τὸ πῦρ τῆς Θεότητος· διὸ τὰ ὑλώδη μου πάθη, Θεοκυῆτορ φλέξον, ὡς συμπαθὴς καὶ φιλάγαθος.

 

Ἕτερος. Βάτος ἐν ὄρει πυράφλεκτος.

Ὁ Ἰσραὴλ τῶν προῤῥήσεων, σοῦ τῇ ἐκβάσει, γνοὺς Προφήτην Σαμουήλ, πιστότατόν σε  ἀνηγόρευσεν, ἀλλὰ πανηγύρεσιν, ὁ ἐξ ἐθνῶν λαός, ἐτησίοις τιμᾷ σε, Χριστῷ σὺν σοὶ ἀνακράζων πιστῶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν Ἰσραὴλ μὲν ἀπήλλαξας, πολυθεΐας, τοὺς δὲ τούτου δυσμενεῖς, βρονταῖς ἐναερίοις ἔπληξας, ἀφορμὴν λαβούσαις σου, τὴν τῆς εἰλικρινοῦς, ἱκεσίας ἀστραπήν, Προφῆτα πρὸς Κύριον κράζοντος· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸν ἁμαρτίας ἀμέτοχον, ὑπὲρ τοῦ κόσμου, μέλλοντα θεῖον ἀμνόν, τιθῆναι προτυπῶν πανεύφημε, ὑπὲρ ὁμηγύρεως, ἰσραηλιτικῆς, ὑπομάζιον ἄρνα, τῷ Κτίστῃ κραυγάζων ὡλοκαύτωσας· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὴν ἐκτελεῖσθαι ἀναίμακτον, ἱερουργίαν, παντὶ μέλλουσαν δηλῶν, σκηνῆς ἐκτὸς θυσιαστήριον, τῆς ἱερᾶς ἔπηξας, καὶ ἡγιασμένης, προανέδειξας κύκλῳ, Σαμουὴλ κραυγάζων ἄπαυστα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Τίκτεις ἀσπόρως τὸν ἄναρχον, καὶ πρὸ αἰώνων, Κύριον τὸν τοῦ Πατρός, Υἱὸν σοφίαν τε καὶ δύναμιν, ἐπ’ ἐσχάτων πάναγνε, ὑπερφυῶς σαρκί, εἰς ἀνάπλασιν βροτῶν· διὸ εὐσεβῶς Παρθένε ἄχραντε, εὐλογητὸς εἶ τῷ ἐκ Σου, τεχθέντι κράζομεν.

ᾨδὴ η', Λυτρωτὰ τοῦ παντὸς

Κοσμηθεὶς Ἀαρὼν τῷ ἐνδύματι, τῶν Ἁγίων εἰσῆλθες εἰς Ἅγια, θυσίαις παμμακάριστε Ἰσραὴλ ἐφαγνίζων προμηνυούσαις τὴν σφαγὴν τοῦ Ἀμνοῦ τὴν σωτήριον.

Λογισμῷ καθαρῷ εἰσδεχόμενος, τὰς αὐγὰς Σαμουὴλ τὰς τοῦ Πνεύματος, οἷα Προφήτης ἔνθεος, προμηνύεις τὰ πόρρω ὡς ἐνεστῶτα· διὰ τοῦτο πιστῶς εὐφημοῦμέν σε.

κλεκτὸς ὁ Δαυῒδ ἐχρημάτισεν, ἐν υἱοῖς Ἱεσσαὶ ὡς ἐδήλωσας χρίων αὐτὸν τῷ χρίσματι, Σαμουὴλ τῷ ἁγίῳ καὶ ἀνακράζων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Οἱ τὴν σὴν ἐκτελοῦντες πανήγυριν, Σαμουὴλ τῶν Δικαίων συνόμιλε ταῖς σαῖς πρεσβείαις τύχοιμεν, βασιλείας τῆς ἄνω ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸ Κύριον.

Θεοτοκίον

Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθὴς καὶ φιλάγαθε Δέσποινα, καὶ τῆς γεέννης ῥῦσαί με, καὶ τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου, ἵνα πίστει καὶ πόθῳ γεραίρω σε.

 

Ἕτερος. Τῷ δόγματι τῷ τυραννικῷ.

Ἱερεῖς μὲν ἔχρισε Μωσῆς, καὶ σὺ δὲ Σαμουὴλ βασιλεῖς χρίσας, ἀφωμοιώθης πρὸς τοῦτον· μεθ’ οὗ βοᾷς ἀγαλλόμενος· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Κινήσαντι θείαν τῷ Σαούλ, ὀργὴν καθ’ ἑαυτοῦ σβέσαι Προφῆτα, σπεύδων κατέσφαξας ἄνδρα, λαοῦ μὴ κράζοντος ἄρξαντα· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Κοσμόλεθρον τὸν ὑπὸ Χριστοῦ, Προφῆτα σφαγησόμενον δυνάστην, τῇ ἀναιρέσει τυράννου, προέγραψας μὴ κράζοντος· εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ἐπλούτησας γνῶσιν Σαμουήλ, τῶν τόπῳ ἀφεστηκότων καὶ χρόνῳ· φῶς γὰρ ἐν σοῖ παντεφόρου, Τριάδος ᾤκησε, εὐλογεῖτε κραυγάζον, τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον

Εἰκόνα Σε ζῶσαν τοῦ Πατρός, γινώσκομεν ἐν Πνεύματι Ἁγίῳ, τὸν ἐκ Παρθένου τεχθιέντα, Χριστὲ ἁγνῆς Θεομήτορος, εὐλογεῖτε βοῶντες, τὰ ἔργα τὸν Κύριον.

 

 

 

 

 

 

 

 

ᾨδὴ θ', Εὔα μὲν τῷ τῆς παρακοῆς

στάμενος οἷα λειτουργός, ἐπίπροσθεν, τοῦ Δεσπότου καὶ Θεοῦ ἡμῶν, μάκαρ ἀμέμπτῳ πολιτείᾳ, κοσμούμενος αὐτῷ ἐλειτούργησας, τὰς θείας ἐκφαντορίας δεχόμενος, καὶ προφητεύων ἐμφανέστατα.

φθης ἐκ νηδύος μητρικῆς, ἀοίδιμε τοῦ Ἁγίου σκεῦος Πνεύματος, τῷ ἱερῷ συναυξηθεὶς δέ, ἐνδύματι Θεὸν ἐθεράπευσας, πραότητι καρδίας πανόλβιε, καὶ διανοίας ὡραιότητι.

Σήμερον ἡ μνήμη σου ἡμῖν, ὡς ἥλιος θεοφόρε ἀνατέταλκε, φέγγει πλουσίῳ χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν τιμώντων σε, ὁμίχλην τε δεινῶν ἀπελαύνουσα· ὅθεν σε πάντες μεγαλύνομεν.

ρθης πρὸς μονὰς φωτοειδεῖς, καὶ ἔλαμψας τοῦ ἡλίου τηλαυγέστερον, βλέπεις ἃ βλέπουσι Προφῆται, Ἀπόστολοι καὶ ἅπαντες Δίκαιοι, θεούμενος μεθέξει θεόπνευστε· ὅθεν σε πάντες μακαρίζομεν.

Θεοτοκίον

Φθορὰν μὴ γνωρίσασα ἀνδρός, τὸν ἄφθαρτον ἐν νηδύϊ ὑποδέδεξαι, Λόγον ἡμᾶς καταφθαρέντας, ῥυόμενον πολλοῖς παραπτώμασι, τῷ πάθει τῆς ἀφθάρτου σαρκὸς αὐτοῦ, ἄφθορε μόνη Παναμώμητε.

 

Ἕτερος. Ἡ τὸν ἀχώρητον Θεόν.

Ἐκ Βηθλεὲμ ὁ προελθεῖν, Χριστὸς προσδοκώμενος, τὸν Δαβὶδ αὐτόθι σοι χρίοντι, ἐγνωρίσθη, Σαμουὴλ θεοφόρε.

Τὸν κατὰ σάρκα ἐκ Δαβίδ, Χριστὸν καταγόμενον, τὸν ἐκείνου χρίων προπάτορα, ἐδιδάχθης, μυστικῶς θεοφόρε.

Ὑπὲρ λαοῦ σου τοῦ πιστῶς, ἐκτενῶς δυσώπησον, τὴν σεπτὴν Τριάδα πανεύφημε, ἥνπερ πάλαι, Ἰουδαίοις ὑπέρσχου.

Θεοτοκίον

Τὸν πρὸ αἰώνων ἐκ Πατρός, γεννηθέντα Κύριον, ἐπ’ ἐσχάτων Μῆτερ ἐγέννησας, Θεοτόκε, εἰς ἡμῶν σωτηρίαν.

 

Ἐξαποστειλάριον τοῦ Προφήτου Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὁ Σαμουὴλ ὑμνείσθω, ὁ πρὸ συλλήψεως δοθείς, δοτὸς Θεῷ τῷ Ὑψίστῳ ὑπὸ μητρὸς πανευκλεοῦς, καὶ βασιλεῖς χρίων οὗτος, ὡς Ἱερεὺς καὶ Προφήτης.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

 

 

 

 

 

 

Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς οὐράνιον ἄνθρωπον, καὶ ἐπίγειον ἄγγελον, ὡς Προφήτην ἔνθεον τοῦ Παντάνακτος, καὶ λειτουργὸν ἱερώτατον, ποιμένα ὡς πάνσοφον, θεομάκαρ Σαμουήλ, τῶν πιστῶν τὰ συστήματα, εὐφημοῦμέν σε, ἐκτελοῦντες ἐν ὕμνοις ἐγκωμίων, τὴν ὑπέρφωτόν σου μνήμην, ὑπὲρ τὸν ἥλιον λάμπουσαν.

 

Οὐρανίῳ βουλήματι, ἐκ τῆς στείρας ἐβλάστησας, εὐξαμένη ἔνδοξε τῷ Παντάνακτι, δικαιοσύνης μακάριος, καρπὸς ἀληθέστατα, καὶ ἁγία ἀπαρχή, τῇ σκηνῇ προσενήνεξαι, καὶ πεπίστευσαι, παιδιόθεν τοῦ Νόμου τὴν λατρείαν, Σαμουὴλ ἠγλαϊσμένε, τῶν Προφητῶν ἐγκαλλώπισμα.

 

Μωϋσέως ἐφύλαξας, ἀκριβῶς τὰ προστάγματα, Σαμουὴλ μακάριε ὡς θεόσοφος, καὶ τῷ λαῷ σου διήγγειλας, ὡς ζήλῳ πυρούμενος, οὐρανίῳ τὴν ψυχήν, τοῦ Θεοῦ τὸ δικαίωμα, τοῦ λαλήσαντος, διὰ Νόμου ἐν ὄρει τῷ Σιναίῳ, τοῦ καὶ μέλλοντος λαλῆσαι, ἐν τῷ Υἱῷ ὡς φιλεύσπλαγχνος.

Ὀφθαλμοὺς τοὺς τοῦ σώματος, τελευτῇ μύσας ἔνδοξε, Σαμουὴλ ὁ βλέπων ψυχῆς ἀκοίμητον, ὄντως τὸ ὄμμα ἐτήρησας, καὶ βλέπεις γηθόμενος, ἐν ὑψίστοις τὸ ζῶν φῶς, μνημονεύων ἑκάστοτε, τῶν ἐν ᾄσμασιν, ἐκτελούντων τὴν μνήμην σου Προφῆτα, καὶ ἐν πίστει προσιόντων, τῇ κραταιᾷ ἀντιλήψει σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν ὀξυγράφον τοῦ Πνεύματος κάλαμον, καὶ μυστικῶν θεωριῶν ἐπόπτην, τὸν ὑποφήτην τῶν ἄνω μυστηρίων, Σαμουὴλ τὸν μακάριον, ἐν ὕμνοις ἐγκωμίων τιμήσωμεν. Οὗτος γὰρ ὁ ἰσάγγελος, ἐκ νηδύος στειρωτικῆς, θεουργικῷ τεχθεὶς βουλήματι, καὶ τοῦ Θεοῦ ἐν τῇ σκηνῇ, ὡς ἀπαρχὴ ἱερὰ ἀνατεθείς, κατὰ τὸν Νόμον ἀμέμπτως ἐλειτούργησε. Καὶ οἷς πεπίστευται κατὰ Μωσέαν θεσμοῖς, ὡς ζηλωτὴς ζήλῳ Κυρίῳ ζηλώσας, τὸν Ἰσραὴλ παῤῥησίᾳ ἔκρινεν· ὅθεν ὡς θεράπων Κυρίου ἀληθής, τῇ ἀχειροποιήτῳ σκηνῇ εἰσωκισθείς, πρόσωπον πρὸς πρόσωπον, ὁρᾷ ἅπερ ἐπεπόθησε, καὶ πρεσβεύει ὑπὲρ ἡμῶν ἐκτενῶς, τῶν εὐλαβῶς αὐτοῦ ἐπιτελούντων, τὴν μνήμην τὴν ὑπέρφωτον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ τῆς στείρας θεῖος βλαστός, καὶ τῶν ἀποῤῥήτων, ὁ ἐπόπτης ὦ Σαμουήλ· χαίροις λόγῳ θείῳ, τὸν Ἰσραὴλ ὁ κρίνας, καὶ βασιλεῖς τῷ ἄνῳ, χρίσας προστάγματι.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου