Σάββατο 6 Ιουνίου 2026

ΙΟΥΝΙΟΣ 15. ΟΣΙΟΣ ΣΑΒΒΑΣ ΒΑΤΟΠΕΔΙΝΟΣ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΛΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΟΥΝΙΟΣ ΙΕ

ΣΑΒΒΑΣ ΟΣΙΟΣ ΒΑΤΟΠΕΔΙΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 


Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τῶν Πατέρων ὁ χορός, τῶν ἐν Ὄρει Ἄθω οἰκούντων, Θεὸν δοξάσωμεν, θαῦμα γὰρ ὑπέδειξεν, ἐν τοῖς ἐσχάτοις καιροῖς, ὑπεράνθρωπον ἄσκησιν, Πατρὸς ἡμῶν Σάββα, χρόνοις ἐπὶ πλείοσι, βεβιωμένου καλῶς· ὅνπερ ὡς ἰσάγγελον ὄντα, δεῦτε νῦν τιμῶντες ἐν ὕμνοις, ζῆλον τὸν αὐτοῦ ἐκμιμησώμεθα.

 

Θείαν θυμηδίαν ἀληθῶς, Σάββα σοῦ ὁ βίος παρέχει, πᾶσι τοῖς βλέπουσι, βίον τὸν ἰσάγγελον, ὅν περ διήνυσας· τὰ σὰ ἆθλα καὶ σκάμματα, ζωῆς τῆς ἀμέμπτου, πάντας διεγείρουσι πρὸς ζῆλον ἔνθεον . Σοὶ νῦν εὐλαβῶς προσιόντες, σὲ παρακαλοῦμεν ἐν πόθῳ, ἴθυνον ἡμᾶς πρὸς τελειότητα.

 

Πᾶσαν τρικυμίαν τῶν παθῶν, Πάτερ κατεμάρανας σφόδρα, τῇ ἐγκρατείᾳ σαρκός, ἄλλος ὥσπερ ἄσαρκος ἐν γῇ ἠγώνισαι, ἐν ἐρήμοις καὶ ὄρεσι, ἐν πόνοις καὶ μόχθοις· ὅθεν καταγώγιον γέγονας Πνεύματος, Σάββα Βατοπαίδου τὸ κλέος, μέμνησο ἡμῶν τῶν ἐκ πόθου, τὸ σεπτὸν μνημόσυνον τελούντων σου.

 

Δόξα τῷ δοξάσαντι Θεῷ, πίστιν διὰ σοῦ τὴν ἁγίαν, Σάββα πανόσιε· σὺ γὰρ πράξει ἔδειξας καὶ βίῳ ἔπεισας , ἐξασκεῖν τοὺς τὴν ἔνθεον, ζωὴν ἑλομένους, λόγῳ ἐφελκόμενος, καὶ παραδείγματι · ὅθεν συνελθόντες ἐν ὕμνοις, τὴν ἱερωτάτην σου μνήμην, μάκαρ ἑορτάζομεν ἐν ᾄσμασιν.

 

Δόξα. Ἦχος β´.

τοῦ Ἁγίου Πνεύματος ζωοπάροχος Χάρις, τῇ σῇ ψυχῇ ἐνοικοῦσα, Σάββα ἱερώτατε, πρὸς τὸ συνημμένον σῶμά σου, διεβίβασε τοῦ θείου κάλλους αὐτῆς τὰ τεκμήρια· ἡ γὰρ ἰσάγγελος μετὰ σώματος πολιτεία σου, ὑπὲρ πᾶσαν ἀνθρώπων ἔννοιαν, ὑπὲρ πάντα νόμον τῆς φύσεως ἐξικνουμένη, ἡμᾶς τοὺς φοιτητάς σου πρὸς δόξαν συγκαλεῖται Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὢ δόξης ἀκραιφνοῦς, ἧσπερ ἠξίωσαι θεοδόξαστε Πάτερ! Ἀλλ᾿ αἴτησαι πρεσβείαις σου ἀξιάγαστε, πᾶσι τοῖς εὐλαβῶς τιμῶσί σου τὰ μνημόσυνα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, δωρηθῆναι τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Εἰς τὸν Στίχον Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Σκέπεις περιφρουρῶν, Μονὴν Βατοπαιδίου, ἐν ᾗ κατῴκεις Σάββα, ἐπιβουλῆς παντοίας, τὴν ποίμνην σου ῥυόμενος.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

χθης ὡς ἐν Χωρήβ, Ἠλιοὺ ὁ Θεσβίτης, ἐν Ὄρει τῷ τοῦ Ἄθω, εἰσδύσας ὡς θεόπτης, εἰς γνόφον Σάββα ἄδυτον.

 

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Μέγιστον θησαυρόν, πλουτοῦμεν τὸν σὸν βίον, Σάββα ἡμῶν προστάτα, ἐγκύπτοντες εἰς τοῦτον, ὡς βίβλον θεοτύπωτον.

 

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Σέλας τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, πρεσβείαις τοῦ σοῦ Σάββα, καὶ τῆς Πανάγνου Κόρης, ἐλέησον τοῦ δούλους σου.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.

ργοις ἔλαμψας, τῆς εὐσεβείας, πᾶσαν ηὔγασας, τὴν οἰκουμένην, ὑψοποιῷ τῇ ταπεινώσει κοσμούμενος, Βατοπαιδίου Μονῆς σεμνολόγημα, καὶ Ὄρους Ἄθω καλλονὴ καὶ ὡράϊσμα· Σάββα πάνσοφε, χαρίτων ἐνθέων ἔμπλησον, τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια τοῦ Ἁγίου. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος.

Σήμερον φαιδρῶς ἀγάλλονται, τῶν Ἀγγέλων τάξεις, Ἀποστόλων σύλλογος, Προφῆται σὺν ἀσκηταῖς, καὶ θείοις Μάρτυσι, τῇ μνήμῃ τῇ ἱερᾷ, Σάββα τοῦ θείου ἐνθέως γηθόμενοι· σεμνύνεται ἡ Μονή, Βατοπαιδίου, καὶ χαίρει χορεύουσα, καὶ καταγεραίρει ὕμνοις, συγκαλοῦσα ἅπαντας, μοναστὰς καὶ μιγάδας, σὺν αὐτοῖς πανηγυρίζουσα.

 

Βίου τοῦ σεπτοῦ σου πάντιμε, ἡ φθογγὴ ἐξῆλθεν, εἰς τὰ γῆς νῦν πέρατα, καὶ πάσας τῶν εὐσεβῶν, ψυχὰς κατηύφρανε, τῶν πόθῳ ἐν τῇ Μονῇ, προσερχομένων τελέσαι τὴν μνήμην σου, παντός τε φθοροποιοῦ, ἐξαιτουμένων τὴν ῥῶσιν παθήματος· Σάββα μοναστῶν ἡ δόξα, Ἄθω μέγα καύχημα, τῆς Μονῆς σου τὸ θαῦμα, ὑπερεύχου τῶν τιμώντων σε.

 

μνοις καὶ ᾠδαῖς τιμήσωμεν, ἐπαξίως πάντες, Σάββαν τὸν πανθαύμαστον, τὸν κήρυκα τῆς Χριστοῦ μεγαλειότητος, τὸν πάσας τὰς μηχανάς, τοῦ πονηροῦ ἐν ἀνδρείᾳ πατήσαντα, δι᾿ οὗ περ πάντες πιστοί, τῇ εὐσεβείᾳ στεῤῥῶς ἐστηρίχθημεν, τὸν πρὸς ἐφετῶν τὸ ἄκρον, κατὰ πθον φθάσαντα, καὶ χοροῖς Ἀσωμάτων, εἰς αἰῶνας ἀγαλλόμενον.

 

Ἕτερα Προσόμοια. Ἦχος β´. Ποίοις εὐφημιῶν στέμμασιν.

Ποίοις εὐφραντικοῖς μέλεσιν, ὑπαντήσωμεν φωτὶ τοῦ Ἄθω, Σάββαν τὸν σοφὸν χριστοκήρυκα, καὶ ὑπὲρ βροτοὺς ἀγγελόφρονα; Τὴν τῶν μοναζόντων εὐωδίαν, τὸ μέγα, Βατοπαιδίου ἐγκαλλώπισμα, τὸν πύργον, τῆς ταπεινώσεως τὸν ἄῤῤηκτον, τὸν τῆς ἀσκήσεως στέφει, ἐγκεκοσμημένον, τὸν ἀένναον ποταμόν, πηγήν τε τὴν γέμουσαν, διδαγμάτων ἀνυμνήσωμεν.

 

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν Σάββαν τὸν θεῖον; οὗτος ἰσαγγέλως γὰρ ἤσκησε, τῷ Θεῷ ἀεὶ συγγινόμενος, καὶ πρὸς ὑπερκόσμια μετέβη, τὴν δόξαν, κατανοεῖν τὴν ἀνεκλάλητον, πυξίον, ἡμῖν καθάπερ θεοτύπωτον, αὐτοῦ τὸν πάνσεπτον βίον, τὸν θαυμάτων πλήρη, τοῖς μονάζουσι παρασχών· ἐν ᾧ καὶ ἐγκύπτοντες, θείαν χάριν ἀρυόμεθα.

 

Ποίοις μελῳδικοῖς ᾄσμασι, διηχήσωμεν τῷ θεοσόφῳ, τῷ ἀσκητικῶς διαπρέψαντι, καὶ τοὺς ἐν τῷ Ἄθῳ σοφίσαντι; Τὸ στιλπνὸν τοῦ Πνεύματος δοχεῖον, ἀλείπτην, ἐν καρτερίᾳ τὸν σοφώτατον, διώκτην, δεινῶν πνευμάτων μακαρίσωμεν, Βατοπαιδίου φωστῆρα, οὗ ὁ βίος πάντας, καταπλήττει καὶ ἐξιστᾷ· τοῖς πόθῳ τε μέλπουσι, τούτου μνήμην χάριν δίδωσιν.

Δόξα. Ἦχος β´.

Τὸν Χριστοῦ ἀσκητήν, τὸν ἀνέσπερον λαμπρὸν φωστῆρα Βατοπαιδίου Μονῆς, τὴν μυροθήκην τῶν χαρισμάτων, καὶ στήριγμα μέγιστον τῶν ἐν τῷ Ἄθῳ καὶ ποδηγέτην, τὸν δεδοξασμένον Σάββαν σήμερον, μοναστῶν στίφη κατὰ χρέος εὐφημήσωμεν. Οὗτος γὰρ βίον ἐν τῇ γῇ ἔσχεν οὐράνιον, ἔνθεν καὶ θαυμάτων χάριν πλουσίως ἀπείληφε· καὶ πρὸς φῶς προσπελάσας τὸ ἀληθινόν, φῶς γενέσθαι κατὰ χάριν ἠξίωται. Ἀλλ᾿ ὦ Πατέρων κράτιστε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων, τὸ ἱερόν σου μνημόσυνον,

 

Καὶ νῦν. Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀν τὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, Βατοπαιδίου Μονὴ ἡ ἀρίζηλος, εὐφροσύνην τὴν ἐν Θεῷ· ἀγάλλου καὶ χόρευε, ὑπὲρ πάντα τοῦ Ἄθω τὰ ἱερὰ φροντιστήρια· ἰδοὺ γὰρ κατέχεις ἐν κόλποις σου, σὺν τοῖς λοιποῖς σου τέκνοις, τὸν θαυμάσιον Σάββαν, τὴν εὐλογίαν δωρούμενον, τοῖς πρὸς αὐτὸν προσιοῦσι μετὰ πίστεως. Ὅθεν χρεωστικῶς τὴν μνήμην αὐτοῦ ἑορτάζουσα, πνευματικοῖς ᾄσμασι αὐτῷ ἀναβόησον· ὄμβρισον δαψιλῶς τῇ ἐνεγκαμένῃ σε κατὰ πνεῦμα πανόσιε, ψυχικὴν τοῖς ὁμαίμοσί σου σωτηρίαν, καὶ κινδύνων ἀφάρπασον, καὶ πάσης περιστάσεως, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὸ ἱερόν σου μνημόσυνον.

 

Τοῖς ἀσκητικοῖς ἀγῶσιν ἑαυτὸν κατακοσμήσας, Σάββα τρισόλβιε, σύσκηνος γέγονας τῶν ἀπ᾿ αἰῶνος Ὁσίων, τὴν αὐτῶν ζηλώσας ἄμεμπτον πολιτείαν, εἴληφας τὸ βραβεῖον τῆς καρτερίας σου. Ὅθεν ἡ Μονή σου κομπάζει τὰ σὰ παλαίσματα· τὸ τοῦ Ἄθωνος Ὄρος, χαρμοσύνως σήμερον ἐκτελεῖ τῆς μνήμης σου τὴν πάνσεπτον Ἑορτήν· ἡμεῖς δὲ τὰ τέκνα σου συναχθέντες ἐπὶ τὸ αὐτό, πνευματικοῖς ᾄσμασι τερπνῶς εὐφημοῦμέν σε, δρεπόμενοι ταῖς πρεσβείαις σου, παρὰ Χριστοῦ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

 

 

Ἦχος β´.

Δεῦτε μοναστῶν ὁ σύλλογος, καὶ Βατοπαιδίου τὸ ἄθροισμα· δεῦτε καὶ χορείαν συστήσωμεν, ἐν τῇ μνήμῃ Σάββα τοῦ μάκαρος· οὗτος γὰρ καὶ μεθ᾿ ἡμῶν ὑπάρχων, ἐνδιαίτημα τὸν οὐρανὸν ἐκέκτητο, καὶ ὑποβάθρᾳ τὴν ταπεινοφροσύνην χρησάμενος, πρὸς τὴν ἐκεῖσε ἄνοδον, τοῖς Ἀγγέλοις συν αυλίζεται· σιγῇ δὲ τῆς αὐτοῦ ἀρετῆς, ὡς ὑπὸ μόδιον ἐκρύπτετο· ἀλλ᾿ οὐ πέφυκε τὰ τῆς ἀρετῆς, τῷ σκότει ἐγκαλύπτεσθαι· οὐδὲ δυνατὸν τὸ ἀψευδὲς στόμα ψευσθῆναι, Χριστοῦ τοῦ Θεοῦ· ἀλλ᾿ ἀναλάμπειν τηλαυγῶς, καὶ ἡλίου φανώτερον. Ἀλλὰ Πάτερ, ἐν οὐρανοῖς περιπολῶν, ἡμῖν ᾀεὶ σύνεσο, καὶ ἐνδυνάμωσον ἡμᾶς, τὰ πυρφόρα τοῦ πονηροῦ κατασβεννύειν βέλη, ἵνα σὺν σοὶ ἀπολαύσω μεν, ὧν ἀγαθῶν θεόθεν ἀπολέλαυκας.

 

Δόξα. Ἦχος πλ. α´.

κ τῆς λαμπρότητος τῶν ἀγώνων σου, τὴν χάριν τῶν ὑπὲρ φύσιν θαυμάτων εἴληφας· μοναζόντων δὲ κανὼν ἐχρημάτισας, ὡς τοῦ Ἁγίου Πνεύματος κατοικητήριον· ὅθεν καὶ πρὸς οὐρανοὺς μεταστάς, εὐφραίνεις ἡμᾶς τῇ ἐπιδείξει, τῶν ἱερῶν τοῦ βίου κατορθωμάτων σου · ὧν καὶ τὴν θεόπνευστον συνθήκην κατέχοντες, καὶ πόθῳ ἐγκύπτοντες, Σάββα παμμάκαρ Πατὴρ ἡμῶν σοῦ δεόμεθα· αἴτησαι ἀξιάγαστε, πᾶσι τοῖς εὐλαβῶς τιμῶσί σου τὰ μνημόσυνα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν .

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον Προσόμοια. Ἦχος πλ.α´. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ θείου ζήλου πλησθείς, καὶ ἐνασκήσας, Σάββα μάκαρ ὡς Ἄγγελος, καὶ βίου ταῖς προτροπαῖς σου, καὶ διδαχῶν προχοαῖς, τῶν σῶν τέκνων πάντοτε κηδόμενος. Καὶ νῦν παναοίδιμε, τοὺς πιστ ῶς σε γεραίροντας, καὶ τὴν σὴν μνήμην, ἐν ᾠδαῖς ἀναμέλποντας, καταπλούτησον, εὐωδίαις τοῦ Πνεύματος, χάριτος ἐμπιπλῶν ἀεί, λιταῖς εὐπροσδέκτοις σου, θείαις παμμάκαρ ὑψόθεν, καὶ παῤῥησίας δεόμενος, τυχεῖν καὶ ἐλέους, ἐν ἡμέρᾳ τῆς δικαίας, δίκης θεόληπτε.

 

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξει καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις ὁ θείαν χάριν λαβών, ξένως βιῶσαι, καὶ γενέσθαι ὑπόδειγμα, ἀσκήσεως καὶ ἀγάπης, ὑπακοῆς σιωπῆς, καὶ ἐξόχως Σάββα ταπεινώσεως. Καὶ νῦν παμμακάριστε, τὰ σὰ τέκνα χαρίτωσον, μνήμην σου θείαν, ἐν ᾠδαῖς ἀναμέλποντα, καὶ ἀνάπλησον ἀρετῶν θεοσδότων σου· ὅπως οἱ πλουτιζόμενοι, αὐτῶν ἐπιδόσεσι, πίστει καὶ πόθῳ τιμῶμεν, τὴν ἱεράν σου πανήγυριν, ψυχῶν ἡμῶν πάθη, ἀπελαύνοντες πρεσβείαις, θεοπειθέσι σου.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις ὁ κληρονόμος φανείς, τῆς Ἀντωνίου τε καὶ Σάββα ἀσκήσεως, Ἐφραὶμ Εὐθυμίου Παύλου, καὶ τῶν λοιπῶν ἀσκητῶν, τῶν διοδευσάντων τὴν ἐπίπονον, ὁδὸν εἰς εὐόδωσιν, ἀρετῆς καὶ κατόρθωσιν· οἳ ἐπλανῶντο, ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ ὀπαῖς τῆς γῆς, συνεχῶς θανατούμενοι· ὧν περ οὐκ ἦν ἀντάξιος, ὁ κόσμος ὡς γέγραπται· οὓς ἀκριβῶς σὺ ζηλώσας, νῦν σὺν αὐτοῖς Σάββα γέγηθας, Χριστὸν ἱκετεύων, τοῖς ὑμνοῦσί σε διδόναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ.δ´.

Τὸν ἄδυτον γνόφον τῆς ἐν Πνεύματι θεωρίας, εἰσελθὼν Σάββα θεόσοφε, τὸν δι᾿ ὑπερβολὴν φωτοχυσίας ὄντα ἀπρόσιτον, ἰδεῖν καὶ γνῶναι κατηξιώθης, πάντων ἐξιστάμενος τῶν ὄντων, αἰσθητῶν καὶ νοητῶν, καὶ σεαυτοῦ, καὶ ἐν μόνῳ τῷ Θεῷ ὤν, νηστείαν ἐτέλεσας οὐ τεσσαρακονθήμερον μόνον, ἀλλὰ καὶ ἑξηκονταήμερον, οὐδόλως βρώσεως μετασχών· τὸ γὰρ θεῖον πῦρ ἐν καρδίᾳ σου δεξάμενος, πύρινος ὅλος γέ γονας. Ὅθεν καὶ τὸ βαρὺ τοῦ σώματός σου πάχος, μετεχαλκεύθη τῷ θείῳ πυρί, πρὸς τὸ λεπτότερον καὶ θειότερον. Ὢ τοῦ θαύματος ! οἵων δωρεῶν ἀξιοῦται, ἡ χοϊκὴ βροτῶν φύσις, χάριτι Χριστοῦ, τοῦ σῴζοντος τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου πανάμωμε· ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.

ργοις ἔλαμψας, τῆς εὐσεβείας, πᾶσαν ηὔγασας, τὴν οἰκουμένην, ὑψοποιῷ τῇ ταπεινώσει κοσμούμενος, Βατοπαιδίου Μονῆς σεμνολόγημα, καὶ Ὄρους Ἄθω καλλονὴ καὶ ὡράϊσμα· Σάββα πάνσοφε, χαρίτων ἐνθέων ἔμπλησον, τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

Εἰς τὸν Ὄρθρον

Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχ. πλ. δ´. Τὴν σοφίαν καὶ Λόγον.

Τῇ ἐνθέῳ μωρίᾳ θωρακισθείς, ἐκ τῆς ἄνω Σοφίας χάριν λαβών, δράκοντα ἐμώρανας, καὶ τὸν Ἄθω ἐφώτισας, τὸν θεῖον προμαχῶνα τῆς Ἁγνῆς Θεομήτορος, σοῖς θεοσόφοις ἔργοις καὶ λόγοις θεόπνευστε· ὅθεν καὶ τοὺς πόθῳ, τὸν σὸν βίον ὑμνοῦντας, καὶ μνήμην τὴν εὔσημον, ἐπαξίως τελοῦντάς σου, Σάββα μάκαρ ἀπάλλαξον, ἐχθροῦ τῶν σοφισμάτων σοφέ, καὶ ἀξίους τῆς χάριτος ποίησον, τῆς ἐνθέου σὺν σοὶ ἀξιάγαστε.

Δόξα. Ἕτερον. Ὅμοιον.

ορδάνης ἐμφαίνει τὸ θαυμαστόν, καὶ περίδοξον ὕψος τῆς σῆς ζωῆς· τῷ κάλλει γὰρ ἔλαμψας, τῆς νηστείας πανόλβιε, ἡμέρας τεσσαράκοντα, καὶ ἑξήκοντα ἄσιτος, διατελέσας μάκαρ, θηρσὶν αὐλιζόμενος. Σὺ γὰρ τοῦ Σω τῆρος, μιμητὴς ἀνεδείχθης, φαιδρῶς δοξαζόμενος, πολιτείας λαμπρότητι, καὶ τῷ κόσμῳ φαινόμενος, ἔνθεος σοφὲ ἀριστεύς· σὲ τιμῶμεν ὅθεν ἱκετεύοντες, τὴν Μονήν σου δεινῶν ῥύου Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφε σιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

Μετὰ τὴν β´ Στιχολογίαν. Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἐπὶ σοί, ἅπας χορὸς Ἀγγελικός· τὴν ἐν σαρκί σου βιοτήν, Πάτερ ὁρῶν τὴν θαυμαστήν· ὅτι ὡς ἄσαρκος ἔζης ἐν γῇ ἀΰλως· ἐκπλήττει δὲ σοφέ, καὶ πάντα βρότειον νοῦν, ἡ ἄκρα καὶ σκληρά σου ἐγκράτεια, δι᾿ ἧς Ἀγγέλοις μὲν ἴσος ἐγένου, τῶν δὲ ἀνθρώπων ὑπέρτερος· ὅθεν σε πόθῳ, ἀνευφημοῦμεν, Σάββα πάντες ἐν ὕμνοις.

Δόξα. Ἕτερον. Ὅμοιον.

Μέγα ὄντως τὸ λαθεῖν, ἔργα τὸν δρῶντα ἀρετῆς· τοῦτο γὰρ ὑψοποιεῖ, τὸν ἐργαζόμενον αὐτήν, κατὰ τὸ θεῖον ἔνταλμα τοῦ Σωτῆρος· οὕτω γὰρ ποιῶν, Σάββας ὁ πάνσοφος, ἐγένετο μωρὸς διὰ τὸν Κύριον, καὶ εὐφροσύνης ἐνέπλησε πάντας, ἐν τῇ ἀνοίξει τοῦ στόματος. Χριστῷ οὖν Πάτερ, ἀεὶ δυσώπει, σῶσαι τοὺς σοὺς ἱκέτας.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν· καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου, καὶ φύλαξ, τοῖς Ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

 

Μετὰ τὸν Πολυέλεον. Καθίσματα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Τρίβον διώδευσας, ξένην καὶ ἄτριπτον· σὺ γὰρ ἑξήκοντα καὶ τεσσαράκοντα, ἡμέρας ἄσιτος σοφέ, διήνυσας ὑπὲρ φύσιν· ὅθεν καὶ ἀπείληφας, χαρισμάτων τὸ πέλαγος, Σάββα παμμακάριστε, καὶ ἐνδόξως δεδόξασαι· διό σε εὐφημοῦντες βοῶμεν· Δόξα Χριστῷ τῷ στεφοδότῃ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ὡραιότητα, τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ Α´. Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος, μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν... (Ὅρα τῷ Σαββάτῳ τῆς ια´ Ἑβδομάδος Λουκᾶ)

Ὁ Ν´. ψαλμός.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 

 

 

 

Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με ὁ Θεός....

τῆς ταπεινώσεως τύπος γενόμενος καὶ τὴν τῶν ὑπὲρ φύσιν θαυμάτων, χάριν θεόθεν δεξάμενος, Σάββα πανσεβάσμιε, τὸ πάντων τῶν ἐν τῷ Ἄθῳ ἀκροθίνιον, καὶ τῆς ἰδίας Μονῆς ἔξοχον ἀγλάϊσμα, παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε, ἐλεηθῆναι τὴν σὴν ποίμνην, τὴν εὐφημοῦσαν ἐκ πόθου, τὴν πανίερον μνήμην σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ϛ´, καὶ τοῦ Ὁσίου Κανόνες εἰς η΄ (οἱ δύο ἀνὰ δ´) .

Ὁ Πρῶτος Κανὼν τοῦ Ὁσίου.

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

Τὸν ὕμνον προσάγει σοι, Σάββα θεόφρον πανόσιε, ἡ Μάνδρα σου σήμερον, ἀγαλλομένη φαιδρῶς, ἣν περίσῳζε, φρουρόν σε κεκτημένην, προ στάτην θερμότατον καὶ ἀντιλήπτορα.

ν Ἄθῳ γενόμενος, τὸ Βατοπαίδιον ᾤκησας, ἐν ᾧ συνασκούμενος ψυχὴν ἐκάθηρας, καὶ τὸ σῶμά σου, ἁγνείᾳ καὶ δεήσει, καὶ πάντας ἐξέπληττες ζῶν ἐνθεώτατα.

Τοὺς σὲ καταστέφοντας, νῦν ἐγκωμίων τοῖς ᾄσμασιν, ἐν θρόνῳ τῆς χάριτος, παρεστηκὼς ἐφ᾿ ἡμᾶς, ταῖς πρεσβείαις σου, ἐπίβλεψον καὶ ῥῦσαι, παντοίων ἐκ θλίψεων, Σάββα Πατὴρ ἡμῶν.

Θεοτοκίον.

Κινδύνων ἐκσώσασα, θαλάσσης παῖδα τοῦ ἄνακτος, τὸν λάτρην σου Ἄχραντε, νῦν ἐν ἁγίων χοροῖς, ἐγκατέλεξας, Σάββαν τὸν θεοφόρον· ἡμᾶς δὲ ἀξίωσον, τούτῳ συνέσεσθαι.

 

Ἕτερος Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Σάββαν τὸν κλεινόν, Βατοπαιδινὸν μέλπω.

ᾨδὴ α´. Ἦχος πλ.δ´. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Σάλπιγγος πλέον πρὸ ἡμῶν ἐξήχησε, Σάββα τρισμάκαρ τὰ σά, θείως διαγράψας, ὁ κλεινὸς Φιλόθεος, παράδοξα παλαίσματα, τοὺς λαμπρούς σου ἀγῶνας, τὰ ἱερώτατα θαύματα, καὶ τὰ κατὰ δαίμονος τρόπαια.

παντα στίφη μοναζόντων σήμερον, δεῦτε ὑμνήσωμεν, τὸν παμφαῆ λύχνον, τὸν καταφωτίσαντα, Ἄθω καὶ Βατοπαίδιον, τὸν πανεύφημον Σάββαν, ὃν ᾑρετίσατο Κύριος, δι᾿ αὐτοῦ ἡμᾶς ἐκδιδάσκεσθαι.

Βατοπαιδίου ἡ Μονὴ νῦν σκίρτησον, τῇ πανηγύρει φαιδρῶς, Σάββα τοῦ βλαστοῦ σου, ἐκτελοῦσα σήμερον, μνήμην αὐτοῦ τὴν πάντιμον, εὐωχίαν διδοῦσαν, καὶ εὐφροσύνην οὐράνιον, πᾶσι τοῖς αὐτὴν ἑορτάζουσι.

Θεοτοκίον.

Βάτος ἐτύπου τὸ φρικτὸν μυστήριον, τοῦ θείου τόκου σου, ἄφλεκτος τελοῦσα· καὶ γὰρ μόνη τέτοκας, Παρθένος καὶ μεμένηκας, ἐν τῷ τόκῳ Παρθένος, καὶ μετὰ τόκον, ὢ θαύματος, ἄχραντος Παρθένος πεφύλαξαι.

 

ᾨδὴ γ´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Τοὺς σοὺς ὑμνολόγους.

ἔνθεος βίος σου ὢν πλήρης, θαυμάτων λαμπρῶν καὶ ἀρετῶν, Σάββα δεικνύει ἅπασι, τῆς χάριτος τεκμήριον, δι᾿ ἧς θεόφρον γέγονας, σεπτὸν δοχεῖον τοῦ Πνεύματος.

Ψαλμοῖς παννυχίοις σου γεραίρει, τὴν μνήμην ὁμοῦ καὶ ἑορτήν, Σάββα θεόφρον Ὅσιε, Μονή σου Βατοπαίδιον, ἣν ἔτι ζῶν ἐτίμησας, θανὼν δὲ αὖ εὐηργέτησας.

Τὸν ἔνθεον βίον σου ὦ Σάββα, ὁ Ὕψιστος ἔδειξεν ἡμῖν, ἀσκήσεως ὑπόδειγμα, καὶ τύπον ταπεινώσεως· τοῦ Πνεύματος γὰρ γέγονας, θεόφρον κατοικητήριον.

Θεοτοκίον.

μόνη τὸν Ἅγιον τεκοῦσα, καὶ μόνον παντὸς ἁγιαστήν, ἁγιασμόν σου δὸς ἡμῖν, οἰκοῦσιν ἐν τῷ Ὄρει σου, Χριστοῦ λαόν τ᾿ εὐλόγησον, καὶ σοῦ τὴν Ποίμνην διάσωσον.

 

Ἄλλος. Τοῦ Ὁσίου. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

πογυμνώσας σεαυτόν, παντοίων σοφὲ γηΐνων, ἀνεκτήσω τὸν οὐράνιον ὄλβον· τὴν ζωήν σου γὰρ πασῶν, τῶν ἀρετῶν ἐνέπλησας, καλῶν ἀπὸ παντοίων, Σάββα πλουτῶν τοὺς ὑμνοῦντάς σε.

Νῶτα οὐ δέδωκας ἐχθρῷ, ἐν τῷ παλαίειν σε Σάββα, ἀλλ᾿ ὡράθης εὐθυβόλος ῥομφαία, καὶ ὀργίλον τὴν αὐτοῦ καὶ βέβηλον κατέτρωσας, καρδίαν καὶ ἀνδρείως, τοῦτον ποσί σου κατέῤῥαξας.

Τὸ τῆς σαρκὸς πολυπαθές, σὺ φρόνημα θανατώσας, ἐνεδύθης ζωηφόρον χιτῶνα, τῆς νεκρώσεως· διό, χωρητικὸν γεγένησαι, καὶ καθαρὸν δοχεῖον, τῶν χαρισμάτων τοῦ Πνεύματος.

Θεοτοκίον.

πίσω χαίρων τοῦ Χριστοῦ, ἐξηκολούθησας Σάββα, ἐπὶ ὤμων τὸν σταυρόν σου βαστάσας· τῇ δυνάμει δὲ αὐτοῦ, καὶ Θεοτόκου χάριτι, πρὸς ἀπαθείας ὕψος, ἔφθασας κτείνας τὸν δράκοντα.

 

Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

σεπτὴ καὶ εὔσημος, θεία σου μνήμη, ἑορτῆς ὑπόθεσις, τῇ σεβασμίᾳ σου Μονῇ, γέγονε Σάββα πανόσιε, ἣν ἐκτελοῦντες, σὲ πρέσβυν προβάλλομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

πελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ συναΐδιον φωνῇ, Ἁγνὴ Ἀγγέλου συνέλαβες, Παρθενομῆτορ, βροτῶν ἡ ἀνάκλησις.

 

 

 

 

 

ᾨδὴ δ´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

φεσιν πταισμάτων, λύσιν παθῶν, Σάββα χορηγεῖς τοῖς προστρέχουσι, σοῦ τῇ πρεσβείᾳ, καὶ καθαίρεις μολυσμούς, σαρκὸς ὁμοῦ  καὶ πνεύματος· ὅθεν σου τὴν μνήμην γεραίρομεν.

Χαῖρε Βατοπαίδιον θεία Μονή, ἐπὶ τῷ ἁγίῳ βλαστήματι, σοῦ γὰρ ἐξέφυ, καὶ πρὸς ὕμνον συγκαλεῖ, Σάββας ἡμᾶς ὁ πάνσοφος, μέλψαι τούτου μνήμην τὴν πάντιμον.

Σοῦ τὴν πανευφρόσυνον νῦν ἑορτήν, καὶ φαιδρὰν ὦ Σάββα πανήγυριν, ἐπιτελοῦσα, ἡ Μονή σου ὡς φρουρόν, σὲ προσκαλεῖται κράζουσα· Δόξα τῷ σεπτῶς σε δοξάσαντι.

Θεοτοκίον.

Σύ μου ἀποκάθαρον ῥύπον ψυχῆς, ὕλην τῶν παθῶν μου κατάφλεξον, ἄνθρακος θείου, ὡς πυράγρα λογική, ἵνα πυρὶ ἀΰλῳ σε, ἀνυμνολογῶ τὴν πανύμνητον.

 

Ἄλλος. Τοῦ Ὁσίου. Σύ μου ἰσχὺς Κύριε.

Νοῦς τῷ Νοΐ, ἐνατενίζων γενόμενος, ἐλαμπρύνθης φωτισμῷ τοῦ Πνεύ ματος, καὶ τούτου χάριτι ὁπλισθείς, Ὅσιε μετέβης, ἐπὶ τὸ Ὄρος τοῦ Ἄθωνος, ἰσάγγελον τὸν βίον, καθαρῶς ἐκτελέσας, καὶ πανσόφως Θεῷ εὐηρέστησας.

Καταφυγή, τοῖς λαγωοῖς πέτρα πέφυκεν, ἐκφυγοῦσι κόσμου τῆς συγχύσεως· ὧν εἷς αὐτός, ὤφθης νοητῶς, ἐν γὰρ ἐρημίαις, τὸν βίον Σάββα διήνυσας, προβαίνων ἀνενδότως, ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.

Λίθου παντός, τὸν νοῦν ὑπάρχων στεῤῥότερος, Πάτερ Σάββα, γενναίως ὑπέμεινας, τοὺς ῥαβδισμοὺς ἐκ τῶν Ἰταλῶν, ἔχων δυναμοῦντα, Χριστὸν ἐν σοὶ καὶ ῥωννύοντα, πρὸς ὃν καὶ ἀνεβόας, νοερῶς ἀτενίζων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Θεοτοκίον.

λη ἐν σοί, ἡνώθη ἡ Ὑπεράρχιος, φύσις Κόρη, ἐν μιᾷ τελείᾳ τε, τῇ ὑποστάσει τῇ ἑαυτῆς, Λόγῳ τῷ ἀνάρχῳ, ὃν ἐν σαρκὶ ἀπεκύησας, ἐν δύω ταῖς οὐσίαις, τὸν αὐτὸν Υἱὸν ἕνα, ἐν θεότητι καὶ ἀνθρωπότητι.

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ε´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.

Σάββας ὁ πάνσοφος, Μονῆς ἡμῶν τὸ βλάστημα, πάντας συγκαλεῖ τοὺς φιλεόρτους, πανηγυρίσαι, τὴν θείαν μνήμην αὐτοῦ, χάριτος τοὺς πάντας ἐμπιπλῶν· δεῦτε οὖν τρυφήσωμεν, πατρικῆς διαδόσεως.

Τὸ Ὄρος τὸ Ἅγιον, ἐν ᾧ Θεὸς δοξάζεται, χαίροις σὺν Μονῇ Βατοπαιδίου, ἐπὶ τῇ μνήμῃ Σάββα τοῦ μάκαρος, ὃς ξένως τὸν βίον διελθών, ἐν σοὶ πάλιν ἔλαμψεν, ὥπερ ἥλιος πάμφωτος.

ψόθεν ἐπίβλεψον, ἡμᾶς τοὺς σὲ γεραίροντας, Σάββα καὶ ἐκ πόθου ἐκτελοῦντας, σὴν θείαν μνήμην, τὴν πανευφρόσυνον, καὶ τὸν τῶν πταισμάτων ἱλασμόν, αἴτησαι πανόσιε, ταῖς θερμαῖς σου δεήσεσιν.

Θεοτοκίον.

σύλληψις ἄσπορος, ἡ γέννησις ἀλόχευτος, ἡ κυοφορία ἀνωτέρα, πό νου καὶ βάρους γέγονε Πάναγνε· ὢ τῶν τεραστίων τῶν καινῶν! ποῖος νοῦς Ἀγγέλων τε, καὶ βροτῶν οὐκ ἐξίσταται.

 

Ἄλλος. Τοῦ Ὁσίου. Ἵνα τί με ἀπώσω.

να τί βοᾷς πρός με, ἔφη ὁ Νυμφίος σου Σάββα πανόσιε, ὅτε ἐν σπηλαίῳ, σοὶ ὁ δράκων ἐφείρπυσε παίων σε, ἡ περιστερά μου, πτερὰ εὐχῆς κε χρυσωμένα, προσλαβοῦσα ἐγγύς μου πετάσθητι.

Νῦν τιμᾷ κατὰ χρέος, Θεσσαλονικέων Πατρίς σου ἡ ἔνδοξος, καὶ ἡ Κωνσταντίνου, ἐν αὐτῇ γὰρ ὁσίως κεκοίμησαι, καὶ Βατοπαιδίου, ἡ Ἱερὰ Μονή σου Σάββα, σὲ προστάτην πλουτοῦσα καὶ ἔφορον.

ρῶν νοῦς ὤφθης Σάββα, τὸν ταῖς ἐπιλάμψεσι ψυχὰς αὐγάζοντα, καὶ σπηλαίοις μόνος, ἀπαθείᾳ ηὐλίσθης γενόμενος, ὀπαδὸς Προδρόμου, Θεοδοσίου τε νηστείας, φοιτητὴς μιμητής τε μακάριε.

Θεοτοκίον.

Νῦν σε ἔχοντες Κόρη, ἄγρυπνον προστάτιν σὺν τῷ Σάββᾳ Δέσποινα, οἱ τὸ Ὄρος τοῦτο, ἐνοικοῦντες φρουρόν τε καὶ πρύτανιν, φάλαγγας δαιμόνων, ἀνδρειοφρόνως ἀπωθοῦμεν· εὐχαρίστως διό σε δοξάζομεν.

 

ᾨδὴ ϛ´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Φιάλαι ὄντως ἀρώματος, αἱ θεῖαι σιαγόνες σου ὤφθησαν, προφητικώτατα, καὶ ἀκοὰς καὶ νοήματα, τῶν σοὶ προσπεφευγότων, Σάββα μυ ρίζουσαι.

γίου Πνεύματος γέγονας, τερπνὸν κατοικητήριον Ὅσιε, ψυχῇ καὶ σώματι, καὶ μαρτυρεῖ τὸ λεγόμενον, τὰ τοῦ σοῦ βίου ἆθλα καὶ κατορθώματα.

Χαρίτων πέλων ἀνάπλεως, ποικίλων συμφορῶν ἐλευθέρωσον, Σάββα Πατὴρ ἡμῶν, τὴν σὴν Μονὴν ἐν ᾗ ἤσκησας, τὴν σὴν ἐπιτελοῦσαν μνήμην τὴν πάντιμον.

Θεοτοκίον.

Χαῖρε λαβὶς θείου ἄνθρακος, χαῖρε θυμιατήριον εὔοσμον, χαῖρε ὀσφράδιον, χαῖρε θυμίαμα σύνθετον, χαῖρε τοῦ οὐρανίου, μύρου ἀλάβαστρον.

Ἄλλος. Τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.

Βατοπαιδίου Μονή, ἀγάλλου σκίρτα καὶ χόρευε, ἐν τέκνοις τὸν θαυμαστόν, ἐν πᾶσι κατέχουσα, Σάββαν· τὸν θεόσοφον, οὗτινος ὁ βίος, τοῖς Ἀγγέλοις ἐξωμοίωται.

νέπτης πρὸς οὐρανόν, πυρίνῳ ὡς ἐν ὀχήματι, τεθρίππῳ τῶν ἀρετῶν, Χριστῷ παριστάμενος, καὶ ἡμῖν κατέλιπες, ὡς κληρονομίαν, τῶν καμάτων σου τὰ δράγματα.

Τὰς κοσμικὰς ἡδονάς, ἐκ βρέφους Σάββα ἐμίσησας· ὑπακοὴν ἀληθῆ, ἁγνείαν καὶ ἄσκησιν, ποθήσας ἐβίωσας, ὡς ἄσαρκος Πάτερ, καὶ θαυμάτων χάριν εἴληφας.

πόθος ὁ πρὸς Θεόν, καὶ ἔρως ὁ ἐκ καρδίας σου, καὶ ἡ θερμή σου στοργή, ὅλον ἀνεπτέρωσε, φαιδρὸν ἐκτελέσας σε, Σάββα θεοφόρε, παλαιοῦ Σάββα συνόμιλε.

Θεοτοκίον.

Παράδεισε λογικέ, ναὲ Θεοῦ, πόλις ἔμψυχε, χαῖρε πηγὴ τῆς ζωῆς, ἐξ ἧς ἡμῖν ἔλαμψεν, ὁ ζωαρχικώτατος Ἰησοῦς ἡ πάντων, ἀγαλλίασις καὶ λύτρωσις.

 

Κοντάκιον. Ἦχος πλ.δ´. Τῇ Ὑπερμάχῳ στρατηγῷ.

ς τῶν Ὁσίων τῶν ἐν Ἄθῳ σε ἀκραίμονα, Βατοπαιδίου τε Μονῆς φρουρὸν καὶ πρόμαχον, θείοις ᾄσμασι γεραίρομεν εὐφημοῦντες· δὸς οὖν Πάτερ καὶ ἡμῖν τὴν σὴν ἀντίληψιν, ὑπὲρ πάντων ἐξαιτούμενος τὸν Κύριον, τῶν βοώντων σοι· Χαίροις, Σάββα Πατὴρ ἡμῶν.

Ὁ Οἶκος.

γγελόν σε ὁρῶντες, ἐν σαρκὶ Σάββα Πάτερ κατ᾿ οὐδὲν ἢ βραχύ τι παρ᾿ Ἀγγέλους ἠλαττωμένον, ἐκ πληττόμεθα μὲν τὸ ὑπερφυὲς τῶν ἀγώνων σου, θάμβει δὲ πολλῷ συνεχόμενοι κραυγάζομεν πρὸς σὲ τοιαῦτα·

Χαίροις, πασῶν ἀρετῶν ταμεῖον,

χαίροις, φωτὸς θεϊκὸν δοχεῖον.

Χαίροις, ἡσυχίας νομίμου διδάσκαλος,

χαίροις, ἐγκρατείας κανὼν ὁ εὐθύτατος.

Χαίροις, ἔσοπτρον ἐμφάσεων καθαρῶν χωρητικόν,

χαίροις, ἄξιον θησαύρισμα τῶν Χριστοῦ μακαρισμῶν .

Χαίροις, πάνσοφε διδάσκαλε τῶν διὰ Χριστὸν μωρῶν ,

χαίροις, ἄνθρωπε οὐράνιε, καὶ ἀλείπτα μοναστῶν .

Χαίροις, ὅτι σοῦ ἡ ἄσκησις ὑπερβαίνει πάντα νοῦν,

χαίροις, ὅτι πόνοις σώματος ἀπελέπτυνας τὸν χοῦν.

Χαίροις, κανὼν ὑπερβαίνων τὴν φύσιν,

χαίροις, κακῶν χαριζόμενος λύσιν.

Χαίροις, Σάββα Πατὴρ ἡμῶν.

 

 

Συναξάριον.

Τῇ ΙΕ΄ τοῦ αὐτοῦ Μηνός, μνήμην τοῦ Ὁσίου Σάββα τοῦ Βατοπαιδινοῦ, τοῦ διὰ Χριστὸν Σαλοῦ.

Ταῖς αὐτου ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν.

Κροτησάτωσαν, μονάζοντες τῷ πνεύματι, καὶ ἡ ὁμήγυρις, Βατοπαιδίου Μονῆς, καὶ σὲ δοξαζέτωσαν, Σάββα πανόσιε, ὡς πλουτοῦντές σε, καύχημα καὶ διάσωσμα, καὶ κανόνα εὐσεβείας.

πεδήμησεν, ἡμῖν νῦν ἡ πανεύσημος, καὶ θεία μνήμη σου, Σάββα σοφὲ ἡ σεπτή, χαρίτων τοῖς ἄνθεσιν εὐωδιάζουσα, Μονὴν ἅπασαν, καὶ πάντας ἱλαρύνουσα, σὲ πιστῶς προσκαλουμένους.

Βατοπαίδιον, τὴν μνήμην πανηγύριζε, νῦν τοῦ παμμάκαρος, Σάββα ποτὲ φοιτητοῦ· ἀλλὰ νῦν προστάτου σου, φρουροῦ καὶ φύλακος· οὗ ἐντεύξεσι, καὶ ἱκεσίαις ἄτρωτον, διαμένεις εἰς αἰῶνας.

Θεοτοκίον.

Σωματώσασα, τὸν Λόγον τὸν ἀσώματον, Κόρη θεόνυμφε, τοὺς ἐν σωμάτους βροτούς, ἀγγέλους ἀνέδειξας, ἀΰλους ψάλλοντας· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ἄλλος. Τοῦ Ὁσίου. Θεοῦ συγκατάβασιν.

στράπτων ὡς ἥλιος, τὴν οἰκουμένην ἐφωταγώγησας· διὸ ἔνδοξε Σάβ βα, συναθροισθέντες σὲ μακαρίζομεν, τῇ σῇ πρεσβείᾳ αἰτοῦντες πρὸς Κύριον, ἁγιασμὸν διὰ σοῦ λαβεῖν καὶ ἔλεος.

στράπτων ὡς ἥλιος, τὴν οἰκουμένην ἐφωταγώγησας· διὸ ἔνδοξε Σάββα, συναθροισθέντες σὲ μακαρίζομεν, ταῖς σαῖς αἰτούμενοι Πάτερ ἐντεύξεσι, ἁγιασμὸν ἐκ Θεοῦ λαβεῖν καὶ ἔλεος.

δοὺ νῦν χαρμόσυνος, ἡμέρα ὄντως λαμπρὰ καὶ εὔσημος, ἐν ᾗ μνήμη τοῦ θείου, Σάββα ἐν Ἄθῳ ἐνθέως ἐπέφανε, τὸν ἱλασμὸν δωρουμένη τοῖς ψάλλουσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Διώκονται φάλαγγες, τῶν πρεσβειῶν σου Σάββα τοῖς βέλεσι, τῶν δαιμόνων· σοβεῖ γάρ, τούτους καὶ φλέγει ὥς περ τὴν ὕλην τὸ πῦρ, τὸ σὸν καλούμενον ἅγιον ὄνομα. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

δοὺ νῦν πεπλήρωται, Δαβὶδ τοῦ θείου ἡ πάλαι πρόῤῥησις· λιτανεύουσιν ὄντως, σοῦ πρὸ προσώπου οἱ πλούσιοι τοῦ λαοῦ, καὶ τῷ Υἱῷ σου Παρθένε κραυγάζουσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

 

 

 

 

ᾨδὴ η´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Χαίροις ἡ Μονὴ Βατοπαιδίου, τὸν Ὅσιον Σάββαν ἡ βλαστήσασα· οὗ τὰ ὑπὲρ ἄνθρωπον, κήρυττε παλαίσματα, τῆς φεγγοβόλου λάμψεως τοῦ θείου Πνεύματος, ἐμπνέοντα ἀφθόνως τὴν χάριν, καὶ τοῖς ὕμνοις κρότει, αὐτοῦ τὴν θείαν μνήμην.

δομεν Σάββα χαρμοσύνως, θεόσοφον βίον σου καὶ σκάμματα· πᾶσι τοῖς μονάζουσιν, ὤφθης γὰρ σωτήριος, ἐν διδαχαῖς καὶ πράξεσι καὶ ταῖς ἐντεύξεσι, πρὸς Κύριον· ὃν νῦν μὴ ἐλλείπῃς, δυσωπεῖν ἀπαύστως, ἡμᾶς ἐλεηθῆναι.

Νέος οὐρανὸς Σάββα ἐφάνης, τὸν Κύριον ὥσπερ ἥλιον παμμέγιστον, λάμποντα ἐν χάριτι, ἔχων ἐν τοῖς ἔργοις σου· ὡς δὲ σελήνην πάμφωτον, ἀργυραυγίζουσαν, κτησάμενος τοῦ Πνεύματος χάριν· ὡς φαιδρά τε ἄστρα, τὰ πλήθη τῶν θαυμάτων.

Θεοτοκίον.

γιον ἁγίων ὡς τεκοῦσα, ἁγίοις ἀεὶ τὸν ἐπαναπαυόμενον, καὶ ὡς μόνη στήσασα, κατ᾿ ἐχθρῶν παγκράτιον, τῶν ἀοράτων πάναγνε, τὸν νοῦν φυλάξασα, ἀνώτερον ἐννοίας ἀτόπου, καλῇ παρὰ πάντων, δικαίως Παναγία.

 

Ἄλλος. Τοῦ Ὁσίου. Ἑπταπλασίως κάμινον.

Νόμῳ σοφὲ πειθόμενος, ἀπανέστης πατρίδος σου, Ὄρει τῷ τοῦ Ἄθω, προσδραμὼν ὡς ἔλαφος, καὶ ἤσκησας ἄριστα· λοιπὸν καὶ νῦν ὁ στέφανος, τῆς δικαιοσύνης, ἀπόκειταί σοι βοῶντι· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ντως θαυμάτων χάριτας, τοῖς ὑμνοῦσί σε Ὅσιε, ἄνωθεν βραβεύεις τῆς ψυχῆς καὶ σώματος, παντοῖα παθήματα, θεραπευούσας τάχιστα, Σάββα θεοφόρε, τῶν πιστῶς μελῳδούντων · Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νῦν ἡ λαμπρὰ πανήγυρις, τοῦ Ὁσίου ἐπέλαμψε, πάντων μοναζόντων, τὰς ψυχὰς φωτίζουσα, θαυμάτων ταῖς λάμψεσι, καὶ ταῖς ποικίλαις χάρισι, καὶ πανευλαβῶς, προτρέπουσα ἀνακράζειν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Μῆτερ Θεὸν καὶ Κύριον, ὑπερ λόγον κυήσασα, τοῦτον ὡς Υἱόν σου, Παναγία αἴτησαι, ἐν ὥρᾳ τῆς κρίσεως, τῆς καταδίκης καὶ τοῦ πυρός, σκότους ἀφεγγοῦς, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, λυτρώσασθαι τοὺς πίστει, τῷ Υἱῷ σου βοῶντας· Λαὸς ὑπερυψοῦτε, Αὐτὸν τοὺς αἰῶνας.

 

 

 

 

 

 

ᾨδὴ θ´. Πρῶτος Κανὼν τοῦ Ὁσίου. Ἅπας γηγενής.

Σοῦ τὰ ἱερά, καὶ θεῖα παλαίσματα, νῦν εὐφημούμενα, εὐωδίαν πέμπουσι, τοῦ Παρακλήτου καὶ καταυγάζουσι, Σάββα θεομακάριστε τοὺς σὲ ὑμνοῦν τας φαιδρῶς, οἷς βραβεύεις, ἄνωθεν τὸ ἔλεος, καὶ ψυχῶν ἱλασμὸν ταῖς πρεσβείας σου.

Σάββα τοῦ σοφοῦ, τὴν μνήμην φιλέορτοι πανηγυρίζοντες, δεῦτε ἀγαλλίασιν, ἐνθέῳ πόθῳ ἀπαρυσώμεθα, ὡς πρεσβευτὴν πλουτήσαντες, αὐτὸν καὶ κράξωμεν, ὁλοψύχως· Σκέπε ἡμᾶς πάντοτε, καὶ Μονὴν τὴν τιμῶσάν σε φύλαττε.

Πάντας τοὺς τὴν σήν, τελοῦντας πανήγυριν τὴν ἀεισέβαστον, λύτρωσαι πρεσβείαις σου, κινδύνων νόσων καὶ πάσης θλίψεως, ὡς ῥύστης τῶν ἐκ πίστεως λιτανευόντων σε, καὶ Μονήν σου, Σάββα σὺν τῇ ποίμνῃ σου, βλάβης πάσης ἀλώβητον τήρησον.

Θεοτοκίον.

ψος οὐρανοῦ, καὶ γῆς βάθος ἄπειρον, τίς ἑρμηνεύσειε, Κόρη Ἀειπάρθενε; οὕτω τὸ ὕψος τοῦ μυστηρίου σου, πῶς νοῦς σμικρὸς δυνήσεται, καὶ περιπέζιος, ἑρμηνεῦσαι, βάθος τε τὸ ἄπειρον, τῆς ἀσπόρου λοχείας σου Πάναγνε.

 

Ἄλλος. Τοῦ Ὁσίου. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

νθέου ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς μακάριε, Σάββα πρὸς ἀΰλους διαμονάς, σωθῆναι θεοφόρε, δυσώπει τὴν Μονήν σου, Βατοπαιδίου τὴν τιμῶσάν σε.

Λειμῶσι τῶν Ἀγγέλων ἐν οὐρανῷ, τῷ τῶν ὅλων Θεῷ παριστάμενος, ἐπὶ τῆς γῆς, πέμπεις τῇ πρεσβείᾳ σου δωρεάς, πᾶσι τοῖς σεβομένοις σε, καὶ ἀνευφημοῦσι πανευλαβῶς, καὶ πόθῳ σε αἰτοῦσι, Σάββα τοῦ Ἄθω κλέος, καὶ τῆς Μονῆς σου μέγα καύχημα.

Παρῆλθες μὲν τὰ ῥέοντα καὶ φθαρτά, καὶ τὸ ἄστατον τούτων διέπτυσας, καὶ χαμερπές, τῶν ἀεὶ μενόντων ἀποσκοπῶν, πανσόφως τὸ ἀΐδιον· ὅθεν καὶ ἐγένου φωτοειδής· καὶ νῦν χάριτι θείᾳ, θέσει θεὸς ἐγένου, Σάββα φωτὶ θείῳ λαμπόμενος.

Θεοτοκίον.

δάς σοι εὐχαρίστους, πάντες ἡμεῖς, οἱ τὸ Ὄρος οἰκοῦντες προσφέρομεν, Μῆτερ Θεοῦ, ὅτι διασῴζεις ἡμᾶς ἀεί, ἐκ πάσης περιστάσεως, τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς. Ἀλλὰ δεόμεθά σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.

 

 

 

 

 

 

Ἐξαποστειλάρια. Ἦχος β´. Τοῖς μαθηταῖς συνέλθωμεν.

Φῶς ὁ Χριστὸς καλούμενος, μεθεκτόν τε καὶ πρῶτον, φῶς καὶ σὲ ὄντως Ὅσιε, δεύτερον καὶ μετέχον, Σάββα σοφὲ ἀνέδειξε· τὴν αὐγὴν ἐξ ἐκείνου, λαβὼν γὰρ παμμακάριστε, νῦν ἐκπέμπεις τοῖς πᾶσι, φωτιστικάς, καὶ εἰρηνοδώρους Πάτερ ἀκτῖνας· διὸ ἀνευφημοῦμέν σε, καὶ τιμῶμεν σὴν μνήμην.

Ἕτερον τοῦ Ὁσίου, ὁμοῦ καὶ Θεοτοκίον. Ὅμοιον.

κ βρεφικῆς σε ἔλαβεν, ἡλικίας ὁ Πλάστης, καὶ Πνεύματος ἄνεδειξε, σκήνωμα τοῦ Ἁγίου· ὅθεν φωστὴρ ἀνεδείχθης, Σάββα τῶν μοναζόντων, Ἄθω τερπνὸν ἀγλάϊσμα, καὶ Μονῆς σου τὸ κλέος· ἣν σαῖς λιταῖς, καὶ Ἁγνῆς Παρθένου καὶ Θεοτόκου, φύλαττε ἀδιάσειστον, εἰς αἰῶνας αἰώνων.

 

Αἶνοι. Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.

ς θεϊκή τις σαφῶς κληρονομία, ἡμῖν ἀναδέδεικται ἡ πολιτεία σου, Σάββα θεόφρον δεικνύουσα, τῆς ὑψηλῆς σου, διαγωγῆς τὰ θεῖα γνωρίσματα, καὶ τὴν παῤῥησίαν σου, ἣν πρὸς Θεὸν σὺ πλουτεῖς· φῶς γὰρ εἰς φαῦσίν σε πάμφωτον, τῶν μοναζόντων, ἡ θεία χάρις ἐνα πεφήνατο, λελαμπρυσμένον ταῖς ἀκτῖσι, τῆς Τρισηλίου αὐγῆς πανσεβάσμιε· ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

ς ἐξ ἀλήκτων πηγῶν τῆς σωτηρίου, καὶ θείας χρηστότητος ἀεὶ τὴν χάριν ἀντλῶν, Σάββας τὰ ἆθλα προτίθησιν, εἰς εὐωχίαν, τῆς τού του μνήμης ἐν ᾗ ἐκάλεσε, τοὺς πάντας ἐν Πνεύματι, χαρίτων θείων πληρῶν· δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, τῆς θεοσδότου αὐτοῦ μετάσχωμεν, οἱ προσελθόντες, καὶ δοξάσωμεν, τὸν ἐν ἁγίοις Χριστὸν τὸν Θεὸν ἡμῶν, δοξαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον.

 

Βατοπαιδίου Μονὴν καταλαμπρύνας, τῷ βίῳ σου Ὅσιε, Σάββα μακάριε, κεκαθαρμένος τῷ σώματι, καὶ ἀγλαΐαις, τῶν ἀρετῶν σου πάντας ἐφαίδρυνας· ὅλος γὰρ οὐράνιος, ἐν γῇ ἐτέλεσας, καὶ ἀρετῶν διὰ πράξεως, ἐκτελουμένων, εὗρες πορείαν τὴν ὑψιβάμονα· ὅθεν καὶ πάντες ταῖς τιμίαις σου, καὶ σεπταῖς ὑποθήκαις στηρίζονται, προσλαμβάνοντες ζῆλον, ὑπὸ σοῦ παιδαγωγούμενοι.

 

Θεοφεγγέσι στιλπνότησι τρισμάκαρ, Σάββα θεοείκελε, τῶν θείων ἔργων σου, φωτοβολῶν τὸν περίχωρον, Μακεδονίας, διασκεδάζεις ἀχλὺν τῶν θλίψεων, καὶ χάος βαθύτατον, τῶν καρδιῶν ἡμῶν· ὅθεν Μονῆς σου ἑδραίωμα, Βατοπαιδίου, καὶ τῶν ἐν Ἄθῳ φῶς ἐχρημάτισας, οἳ καὶ τὴν μνήμην σοῦ τὴν ἔνθεον, καὶ φωταυγῆ καὶ σωτήριον Ὅσιε, ἐκ τελοῦμεν πταισμάτων, διὰ σοῦ λύσιν αἰτούμενοι.

 

 

Δόξα. Ἦχος πλ.δ´.

πνευματικὴ μονὴ τοῦ Παρακλήτου, Σάββας ὁ θεόφρων Πατὴρ ἡμῶν, πάντας τοὺς πνευματικοὺς δαιτυμόνας τῆς πνευματικῆς αὐτοῦ πανδαισίας, συγκαλεῖται ἐν ὑψηλῷ κηρύγματι λέγων· δεῦτε οὐρανίων δωρεῶν τρυφήσατε εἰς Ναὸν οὐκ ἐμόν, ἀλλὰ τῆς Πανάγνου Βηματαρίσσης, ἐν ᾧ τελεῖται ἡ μνήμη μου. Ἴδετε λαμπρὰν πανήγυριν, ἐν ᾗ καὶ χορηγεῖται πᾶσιν ἀφθόνως, οὐρανόθεν ἡ Χάρις, καὶ διττὸν τὸ πλούσιον ἔλεος, εἰς ἀπόλαυσιν, καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις