Πέμπτη 16 Ιουλίου 2026

ΙΟΥΛΙΟΣ 14. ΑΓΙΟΣ ΣΩΣΙΩΝ ΛΕΥΚΑΔΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΟΥΛΙΟΣ ΙΔ!!

ΣΩΣΙΩΝ ΠΡΩΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΛΕΥΚΑΔΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἰωάννου Παναγόπουλου, ἔγκρισις Ἱ. Σ. ἀρ. πρωτ.: 3486/16-12-10)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Λευκαδίων ὁ δῆμος δεῦρο ἀθροίσθητι, ἐν τῇ ἰδίᾳ νήσῳ, ἐκτελέσαι τὴν μνήμην, τοῦ πρώτου ἐπισκόπου καὶ φωτιστοῦ, θεηγόρου Σωσίωνος· ὅτι νομὴν ἐποπτεύει ἣν ἐκ Θεοῦ, φιλοστόργως ἀνεδέξατο.

 

Ὡς φιλοπάτορες παῖδες μνήμην χαρμόσυνον, τοῦ θείου ἀρχιθύτου, τῶν πιστῶν Λευκαδίων, ἐν ᾄσμασιν εὐμόλποις εὐφραντικῶς, νῦν τελοῦμεν κραυγάζοντες· Εὐλογητὸς τῶν Πατέρων εἴη ὁ Θεός, ὁ κλεΐσας τὸν Σωσίωνα.

 

Ὥσπερ ἀστὴρ σελαγίζει ἐκ τοῦ ἡλίου τὸ φῶς, ἑτεροφώτως οὕτως, ἐδαδούχησας πάλαι, ἔκλαμπρε Σωσίων πάντας ἡμᾶς, ἐκ Χριστοῦ φῶς δεχόμενος· ὅτι τὸ τέλειον δῶρον ἐκ τοῦ Πατρός, τῶν ἐλλάμψεων κατέρχεται.

 

Ὦ μυστολέκτα Σωσίων ὡς ἱεράρχης Χριστοῦ, ὑπὲρ τῆς νήσου ταύτης, τῆς τιμώσης σε πόθῳ, ἔκτεινον τὰς χεῖρας ἱκετικῶς, καὶ Θεὸν ἐξιλέωσαι· ὅτι θαῤῥοῦμεν οἱ πάντες εἰς τὰς λιτάς, ἃς ἐκπέμπεις ὡς φιλότεκνος.

 

Δόξα. Ἦχος β΄.

Τὸν ἐκ Θεοῦ τετιμημένον, καὶ ἐν Ἁγίῳ Πνεύματι λαμπρῶς ἠγλαϊσμένον, οἱ τῆς Λευκάδος παῖδες, πῶς ἐπαξίως ἐπαινέσωμεν; Τῆς ὑμνωδίας γὰρ ὁ πόθος, ἡμᾶς προτρέπει ὡς πρόθυμος, ἀλλ’ ἡ γλῶσσα οὐ σθένει, σὲ ἀνυμνῆσαι ὡς βέβηλος· διό σου δεόμεθα, Σωσίων ἀξιάγαστε, παριδὼν τὰ πολλὰ ἀμπλακήματα ἡμῶν, μεθ’ ἡμῶν πάρεσο, ἡμᾶς εὐλογῶν, καὶ δέχου τῶν τέκνων σου, τὴν σμικρὰν ταύτην ἐξύμνησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Λόγον τὸν τοῦ Πατρός, ἐκήρυξε Σωσίων, διαπρυσίως πᾶσι· διὸ καὶ εὐγνωμόνως, τιμῶμεν τοῦτον ἅπαντες.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Εὕρομεν πρὸς Θεόν, Λευκάδιοι ὡς πρέσβυν, τὸν πρῶτον ἱεράρχην, καὶ μέγαν θυηπόλον, Σωσίωνα τὸν ἔνδοξον.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Κίνδυνον τοῦ σεισμοῦ, νῦν σόβησον ἐκ νήσου, θεοφιλῶς ἣν πάλαι, ἐποίμανας Σωσίων, ἱεροφάντορ θέσκελε.

 

Δόξα. Τριαδικόν.

Ἄκουσον τὴν φωνήν, Τριὰς Ὑπεραγία, Σῶν ἀναξίων δούλων, καὶ σῶσον Σοὺς ἱκέτας, πρεσβείαις τοῦ Σωσίωνος.

 

Καὶ νῦν. Θεοτοκίον.

Στῶμεν νῦν εὐλαβῶς, πρὸ τῆς σεπτῆς εἰκόνος, τῆς Πεφανερωμένης, τυχεῖν παρακαλοῦντες, λιτῶν πρὸς τὸν Υἱὸν Αὐτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Χριστοκήρυκος Παύλου μαθητὴν ἐνθεώτατον, συνεργὸν πιστὸν τοῦ Ἀκύλα, καὶ κλεινοῦ Ἡρωδίωνος, Σωσίωνα τιμήσωμεν λαμπρῶς, τὸν πρῶτον Ἱεράρχην τοῦ Χριστοῦ, ἐν Λευκάδι ἔνθα ἅπαντες οἱ πιστοί, πατροποθήτως κράζομεν· Χαίροις τῶν ἐπισκόπων ἀπαρχή, χαίροις Λευκάδος πρόβολε, χαίροις ἡ φερωνύμως σωστικὴ νήσου ἀντίληψις.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Ἡρωδίων ἰδών, σὲ Σωσίων ἄκακον, νηφάλιον ἐγκρατῆ, μὴ πλήκτην σώφρονα, ὡς Παῦλον ἐν τῇ Γραφῇ, τοὺς ἐπισκόπους δεῖ εἶναι παρήνεσε, Λευκάδος περιφανοῦς, ἐχειροτόνησε πρῶτον ἐπίσκοπον· ὅθεν, σὲ Πάτερ τρισμάκαρ, γηθοσύνως σήμερον, κατὰ χρέος τιμῶμεν, ὡς ποιμένα νήσου πρώτιστον.

 

Βαβαὶ τῶν σῶν θαυμασίων Χριστέ! Ἀναστὰς ἐκ τάφου, μαθηταῖς ἐπέταξας, κηρῦξαι πάσῃ τῇ γῇ, τὸ εὐαγγέλιον· τὰ ἔθνη τὰ ἐν σκιᾷ, φῶς εἶδον μέγα, τῷ θείῳ βαπτίσματι· τοῦ Παύλου δὲ προτροπῇ, τοῖς ἐν Λευκάδι ἡ χάρις σου ἔλαμψεν· καὶ ἐν ἐπισκόποις πρῶτον, τὸν κλεινὸν Σωσίωνα, ταῖς χερσὶν Ἀποστόλων, ἐν τῇ νήσῳ ἐγκατέστησας.

 

Σήμερον φαιδρῶς ἀνέτειλεν, ἡ φωσφόρος μνήμη, τοῦ κλεινοῦ Σωσίωνος, φωτίζουσα ἱλαρῶς, πιστῶν τὸ σύστημα· ἐν ταύτῃ εὐφραντικῶς, τῶν ἐπισκόπων χορεύει ὁ ὅμιλος· λαὸς ὁ θεοτερπής, σὺν ἱερεῦσιν εὐσήμως σεμνύνεται· καὶ τῶν Λευκαδίων νῆσος, ἐξαιρέτως τέρπεται, εὐφημοῦσα τὸν πρῶτον, ἱεράρχην αὐτῆς ᾄσμασι.

 

Ἕτερα Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν ἱεράρχην; τοῦ Εὐαγγελίου τὸν κήρυκα, καὶ τῆς Ἐκκλησίας ἀγλάϊσμα· θείων μυστηρίων ἀρχιθύτην, τὸν ζῆλον, τῶν Ἀποστόλων ἐπιδείξαντα, καὶ θρόνου αὐτῶν ἀξίως τὸν διάδοχον· τὸν ἱεράρχην τὸν πρῶτον, περιφήμου νήσου, τῆς Λευκάδος τὸν πρεσβευτήν, πρὸς Κύριον τάχιστον, τὸν ἔκλαμπρον ὄντως Σωσίωνα.

 

Ποίοις, μελῳδικοῖς μέλεσι, ἀνυμνήσω σε εὐγνωμονοῦσα; νῦν διερωτᾶται ἡ νῆσός σου, ὦ πρωθιεράρχα ἐξαίσιε· πῶς εὐφραντικαῖς ᾠδαῖς αἰνέσω, τεκνίων ἐμῶν φωστῆρα τὸν θεόφωτον, ποιμένα νομῆς Λευκάδος τὸν θεόσοφον· ὅθεν Λευκὰς ἀποροῦσα, σοῖ προσφθέγγει· χαῖρε, ἐπισκόπων μου ἀπαρχή, ποιμήην τε τῶν παίδων μου, Σωσίων καὶ γῆς μου ἔφορε.

 

Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμεν τοὺς σοὺς ἀγῶνας, οὓς ἐν τῇ Λευκάδι ὑπέμεινας, εὐαγγελισάμενος κράτιστα, τῇ θεοφεγγεῖ διδασκαλίᾳ; ἀχλὺν μέν, τότε εἰδώλων σὺ διέλυσας, καὶ χάριν Χριστοῦ τοῖς πᾶσιν διεκήρυξας· νῦν οὖν δυσώπει θεηγόρε, σὺν Φανερωμένῃ, τὸν Φιλάνθρωπον ἐκτενῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, φυλᾶξαι τὴν νῆσον ἄσειστον.

Δόξα. Ἦχος πλ. α΄.

Τοῦ ἀμπελῶνος τοῦ Χριστοῦ, τοῦ ἐν τῇ νήσῳ Λευκάδι, Σωσίωνα τὸν πρωτεργάτην ἀναμέλψωμεν ᾀσματικῶς, οἱ δι’ αὐτοῦ φωτισθέντες· δι’ ἡμᾶς γὰρ ἀνηλώθη εὐαγγελίσας, καὶ κηρύξας τὴν ἐν Χριστῷ ἀπολύτρωσιν· ὡς πρῶτος δὲ ποιμενάρχης, τῶν ἐν σκότει ἐδείχθης φωτιστής, καὶ τῶν ἐν ἀνάγκαις ῥύστης, τῶν πενήτων πλουτιστής, καὶ μέτρον τῶν εὐπόρων· τῇ νεολαίᾳ ἡ ἡνία τῶν παθῶν, τοῖς πρεσβυτέροις ἡ ῥάβδος, τῶν ἐπισκόπων ὁ κανών, καὶ Λευκαδίων προστάτης, τῶν ἐν πίστει φωνούντων σοι· Πάρεσο μεθ’ ἡμῶν, Σωσίων ἀξιάγαστε, τὴν σὴν θεόσδοτον νομὴν εὐλογῶν, καὶ προεξάρχων τῆς σῆς πανηγύρεως.

 

Καὶ νῦν... Θεοτοκίον

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς, ἐλέησον ἡμᾶς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν σοφῶν ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστραφήσεται. Ζυγὸς δόλιος, βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαον, δεκτὸν αὐτῷ ἐστίν. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ σοφῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς. Οὐκ ωφελήσουσιν ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Ἀποθανὼν δίκαιος, ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδοὺς, ἀσεβείᾳ ἑαυτῶν ἀλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπὶς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας εκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ άσεβής. Ἐν στόματι παρανόμων παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α´.

Ἐπάρατε τοὺς ὀφθαλμοὺς ἡμῶν ἀδελφοί, οὐχὶ πρὸς οὐρανὸν τὸν αἰσθητόν, ἔνθα Ὠρίων ὁ μέγας, καὶ σύμπας κόσμος ὁ αἰθέριος, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐ δώσει τὸ φέγγος αὐτοῦ, καθὼς προέφησεν ἡμῖν μεγαλοφώνως, ὁ προφητομάρτυς Ἡσαΐας. Ἀλλ’ ἐμβλέψατε εἰς τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα, ἐν ᾧ Σωσίων ὁ ὑπέρλαμπρος, εἰς κίνησιν ἐτέθη πέριξ τοῦ Χριστοῦ, τοῦ νοητοῦ Ἡλίου· ὃς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, μᾶλλον ἀπαστράψει, ὥσπερ ἄστρον τηλαυγές· καὶ γὰρ τρόποις ἀποστολικοῖς, καὶ βίῳ ἐναρέτῳ, δαδουχήσας τὸ φῶς τῆς πίστεως, τὴν νῆσον ἡμῶν κατηύγασεν· ὅθεν ἡμεῖς οἱ φωτισθέντες ὑπ’ αὐτοῦ, ἐκβοήσωμεν συμφώνως· Ὁ λύχνος, ὁ ἐπὶ λυχνίαν τιθείς, ταῖς φεγγοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος, ταῖς φαιεσφόροις τῶν θαυμάτων σου ἀκτῖσι, φώτισον ἡμῶν τὴν ὁδόν, ἵνα μὴ εἰς λίθον προσκόψωμεν· καὶ ποίησον τὰς λιτάς σου ἐκτενῶς πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.

Ἡ ἑξάκουστος Λευκάς, σήμερον αὐτῆς τὰ τέκνα συγκαλοῦσα, εἰς ἑόρτιον αἴνεσιν τοῦ πανευκλεοῦς Σωσίωνος, ᾀσματικῶς ἐκβοᾷ· Δεῦτε κυκλώσατε τεκνία τὴν γαῖάν μου, καὶ χαρμονικῶς τιμήσατε, ὡς εὐγνώμονες παῖδες τὸν ἥλιον, τὸν φωτίσαντά με, θεοφεγγέσι ἀκτῖσι· τὸν πολύφορον στάχυν, τὸν ἐκθρέψαντά με, ἐν λιμῷ πολυθεΐας· τὸν ἁλιέαν τὸν θαυμάσιον, τὸν σαγηνεύσαντα εἰς σωτηρίαν, τοὺς ἀπολυμμένους ἐν ἀγνωσίας τῷ βυθῷ· καὶ τὸν ἐπίγειον ἄγγελον, τὸν εὐαγγελισάμενον εἰρήνην, τοῖς εὐηκόοις ὠσὶν τῶν πατέρων ὑμῶν· ὅν, εὐχαριστίας ἔμπλεοι, παρακαλέσατε θερμῶς, ὅπως μὴ ἐπιλάθηται τῆς συγγενείας, ἀλλ’ ὡς γονεὺς φιλόστοργος πρεσβεύῃ ἐσαεί, σωθῆναι τὰς ψυχάς, τῶν εὐκελάδως τιμώντων, τὴν σεπτὴν μνήμην αὐτοῦ.

 

Ἦχος γ΄.

Ὡς κρουνὸς πολυχεύμων, καὶ πηγὴ ἀκένωτος, τὸ θεηγόρον στόμα σου, Σωσίων ἀνέλβυζε, ζωήῤῥυτα λόγια, τῇ ἐμπνεύσει τοῦ Πνεύματος· ἐξ ὧν καὶ ἡμεῖς οἱ μαθηταί σου, οἱ λυτρωθέντες ἐκ τοῦ καύσωνος τῆς πλάνης, καὶ ἐν τῷ ὕδατι τῆς κολυμβήθρας δροσισθέντες, ψαλμικῶς ἀναβοῶμέν σοι· Σὺ εἶ ὁ ποταμὸς ὁ πολύῤῥυτος, ὁ τὴν νῆσον ἡμῶν εὐφραίνων, οὐχὶ τοῖς ὁρμήμασι, ἀλλὰ τοῖς ζωηῤῥύτοις σου διδάγμασι.

 

Ἦχος δ΄.

Εὐφροσύνως σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἡ ἐν Λευκάδι παροικοῦσα, ἀγαλλομένη λαμπρύνεται· καὶ συμφώνως τὰ ἔργα σου, ἐμεγαλύνθη Κύριε, καὶ ἐλαμπρύνθη μου τὸ κάλλος, ὑπὲρ πᾶσαν ἄλλην νῆσον· ἰδοὺ ἀρχιερέων μου ἡ καλλίστη ἀπαρχή, ὁ παμφαέστατος Σωσίων, εἰς τὴν χαράν σου μετηνέχθη· εἰς δὲ τὸν εὐθαλῆ λειμῶνά σου, ἐκ τῶν ἰδίων κόπων ἀναπαύεται, καὶ ὡς ἀνύστακτος φρουρός, ἀδιαλείπτως ἀγρυπνεῖ, καθικετεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος βαρύς.

Εὐφραινέσθωσαν αἱ πατριαί, Λευκαδίων σήμερον, καὶ αἱ κυκλοῦσαι Λευκάδα νῆσοι, περιχαρῶς χορεύσατε· ἤδη πεπλήρωται, τοῦ Ἡσαΐου φωνὴ ἡ θεόφθογγος· ἰδοὺ αἱ νῆσοι αἱ πόῤῥῳ ἐγκαινίζονται· σὺν ταύταις ἅπαντα τὰ ἔθνη, ἐπὶ τ’ αὐτὸ συναγαγέσθωσαν. Οἱ μὲν πορευόμενοι συναγαγεῖν, οἱ μεγαλώνυμοί εἰσιν ἀπόστολοι· εἷς δ’ ὑπ’ αὐτῶν σεσωσμένος, ὁ θεοκῆρυξ Σωσίων· οὗ ταῖς πρεσβείαις Χριστέ, δώρησαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν

Χαίρει, τῶν Λευκαδίων πληθύς, πατροποθήτως ἐκτελοῦσα τὴν μνήμην σου, Σωσίων πρωθιεράρχα, εὐγνωμοσύνης ᾠδήν, σοὶ ἀξιοχρέως ἀναμέλπουσα· τιμᾷ τὸν ἐπίσκοπον, φωτιστὴν τὸν περίλαμπρον, τὸν ἐν ἀνάγκαις, ταχινὸν ἀντιλήπτορα, καὶ πρὸς Κύριον, πρεσβευτὴν ἀμετάθετον· ἤδη λαμπρὰ πανήγυρις, φαιδρῶς ἀνατέταλκεν· ὅθεν Λευκάδος οἱ παῖδες, ἐπ’ ἐκκλησίαις συνέλθωμεν, ἐν ὕμνοις τιμῆσαι, τοῦ Σωσίωνος συμφώνως, μνήμην παγγέραστον.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Πάλαι, ὁ Ἰησοῦς τοῦ Ναυῆ, ὁ ἀρχηγέτης Ἰσραὴλ ὁ πε΄ριδοξος, λαόν τε καὶ πρεσβυτέρους, συναγαγὼν εἰς Σηλώ, θεηγόροις λόγοις συνεβούλευε, λατρεύειν Θεῷ ἡμῶν, τῷ ποιοῦντι θαυμάσια· σὺ δὲ Σωσίων, ἐν τῷ λόφῳ Ἀρτέμιδος, πρὸς εὐσέβειαν, Λευκαδίους ἐκάλεσας· δεῦτε τότε ἀνέκραζες, τεκνία ἀκούσατε, φόβον Κυρίου διδάξω, καὶ διηγήσομαι θαύματα· τοῖς λόγοις σου ὅθεν, ὁμοφρόνως πεποιθότες, πίστιν ἐδέχθημεν.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ἴδε, εὐλογημένην σποράν, ἣν μετὰ κόπων ἐν Λευκάδι ἐφύτευσας, καὶ ἤρδευσας τοῖς ἱδρῶσι, τῶν σῶν καμάτων σοφέ, τοῖς θερμοῖς δὲ λόγοις σου ἐλίπανας. Αὐτὴν τἀνῦν λύτρωσαι, ἐκ χαλάζης αἱρέσεων, καὶ ἀνομβρίαν, τῶν παθῶν ἀποδίωξον, ἵνα πλούσιον, τὸν καρπὸν φέρῃ πάντοτε· ὄμβρησον δὲ πρεσβείαις σου, τὸ ὕδωρ τῆς χάριτος, καὶ ὑετὸν τῶν θαυμάτων, ἐπὶ τοῖς τέκνοις σου Ἅγιε, τοῖς πόθῳ τιμῶσι, ἑορτήν σου χαρμοφρόνως, Σωσίων ἔνδοξε.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὅτε Χριστέ, τοὺς σοὺς μαθητὰς ἐπερῶτας, τίνα σε λέγουσιν εἶναι οἱ ἄνθρωποι, ὡς πέτραν τῆς πίστεως, ἐφ’ ᾗς ᾠκοδόμησας τὴν Ἐκκλησίαν σου, τὸν Πέτρον ἐφώνησας. Αὐτοῦ τὴν σωτήριον ὁμολογίαν, κηρύσσων διὰ βίου, καὶ τοῦ ἄλλου Κορυφαίου ἀληθὴς ὑπάρχων μαθητής, τοὺς τρόπους μιμούμενος, Σωσίων ὁ κλεινὸς πρωθιεράρχης, ὑπὸ σοῦ ἐτέθη θέμεθλος, ἐν ᾧ ἐδόμησας στεῤῥῶς, ἐν Λευκάδι τὴν Ἐκκλησίαν· ὃν καὶ ἡμεῖς, ὡς τεῖχος ἀῤῥαγές, καὶ λίθον ἀσάλευτον φέροντες, οὐ πτοούμεθα, τῶν ἐχθρῶν τὰς ἐνέδρας, ἀλλὰ ταῖς σωστικαῖς αὐτοῦ εὐχαῖς θαῤῥοῦμεν, πρὸς σὲ τὸν Φιλάνθρωπον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Χριστοκήρυκος Παύλου μαθητὴν ἐνθεώτατον, συνεργὸν πιστὸν τοῦ Ἀκύλα, καὶ κλεινοῦ Ἡρωδίωνος, Σωσίωνα τιμήσωμεν λαμπρῶς, τὸν πρῶτον Ἱεράρχην τοῦ Χριστοῦ, ἐν Λευκάδι ἔνθα ἅπαντες οἱ πιστοί, πατροποθήτως κράζομεν· Χαίροις τῶν ἐπισκόπων ἀπαρχή, χαίροις Λευκάδος πρόβολε, χαίροις ἡ φερωνύμως σωστικὴ νήσου ἀντίληψις.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἐπέλαμψεν φαιδρῶς, ὡς ἀστὴρ ὁ Σωσίων, τὸ φῶς τὸ ἱλαρόν, τοῦ Χριστοῦ διαλάμπων, καὶ ἅπαντα ἐφώτισε, Λευκαδίων συστήματα· ὅθεν κράζομεν, οἱ φωτισθέντες ἐν πίστει, φῶς ἀΐδιον, ταῖς σαῖς πρεσβείαις παράσχου, τοῖς πόθῳ τιμῶσί σε.

Δόξα.

Διέτρεξε σαφῶς, σῶν ῥημάτων ὁ φθόγγος, τὴν ὑπὸ οὐρανόν, οἰκουμένην Σωσίων, ἀκούσασαν χαρμόσυνον, τοῦ Χριστοῦ Εὐαγγέλιον· διὸ ᾄσμασι, καὶ ἱεραῖς ὑμνῳδίαις, ἑορτάζομεν, σὲ ἀρχιθύτα Λευκάδος, ὡς χάριτος κήρυκα.

Καὶ νῦν. Θεοτοκίον.

Ὡς ἔκπαγλον ναόν, καὶ πυρίμορφον θρόνον, ὡς πύλην τὴν κλειστήν, Σολομῶντος ὡς κλίνην, ὡς ὄρος ἀλατόμητον, καὶ ὡς ῥάβδος βλαστήσασαν, Σὲ προήγγειλαν, ἐν Παλαιᾷ Διαθήκῃ· ὅθεν ἔκβασιν, τύπων ἰδόντες Μητέρα, τοῦ Λόγου καλοῦμέν Σε.

 

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Συνετρίβη θαυμαστῶς, ξόανον πάλαι προσταγῇ, Ἀποστόλων τῶν κλεινῶν, ὅτι τὰ εἴδωλα ἐθνῶν, ἔργα ἀνθρώπων ἀργύριον καὶ χρυσίον· ὅθεν ὁ λαός, ἐξεπλήττετο, κόνιν θεωρῶν, τοῦ ἀγάλματος· καὶ εἰσακούσας κήρυγμα ἀθρόως, εἰς τὸν Χριστὸν προσεχώρησε· διὸ Σωσίων καὶ Ἡρωδίων, ὡς φωστῆρας τιμῶμεν ὑμᾶς.

Δόξα.

Κατεπάτησαν σφοδρῶς, τὰς γλωσσαλγίας ἐθνικῶν, καὶ ῥητόρων τοὺς κομψούς, ἀπεσκοράκισας μακράν, τοῖς θαυμασίοις καὶ ἔπεσι θεηγόροις· πίστιν οὖν Χριστοῦ, τὴν Ὀρθόδοξον, στήριξον εὐχαῖς, πρὸς τὸν Κύριον, καὶ τὸν κλοιὸν αἱρέσεων Σωσίων, θαυματοβρύτα διάῤῥηξον, ὡς πάτρων φύλαξ, καὶ ποδηγέτης Λευκαδίων καὶ πρόμαχος.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ παράδοξον τῆς Σῆς, κυοφορίας Μαριάμ, προϊδὼν προφητικῶς, ὁ Ἡσαΐας ἐκβοᾷ, μεγαλοφώνως· ἰδοὺ σημεῖον Παρθένε· ἕξεις ἐν γαστρὶ τὸν ἀχώρητον, τέξῃ δὲ Υἱὸν ἀπειρόγαμε, Ἐμμανουὴλ τὸ ὄνομα καλέσεις, ὅτι Θεὸς μεθ’ ἡμῶν ἐστί. Αὐτὸν δυσώπει, καὶ νῦν ὡς Μήτηρ, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Χριστοκήρυκος Παύλου αὐτόπτης γέγονας, τοῦ Ἀποστόλου Ἀκύλα ἄγρα εἰς πίστιν Χριστοῦ, συνεργὸς δὲ ἱερὸς τοῦ Ἡρωδίωνος· ὅθεν Σωσίων θαυμαστέ, παρεδρεύων σὺν αὐτοῖς τῷ θρόνῳ τοῦ Εὐεργέτου, ἀδιαλείπτως δυσώπει, ὑπὲρ ἡμῶν τὸν Ὑπεράγαθον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡς παλλάδιον νήσου ἀλεξιτήριον, ὡς τιμαλφέστατον ὄλβον τὴν σὴν εἰκόνα ἁγνή, ἡ ἐξάκουστος Λευκὰς ἐγκόλπως φέρουσα, σπεύδει ἐν θλίψεσι δειναῖς, προσπελάζουσα αὐτῇ, καὶ φθεγγομένῃ σὺν πόθῳ· Φανερωμένη μὴ λίπῃς, μόνα τὰ τέκνα Σου σφοδραῖς συμφοραῖς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ Α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. Ι, 1-9): Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων... (Ζήτει αὐτὸ τῇ ΙΓ Νοεμβρίου)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀνέτειλεν ἡμῖν ἐκ χρόνων ἀποσοτλικῶν, ὡς παμφαὴς καὶ αἴθριος ἡμέρα, ἡ παγγέραστος μνήμη, Σωσίωνος τοῦ ἱεράρχου. Δεῦτε οὖν τῶν φιλεόρτων οἱ χοροί, θρώσκοντες εἰς τὰ ἄνω, ὡς ἥλιον λαμπρὸν τοῦτον κατίδωμεν· τὸν διαλύσαντα μὲν τότε, εἰδωλομανίας τὴν ἀχλύν, τῇ αἴγλῃ τῆς πίστεως· νῦν δὲ θερμαίνοντα ἀφράστως, τὰς καρδίας τῶν πιστῶν, πρὸς βίον ἐνάρετον· ᾧ νῦν βοήσωμεν· Ὡς παρεδρεύων τῷ τῶν φώτων Πατρί, πρέσβευε Σωσίων θεόσοφε, φωτισθῆναι παμφαῶς τὰς ψυχὰς τῶν γεραιρόντων σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Σωσίωνα ᾄδω, πρωθιεράρχην Λευκάδος. Ἰω(άννου).

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σιγᾷν πρωτιμώτερον, ἢ τὸ λαλῆσαί μοι Κύριε· ἀλλ’ ὅμως νῦν βούλομαι, πλέξαι εὐφήμους ᾠδάς, τῷ Σωσίωνι, φωστῆρι τῆς Λευκάδος· διό μοι κατάπεμψον, χάριν τὴν ἄνωθεν.

δὴν παναρμόνιον, καὶ χαριστήριον αἴνεσιν, προσάδει σοι σήμερον, τῶν Λευκαδίων χορός, ἑορτάζων σου, τὴν μνήμην γηθοσύνως, Σωσίων πρωτόθρονε, νήσου τιμώσης σε.

Σῶν φθόγγων τὰ ῥήματα, τὴν οἰκουμένην διέδραμε, καὶ νῆσον ἐζώγρησε· ὅθεν τιμῶμεν λαμπρῶς, σὲ ὡς κήρυκα, τῆς χάριτος Σωσίων, σὺν Παύλῳ Ἀκύλᾳ τε, καὶ Ἡρῳδίωνι.

Θεοτοκίον.

γνύας μου κάμπτω νῦν, πρὸς τῆς εἰκόνος Σου Δέσποινα, εἰς τόπον οὗ ἔστησαν, οἱ πόδες πάλαι ποτε, τοῦ Σωσίωνος, ὦ Πεφανερωμένη, καὶ χαῖρε κραυγάζω Σοι, νήσου ἡ πρόμαχος.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

κίσθη Ἀκύλας ἐν Λευκάδι, τοῦ Παύλου τῇ θείᾳ προτροπῇ, καὶ σπήλαιον κατέλαβε, παρ’ ᾧ καὶ ἐμαθήτευσας, καὶ ὑψηλοῦ κηρύγματος, Σωσίων γέγονας ἄγγελος.

Ναίων ἐν θαλάμοις οὐρανίοις, καὶ θρόνῳ Τριάδος παρεστώς, δυσώπει παναοίδιμε, ὑπὲρ τῆς ᾧδε ποίμνης σου, ἣν μετὰ πόθου ζέοντος, Σωσίων πάλαι ἐνόμευσας.

πῆλθεν πρὸς Ἔφεσον Ἀκύλας, καὶ ἄλλον ἐργάτην τοῦ Χριστοῦ, τὸν θεῖον Ἡρωδίῳνα, ὁ Κορυφαῖος ἔπεμψε, ἐξ οὗ Σωσίων ἔλαβες, ἱερωσύνης τὸ δώρημα.

Θεοτοκίον.

ρτέμιδος πάλαι Λευκαδίας, τὸ ξόανον ἔπεσε χαμάι, τῷ ἰσχυρῷ προστάγματι, τῶν Ἀποστόλων Ἄνασσα, ἔνθα καὶ Σοὶ ἀνήγειραν, πιστοὶ μονὴν περιλάλητον.

 

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πρὸς πολυχεύομαν, κρουνὸν τῶν λόγων σου, ὡς ὀρεσίτροφος, διψῶσα ἔλαφος, ἡ ἐν Λευκάδι σου νομή, προσέδραμέ σοι βοῶσα· Νάματα ζωήῤῥυτα, ἀναβλύζει τὸ στόμα σου, ὕδωρ δὲ ἀκάθαρτον, τῶν εἰδώλων οὐ  γεύσομαι, ἀλλὰ τὸ ζωηρώτατον δός μοι, ἵνα μὴ δίψῃ συνέχομαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ νῆσος ἅπασα, προστρέχει Δέσποινα, πρὸς τὸ παλλάδιον, αὐτῆς τὸ κράτιστον, καὶ ἐκ βαθέων Σοι βοᾷ, δεήσεις ἱκετηρίους· Ῥῦσαί με κακώσεως, τοῦ σεισμοῦ καὶ φλογώσεως, δίωξον αἱρέσεων, τὴν δυσκάθεκτον φάλαγγα, καὶ παῦσον τῶν κινδύνων τὸν σάλον, Σὺ Μῆτερ, ὡς Πεφανερωμένη.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Δεῦτε ἅπαντα τὰ πλήθη, Λευκαδίων κυκλώσωμεν, τῆς Ἁγίας Μαύρας, νῆσον ἡμετέραν γενέτειραν, καὶ κατὰ χρέος τὸν Κύριον δοξάσομεν, τὸν φωτίσαντα, νῆσον Σωσίωνος ῥήμασιν.

πῶς μέσον τῶν εἰδώλων, Θεὸν ζῶντα ἐκήῤῥυτες, ἐπὶ τρεῖς ἡμέρας, μετὰ τοῦ κλεινοῦ Ἡρωδίωνος, ἀκαταπαύστως Σωσίων ἀξιάγαστε, καὶ τὸ ξόανον, ψευδοθεᾶς πῶς κατέῤῥιψας.

Πάλαι ἤστραψεν ἐν δόξῃ, ἐπὶ ὄρους ὁ Κύριος, καὶ νεφέλη θεία, λόγον τοῦ Πατρὸς ἐπεσφράγισεν· τοῖς φαεσφόροις σου λόγοις δὲ ἐπίστωσεν, τὰ θαυμάσια, ἃ ἐν τῷ λόφῳ ἐτέλεσας.

Θεοτοκίον.

οῦς ἀκένωτος θαυμάτων, ἐξ εἰκόνος ἐπήγαγε, Πεφανερωμένης· δεῦτε οἱ πιστοὶ νῦν ἀντλήσωμεν, τὰ ἐκχυθέντα ἀφθόντως θεῖα νάματα, καὶ βοήσωμεν· Χαῖρε πηγὴ ἡ ζωήῤῥυτος.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

ραῖα τὰ λόγια, Σωσίων ἃ ἐβρόντησας, εὐαγγελιζόμενα εἰρήνην· χρώμενος τούτοις, τὸν ἐν Λευκάδι λαόν, εἰς πίστιν ὡδήγησας ποτέ, Μωϋσῆν μιμούμενος, ποδηγέτην τὸν ἄριστον.

Θεῷ Ὃν ἐκήρυξας, ἐν τῇ Λρυκάδι πρέσβευε, καὶ ᾧ ἐθεράπευσας ὁσίως, σώσασθαι πάντας· συμπαρεδρεύων τανῦν, θρόνῳ τοῦ Ὑψίστου ἐν Ἐδέμ, ἔνθα ἀναπαύονται, τῶν δικαίων τὰ πνεύματα.

λέῳ σου ὄμματι, ἐπισκοπεῖς τὰ σύμπαντα, καὶ δρακὶ κρατεῖς τὴν οἰκουμένην· ὅθεν τὴν νῆσον, ῥῦσαι ἐκ βλάβης σεισμοῦ, ἄλλης τε δυσφόρους ἀπειλῆς, Δέσποτα Φιλάνθρωπε, μεσιτείαις Σωσίωνος.

Θεοτοκίον.

Εἰκών Σου πάναχραντε, παλλάδιον καὶ σέμνωμα, πέλεις τῆς Μονῆς Φανερωμένης, ὅπου συντρέχει, τῶν Λευκαδίων πληθύς, ἡ πάνυ φιλόθεος συχνῶς, ὕμνον τὸν εὐγνώμονα, ἀναμέλψαι θαυμάτων Σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν, ταύτην.

αδίως, λόγῳ συνέτριψας, τὰ εἴδωλα αὐτῶν δὲ σκοτόμαιναν, φωτὶ διέλυσας, ὅτι ὡς λέγει Ἰάκωβος, ὄντως πολὺ ἰσχύει, δικαίου δέησις.

κύλαν, πάντες τιμήσωμεν, τὸν πρῶτον φωτιστὴν Ἡρωδίωνα, τὸν θεῖον κήρυκα, τῶν ἐπισκόπων τε πρώτιστον, Σωσίωνα καὶ Παῦλον, οὐρανοβάμονα.

ητόρων, χάριν μὴ ἔχοντες, Ἀπόστολοι Χριστοῦ τὴν Ὑφήλιον, πᾶσαν διέδραμον, μόνῳ τῷ σθένει τοῦ Πνεύματος, ὅπερ ἐν γῇ Λευκάδος, τούτους ἀπέστειλεν.

Θεοτοκίον.

Χρυσῆν, λυχνίαν καὶ στάμνον Σε, Προφῆται σκιωδῶς προεικόνισαν, ἡμεῖς δὲ σώτειρα, νῦν ἐμφανῶς προσκαλοῦμέν Σε, Φανερωμένη ὅτι, ἡμᾶς διέσωσας.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ταῖς φεγγοβόλοις αὐγαῖς τοῦ κηρύγματος, καὶ φαεσφόροις βολαῖς τῶν θαυμάτων σου, τὴν νῆσον ἡμῶν κατεφώτισας· διὸ τιμῶντές σε χαίροις κραυγάζομεν, Σωσίων Λευκάδος ὁ πρόβολος.

Ὁ Οἶκος.

Τὴν ἀπαρχὴν ἱεραρχῶν, ἐν νήσῳ τῆς Λευκάδος, καὶ τὸν μαθητὴν Παύλου, βουλόμενος τιμῆσαι, ἐν ὕμνοις ἅμα καὶ ᾠδαῖς, κλίνω τὸν αὐχένα υἱϊκῶς, ὡς Ἰακὼβ πρὸ Ἰσαὰκ φθεγγόμενος· Δρόσον δός μοι τοῦ Πνεύματος, ὅπως ὑμνήσω νῦν ἐπαξίως τὸν θεάρεστον βίον σου, Σωσίων κλεινὲ πρωθιεράρχα· ἰδού, ἵνα ὑμνήσει σὲ ἦλθε ἤδη Λρυκαδίων ὁ λαὸς ἐπ’ ἐκκλησίαις· ὅθεν σὺν αὐτοῖς κἀγὼ νῦν ἄρχομαι κράζειν· Χαίροις Σωσίων, Λευκάδος ὁ πρόβολος.

 

Συναξάριον.

Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Σωσίωνος, πρώτου ἐπισκόπου Λευκάδος.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησόν ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

τετράχορδος, κινύραν Ἀποστόλων σου, εὐτόνως ἔκρουσεν, Εὐαγγελίου ᾠδήν, καὶ γῆν περιήχησεν, χαρὰν μηνύουσαν, ἐξ ἧς ἤκουσεν, καὶ ἡ Λευκὰς τὸ ἄγγελμα, τὸ σωτήριον ἀνθρώποις.

Νύκτα μέλαινα, ζωφόδη καὶ ἀσέληνον, Σωσίων ηὔγασας, ὡς τοῦ ἡλίου βολαῖς, καὶ πλάνην τὴν δύσθεον, ἀπεσκοράκισας, σοῖς διδάγμασι, τοῖς φαεσφόροις Ἅγιε, καὶ αὐγαῖς τῶν σῶν θαυμάτων.

Λέγε τέκνοις σου, τὶ ἔφης τῷ Κυρίῳ σου, ὑποδεξάμενος, Παῦλον τὸ στόμα Χριστοῦ, ἐλθόντα εἰς νῆσόν σου· παιδία ἔκραζον· ὑπεράγαθε, τῶν Ἀποστόλων κήρυγμα, Σὺ Χριστέ· εὐλογητὸς εἶ.

Θεοτοκίον.

πιχέουσα, τὴν δρόσον τῶν θαυμάτων Σου, πολλάκις Δέσποινα, ἐκ τῆς σεισμοῦ ἀπειλῆς, Λευκάδα διέσωσας· ὅθεν προστρέχομεν, τῇ Εἰκόνι Σου, Φανερωμένη Ἄνασσα, υἱϊκῶς Σ’ εὐχαριστοῦντες.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

πτιον ὁρῶντες ἐν τῷ τάφῳ, σὲ μάκαρ οἱ μαθηταὶ σοὶ προσεφθέγξαντο· Πάτερ μὴ μακρύνῃς νῦν, ἀπὸ τῶν τεκνίων σου, ἀλλ’ ἐσαεὶ ἐπόπτευσον, νομὴν καὶ νῆσόν σου, ἃς Κύριος, σοὶ ἐνεπιστεύθη, χερσὶν Ἀποστόλων, φιλότεκνε Σωσίων.

Κύριε εἰς χεῖράς σου ψυχήν μου, ἐβόας τὴν σὲ ποθοῦσαν παρατίθεμαι· τότε δὲ ἀντέφη σοι· Εὖ δοῦλε μου ἄξιε, εἰς τὴν χαράν μου πρόσελθε, ἣν σοὶ ἡτοίμασα, ὡς δίκαιος, ὅτι διὰ βίου, ἔμπροσθεν μαρτύρων, πολλῶν μὲ ὡμολόγεις.

δει ὁ λαὸς τῶν Λευκαδίων, καὶ πᾶσα τῶν ἱερέων ἡ ὁμήγυρις, ὕμνον τὸν εὐγνώμονα, ὅτι κατεφώτισας, ταῖς διδαχαῖς Σωσίωνος, Λευκάδα ψάλλοντες· Τὸν Κύριον, ὑμνοῦμεν τὰ ἔργα, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Δύο Ἀρχαγγέλους τὸν Σὸν θρόνον, κυκλοῦντας Φανερωμένη ἀμφοτέροθεν, βλέπων ἐν Εἰκόνι Σου· θρόνον δὲ ὡς ἄστεκτον, τὴν μητρικὴν ἀγκάλην Σου, ἐφ’ ἧς καθέζεται, ὁ Κύριος, ὡς ἄρχων τῆς δόξης, ὁ ἀνερμηνεύτως, ἐκ Σοῦ ἐνανθρωπήσας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

λβον τιμαλφῆ, κατέχομεν ἅπαντες τὰς εὐπειθεῖς σου λιτάς, τὰς προσαγομένας νῦν, τῷ θείῳ θρόνῳ, ὅπου παρίστασαι, καὶ τὰς εὐχὰς ἃς ἔπεμψας, ὅτε ἐφύτευσεν, χεὶρ Κυρίου, ἄμπελον τὸν εὔβοτρυν, ἐν Λευκάδι τῇ νήσῳ ἀοίδιμε.

Σῶσον σαῖς εὐχαῖς, Σωσίων τὴν νῆσόν σου, ἐκ περιστάσεων, καὶ τῆς τῶν αἱρέσεων, δεινῆς μανίας, ῥῦσαι σὸν ποίμνιον· τοὺς δὲ εὐμόλπως ᾄδοντας, τὴν σὴν πανήγυριν, καὶ βοῶντας· Χαίροις θεοδόξαστε, Ἱεράρχα ἀεὶ διαφύλαττε.

θι μεθ’ ἡμῶν, Σωσίων καὶ πρόστηθι, τῆς πανηγύρεως, νῦν ἐπευλογῶν ἡμᾶς, ὡς Πατὴρ τέκνοις, λίαν ἐπεύχεται· τῷ δὲ σὺν πόθῳ ζέοντι, νῦν ἀναμέλψαντι, βιοτήν σου, δώρησαι πρεσβείαις σου, ψυχικὴν σωτηρίαν καὶ ἔλεος.

Θεοτοκίον.

ρᾳ φοβερᾷ, θανάτου καὶ κρίσεως, Μῆτερ παράστηθι, τοῖς ἀχρείοις δούλοις Σου, Ἐδὲμ δὲ ἄνω, πύλας διάνοιξον, ἵνα ἁγνὴ εἰσέλθωμεν, εἰς τὸν Παράδεισον, οἱ βοῶντες· Πεφανερώμενη Σύ, ἀληθῶς τῶν πιστῶν πέλεις σώτειρα.

 

 

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Αὐγαῖς ἡλίου νοητοῦ, καὶ ὑψηλῷ κηρύγματι, κατηύγασεν ὁ Σωσίων, ὡς Παύλου θεῖος μαθητής, καὶ ἐπισκόπων πρώτιστος, νῆσον τῶν Λευκαδίων, ὑπὲρ ἧς καὶ νῦν δέεται.

Θεοτοκίον.

Μονὴν κυκλῶσαν ὡς Σιών, ὁ Λευκαδίων ἀθροισμός, Εἰκόνι Φανερωμένης, προσπίπτει κράζων ἠχηρῶς· Ὡς πολιοῦχος Δέσποινα, ῥῦσαί με ἐκ κινδύνων, καὶ νῆσον ἐπόπτευσον.

 

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Τοῦ ἐξ Ὑψίστου κληθέντος θείου Παύλου, μαθητὴς γενόμενος ἐκ τούτου ἤντλησας, τὰ διαυγέστατα νάματα, θεολογίας, ἃ τοῖς σοῖς τέκνοις μάκαρ μετέδωκας, ὅτε τὸ Πανάγιον Πνεῦμα κατέστησε, σὲ ἀρχιθύτην θεόπνευστον, νήσου Λευκάδος· διὸ τιμῶμεν μνήμην σου σήμερον, στέφει ᾀσμάτων ἀναδέοντες, κορυφήν σου ἁγίαν πανόλβιε, τὸν σὸν βίον Σωσίων, εὐφημούντων τὰ θαυμάσια.

 

Ὅτε εἰδώλων σκοτόμαινα καὶ ζόφος, νῆσον κατεκάλυπτε, λύχνος ἐτέθης σύ, ἐπὶ λυχνίαν θεσπέσιε, διαφωτῖσαι, τῆς ἁμαρτίας τὴν ἀμαυρότητα· δεῖξαι δὲ τὴν δόλιχον τὴν οὐρανόδρομον, ἣν ἐπορεύθη συστήματα, τῶν Λευκαδίων, τὰ νῦν πρεπόντως σοι ἀναμέλποντα· Χαίροις τῆς νήσου πρωτεπίσκοπε, Ἐκκλησίας τὸ γέρας καὶ καύχημα, φωτιστὰ τῆς Λευκάδος, ὦ Σωσίων ἀξιΰμνητε.

 

Ὡς τοῦ Ὀρφέως ἡδύφωνος κινύρα, πάντας ἐτιθάσευε, θῆρας τὸ πρότερον, τῶν Ἀποστόλων τετράχορδος, χρυσὴ κιθάρα, Εὐαγγελίου κρούσασα ῥήματα, πᾶσαν προσεκάλεσε πρὸς τὴν εὐσέβειαν, τῶν Λευκαδίων ὁμήγυριν, ἣν μετὰ πόθου, καὶ εὐγνωμόνως τιμᾷ ὡς πάτρωνας, Παῦλον Ἀκύλαν Ἡρωδίωνα, τοὺς ἐκ πλάνης ἡμᾶς ἀπαλλάξαντας, ἐξαιρέτως δὲ πρῶτον, ποιμενάρχην τὸν Σωσίωνα.

 

Ταῖς σωστικαῖς σου πρεσβείαις νῦν θαῤῥοῦμεν, ὅτι τοῦ Παντάνακτος θρόνῳ παρίστασαι, ὡς ἱεράρχης θεόληπτος, μάκαρ Σωσίων, καὶ Ἀποστόλων θρόνων διάδοχος· ὅθεν οἱ Λευκάδιοι σὲ ἱκετεύομεν, τὴν τοῦ σεισμοῦ δεινὴν κάκωσιν, καὶ τῆς πλημμύρας, καὶ τὸ πανώλεθρον τῆς φλογώσεως, πόῤῥῳ τῆς νήσου ἀπομάκρυνον· εἰρηναῖον δὲ βίον συντήρησον, τῶν τελούντων σὴν μνήμην, ἑορτίως παναοίδιμε.

 

Δόξα. Ἦχος δ

Ὡς ἐπ’ ὀλκάδος μάκαρ ἐμπορευομένης, ἐν τῆς Ἰοῦς τῷ πελάγει ἐπιβάς, εἰς Λευκάδα τὴν περίφημον, τῷ ἱστίῳ τοῦ Σταυροῦ καὶ θεηγόρῳ κηρύγματι, χριστοφόρον τὴν νῆσον παρέδειξας· ὅθεν τὸ χριστώνυμον πλήρωμα, ὡς πρῶτόν σε γινῶσκον κυβερνήτην, καὶ οἰακοστρόφον πρώτιστον, μελῳδικῶς ἀνακράζει σοι· εἰς μύχον εὔδιον καὶ ἄκλυστον λιμένα, τῆς ἐπ’ οὐρανῶν Βασιλείας, πάντας ἡμᾶς γαληνῶς προσόρμισον, Σωσίων θεσπέσιε, ἐντεύξεσίν σου θεοπειθέσι, πρὸς τὸν Φιλάνθρωπον καὶ Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε· ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

 

Μεγαλυνάριον.

Δέχου τὰ ἐφύμνια τῶν πιστῶν, τῶν σὲ γεραιρόντων, ἀρχιθύτα εὐφραντικῶς, καὶ δώρησαι χάριν, αὐτοῖς ὅτι ὑπάρχεις, Σωσίων οἰκονόμος, τῆς θείας χάριτος.